Πέμπτη 27 Ιανουαρίου 2011

Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου Ἐγκώμιον εἰς τὸν Ἅγιον Ἀπόστολον Παῦλον Λόγος β´


Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου
Ἐγκώμιον εἰς τὸν Ἅγιον Ἀπόστολον Παῦλον
Λόγος β´

Joannes Chrysostomus Scr. Eccl. : De laudibus sancti Pauli apostoli (homiliae 1-7) : Homily 2


Τί ποτέ ἐστιν ἄνθρωπος, καὶ ὅση τῆς φύσεως τῆς ἡμετέρας ἡ εὐγένεια, καὶ ὅσης ἐστὶ δεκτικὸν ἀρετῆς τουτὶ τὸ ζῶον, ἔδειξε μάλιστα πάντων ἀνθρώπων Παῦλος· καὶ νῦν ἕστηκεν, ἐξ οὗ γέγονε, λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαντας τοὺς ἐγκαλοῦντας ἡμῶν τῇ κατασκευῇ ἀπολογούμενος ὑπὲρ τοῦ Δεσπότου, καὶ προτρέπων ἐπ᾿ ἀρετῇ, καὶ τὰ ἀναίσχυντα τῶν βλασφήμων ἐμφράττων στόματα, καὶ δεικνὺς ὅτι ἀγγέλων καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν ἐθέλωμεν προσέχειν ἑαυτοῖς. Οὐ γὰρ ἄλλην φύσιν λαχών, οὐδὲ ἑτέρας κοινωνήσας ψυχῆς, οὐδὲ ἄλλον οἰκήσας κόσμον, ἀλλ᾿ ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ νόμοις καὶ ἔθεσι τραφείς, πάντας ἀνθρώπους ὑπερηκόντισε τοὺς ἐξ οὗ γεγόνασιν ἄνθρωποι γενομένους. Ποῦ τοίνυν οἱ λέγοντες ὅτι δύσκολον ἡ ἀρετή, καὶ εὔκολον ἡ κακία; Οὗτος γὰρ ἀντιφθέγγεται τούτοις, λέγων· Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται. Εἰ δὲ αἱ τοιαῦται θλίψεις ἐλαφραί, πολλῷ μᾶλλον αἱ οἴκοθεν ἡδοναί.
Καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτοῦ τὸ θαυμαστόν, ὅτι περιουσίᾳ τῆς προθυμίας οὐδὲ ᾐσθάνετο τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, ἀλλ᾿ ὅτι οὐδὲ ἐπὶ μισθῷ ταύτην μετῄει. Ἡμεῖς μὲν γὰρ οὐδὲ μισθῶν προκειμένων ἀνεχόμεθα τῶν ὑπὲρ αὐτῆς ἱδρώτων· ἐκεῖνος δὲ καὶ χωρὶς τῶν ἐπάθλων αὐτὴν ἠσπάζετο καὶ ἐφίλει, καὶ τὰ δοκοῦντα αὐτῆς εἶναι κωλύματα μετὰ πάσης ὑπερήλατο τῆς εὐκολίας· καὶ οὔτε σώματος ἀσθένειαν, οὐ πραγμάτων περίστασιν, οὐ φύσεως τυραννίδα, οὐκ ἄλλο οὐδὲν ᾐτιάσατο. Καίτοι καὶ στρατηγῶν καὶ βασιλέων ἁπάντων τῶν ὄντων ἐπὶ γῆς μείζονα φροντίδα ἐγχειρισθείς, ἀλλ᾿ ὅμως καθ᾿ ἑκάστην ἤκμαζε τὴν ἡμέραν. Καὶ τῶν κινδύνων ἐπιτεινομένων αὐτῷ, νεαρὰν ἐκέκτητο τὴν προθυμίαν, καὶ τοῦτο δηλῶν ἔλεγε· Τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος· καὶ θανάτου προσδοκωμένου, εἰς κοινωνίαν τῆς ἡδονῆς ταύτης ἐκάλει λέγων· Χαίρετε καὶ συγχαίρετέ μοι· καὶ κινδύνων ἐπικειμένων καὶ ὕβρεων, καὶ ἀτιμίας ἁπάσης, ἐσκίρτα πάλιν, καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγε· Διὸ καὶ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς· Καὶ ὅπλα δὲ αὐτὰ δικαιοσύνης ἐκάλεσε, δεικνὺς ὅτι καὶ ἐντεῦθεν τὰ μέγιστα ἐκαρποῦτο, καὶ τοῖς ἐχθροῖς πάντοθεν ἀχείρωτος ἦν· καὶ πανταχοῦ μαστιζόμενος, ὑβριζόμενος, λοιδορούμενος, ὥσπερ ἐν θριάμβοις ἐμπομπεύων, καὶ τὰ τρόπαια συνεχῆ πανταχοῦ γῆς ἱστάς, οὕτως ἐκαλλωπίζετο, καὶ χάριν ὡμολόγει τῷ Θεῷ λέγων· Χάρις δὲ τῷ Θεῷ τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς.
Καὶ τὴν ἀσχημοσύνην καὶ τὴν ὕβριν τὴν διὰ τὸ κήρυγμα μᾶλλον, ἢ ἡμεῖς τὴν τιμὴν ἐδίωκε, καὶ τὸν θάνατον, ἢ ἡμεῖς τὴν ζωήν, καὶ τὴν πενίαν, ἢ τὸν πλοῦτον ἡμεῖς, καὶ τοὺς πόνους μᾶλλον, ἢ τὰς ἀνέσεις ἕτεροι, καὶ οὐχ ἁπλῶς μᾶλλον, ἀλλὰ πολλῷ μᾶλλον, καὶ τὸ λυπεῖσθαι πλέον, ἢ τὸ χαίρειν ἕτεροι, τὸ ὑπερεύχεσθαι τῶν ἐχθρῶν μᾶλλον, ἢ τὸ κατεύχεσθαι ἕτεροι. Καὶ ἀντέστρεψε τῶν πραγμάτων τὴν τάξιν, μᾶλλον δὲ ἡμεῖς ἀντεστρέψαμεν, ἐκεῖνος δέ, ὥσπερ ὁ Θεὸς ἐνομοθέτησεν, οὕτως αὐτὴν ἐφύλαττε. Ταῦτα μὲν γὰρ κατὰ φύσιν ἅπαντα, ἐκεῖνα δὲ τοὐναντίον. Τίς τούτων ἀπόδειξις; Παῦλος, ἄνθρωπος ὤν, καὶ τούτοις ἐπιτρέχων μᾶλλον ἢ ἐκείνοις. Ἓν τούτῳ φοβερὸν ἦν μόνον καὶ φευκτόν, τὸ προσκροῦσαι Θεῷ, ἕτερον δὲ οὐδέν· ὥσπερ οὖν οὐδὲ ποθεινὸν ἄλλο τι, ὡς τὸ ἀρέσαι Θεῷ· καὶ οὐ λέγω τῶν παρόντων οὐδέν, ἀλλ᾿ οὐδὲ τῶν μελλόντων. Μὴ γάρ μοι πόλεις εἴπῃς καὶ ἔθνη καὶ βασιλεῖς καὶ στρατόπεδα καὶ ὅπλα καὶ χρήματα καὶ σατραπείας καὶ δυναστείας· οὐδὲ γὰρ ἀράχνην ταῦτα εἶναι ἐνόμισεν· ἀλλ᾿ αὐτὰ τὰ ἐν τοῖς οὐρανοῖς τίθει, καὶ τότε αὐτοῦ ὄψει τὸν σφοδρὸν ἔρωτα τὸν πρὸς τὸν Χριστόν. Οὗτος γὰρ πρὸς ἐκεῖνο τὸ φίλτρον, οὐκ ἀγγέλων ἀξίαν ἐθαύμασεν, οὐκ ἀρχαγγέλων, οὐκ ἄλλο τοιοῦτον οὐδέν.
