Παρασκευή 28 Ιανουαρίου 2011

Ἑφραὶμ Σῦρος Λόγος εἰς τὴν παρουσίαν τοῦ Κυρίου, καὶ περὶ συντελείας τοῦ κόσμου, καὶ εἰς τὴν παρουσίαν τοῦ Ἀντιχρίστου (Κείμενο καί απόδοση)


Ἑφραὶμ Σῦρος
Λόγος εἰς τὴν παρουσίαν τοῦ Κυρίου,
καὶ περὶ συντελείας τοῦ κόσμου,
καὶ εἰς τὴν παρουσίαν τοῦ Ἀντιχρίστου


Sermo in adventum domini, et de consummatione saeculi, et in adventum
Πῶς ἐγὼ ὁ ἐλάχιστος καὶ ἁμαρτωλὸς Ἐφραΐμ, καὶ μεστὸς πλημμελημάτων, δυνήσομαι ἐξειπεῖν τὰ ὑπὲρ τὴν ἐμὴν δύναμιν; Ἀλλ᾿ ἐπειδὴ ὁ Σωτὴρ ἰδίᾳ εὐσπλαγχνίᾳ τοὺς ἀγραμμάτους σοφίαν ἐδίδαξε καὶ δι᾿ αὐτῶν τοὺς πανταχῆ πιστοὺς κατεφώτισε, καὶ ἡμῶν ἀφθόνως τὴν γλῶτταν τρανώσει πρὸς ὠφέλειαν καὶ οἰκοδομὴν καὶ ἐμοὶ τῷ λέγοντι καὶ πᾶσιν ἀκροαταῖς. Λαλήσω δὲ ἐν ὀδύναις καὶ εἴπω ἐν στεναγμοῖς περὶ τοῦ ἐνεστῶτος κόσμου τῆς συντελείας καὶ περὶ τοῦ ἀναιδεστάτου καὶ δεινοῦ Δράκοντος, τοῦ μέλλοντος ταράσσειν πᾶσαν τὴν ὑπ᾿ οὐρανὸν καὶ ἐμβαλεῖν δειλίαν καὶ ὀλιγωρίαν καὶ δεινὴν ἀπιστίαν ἐν καρδίαις ἀνθρώπων, καὶ ποιεῖν τέρατα καὶ σημεῖα καὶ φόβητρα, ὥστε, εἰ δυνηθῇ, πλανῆσαι καὶ τοὺς ἐκλεκτούς, καὶ πάντας ἀπατῆσαι ἐν ψευδέσι σημείοις καὶ τεράτων φαντασμοῖς ὑπ᾿ αὐτοῦ γινομένοις. Κατὰ συγχώρησιν γὰρ Θεοῦ τοῦ ἁγίου, λαμβάνει ἐξουσίαν τοῦ ἀπατῆσαι τὸν κόσμον, διότι ἐπληθύνθη ἡ ἀσέβεια τοῦ κόσμου καὶ πανταχοῦ παντοῖα δεινὰ κατεργάζεται. Καὶ διὰ τοῦτο ὁ ἄχραντος Δεσπότης πνεύματι πλανήσεως πειρασθῆναι τὸν κόσμον διὰ τὴν ἀσέβειαν αὐτῶν συνεχώρησεν, ἐπειδὴ οὕτως ἤθελον οἱ ἄνθρωποι τοῦ ἀποστῆναι Θεοῦ καὶ φιλεῖν τὸν Πονηρόν.
Μέγας ἀγών, ἀδελφοί, ἐν τοῖς καιροῖς ἐκείνοις, μάλιστα τοῖς πιστοῖς· ὅταν ἐπιτελῶνται σημεῖα καὶ τέρατα ὑπ᾿ αὐτοῦ τοῦ Δράκοντος ἐν πολλῇ ἐξουσίᾳ· ὅταν πάλιν δεικνύῃ ἑαυτόν, ὥσπερ θεόν, ἐν φαντάσμασι φοβεροῖς ἐν τῷ ἀέρι ἱπτάμενον καὶ πάντας τοὺς δαίμονας ἐν τῷ ἀέρι ἐπηρμένους, ὥσπερ ἀγγέλους, ἔμπροσθεν τοῦ τυράννου· βοᾷ γὰρ ἐν ἰσχύϊ, ἀλλάσσων τὰς μορφάς, ἐκφοβῶν ἀμέτρως ἅπαντας τοὺς ἀνθρώπους.
Τότε, ἀδελφοί, τίς ἆρα εὑρεθῇ τετειχισμένος καὶ μένων ἀσάλευτος, ἔχων τὸ τεκμήριον ἐν τῇ ψυχῇ, τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἡμῶν τὴν ἁγίαν παρουσίαν, ὅταν ἴδῃ ἐκείνην τὴν θλῖψιν τὴν ἀμύθητον γινομένην πανταχοῦ ἐπὶ πᾶσαν ψυχὴν μὴ ἔχουσαν τελείως ποθὲν παραμυθίαν, οὔτε πάλιν ἄνεσιν, ἐν γῇ καὶ θαλάσσῃ; Ὅταν ἴδῃ τὸν σύμπαντα κόσμον ταρασσόμενον, καὶ φεύγῃ ἕκαστος ἐν ὄρεσι κρυβῆναι, τοὺς μὲν λιμῷ θνῄσκοντας, τοὺς δὲ ἐν δίψῃ δεινῇ τηκομένους, ὡσεὶ κηρόν, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν; Ὅταν ἴδῃ ἅπαντα τὰ πρόσωπα δακρύοντα καὶ πόθῳ ἐρωτῶντας, μήποτε ῥῆμα Θεοῦ ἐπὶ τῆς γῆς; Καὶ ἀκούῃ, οὐδαμοῦ. Τίς ἄρα βαστάσει τὰς ἡμέρας ἐκείνας; Τίς δὲ ὑπομείνῃ τὴν θλῖψιν τὴν ἀφόρητον, ὅταν ἴδῃ σύγχυσιν τῶν λαῶν ἐρχομένων ἀπὸ περάτων τῆς γῆς εἰς θέαν τοῦ τυράννου, καὶ πολλοὺς προσκυνοῦντας ἔμπροσθεν τοῦ τυράννου, κράζοντας μετὰ τρόμου ὅτι σὺ εἶ ὁ σωτὴρ ἡμῶν; Θάλασσα ταράσσεται καὶ ἡ γῆ ξηραίνεται, οὐρανοὶ οὐ βρέχουσι, τὰ φυτὰ μαραίνονται, ἅπαντες δὲ οἱ ὄντες ἐπὶ γῆς ἀνατολῶν ἐπὶ δυσμὰς φεύγουσιν ἐκ τῆς πολλῆς δειλίας· καὶ πάλιν δὲ οἱ ὄντες ἐπὶ δυσμῶν ἡλίου ἐπὶ τὴν ἀνατολὴν φεύγουσι μετὰ τρόμου. Λαβὼν δὲ ὁ ἀναιδὴς τότε τὴν ἐξουσίαν, δαίμονας ἀποστελεῖ εἰς πάντα τὰ πέρατα, ὥστε κηρύξαι παρρησίᾳ ὅτι βασιλεὺς μέγας ἐφάνη μετὰ δόξης· δεῦτε καὶ θεάσασθε αὐτόν.
Τίς ἄρα ἔχων οὕτως ψυχὴν ἀδαμαντίνην, ὥστε φέρειν γενναίως ἅπαντα τὰ σκάνδαλα; Τίς ἄρα ἐστὶν οὕτως, ὡς προεῖπον, ἄνθρωπος, ἵνα πάντες Ἄγγελοι μακαρίσωσιν αὐτόν; Ἐγὼ γάρ, ἀδελφοὶ φιλόχριστοι καὶ τέλειοι, ἐπτοήθην ἐξ αὐτῆς τῆς μνήμης τοῦ Δράκοντος, μελετῶν εἰς ἑαυτὸν τὴν θλῖψιν τὴν μέλλουσαν ἔσεσθαι τοῖς ἀνθρώποις ἐν τοῖς καιροῖς ἐκείνοις, καὶ ποταπὸς δὲ οὗτος ὁ Δράκων εὑρίσκεται μιαρός, ἀπότομος τῷ γένει τῶν ἀνθρώπων, πλεῖον δὲ ἁγίοις πικρότερος γίνεται, τοῖς δυναμένοις νικᾶν τὰ αὑτοῦ φαντάσματα. Εἰσὶ γὰρ πολλοὶ εὑρισκόμενοι τότε εὐάρεστοι τῷ Θεῷ, δυνάμενοι σωθῆναι ἐν ὄρεσι καὶ ἐν ἐρήμοις τόποις, ἐν πολλαῖς δεήσεσι καὶ κλαυθμοῖς ἀφορήτοις. Ὁ γὰρ ἅγιος Θεὸς θεωρῶν αὐτοὺς οὕτως ἐν κλαυθμῷ ἀμυθήτῳ καὶ πίστει εἰλικρινεῖ, σπλαγχνίζεται ἐπ᾿ αὐτούς, ὡς πατὴρ φιλόστοργος, καὶ διατηρεῖ αὐτούς, ἔνθα ἀπεκρύβησαν. Καὶ γὰρ ὁ παμμίαρος οὐ παύεται ἐκζητῶν τοὺς ἁγίους ἔν τε γῇ καὶ θαλάσσῃ, λογιζόμενος ὅτι ἐβασίλευσε τὸ λοιπὸν ἐπὶ τῆς γῆς καὶ πάντας ὑποτάσσει. Καὶ νομίζει ὁ ἄθλιος ἀντιστῆναι τῇ ὥρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ὅταν ἔλθῃ ὁ Κύριος ἐκ τῶν οὐρανῶν, μὴ εἰδὼς ὁ ἄθλιος τὴν ἑαυτοῦ ἀσθένειαν καὶ ὑπερηφανίαν, δι᾿ ἣν καὶ ἐξέπεσεν. Ὅμως ταράσσει τὴν γῆν, ἐκφοβεῖ τὰ σύμπαντα ἐν ψευδέσι σημείοις μαγικοῖς.
Οὐκ ἔστιν ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἔλθῃ ὁ Δράκων, ἄνεσις ἐπὶ τῆς γῆς, ἀλλὰ θλῖψις μεγάλη, ταραχὴ καὶ σύγχυσις, θάνατοι καὶ λιμοὶ εἰς πάντα τὰ πέρατα· αὐτὸς γὰρ ὁ Κύριος ἡμῶν θείῳ στόματι ἔφη, ὅτι τοιαῦτα οὐ γέγονεν ἀπ᾿ ἀρχῆς κτίσεως. Ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ πῶς εἰκάσομεν αὐτῆς τὸ ὑπέρμετρον, ἀλλὰ καὶ ἀνέκφραστον, οὕτως τοῦ Θεοῦ αὐτὴν ὀνομάσαντος; Στησάτω δὲ ἕκαστος τὸν νοῦν αὐτοῦ ἀκριβῶς ἐν λέξεσιν ἁγίαις τοῦ Κυρίου καὶ Σωτῆρος· πῶς διὰ τὴν ἀνάγκην καὶ θλῖψιν τὴν ὑπέρογκον κολοβοῖ τὰς ἡμέρας τῆς θλίψεως, τῇ αὑτοῦ εὐσπλαγχνίᾳ, παραινῶν ἡμῖν καὶ λέγων· προσεύχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ σαββάτῳ. Καὶ πάλιν· ἀγρυπνεῖτε πάντοτε, δεόμενοι συνεχῶς, ἵνα γένησθε ἄξιοι ἐκφυγεῖν τῆς θλίψεως καὶ σταθῆναι ἔμπροσθεν τοῦ Θεοῦ· ὁ γὰρ καιρὸς ἐγγύς. Καὶ ἐν ταύτῃ τῇ κακίᾳ στήκομεν πάντες, καὶ οὐ πιστεύομεν. Δεηθῶμεν συνεχῶς ἐν δάκρυσι καὶ προσευχαῖς, νυκτὸς καὶ ἡμέρας προσπίπτοντες τῷ Θεῷ, ἵνα σωθῶμεν οἱ ἁμαρτωλοί.