Τὸ γὰρ ἁπάντων μεῖζον εἶχεν ἐν ἑαυτῷ, τὸν τοῦ Χριστοῦ ἔρωτα· μετὰ τούτου πάντων ἑαυτὸν μακαριώτερον εἶναι ἐνόμισε. Καὶ τούτου χωρίς, οὐδὲ τῶν κυριοτήτων καὶ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν γενέσθαι ηὔχετο, ἀλλὰ μετὰ τῆς ἀγάπης ταύτης ἐν ἐσχάτοις εἶναι ἐβούλετο μᾶλλον καὶ τῶν κολαζομένων, ἢ ταύτης χωρίς, τῶν ἄκρων καὶ τῶν τιμωμένων. Κόλασις γὰρ ἐκείνῳ μία, τὸ τῆς ἀγάπης ταύτης ἀποτυχεῖν. Τοῦτο αὐτῷ γέεννα, τοῦτο τιμωρία, τοῦτο μυρία κακά, ὥσπερ καὶ ἀπόλαυσις, τὸ ταύτης ἐπιτυχεῖν· τοῦτο ζωή, τοῦτο κόσμος, τοῦτο ἄγγελος, τοῦτο παρόντα, τοῦτο μέλλοντα, τοῦτο βασιλεία, τοῦτο ἐπαγγελία, τοῦτο τὰ μυρία ἀγαθά. Ἕτερον δὲ οὐδὲν τῶν μὴ φερόντων ἐνταῦθα, οὔτε λυπηρόν, οὔτε ἡδὺ εἶναι ἐνόμιζεν· ἀλλ᾿ οὕτω κατεφρόνει τῶν ὁρωμένων πάντων, ὡς τῆς κατασηπομένης βοτάνης. Τύραννοι δὲ αὐτῷ, καὶ δῆμοι θυμοῦ πνέοντες, κώνωπες εἶναι ἐδόκουν· θάνατος δὲ αὐτῷ καὶ τιμωρίαι καὶ μυρίαι κολάσεις, παίδων ἀθύρματα· πλὴν εἴ ποτε διὰ τὸν Χριστὸν ὑπέμενε.
Τότε γὰρ καὶ ταῦτα ἠσπάζετο, καὶ εἰς τὴν ἅλυσιν οὕτως ἐκαλλωπίζετο, ὡς οὐδὲ τὸ διάδημα Νέρων ἐπὶ τῆς κεφαλῆς ἔχων· καὶ τὸ δεσμωτήριον δὲ ᾤκει, ὡς αὐτὸν τὸν οὐρανόν, καὶ τραύματα καὶ μάστιγας ἐδέχετο ἥδιον τούτων τῶν τὰ βραβεῖα ἁρπαζόντων· καὶ τοὺς πόνους ἐφίλει τῶν ἐπάθλων οὐχ ἧττον, ἔπαθλον τοὺς πόνους εἶναι νομίζων· διὰ τοῦτο καὶ χάριν αὐτοὺς ἐκάλει.
Σκόπει δέ. Ἔπαθλον ἦν, τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, τὸ δὲ ἐπιμεῖναι τῇ σαρκί, ὁ ἀγὼν οὗτος· ἀλλ᾿ ὅμως τοῦτο μᾶλλον αἱρεῖται ἐκείνου, καὶ ἀναγκαιότερον αὐτῷ εἶναί φησι· τὸ ἀνάθεμα ἀπὸ Χριστοῦ γενέσθαι, ἀγὼν ἦν καὶ πόνος, μᾶλλον δὲ καὶ ὑπὲρ ἀγῶνα καὶ πόνον· τὸ εἶναι μετ᾿ αὐτοῦ, ἔπαθλον. Ἀλλὰ τοῦτο μᾶλλον αἱρεῖται ἐκείνου διὰ τὸν Χριστόν.
Ἀλλ᾿ ἴσως εἴποι τις ἂν ὅτι πάντα ταῦτα διὰ τὸν Χριστὸν ἡδέα αὐτῷ ἦν. Τοῦτο γὰρ καὶ ἐγώ φημι, ὅτι ἅπερ ἀθυμίας ἡμῖν αἴτια, ταῦτα ἐκείνῳ μεγάλην ἔτικτεν ἡδονήν. Καὶ τί λέγω κινδύνους καὶ τὰς ἄλλας ταλαιπωρίας; Καὶ γὰρ ἐν ἀθυμίᾳ διηνεκεῖ ἦν· διὸ καὶ ἔλεγε· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Πλὴν εἰ καὶ τὴν ἀθυμίαν ἡδονὴν ἔχειν εἴποι τις ἄν. Πολλοὶ γὰρ καὶ τῶν τέκνα ἀποβαλόντων, συγχωρούμενοι μὲν θρηνεῖν, παραμυθίαν λαμβάνουσι· κωλυόμενοι δέ, ἀλγοῦσι· καθάπερ οὖν καὶ ὁ Παῦλος, νυκτὸς καὶ ἡμέρας δακρύων, παραμυθίαν ἐλάμβανεν· οὐδεὶς γὰρ οὕτω τὰ οἰκεῖα ἐπένθησε κακά, ὡς τὰ ἀλλότρια ἐκεῖνος. Πῶς γὰρ οἴει διακεῖσθαι αὐτὸν Ἰουδαίων οὐ σωζομένων, ἵνα σωθῶσιν, εὐχόμενον ἐκπεσεῖν τῆς ἄνωθεν δόξης; Ὅθεν δῆλον ὅτι τὸ μὴ σώζεσθαι αὐτοὺς πολλῷ χαλεπώτερον ἦν. Εἰ γὰρ μὴ χαλεπώτερον, οὐκ ἂν ηὔξατο ἐκεῖνο· ὡς γὰρ κουφότερον εἵλετο, καὶ μᾶλλον ἔχον παραμυθίαν· καὶ οὐχ ἁπλῶς ἐβούλετο, ἀλλὰ καὶ ἐβόα λέγων· Ὅτι λύπη μοί ἐστι, καὶ ὀδύνη τῇ καρδίᾳ μου.