Εἴ τις ἔχει δάκρυα καὶ κατάνυξιν, δεηθήτω τοῦ Κυρίου, ἵνα ῥυσθῶμεν ἐκ θλίψεως τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς γῆς· ἵνα μήτε ἴδῃ παντελῶς μήτε αὐτὸ τὸ θηρίον, μηδὲ πάλιν ἀκούσῃ τὰ φόβητρα αὐτοῦ. Ἔσται γὰρ κατὰ τόπους λιμοί, σεισμοὶ καὶ θάνατοι διάφοροι ἐπὶ τῆς γῆς. Γενναίας ἔσται ψυχῆς, δυναμένης συγκρατῆσαι τὴν ἑαυτοῦ ζωὴν ἀναμέσον τῶν σκανδάλων. Ἐὰν γὰρ μικρὸν ὀλιγωρῶν εὑρεθῇ ἄνθρωπος, εὐχερῶς πολιορκεῖται καὶ γίνεται αἰχμάλωτος ἐν σημείοις τοῦ Δράκοντος, καὶ πονηροῦ καὶ δολίου. Καὶ ἀσύγγνωστος ὁ τοιοῦτος εὑρίσκεται ἐν τῇ κρίσει· αὐτοψεὶ γὰρ εὑρίσκεται, ὅτι ἐπίστευσε τῷ τυράννῳ ἑκουσίως.
Πολλῶν εὐχῶν καὶ δακρύων χρῄζομεν, ὦ ἀγαπητοί, ἵνα τις ἡμῶν εὑρεθῇ ἑδραῖος ἐν τοῖς πειρασμοῖς. Πολλὰ γάρ εἰσι τὰ φαντάσματα τοῦ θηρίου τὰ γινόμενα· θεομάχος γὰρ ὑπάρχων, πάντας θέλει ἀπολέσθαι. Τοιοῦτον γὰρ τρόπον σκευάζει ὁ τύραννος, ἵνα πάντες τὴν σφραγῖδα τοῦ θηρίου βαστάζωσιν, ὅταν ἔλθῃ ἀπατῆσαι τὰ σύμπαντα, ἐν τῷ καιρῷ τῷ ἰδίῳ, ἐν σημείοις, εἰς τὸ πλήρωμα τῶν καιρῶν· καὶ εἶθ᾿ οὕτως ἀγοράσαι τὰ βρώματα καὶ πᾶν εἶδος· καὶ δημάρχους ἱστᾷ ἐπιτελεῖν τὸ πρόσταγμα.
Προσέχετε, ἀδελφοί μου, τὴν ὑπερβολὴν τοῦ θηρίου· τεχνάσματα γὰρ πονηρίας. Πῶς ἐκ γαστρὸς ἄρχεται, ἵν᾿ ὅταν τις στενωθῇ, βρωμάτων ὑστερούμενος, ἀναγκασθῇ λαβεῖν ἐκείνου τὴν σφραγῖδα, οὐχ ὡς ἔτυχεν, εἰς πᾶν μέλος τοῦ σώματος, ἀλλ᾿ ἐπὶ χεῖρα δεξιάν, ὁμοίως καὶ ἐπὶ τοῦ μετώπου, τὸν δυσσεβῆ χαρακτῆρα, ἵνα ἐξουσίαν μὴ ἔχῃ ὁ ἄνθρωπος σφραγίσασθαι τῇ δεξιᾷ χειρὶ τὸ σημεῖον τοῦ σταυροῦ, μήτε πάλιν ἐν μετώπῳ σημειώσασθαι παντελῶς τὸ ἅγιον ὄνομα τοῦ Κυρίου, μήτε τὸν ἔνδοξον καὶ τίμιον σταυρὸν τοῦ Χριστοῦ καὶ Σωτῆρος ἡμῶν. Γινώσκει γὰρ ὁ ἄθλιος ὅτι ὁ σταυρὸς τοῦ Κυρίου, ἐὰν σφραγισθῇ, λύει αὐτοῦ πᾶσαν τὴν δύναμιν, καὶ διὰ τοῦτο σφραγίζει τὴν δεξιὰν τοῦ ἀνθρώπου· αὕτη γὰρ ἡ σφραγίζουσα πάντα τὰ μέλη ἡμῶν. Ὁμοίως δὲ καὶ τὸ μέτωπον, ὥσπερ λυχνία, βαστάζει λύχνον φωτός, τὸ σημεῖον τοῦ Σωτῆρος ἡμῶν ἐν τῷ ὕψει.
Λοιπὸν οὖν, ἀδελφοί μου, φρικτὸς ἀγὼν ἅπασι τοῖς φιλοχρίστοις ἀνθρώποις, ἵνα μέχρις ὥρας τοῦ θανάτου μὴ δειλιάσωσι, μηδὲ στῶσιν ἐν χαυνότητι, ὅταν χαράσσῃ ὁ Δράκων τὴν ἑαυτοῦ σφραγῖδα ἀντὶ τοῦ σταυροῦ τοῦ Σωτῆρος. Τοιοῦτον γὰρ τρόπον ποιεῖ, ἵνα παντελῶς τὸ ὄνομα τοῦ Κυρίου καὶ Σωτῆρος μηδὲ ὅλως ὀνομασθῇ ἐν τῷ καιρῷ τούτῳ. Τοῦτο δὲ ποιεῖ φοβούμενος καὶ τρέμων ἐξ ἁγίας δυνάμεως τοῦ Σωτῆρος ἡμῶν ὁ ἀσθενής. Ἐὰν μὴ γάρ τις σφραγίζηται τὴν ἐκείνου σφραγῖδα, οὐ γίνεται αἰχμάλωτος ἐκ τῶν ἐκείνου φαντασμάτων· οὔτε πάλιν ὁ Κύριος ἀφίσταται ἐκ τῶν τοιούτων, ἀλλὰ φωτίζει καὶ ἕλκει πρὸς ἑαυτόν.