Τὸν οὖν καθ᾿ ἑκάστην, ὡς εἰπεῖν, <ὑπὲρ> τῶν τὴν οἰκουμένην οἰκούντων ἀλγοῦντα, καὶ ὑπὲρ ἁπάντων κοινῇ, καὶ ἐθνῶν, καὶ πόλεων, καὶ ὑπὲρ ἑνὸς ἑκάστου, τίνι ἄν τις δυνηθείη παραβαλεῖν; ποίῳ σιδήρῳ; ποίῳ ἀδάμαντι; Τί ἄν τις ἐκείνην καλέσειε τὴν ψυχήν; χρυσῆν, ἢ ἀδαμαντίνην; καὶ γὰρ ἀδάμαντος ἦν παντὸς στερροτέρα, καὶ χρυσοῦ καὶ λίθων τιμίων τιμιωτέρα· κἀκείνης μὲν οὖν τῆς ὕλης τὴν εὐτονίαν παρελάσει, ταύτης δὲ τὴν πολυτέλειαν. Τίνι ἂν οὖν τις αὐτὴν παραβάλοι; Τῶν μὲν οὐσῶν οὐδεμιᾷ. Εἰ δὲ χρυσὸς ἀδάμας γένοιτο, καὶ ἀδάμας χρυσός, τότε ὁπωσοῦν αὐτῶν τεύξεται τῆς εἰκόνος.
Ἀλλὰ τί μοι δεῖ παραβάλλειν ἀδάμαντι καὶ χρυσῷ; Τὸν κόσμον ἀντίθες ἅπαντα, καὶ τότε ὄψει καθέλκουσαν τοῦ Παύλου τὴν ψυχήν. Εἰ γὰρ περὶ τῶν ἐν μηλωταῖς καὶ σπηλαίοις καὶ ἐν μικρῷ μέρει τῆς οἰκουμένης διαπρεψάντων τοῦτό φησιν ἐκεῖνος, πολλῷ μᾶλλον περὶ αὐτοῦ ἂν εἴποιμεν ἡμεῖς, ὡς ὅτι πάντων ἀντάξιος ἦν. Εἰ τοίνυν ὁ κόσμος αὐτοῦ οὐκ ἄξιος, τίς ἄξιος; τάχα ὁ οὐρανός; Ἀλλὰ καὶ τοῦτο σμικρόν. Εἰ γὰρ αὐτὸς <οὐρανοῦ> μετὰ τῶν ἐν τοῖς οὐρανοῖς προετίμησε τοῦ Δεσπότου τὴν ἀγάπην, πολλῷ μᾶλλον ὁ Δεσπότης ὁ τοσοῦτον αὐτοῦ ἀγαθώτερος, ὅσον πονηρίας ἀγαθότης, μυρίων αὐτὸν οὐρανῶν προτιμήσει. Οὐ γὰρ ὁμοίως ἡμᾶς φιλεῖ, καθάπερ ἡμεῖς αὐτόν, ἀλλὰ τοσούτῳ πλέον, ὅσον οὐδὲ λόγῳ παραστῆσαι ἔνι.
Σκόπει γοῦν ἡλίκων αὐτὸν καὶ πρὸ τῆς μελλούσης ἠξίωσεν ἀναστάσεως. Εἰς παράδεισον ἥρπασεν, εἰς τρίτον ἀνήγαγεν οὐρανόν, ἀπορρήτων ἐποίησε κοινωνὸν τοιούτων, ἃ μηδενὶ τῶν τὴν ἀνθρωπίνην λαχόντων φύσιν θέμις εἰπεῖν. Καὶ μάλα εἰκότως· καὶ γὰρ ἐν γῇ βαδίζων, ὡς μετὰ ἀγγέλων περιπολῶν, οὕτως ἔπραττεν ἅπαντα· καὶ σώματι θνητῷ συνδεδεμένος, τὴν ἐκείνων καθαρότητα ἐπεδείκνυτο, καὶ ἀνάγκαις τοσαύταις ὑποκείμενος, ἐφιλονείκει τῶν ἄνω δυνάμεων μηδὲν ἔλαττον φανῆναι. Καὶ γὰρ ὡς πτηνὸς τὴν οἰκουμένην διέδραμε, καὶ ὡς ἀσώματος πόνων ὑπερεώρα καὶ κινδύνων, καὶ ὡς τὸν οὐρανὸν ἤδη λαχὼν, κατεφρόνει τῶν ἐπὶ γῆς, καὶ ὡς μετ᾿ αὐτῶν ἀναστρεφόμενος τῶν ἀσωμάτων δυνάμεων, οὕτω διηνεκῶς ἐγρηγορὼς ἦν.
Καίτοι γε ἄγγελοι πολλάκις ἐνεχειρίσθησαν ἔθνη διάφορα· ἀλλ᾿ οὐδὲ εἷς αὐτῶν τὸ ἔθνος, ὃ ἐνεπιστεύθη, οὕτως ᾠκονόμησεν, ὡς Παῦλος τὴν οἰκουμένην ἅπασαν. Καὶ μή μοι λέγε ὅτι Παῦλος οὐκ ἦν ὁ ταῦτα οἰκονομῶν· καὶ γὰρ καὶ αὐτὸς ὁμολογῶ. Εἰ γὰρ καὶ μὴ αὐτὸς ἦν ὁ ταῦτα ἀνύων, ἀλλ᾿ οὐδὲ οὕτως ἐκτὸς ἦν τῶν ἐπὶ τούτοις ἐπαίνων, ἐπειδὴ ἑαυτὸν οὕτω κατεσκεύασεν ἄξιον τῆς τοσαύτης χάριτος. Ὁ Μιχαὴλ τὸ τῶν Ἰουδαίων ἔθνος ἐνεχειρίσθη. Παῦλος δὲ γῆν καὶ θάλατταν, καὶ τὴν οἰκουμένην, καὶ τὴν ἀοίκητον.