Νοεῖν ἡμᾶς δεῖ, ἀδελφοί, μετὰ πάσης ἀκριβείας, τὰ τοῦ Ἐχθροῦ φαντάσματα ἄστοργα ὑπάρχοντα. Ὁ δὲ Κύριος ἡμῶν ἐν γαλήνῃ προσέρχεται πᾶσιν ἡμῖν, ἀποκρούσασθαι δι᾿ ἡμᾶς τοῦ θηρὸς τὰ τεχνάσματα. Τὴν ἀκλινῆ πίστιν τοῦ Χριστοῦ εἰλικρινῶς βαστάζοντες, εὐρίπιστον ποιήσομεν τὴν δύναμιν τοῦ τυράννου. Λογισμὸν ἀμετάθετον κτησώμεθα καὶ εὐστάθειαν, καὶ ἀφίσταται ἡμῶν ὁ ἀσθενής, μὴ ἔχων τὸ τί ποιήσῃ.
Ἐγὼ ὁ ἐλάχιστος, ἀδελφοί, παρακαλῶ ὑμᾶς, φιλόχριστοι, μὴ γενώμεθα χαῦνοι, ἀλλὰ μᾶλλον δυνατοὶ τῇ δυνάμει τοῦ σταυροῦ. Ἀπαραίτητος ἀγὼν ἐπὶ θύραις ἐστί· τὸν θυρεὸν τῆς πίστεως ἀναλάβωμεν πάντες. Ἕτοιμοι οὖν γίνεσθε, ὥσπερ οἰκέται πιστοί, ἄλλον μὴ δεχόμενοι. Ἐπειδὴ γὰρ ὁ κλέπτης καὶ ἀλάστωρ καὶ ἀπηνής, πρῶτος μέλλει ἔρχεσθαι ἐν τοῖς ἰδίοις καιροῖς, βουλόμενος κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι τὴν ποίμνην τὴν ἐκλεκτὴν τοῦ ἀληθινοῦ ποιμένος Χριστοῦ· ἀναλαμβάνει γὰρ σχῆμα τοῦ ἀληθινοῦ ποιμένος.
Διδαχθῶμεν, ὦ φίλοι, ὁποίῳ σχήματι ἔρχεται ἐπὶ τῆς γῆς ὁ ἀναίσχυντος Ὄφις. Ἐπειδὴ ὁ Σωτὴρ σῶσαι βουλόμενος τὸ γένος τῶν ἀνθρώπων ἐκ Παρθένου ἐτέχθη καὶ σχήματι ἀνθρώπου ἐπάτησε τὸν Ἐχθρόν, ἐν ἁγίᾳ δυνάμει τῆς αὑτοῦ θεότητος, ἐλογίσατο οὗτος ἀναλαβεῖν τὸ σχῆμα τῆς αὐτοῦ παρουσίας καὶ ἀπατῆσαι ἡμᾶς. Ὁ δὲ Κύριος ἡμῶν ἐν νεφέλαις φωτειναῖς, ὡς ἀστραπὴ φοβερά, ἐλεύσεται ἐπὶ τῆς γῆς. Οὐχ οὕτως δὲ ὁ Ἐχθρὸς ἐλεύσεται· ἀποστάτης γάρ ἐστι. Τίκτεται δὲ ἀκριβῶς ἐκ κόρης μιαρᾶς τὸ ἐκείνου ὄργανον, οὐχ οὗτος δὲ σαρκοῦται. Ἐν σχήματι δὲ τοιούτῳ ἥξει ὁ παμμίαρος, ὡς κλέπτης, ἀπατῆσαι τὰ σύμπαντα· ταπεινός, ἥσυχος, μισῶν, φησίν, ἄδικα, ἀποστρεφόμενος εἴδωλα, προτιμώμενος εὐσέβειαν, ἀγαθός, φιλόπτωχος, εὐειδὴς ὑπερβολῇ, εὐκατάστατος, ἱλαρὸς πρὸς πάντας, τιμῶν μεθ᾿ ὑπερβολῆς τὸ γένος τῶν Ἰουδαίων· αὐτοὶ γὰρ προσδοκῶσι τὴν ἐκείνου ἔλευσιν. Μεταξὺ δὲ πάντων τούτων σημεῖα ἐπιτελεῖ, τέρατα καὶ φόβητρα, ἐν πολλῇ ἐξουσίᾳ. Ἀρέσαι δὲ πᾶσι τεχνάζεται δολίως, ὅπως ἀγαπηθῇ ἐν τάχει ὑπὸ πολλῶν. Δῶρα δὲ οὐ λήψεται, μετ᾿ ὀργῆς οὐ λαλήσει, κατηφὴς οὐ δείκνυται, σχήματι δὲ εὐταξίας ἐξαπατᾷ τὸν κόσμον, ἕως ἂν βασιλεύσῃ.