Καὶ ταῦτα οὐκ ἀγγέλους ὑβρίζων λέγω, μὴ γένοιτο, ἀλλὰ δεικνὺς ὅτι δυνατὸν ἄνθρωπον ὄντα μετ᾿ ἐκείνων εἶναι, καὶ ἐγγὺς αὐτῶν ἑστάναι. Καὶ τίνος ἕνεκεν οὐκ ἄγγελοι ταῦτα ἐνεχειρίσθησαν; Ἵνα μηδεμίαν ἀπολογίαν ἔχῃς ῥᾳθυμῶν, μηδὲ εἰς τὴν διαφορὰν τῆς φύσεως καταφεύγῃς καθεύδων· ἄλλως δὲ καὶ τὸ θαῦμα μεῖζον ἐγίνετο. Πῶς γὰρ οὐ θαυμαστὸν καὶ παράδοξον, ἀπὸ γλώττης πηλίνης ἐκπηδῶντα λόγον, θάνατον φυγαδεύειν, ἁμαρτήματα λύειν, πεπηρωμένην διορθοῦν φύσιν, καὶ τὴν γῆν ἐργάζεσθαι οὐρανόν;
Διὰ τοῦτο ἐκπλήττομαι τοῦ Θεοῦ τὴν δύναμιν, διὰ ταῦτα θαυμάζω τοῦ Παύλου τὴν προθυμίαν, ὅτι τοσαύτην ὑπεδέξατο χάριν, ὅτι τοιοῦτον παρεσκεύασεν ἑαυτόν.
Καὶ ὑμᾶς παρακαλῶ μὴ θαυμάζειν μόνον, ἀλλὰ καὶ μιμεῖσθαι τὸ ἀρχέτυπον τοῦτο τῆς ἀρετῆς· οὕτω γὰρ δυνησόμεθα τῶν αὐτῶν στεφάνων κοινωνῆσαι ἐκείνῳ. Εἰ δὲ θαυμάζεις ἀκούων ὅτι, τὰ αὐτὰ κατορθώσας, τῶν αὐτῶν ἐπιτεύξῃ, ἄκουσον αὐτοῦ ταῦτα λέγοντος· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι Κύριος ὁ δίκαιος κριτὴς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Ὁρᾷς πῶς πάντας εἰς τὴν αὐτὴν κοινωνίαν καλεῖ;
Ἐπεὶ οὖν ἅπασι πρόκειται τὰ αὐτά, πάντες σπουδάσωμεν ἄξιοι γενέσθαι τῶν ἐπηγγελμένων ἀγαθῶν· καὶ μὴ μόνον τὸ μέγεθος καὶ τὸν ὄγκον τῶν κατορθωμάτων ἴδωμεν, ἀλλὰ καὶ τὸν τόνον τῆς προθυμίας, δι᾿ ἧς τοσαύτην ἐπεσπάσατο χάριν, καὶ τὸ τῆς φύσεως συγγενές· τῶν γὰρ αὐτῶν ἡμῖν ἐκοινώνησεν ἁπάντων. Καὶ οὕτω καὶ τὰ σφόδρα δυσκατόρθωτα, ῥᾴδια ἡμῖν φανεῖται καὶ κοῦφα, καὶ τὸν βραχὺν τοῦτον καμόντες χρόνον, τὸν ἀγήρω καὶ ἀθάνατον ἐκεῖνον στέφανον φοροῦντες διατελέσομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
1.-. Τί τέλος πάντων εἶναι ὁ ἄνθρωπος καὶ πόση εἶναι ἡ εὐγένεια τῆς δικῆς μας φύσης καὶ πόσο ἱκανὸ στὴν ἀρετὴ εἶναι αὐτὸ τὸ ὄν, μᾶς τὸ ἔδειξε περισσότερο ἀπ᾿ ὅλους τοὺς ἀνθρώπους ὁ Παῦλος. Καὶ τώρα σηκώνεται, ἀπὸ ἐκεῖ ποὺ ἔχει φθάσει, καὶ μὲ καθαρὴ φωνὴ πρὸς ὅλους ἐκείνους ποὺ κατηγοροῦν τὴ φύση μας ἀπολογεῖται γιὰ χάρη τοῦ Κυρίου, προτρέπει γιὰ ἀρετή, κλείνει τὰ ἀναίσχυντα στόματα τῶν βλάσφημων καὶ ἀποδεικνύει ὅτι δὲν εἶναι μεγάλη ἡ διαφορὰ ἀνάμεσα στοὺς ἀγγέλους καὶ στοὺς ἀνθρώπους, ἂν θέλουμε νὰ προσέχουμε τὸν ἑαυτό μας. Γιατὶ χωρὶς νὰ ἔχει ἄλλη φύση, οὔτε νὰ ἔχει λάβει ἄλλη ψυχή, οὔτε νὰ κατοίκησε σ᾿ ἄλλο κόσμο, ἀλλὰ ἂν καὶ ἀνατράφηκε στὴν ἴδια γῆ καὶ τόπο καὶ μὲ τοὺς ἴδιους νόμους καὶ συνήθειες, ξεπέρασε ὅλους τοὺς ἀνθρώπους, οἱ ὁποῖοι ἔζησαν ἀπὸ τότε ποὺ ἔγιναν οἱ ἄνθρωποι. Ποῦ εἶναι λοιπὸν ἐκεῖνοι ποὺ λέγουν, ὅτι εἶναι δύσκολο πράγμα ἡ ἀρετὴ καὶ εὔκολο ἡ κακία; Γιατὶ ὁ Παῦλος τοὺς ἀντικρούει λέγοντας· «Οἱ θλίψεις μας ποὺ γρήγορα περνοῦν, προετοιμάζουν σ᾿ ἐμᾶς σὲ ὑπερβολικὰ μεγάλο βαθμὸ αἰώνιο βάρος δόξας» (Β´ Κορ. 4, 17). Ἐὰν ὅμως τέτοιες θλίψεις περνοῦν εὔκολα, πολὺ περισσότερο οἱ φυσικὲς ἡδονές.Καὶ δὲν εἶναι μόνο αὐτὸ τὸ θαυμαστό του, ὅτι δηλαδὴ ἀπὸ πολλὴ προθυμία δὲν αἰσθανόταν τοὺς κόπους του γιὰ τὴν ἀρετή, ἀλλ᾿ ὅτι ἀσκοῦσε αὐτὴν χωρὶς ἀμοιβή. Ἐμεῖς βέβαια δὲν ὑπομένουμε κόπους γι᾿ αὐτὴν ἂν καὶ ὑπάρχουν ἀμοιβές. Ἐκεῖνος ὅμως καὶ χωρὶς τὰ ἔπαθλα τὴν ἐπιζητοῦσε καὶ τὴν ἀγαποῦσε, καὶ ἐκεῖνα ποὺ θεωροῦνταν ὅτι εἶναι ἐμπόδιά της τὰ ξεπερνοῦσε μὲ κάθε εὐκολία. Καὶ δὲν ἐπικαλέσθηκε οὔτε τὴν ἀδυναμία τοῦ σώματος, οὔτε τὴν τυραννίδα τῆς φύσης, οὔτε τίποτε ἄλλο. Ἂν καὶ εἶχε ἀναλάβει μεγαλύτερη φροντίδα ἀπὸ τοὺς στρατηγοὺς καὶ ὅλους τοὺς βασιλεῖς τῆς γῆς, ἀλλ᾿ ὅμως κάθε ἡμέρα ἦταν ἀκμαῖος, καὶ ἐνῶ οἱ κίνδυνοί του ἐπαυξάνονταν, διέθετε νεανικὴ προθυμία. Γιὰ νὰ δείξει αὐτὸ ἀκριβῶς ἔλεγε, «Ξεχνώντας τὰ ὅσα ἔγιναν στὸ παρελθὸν καὶ φροντίζοντας γιὰ ἐκεῖνα ποὺ εἶναι μπροστά μου» (Φιλιπ. 3, 14). Καὶ ἐνῶ περίμενε τὸ θάνατο, καλοῦσε σὲ συμμετοχὴ τῆς ἡδονῆς αὐτῆς λέγοντας, «Χαίρετε καὶ νὰ χαίρεστε μαζί μου» (Φιλιπ. 2, 18). Καὶ ἐνῶ τὸν ἀπειλοῦσαν κίνδυνοι καὶ προσβολὲς καὶ κάθε ἀτιμία, πάλι σκιρτοῦσε· καὶ ὅταν ἔγραφε τὴν ἐπιστολὴ στοὺς Κορινθίους ἔλεγε, «Γι᾿ αὐτὸ καὶ εὐφραίνομαι σὲ ἀσθένειες, σὲ προσβολές, σὲ διωγμοὺς» (Β´ Κορ. 12, 10). Καὶ τὰ ὀνόμασε αὐτὰ ὅπλα τῆς δικαιοσύνης, ἀποδεικνύοντας ὅτι καὶ ἀπὸ αὐτὰ εἶχε πολὺ μεγάλες ὠφέλειες καὶ ἀπὸ παντοῦ ἦταν ἀκατάβλητος στοὺς ἐχθρούς του. Καὶ ἐνῶ παντοῦ τὸν βασάνιζαν, τὸν περιφρονοῦσαν, τὸν κακολογοῦσαν, σὰν νὰ βάδιζε σὲ θριάμβους καὶ νὰ ἔστησε σταθερὰ τρόπαια σ᾿ ὅλα τὰ σημεῖα τῆς γῆς, ἔτσι ὑπερηφανευόταν καὶ εὐχαριστοῦσε τὸ Θεὸ λέγοντας· «Ἡ εὐχαριστία ἀνήκει στὸ Θεὸ ὁ ὁποῖος πάντοτε μᾶς ὁδηγεῖ σὲ θρίαμβο» (Β´ Κορ. 2, 14).
2.-. Καὶ τὴν κακοποίηση καὶ τὴν προσβολὴ γιὰ τὸ κήρυγμα ἐπιζητοῦσε περισσότερο ἀπ᾿ ὅσο ἐμεῖς τὴν τιμή, καὶ τὸ θάνατο ἀπ᾿ ὅσο ἐμεῖς τὴ ζωή, καὶ τὴ φτώχεια ἀπ᾿ ὅσο ἐμεῖς τὸν πλοῦτο, καὶ τοὺς κόπους περισσότερο ἀπ᾿ ὅσο ἄλλοι τὶς ἀνέσεις, καὶ ὄχι ἁπλὰ περισσότερο, ἀλλὰ πολὺ περισσότερο, καὶ τὴ λύπη περισσότερο ἀπ᾿ ὅσο ἄλλοι τὴ χαρά, καὶ τὸ νὰ εὔχεται γιὰ τοὺς ἐχθροὺς περισσότερο ἀπ᾿ ὅσο τὸ νὰ τοὺς καταριοῦνται οἱ ἄλλοι. Καὶ ἀνάτρεψε τὴν τάξη τῶν πραγμάτων, ἢ καλύτερα ἐμεῖς τὴν ἀνατρέψαμε, ἐκεῖνος ὅμως, ὅπως τὴ νομοθέτησε ὁ Θεός, ἔτσι τὴ φύλασσε. Γιατὶ ὅλα αὐτὰ ἦταν σύμφωνα μὲ τὴ φύση, ἐκεῖνα ὅμως ἀντίθετα. Ποιά εἶναι ἡ ἀπόδειξη; Τὸ ὅτι ὁ Παῦλος, ἂν καὶ ἦταν ἄνθρωπος, ἀκολουθοῦσε περισσότερο αὐτὰ παρὰ ἐκεῖνα. Ἕνα μόνο πράγμα ἦταν φοβερὸ γι᾿ αὐτὸν καὶ ἀπόφευγε, τὸ νὰ ἀντιμάχεται τὸ Θεό, καὶ τίποτε ἄλλο. Ὅπως βέβαια τίποτε ἄλλο δὲν τοῦ ἦταν ποθητό, ὅσο τὸ νὰ ἀρέσει στὸ Θεό. Καὶ δὲ λέγω τίποτε ἀπὸ τὰ παρόντα, ἀλλὰ οὔτε καὶ ἀπὸ τὰ μέλλοντα. Καὶ μὴ μοῦ πεῖς τὶς πόλεις καὶ τὰ ἔθνη καὶ τοὺς βασιλεῖς καὶ τὰ στρατόπεδα καὶ τὰ χρήματα καὶ τὶς σατραπεῖες καὶ τὶς δυναστεῖες, γιατὶ οὔτε ἱστὸ ἀράχνης τὰ θεωροῦσε αὐτά. Ἀλλὰ σκέψου αὐτὰ ποὺ ὑπάρχουν στοὺς οὐρανοὺς καὶ τότε θὰ καταλάβεις τὴ σφοδρὴ ἀγάπη ποὺ εἶχε γιὰ τὸ Χριστό. Γιατὶ ὁ Παῦλος γι᾿ αὐτὴν τὴν ἀγάπη δὲ θαύμασε οὔτε τὴν ἀξία τῶν ἀγγέλων, οὔτε τῶν ἀρχαγγέλων, οὔτε τίποτε ἄλλο παρόμοιο.