Ὅταν οὖν ἴδωσι λαοὶ πολλοὶ καὶ δῆμοι τοιαύτας ἀρετὰς καὶ δυνάμεις, πάντες ἐπὶ τὸ αὐτὸ μιᾷ γνώμῃ γίνονται καὶ ἐν χαρᾷ μεγάλῃ βασιλέα αὐτὸν κηρύσσουσι, λέγοντες πρὸς ἀλλήλους· μὴ ἄρα εὑρίσκεται τηλικοῦτος ἄνθρωπος ἀγαθὸς καὶ δίκαιος; Ἀνορθοῦται δὲ εὐθέως ἡ ἐκείνου βασιλεία, καὶ πατάξει ἐν θυμῷ τρεῖς βασιλεῖς μεγάλους. Ἔπειτα ὑψοῦται τῇ καρδίᾳ, καὶ ἐμέσει ὁ Δράκων τὴν ἑαυτοῦ πικρότητα. Ταράσσει τὴν οἰκουμένην καὶ κινεῖ τὰ πέρατα· ἐκθλίβει τὰ σύμπαντα, μιαίνει τὰς ψυχάς. Οὐκέτι ὡς εὐλαβής, ἀλλὰ πάντα ἐν πᾶσιν αὐστηρός, ἀπότομος, ὀργίλος, θυμώδης, δεινός, ἀκατάστατος, φοβερός, ἀειδής, μισητός, βδελυκτός, ἀνήμερος, ἀλάστωρ, ἀναιδὴς καὶ σπουδάζων ἐμβαλεῖν εἰς βόθρον ἀσεβείας πᾶν τὸ γένος τῶν ἀνθρώπων. Πληθύνει σημεῖα ψευδῶς καὶ οὐκ ἀληθείᾳ, ἐν τῷ πλήθει. Παρεστώτων καὶ ἄλλων πολλῶν δήμων καὶ εὐφημούντων αὐτὸν διὰ τὰς φαντασίας, βάλλει φωνὴν ἰσχυράν, ὥστε σαλευθῆναι τὸν τόπον, ἐν ᾧ οἱ ὄχλοι αὐτῷ παρεστήκασι· γνῶτε, πάντες οἱ λαοί, τὴν ἐμὴν δύναμιν καὶ ἐξουσίαν. Μεθιστᾷ ὄρη ἐν ὀφθαλμοῖς τῶν θεωρούντων καὶ νήσους ἀνάγει ἐκ τῆς θαλάσσης· πλάνῃ δὲ καὶ φαντασίᾳ πάντα, καὶ οὐκ ἀληθείᾳ· ἀλλὰ πλανᾷ κόσμον καὶ φαντάζει τὰ σύμπαντα. Πολλοὶ πιστεύσουσι καὶ δοξάσουσιν αὐτόν, ὡς θεὸν ἰσχυρόν.
Τότε θρηνεῖ δεινῶς πᾶσα ψυχὴ καὶ στενάζει. Τότε πάντες θεάσονται θλῖψιν ἀπαραμύθητον, τὴν περιέχουσαν αὐτοὺς νυκτὸς καὶ ἡμέρας, καὶ οὐδαμοῦ εὑρίσκουσιν ἐμπλησθῆναι τῶν βρωμάτων. Δήμαρχοι γὰρ ἀπότομοι κατὰ τόπον σταθήσονται· καὶ εἴ τις φέρει μεθ᾿ ἑαυτοῦ τὴν σφραγῖδα τοῦ τυράννου ἐν μετώπῳ ἢ δεξιᾷ, ἀγοράζει βραχὺ βρώματα ἐκ τῶν εὑρισκομένων. Τότε ἐκλείπῃ τὰ νήπια ἐν τοῖς κόλποις τῶν μητέρων· θνῄσκει πάλιν μήτηρ ὑπεράνω τοῦ παιδίου· θνῄσκει πάλιν πατὴρ σὺν γυναικὶ καὶ τέκνοις ἐν ταῖς ἀγοραῖς, καὶ οὐκ ἔστιν ὁ θάπτων καὶ συστέλλων ἐν μνήμασιν. Ἐκ τῶν πολλῶν θνησιμαίων τῶν ῥιπτομένων ἐν ταῖς πλατείαις δυσωδία πανταχόθεν ἐκθλίβουσα τοὺς ζῶντας ἰσχυρῶς. Πρωῒ πάντες ἐροῦσι μετ᾿ ὀδύνης καὶ στεναγμῶν· πότε ἑσπέρα γίνεται, ἵνα ἀνέσεως τύχωμεν; Καταλαβούσης δὲ πάλιν τῆς ἑσπέρας, ἐν δάκρυσι πικροτάτοις συλλαλοῦσιν εἰς ἑαυτούς· πότε ἄρα διαφαύσει, ἵνα τὴν ἐπικειμένην θλῖψιν ἐκφύγωμεν; Καὶ οὐκ ἔστι ποῦ φυγεῖν ἢ κρυβῆναι· τετάρακται γὰρ τὰ σύμπαντα, ἡ θάλασσα καὶ ἡ ξηρά. Διὰ τοῦτο ἔφη ἡμῖν ὁ Κύριος· γρηγορεῖτε, δεόμενοι ἀδιαλείπτως ἐκφυγεῖν ἐκ θλίψεως.
Δυσωδία ἐν θαλάσσῃ, δυσωδία ἐπὶ τῆς γῆς, λιμοί, σεισμοί. Ἐν θαλάσσῃ σύγχυσις, ἐπὶ τῆς γῆς σύγχυσις· ἐν θαλάσσῃ φόβητρα, φόβητρα ἐπὶ τῆς γῆς. Χρυσὸς πολὺς καὶ ἄργυρος καὶ σηρικὰ ἱμάτια οὐδὲν ὠφελήσει τινὰ ἐν τῇ θλίψει ἐκείνῃ, ἀλλὰ πάντες οἱ ἄνθρωποι τοὺς νεκροὺς μακαρίζουσι τοὺς ταφέντας πρὸ τοῦ ἐλθεῖν τὴν θλῖψιν τὴν μεγάλην ἐπὶ τῆς γῆς. Ῥίπτεται γὰρ καὶ ὁ χρυσὸς καὶ ὁ ἄργυρος ἐν πλατείαις, καὶ οὐκ ἔστιν ὁ ἁπτόμενος, ἐπεὶ πάντα ἐβδέλυκται· ἀλλὰ πάντες τοῦ ἐκφυγεῖν καὶ κρυβῆναι σπουδάζουσι, καὶ οὐδαμοῦ αὐτοῖς ἔστι κρυβῆναι ἐκ θλίψεως. Ἀλλ᾿ ἔτι μετὰ τοῦ λιμοῦ καὶ τῆς θλίψεως καὶ τοῦ φόβου θηρία καὶ ἑρπετὰ σαρκοφάγα εὑρίσκονται δάκνοντα. Ἔσωθεν φόβος καὶ ἔξωθεν τρόμος, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. Ἐν πλατείαις θνησιμαῖα. Ἐν πλατείαις δυσωδία, ἐν οἰκίαις δυσωδία. Ἐν πλατείαις πεῖνα καὶ δίψα, ἐν οἰκίαις πεῖνα καὶ δίψα. Ἐν πλατείαις φωνὴ κλαυθμοῦ, ἐν οἰκίαις φωνὴ κλαυθμοῦ. Ἐν πλατείαις θόρυβος, ἐν οἰκίαις θόρυβος. Εἷς ἕκαστος τῷ ἑτέρῳ μετὰ κλαυθμοῦ συναντῶσι· πατὴρ τέκνῳ καὶ υἱὸς πατρί· μήτηρ τῇ θυγατρί. Φίλοι φίλοις ἐν πλατείαις περιπλακέντες ἐκλείπουσι, καὶ ἀδελφοὶ ἀδελφοῖς περιπλακέντες θανατοῦνται. Μεμάρανται καὶ τὸ κάλλος τῆς ὄψεως πάσης σαρκός· γίνονται δὲ αἱ ἰδέαι αὐτῶν ὡς νεκροῦ. Ἐβδέλυκται καὶ μεμίσηται καὶ τὸ κάλλος τῶν γυναικῶν. Μαρανθήσεται πᾶσα σὰρξ καὶ ἡ ἐπιθυμία τῶν ἀνθρώπων.
Ἅπαντες δὲ οἱ πεισθέντες τῷ δεινῷ θηρίῳ καὶ λαβόντες τὴν ἐκείνου σφραγῖδα, τὸν δυσσεβῆ χαρακτῆρα τοῦ μιαροῦ, προστρέχοντες αὐτῷ ἅμα καὶ λέγουσι μετ᾿ ὀδύνης· δὸς ἡμῖν φαγεῖν καὶ πιεῖν, ὅτι πάντες ἐκλείπομεν ἐκ τοῦ λιμοῦ σφιγγόμενοι· καὶ ἀπέλασον ἀφ᾿ ἡμῶν τὰ ἰοβόλα θηρία. Καὶ ἀπορῶν ὁ ἄθλιος ἀποκρίνεται ἐν πολλῇ ἀποτομίᾳ, λέγων· πόθεν ἐγὼ δώσω ὑμῖν φαγεῖν καὶ πιεῖν, ὦ ἄνθρωποι; Ὁ οὐρανὸς οὐ βούλεται δοῦναι τῇ γῇ ὑετόν· ἡ γῆ δὲ πάλιν οὐ δέδωκεν ὅλως θέρος ἢ γεννήματα. Ἀκούοντες δὲ ταῦτα οἱ λαοί, πενθοῦσι καὶ κλαίουσι, μὴ ἔχοντες παντελῶς παραμυθίαν θλίψεως, ἀλλὰ θλῖψις ἐπὶ τῇ θλίψει ἔσται αὐτοῖς ἀμύθητος, ὅτι οὕτως εὐπροθέτως τῷ τυράννῳ ἐπίστευσαν. Ἐκεῖνος γὰρ ὁ ἄθλιος οὐκ ἰσχύει οὐδὲ ἑαυτῷ βοηθῆσαι· καὶ πῶς αὐτοὺς ἐλεῆσαι; Ἐν ἐκείναις ταῖς ἡμέραις ἔσται ἀνάγκη μεγάλη ἐκ θλίψεως πολλῆς τοῦ Δράκοντος καὶ τοῦ φόβου καὶ σεισμοῦ καὶ τῆς θαλάσσης τοῦ ἤχου καὶ τοῦ λιμοῦ καὶ τῆς δίψης καὶ τῶν δηγμάτων τῶν θηρίων. Πάντες δὲ οἱ λαβόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου καὶ προσκυνήσαντες αὐτῷ, ὡς Θεῷ τῷ ἀγαθῷ, οὐκ ἔχουσί τινα μερίδα ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ, ἀλλὰ μετὰ τοῦ Δράκοντος βληθήσονται ἐν τῇ γεέννῃ.