Εἶχε μέσα του πιὸ μεγάλο ἀπ᾿ ὅλα, τὴν ἀγάπη τοῦ Χριστοῦ καὶ μαζὶ μὲ τοῦτο θεωροῦσε τὸν ἑαυτό του τὸν πιὸ εὐτυχισμένο ἀπ᾿ ὅλους. Καὶ χωρὶς αὐτό, δὲν ἐπιθυμοῦσε νὰ γίνει ἕνας ἀπὸ τὶς κυριότητες, οὔτε ἀπὸ τὶς ἀρχὲς καὶ ἐξουσίες (ὀνομασίες ἀγγελικῶν ταγμάτων), ἀλλὰ μαζὶ μὲ τὴν ἀγάπη αὐτὴν ἤθελε περισσότερο νὰ εἶναι ἀνάμεσα στοὺς τελευταίους καὶ τοὺς κολασμένους, παρὰ χωρὶς αὐτὴν ἀνάμεσα στοὺς πρώτους καὶ τιμημένους. Γιατὶ κόλαση γι᾿ αὐτὸν ἦταν μία, τὸ νὰ χάσει τὴν ἀγάπη αὐτήν. Αὐτὸ ἦταν γιὰ τὸν Παῦλο γέεννα, αὐτὸ τιμωρία, αὐτὸ ἄπειρα κακά· ὅπως ἀκριβῶς καὶ ἀπόλαυση, τὸ νὰ πετύχει τὴν ἀγάπη. Αὐτὸ ἦταν ἡ ζωή του, αὐτὸ ὁ κόσμος του, αὐτὸ ὁ ἄγγελὸς του, αὐτὸ τὰ παρόντα, αὐτὸ τὰ μέλλοντα, αὐτὸ βασιλεία, αὐτὸ ὑπόσχεση, αὐτὸ τὰ ἄπειρα ἀγαθά. Καὶ κάθε ἄλλο ποὺ δὲν ὁδηγοῦσε ἐδῶ, δὲν τὸ θεωροῦσε οὔτε δυσάρεστο, οὔτε εὐχάριστο. Ἔτσι ὅμως περιφρονοῦσε ὅλα τὰ ὁρατά, ὅπως τὸ σάπιο χόρτο. Καὶ οἱ τύραννοι καὶ οἱ πόλεις ποὺ ἄφριζαν ἀπὸ θυμὸ τοῦ φαίνονταν ὅτι εἶναι κουνούπια, ἐνῶ ὁ θάνατος καὶ οἱ τιμωρίες καὶ τὰ πάρα πολλὰ βασανιστήρια τοῦ φαίνονταν παιδικὰ παιχνίδια. Ἀλλὰ βέβαια τὰ ὑπόφερε γιὰ τὸ Χριστό.
3.-. Γιατὶ τότε τὰ δεχότανε μὲ χαρὰ αὐτὰ καὶ στὰ δεσμά του ἔτσι ὑπερηφανευόταν, ὅπως δὲ θὰ ὑπερηφανευόταν ὁ Νέρων ὅταν εἶχε στὸ κεφάλι του τὸ βασιλικὸ διάδημα. Καὶ ἔμεινε στὴ φυλακή, σὰν νὰ ἦταν ὁ οὐρανός, καὶ δεχόταν τὰ κτυπήματα καὶ τὶς μαστιγώσεις πιὸ εὐχάριστα άπὸ ἐκείνους ποὺ ἁρπάζουν τὰ βραβεῖα. Καὶ τοὺς πόνους ἀγαποῦσε ὄχι λιγότερο ἀπὸ τὰ ἔπαθλα, θεωρώντας τοὺς πόνους ὅτι εἶναι ἔπαθλο. Γι᾿ αὐτὸ καὶ τοὺς ὀνόμαζε χάρη.
Πρόσεχε ὅμως. Ἔπαθλο ἦταν, τὸ νὰ πεθάνει καὶ νὰ εἶναι μαζὶ μὲ τὸ Χριστό, τὸ νὰ παραμείνει ὅμως στὴ ζωή, ἦταν αὐτὸς ὁ ἀγώνας. Ἀλλ᾿ ὅμως αὐτὸ προτιμᾶ περισσότερο ἀπὸ ἐκεῖνο καὶ λέγει ὅτι τοῦ εἶναι ἀναγκαιότερο. Τὸ νὰ ἀποχωρισθεῖ ἀπὸ τὸ Χριστό, ἦταν ἀγώνας καὶ κόπος, ἢ καλύτερα περισσότερο ἀπὸ ἀγώνα καὶ κόπο· τὸ νὰ παραμένει μαζί του, ἦταν ἔπαθλο. Αὐτὸ ὅμως προτιμᾶ περισσότερο ἀπὸ ἐκεῖνο γιὰ χάρη τοῦ Χριστοῦ.
Ἀλλὰ θὰ μποροῦσε ἴσως νὰ πεῖ κανείς, ὅτι ὅλα αὐτὰ τοῦ ἦταν εὐχάριστα γιὰ χάρη τοῦ Χριστοῦ. Αὐτὸ λοιπὸν λέγω καὶ ἐγώ, ὅτι δηλαδὴ ἐκεῖνα ποὺ γιὰ μᾶς εἶναι αἰτία λύπης, αὐτὰ προκαλοῦσαν σ᾿ ἐκεῖνον μεγάλη εὐχαρίστηση. Καὶ γιατὶ λέγω τοὺς κινδύνους καὶ τὶς ἄλλες ταλαιπωρίες; Ἀφοῦ πραγματικὰ ἦταν σὲ διαρκὴ λύπη· γι᾿ αὐτὸ καὶ ἔλεγε· «Ποιός ἀσθενεῖ καὶ δὲν ἀσθενῶ καὶ ἐγὼ μαζί του; ποιός σκανδαλίζεται καὶ δὲν δοκιμάζομαι καὶ ἐγώ; » (Β´ Κορ. 11, 19). Ἀλλ᾿ ὅμως καὶ τὴ λύπη θὰ μποροῦσε νὰ πεῖ κανεὶς ὅτι εἶχε σὰν εὐχαρίστηση. Γιατὶ πολλοὶ καὶ ὅταν χάσουν τὰ παιδιά τους καὶ τοὺς ἐπιτρέπεται νὰ θρηνοῦν, παρηγοροῦνται· ὅταν ὅμως ἐμποδίζονται, στενοχωροῦνται. Ἔτσι λοιπὸν καὶ ὁ Παῦλος, κλαίοντας νύκτα καὶ ἡμέρα, παρηγοροῦνταν. Γιατὶ κανένας δὲν πένθησε ἔτσι τὰ δικά του κακά, ὅπως ἐκεῖνος τὰ ξένα. Πῶς λοιπὸν θεωρεῖς ὅτι συμπεριφέρεται, ἀφοῦ οἱ Ἰουδαῖοι δὲ σώζονται, γιὰ νὰ σωθοῦν αὐτοί, ὅταν εὔχεται νὰ ἐκπέσει αὐτὸς ἀπὸ τὴν οὐράνια δόξα; Ἑπομένως εἶναι φανερὸ ὅτι τὸ νὰ μὴ σωθοῦν αὐτοὶ ἦταν πολὺ χειρότερο γι᾿ αὐτόν. Γιατὶ ἂν δὲν ἦταν χειρότερο, δὲν θὰ εὐχόταν ἐκεῖνο (Βλ. Ρωμ. 9, 3), ἀφοῦ τὸ προτίμησε σὰν ἐλαφρότερο καὶ ποὺ ἔχει μεγαλύτερη παρηγοριά. Καὶ ὄχι ἁπλῶς ἤθελε, ἀλλὰ φώναζε λέγοντας, «Ὅτι ὑπάρχει μέσα μου λύπη καὶ ἀδιάκοπος πόνος στὴν καρδιά μου» (Ρωμ. 9, 2).