Μακάριος ὁ εὑρεθεὶς πανάγιος καὶ πάμπιστος, ὁ ἔχων αὑτοῦ τὴν καρδίαν πρὸς τὸν Θεὸν ἀδιστάκτως· ἀφόβως γὰρ ἐκκρούεται τὰς πεύσεις αὐτοῦ πάσας, καταφρονῶν καὶ βασάνων καὶ τῶν φαντασιῶν αὐτοῦ. Πρὶν ἢ δὲ ταῦτα γενέσθαι, ἀποστέλλει ὁ Κύριος Ἠλίαν τὸν Θεσβίτην καὶ τὸν Ἐνώχ, ὡς εὔσπλαγχνος, ὅπως αὐτοὶ γνωρίσωσιν εὐσέβειαν τῷ γένει τῶν ἀνθρώπων καὶ κηρύξωσι παρρησίᾳ θεογνωσίαν πᾶσι, μὴ πιστεῦσαι τῷ τυράννῳ φόβου ἕνεκα, κράζοντας καὶ λέγοντας· πλάνος ἐστίν, ὦ ἄνθρωποι· μηδεὶς αὐτῷ πιστεύσῃ τὸ σύνολον, ἢ ὑπακούσῃ τῷ θεομάχῳ· μηδεὶς ὑμῶν φοβηθῇ· ἐν τάχει γὰρ καταργεῖται. Ὁ Κύριος ὁ ἅγιος, ἰδού, ἔρχεται ἐξ οὐρανοῦ κρῖναι πάντας τοὺς πειθομένους αὐτοῦ τοῖς σημείοις. Πλὴν ὀλίγοι εἰσὶ τότε οἱ θέλοντες ὑπακούειν καὶ πιστεῦσαι τῷ κηρύγματι τῶν Προφητῶν. Τοῦτο δὲ ποιεῖ ὁ Σωτήρ, ἵνα δείξῃ τὴν ἄφατον αὑτοῦ φιλανθρωπίαν· ὅτι οὐδὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἀφίησι τὸ τῶν ἀνθρώπων γένος δίχα κηρύγματος, ὅπως ἀναπολόγητοι ὦσι πάντες ἐν τῇ κρίσει. Πολλοὶ μὲν οὖν τῶν ἁγίων, ὅσοι τότε εὑρεθῶσιν εἰς τὴν ἔλευσιν τοῦ μιαροῦ, ἐκχέουσι ποταμηδὸν τὰ δάκρυα ἐν στεναγμοῖς πρὸς τὸν Θεὸν τὸν ἅγιον τοῦ ῥυσθῆναι τοῦ Δράκοντος. Καὶ φεύγουσιν ἐν σπουδῇ μεγάλῃ ἐν ἐρήμοις, καὶ κρύπτονται ἐν ὄρεσι καὶ σπηλαίοις μετὰ φόβου, καὶ πάσσουσι γῆν καὶ σποδὸν ἐπὶ τὰς κεφαλάς, δεόμενοι νυκτὸς καὶ ἡμέρας ἐν πολλῇ ταπεινώσει. Καὶ δωρεῖται αὐτοῖς τοῦτο παρὰ Θεοῦ τοῦ ἁγίου, καὶ ὁδηγεῖ αὐτοὺς ἡ χάρις εἰς τόπους ὡρισμένους, καὶ σῴζονται κρυπτόμενοι ἐν ταῖς ὀπαῖς καὶ τοῖς σπηλαίοις, μὴ βλέποντες τὰ σημεῖα καὶ τὰ φόβητρα τοῦ Ἀντιχρίστου. Τοῖς γὰρ ἔχουσι γνῶσιν, εὐχερῶς ἡ τούτου γνωρίζεται ἔλευσις· τοῖς δὲ τὸν νοῦν ἔχουσιν εἰς πράγματα βιωτικὰ καὶ ποθοῦσι τὰ γήϊνα, οὐκ εὔδηλον ἔσται τοῦτο. Ὁ γὰρ ἀεὶ δεδεμένος ἐν πράγμασι βιωτικοῖς, κἂν ἀκούσῃ, ἀπιστεῖ καὶ βδελύσσεται τὸν λέγοντα. Τούτου χάριν ἐνισχύουσιν οἱ ἅγιοι, ὅτι πᾶσαν τὴν ἡμέραν καὶ τὴν μέριμναν τοῦ βίου τούτου ἀπέρριψαν.
Πενθεῖ τότε πᾶσα ἡ γῆ καὶ θάλασσα. Καὶ ἀὴρ πενθεῖ ἅμα καὶ τὰ ζῶα τὰ ἄγρια σὺν πετεινοῖς τοῦ οὐρανοῦ. Πενθοῦσιν ὄρη καὶ βουνοὶ καὶ τὰ ξύλα τοῦ πεδίου. Πενθοῦσι δὲ καὶ φωστῆρες τοῦ οὐρανοῦ διὰ τὸ γένος τῶν ἀνθρώπων, ὅτι πάντες ἐξέκλιναν ἀπὸ τοῦ Θεοῦ τοῦ ἁγίου καὶ τῷ πλάνῳ ἐπίστευσαν, δεξάμενοι χαρακτῆρα τοῦ μιαροῦ καὶ θεομάχου ἀντὶ τοῦ ζωοποιοῦ σταυροῦ τοῦ Σωτῆρος. Πενθεῖ ἡ γῆ καὶ ἡ θάλασσα, ὅτι ἄφνω κατέπαυσε φωνὴ ψαλμοῦ καὶ προσευχῆς ἐκ στόματος ἀνθρώπου. Πενθοῦσιν αἱ ἐκκλησίαι τοῦ Χριστοῦ πᾶσαι πένθος μέγα, διότι οὐ λειτουργεῖται ἁγιασμὸς καὶ προσφορά.
Μετὰ γοῦν τὸ πληρωθῆναι τοὺς τρεῖς καιροὺς καὶ ἥμισυ τῆς τοῦ μιαροῦ ἐξουσίας καὶ πράξεως, καὶ ὅταν πληρωθῇ πάντα τὰ σκάνδαλα πάσης τῆς γῆς, καθώς φησιν ὁ Κύριος, ἥξει λοιπόν, ὡς ἀστραπὴ ἀστράπτων ἐξ οὐρανοῦ, ὁ ἅγιος καὶ ἄχραντος καὶ φοβερὸς καὶ ἔνδοξος Θεὸς ἡμῶν, μετὰ δόξης ἀνεικάστου, προτρεχόντων τῶν ταγμάτων ἐνώπιον τῆς δόξης αὐτοῦ Ἀγγέλων, Ἀρχαγγέλων, πάντες φλόγες πυρὸς ὄντες, καὶ ποταμὸς πλήρης πυρὸς ἐν φοβερῷ ῥοιζήματι. Χερουβεὶμ ἔχοντα τὸ ὄμμα κάτω καὶ Σεραφεὶμ ἱπτάμενα καὶ κρύπτοντα τὰ πρόσωπα καὶ τοὺς πόδας ἐν ταῖς πτέρυξι ταῖς πυρίναις, κεκραγότα μετὰ φρίκης· ἐγείρεσθε, οἱ καθεύδοντες. Ἰδού, ἦλθεν ὁ Νυμφίος. Ἀνοίγονται δὲ τὰ μνήματα, καὶ ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ ἐγείρονται πᾶσαι αἱ φυλαί, καὶ βλέπουσιν εἰς τὸ κάλλος τὸ ἅγιον τοῦ Νυμφίου. Καὶ μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες Ἀγγέλων καὶ Ἀρχαγγέλων, ἀναρίθμητοι στρατιαί, χαίρουσι χαρὰν μεγάλην. Ἅγιοι καὶ δίκαιοι καὶ πάντες οἱ μὴ λαβόντες τὴν σφραγῖδα τοῦ Δράκοντος <τοῦ μιαροῦ> καὶ ἀσεβοῦς ἀγάλλονται. Καὶ ἄγεται ὁ τύραννος, δεδεμένος ὑπὸ Ἀγγέλων, σὺν πᾶσι τοῖς δαίμοσιν, ἐνώπιον τοῦ βήματος, καὶ οἱ λαβόντες τὴν αὑτοῦ σφραγῖδα, καὶ πάντες οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ δεδεμένοι. Καὶ δίδωσιν ὁ Βασιλεὺς τὴν κατ᾿ αὐτῶν ἀπόφασιν τῆς αἰωνίου κρίσεως ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ. Πάντες δὲ οἱ μὴ λαβόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου, καὶ πάντες οἱ ἐν σπηλαίοις, ἀγάλλονται σὺν τῷ Νυμφίῳ ἐν παστῷ αἰωνίῳ καὶ οὐρανίῳ, μετὰ πάντων τῶν Ἁγίων, εἰς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πῶς ἐγὼ ὁ ἐλάχιστος καὶ ἁμαρτωλὸς Ἐφραὶμ καὶ γεμάτος παραπτώματα, θὰ μπορέσω νὰ διηγηθῶ αὐτὰ ποῦ εἶναι πάνω ἀπὸ τὴ δύναμή μου; Ἀλλὰ ἐπειδὴ ὁ Σωτῆρας μας, χάρη στὴ δική του εὐσπλαχνία, δίδαξε τὴ σοφία στοὺς ἀγράμματους καὶ μ᾿ αὐτοὺς φώτισε τοὺς πιστοὺς ποὺ βρίσκονται σὲ ὅλο τὸν κόσμο, θὰ ἐνισχύσει πλούσια καὶ τὴ δική μου γλῶσσα γιὰ νὰ ἔρθει ὠφέλεια καὶ οἰκοδομῇ καὶ σ᾿ ἐμένα ποὺ μιλῶ, καὶ σὲ ὅλους τους ἀκροατές μου. Θὰ μιλήσω μάλιστα μὲ πόνο καὶ θὰ πῶ μὲ στεναγμοὺς γιὰ τὴ συντέλεια τοῦ παρόντος κόσμου καὶ γιὰ τὸν ἀδιάντροπο καὶ φοβερὸ Δράκοντα, ποὺ πρόκειται νὰ ταράξει ὅλη τὴν οἰκουμένη, καὶ νὰ βάλει μέσα στὶς καρδιὲς τῶν ἀνθρώπων δειλία καὶ ἀμέλεια καὶ φοβερὴ ἀπιστία, καὶ  νὰ κάνει θαύματα καὶ τερατουργίες καὶ φοβερὰ φαινόμενα, ὥστε, ἂν μπορέσει, νὰ πλανήσει ἀκόμη καὶ τοὺς ἐκλεκτούς, καὶ νὰ ἐξαπατήσει ὅλους μὲ τὰ ψεύτικα θαύματα καὶ τὶς φανταστικὲς τερατουργίες ποὺ θὰ γίνουν ἂπ αὐτόν. Διότι μὲ παραχώρηση τοῦ ἁγίου Θεοῦ θὰ λάβει ἐξουσία νὰ ἐξαπατήσει τὸν κόσμο, διότι πλήθυνε ἡ ἀσέβεια τοῦ κόσμου, καὶ παντοῦ θὰ προξενεῖ κάθε λογὴς συμφορές. Καὶ γι᾿ αὐτὸ ὁ ἄχραντος Δεσπότης παραχώρησε νὰ πειραχθεῖ ὁ κόσμος μὲ πνεῦμα πλάνης, ἐξαιτίας τῆς ἀσέβειας τῶν ἀνθρώπων, ἐπειδὴ ἔτσι ἤθελαν οἱ ἄνθρωποι, νὰ ἀποστατήσουν δηλαδὴ ἀπὸ τὸν Θεὸ καὶ νὰ ἀγαπήσουν τὸν Πονηρό.
Μεγάλος ἀγῶνας, ἀδελφοί, θὰ ὑπάρχει ἐκείνους τοὺς καιρούς, κυρίως γιὰ τοὺς πιστούς· ὅταν θὰ πραγματοποιοῦνται ἀπὸ τὸν ἴδιο τὸν Δράκοντα θαύματα καὶ τερατουργίες μὲ πολλὴ δύναμη· ὅταν ἐπίσης θὰ παρουσιάζει τὸν ἑαυτό του, σὰν θεό, μὲ φοβερὲς φαντασίες, νὰ πετᾷ στὸν ἀέρα, καὶ ὅλους τους δαίμονες νὰ εἶναι ψηλὰ στὸν ἀέρα, σὰν ἄγγελοι, μπροστὰ στὸν τύραννο- διότι θὰ κραυγάζει μὲ δύναμη, ἀλλάζοντας μορφές, προξενώντας ἀμέτρητο φόβο σὲ ὅλους τοὺς