Αὐτὸ λοιπὸν ποὺ ὑπόφερε καθημερινά, σχεδόν, γιὰ ὅλους τοὺς κατοίκους τῆς οἰκουμένης, καὶ γιὰ ὅλους μαζί, καὶ γιὰ τὰ ἔθνη, καὶ γιὰ τὶς πόλεις καὶ γιὰ τὸν καθένα χωριστά, μὲ ποιόν θὰ μπορέσει νὰ τὸν συγκρίνει κανείς; μὲ ποιό σίδηρο; μὲ ποιό διαμάντι; Τί θὰ μποροῦσε νὰ ἀποκαλέσει κανεὶς τὴν ψυχὴν ἐκείνη; χρυσὴ ἢ ἀδαμάντινη; γιατὶ ἦταν σκληρότερη ἀπὸ κάθε διαμάντι καὶ πολυτιμότερη ἀπὸ τὸ χρυσάφι καὶ τὶς πολύτιμες πέτρες. Θὰ ξεπεράσει λοιπὸν τὴν ἀντοχὴ τοῦ διαμαντιοῦ καὶ τὴν ἀξία τοῦ χρυσοῦ. Μὲ ποιό λοιπὸν στοιχεῖο θὰ μποροῦσε νὰ τὴν συγκρίνει κανείς; Μὲ κανένα ἀπὸ αὐτὰ ποὺ ὑπάρχουν. Ἂν ὅμως ὁ Χριστὸς μποροῦσε νὰ γίνει διαμάντι καὶ τὸ διαμάντι χρυσός, τότε κάπως θὰ μπορέσει νὰ τὴ συγκρίνει μὲ τὴν εἰκόνα τους.
4.-. Ἀλλὰ γιατὶ νὰ τὴν συγκρίνω μὲ διαμάντι καὶ χρυσό; Σύγκρινε ὅλο τὸν κόσμο, καὶ τότε θὰ δεῖς ὅτι ἡ ψυχὴ τοῦ Παύλου ἔχει περισσότερη ἀξία. Γιατὶ ἀφοῦ γι᾿ αὐτοὺς ποὺ διακρίθηκαν φορώντας γιὰ ροῦχα δέρματα ζώων καὶ ζώντας σὲ σπήλαια καὶ σὲ τρύπες τῆς γῆς λέγει ὁ Παῦλος τοῦτο (Βλ. Ἑβρ. 11, 38), πολὺ περισσότερο θὰ μπορούσαμε ἐμεῖς νὰ τὸ ποῦμε γι᾿ αὐτόν, ἐπειδὴ πραγματικὰ ἦταν πιὸ ἄξιος ἀπ᾿ ὅλους. Ἐὰν λοιπὸν ὁ κόσμος δὲν ἦταν ἰσάξιος τοῦ Παύλου, ποιός ἦταν ἰσάξιός του; μήπως ὁ οὐρανός; Ἀλλὰ καὶ αὐτὸ εἶναι μικρό. Γιατὶ ἀφοῦ αὐτὸς ἀπὸ τὸν οὐρανὸ καὶ τὰ εὑρισκόμενα στοὺς οὐρανοὺς προτίμησε τὴν ἀγάπη τοῦ Κυρίου, πολὺ περισσότερο ὁ Κύριος ποὺ εἶναι τόσο ἀγαθότερος ἀπ᾿ αὐτόν, ὅσο ἡ ἀγαθότητα ἀπὸ τὴν πονηρία, θὰ τὸν προτιμήσει αὐτὸν ἀπὸ ἄπειρους οὐρανούς. Γιατὶ δὲν μᾶς ἀγαπᾶ μὲ ὅμοιο τρόπο, ποὺ ἐμεῖς τὸν ἀγαποῦμε, ἀλλὰ τόσο περισσότερο, ὅσο οὔτε μὲ λόγια δὲν εἶναι δυνατὸ νὰ τὸ παραστήσουμε.
Πρόσεχε λοιπὸν γιὰ πόσα τὸν θεώρησε ἄξιο καὶ πρὶν ἀπὸ τὴ μέλλουσα ἀνάσταση. Στὸν Παράδεισο τὸν ἅρπαξε, στὸν τρίτο οὐρανὸ τὸν ἀνέβασε, τοῦ φανέρωσε τέτοια ἀπόρρητα, τὰ ὁποῖα δὲν ἐπιτρέπεται σὲ κανένα ἄνθρωπο νὰ πεῖ. Καὶ πολὺ σωστά. Γιατὶ ἐνῶ βάδιζε στὴ γῆ, σὰν νὰ περιπολοῦσε μαζὶ μὲ τοὺς ἀγγέλους, ἔτσι ἔκαμε τὰ πάντα, καὶ ἐνῶ εἶχε θνητὸ σῶμα, παρουσίαζε τὴν καθαρότητα τῶν ἀγγέλων, καὶ ἐνῶ ὑπέκειτο σὲ τόσες ἀνάγκες, προσπαθοῦσε νὰ μὴ φανεῖ καθόλου κατώτερος ἀπὸ τὶς οὐράνιες δυνάμεις. Γιατὶ πραγματικὰ σὰν ἀσώματος περιφρονοῦσε τοὺς πόνους καὶ τοὺς κινδύνους, καὶ σὰν νὰ κέρδισε ἤδη τὸν οὐρανό, περιφρονοῦσε τὰ γήινα, καὶ σὰν νὰ συναναστρεφόταν μαζὶ μ᾿ αὐτὲς τὶς ἀσώματες δυνάμεις ἔτσι ἦταν σὲ διαρκὴ ἐγρήγορση.
Βέβαια πολλὲς φορὲς ἄγγελοι ἀνέλαβαν νὰ προστατεύουν διάφορα ἔθνη. Ἀλλὰ κανένας ἀπὸ αὐτοὺς τὸ ἔθνος, ποὺ τοῦ παραδόθηκε, δὲν τὸ φρόντισε ἔτσι, ὅπως ὁ Παῦλος ὁλόκληρη τὴν οἰκουμένη. Καὶ μὴ μοῦ πεῖς ὅτι ὁ Παῦλος δὲν ἦταν αὐτὸς ποὺ τὰ ἔκαμνε, καθόσον καὶ ἐγὼ τὸ ὁμολογῶ. Γιατὶ καὶ ἂν δὲν ἦταν αὐτὸς ποὺ τὰ ἐκτελοῦσε αὐτά, ἀλλὰ οὔτε ἦταν τόσο ἀνάξιος τῶν ἐπαίνων γι᾿ αὐτά, ἀφοῦ ἑτοίμασε τὸν ἑαυτό του τόσο ἄξιο αὐτῆς τῆς μεγάλης χάρης. Ὁ Μιχαὴλ ἀνάλαβε τὸ ἔθνος τῶν Ἰουδαίων (Βλ. Δαν. 12, 1 καὶ 10, 13.21), ὁ Παῦλος ὅμως τὴ γῆ καὶ τὴ θάλασσα καὶ τὸ κατοικούμενο μέρος καὶ τὸ ἀκατοίκητο. Καὶ αὐτὰ δὲν τὰ λέγω μὲ σκοπὸ νὰ προσβάλλω τοὺς ἀγγέλους, μακριὰ ἀπὸ μιὰ τέτοια σκέψη, ἀλλὰ γιὰ νὰ ἀποδείξω ὅτι εἶναι δυνατό, ἐνῶ εἶναι κανεὶς ἄνθρωπος, νὰ εἶναι μαζὶ μ᾿ ἐκείνους καὶ νὰ στέκεται κοντὰ τους. Καὶ γιὰ ποιό λόγο δὲν ἀνέλαβαν αὐτὰ οἱ ἄγγελοι; Γιὰ νὰ μὴν ἔχεις καμία δικαιολογία ὅταν εἶσαι ἀδιάφορος, οὔτε νὰ καταφεύγεις στὴ διαφορὰ τῆς φύσης ὅταν παραμένεις ἄπρακτος. Ἄλλωστε καὶ τὸ θαῦμα γινόταν μεγαλύτερο. Πῶς λοιπὸν δὲν εἶναι θαυμαστὸ καὶ παράξενο, ὁ λόγος ποὺ ἔβγαινε ἀπὸ ἀνθρώπινη γλώσσα νὰ διώχνει τὸ θάνατο, νὰ συγχωρεῖ ἁμαρτίες, νὰ διορθώνει τὴν ἀνάπηρη φύση καὶ νὰ κάνει οὐρανὸ τὴ γῆ;
5.-. Γι᾿ αὐτὸ ἐκπλήσσομαι μὲ τὴ δύναμη τοῦ Θεοῦ, γι᾿ αὐτὰ θαυμάζω τὴν προθυμία τοῦ Παύλου, ἐπειδὴ δέχτηκε τόση χάρη, ἐπειδὴ ἔκαμε τέτοιον τὸν ἑαυτό του. Καὶ σᾶς παρακαλῶ νὰ μὴ θαυμάζετε μόνο, ἀλλὰ καὶ νὰ μιμεῖσθε τὸ παράδειγμα αὐτὸ τῆς ἀρετῆς, γιατὶ ἔτσι θὰ μπορέσουμε νὰ λάβουμε τὰ ἴδια μ᾿ ἐκεῖνον στεφάνια. Ἐὰν ὅμως ἀπορεῖς ἀκούοντας ὅτι, ἂν κατορθώσεις τὰ ἴδια, θὰ πετύχεις τὰ ἴδια μὲ τὸν Παῦλο, ἄκουσε αὐτὸν νὰ λέγει τὰ ἑξῆς· «Ἔχω ἀγωνισθεῖ τὸν καλὸ ἀγώνα, ἔχω φθάσει στὸ τέλος τοῦ δρόμου, ἔχω διαφυλάξει τὴν πίστη. Λοιπὸν μοῦ ἐπιφυλάσσεται τὸ στεφάνι τῆς δικαιοσύνης, ποὺ θὰ μοῦ δώσει σὰν ἀνταμοιβὴ ὁ Κύριος, ὁ δίκαιος κριτής, κατὰ τὴν ἡμέρα ἐκείνη· καὶ ὄχι μόνο σ᾿ ἐμένα, ἀλλὰ καὶ σ᾿ ὅλους ποὺ ἔχουν ἀγαπήσει τὴν ἐμφάνισή του» (Β´ Τιμ. 4, 7-8).
Βλέπεις πῶς ὅλους τοὺς καλεῖ στὴν ἴδια κοινωνία; Ἐπειδὴ λοιπὸν ὑπάρχουν τὰ ἴδια γιὰ ὅλους, ἂς φροντίσουμε ὅλοι νὰ γίνουμε ἄξιοι τῶν ἀγαθῶν τὰ ὁποῖα μᾶς ἔχει ὑποσχεθεῖ. Καὶ ἂς μὴ δοῦμε μόνο τὸ μέγεθος καὶ τὴν ἔκταση τῶν κατορθωμάτων, ἀλλὰ καὶ τὸ πάθος τῆς προθυμίας, μὲ τὴν ὁποία ἀπέσπασε τόση χάρη, καὶ τὴ συγγένεια τῆς φύσης, γιατὶ εἶχε ὅλα αὐτὰ τὰ κοινὰ μ᾿ ἐμᾶς. Καὶ ἔτσι καὶ τὰ ὑπερβολικὰ δύσκολα θὰ μᾶς φανοῦν εὔκολα καὶ ἐλαφρά, καὶ ἀφοῦ κοπιάσουμε στὸ σύντομο αὐτὸ χρόνο, θὰ φορέσουμε τὸ ἄφθαρτο καὶ ἀθάνατο ἐκεῖνο στεφάνι, μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τoῦ Kυρίου μας Ἰησοῦ Χριστοῦ, στὸν ὁποῖο ἀνήκει ἡ δόξα καὶ ἡ δύναμη τώρα καὶ πάντοτε, καὶ στοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν.
nektarios.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου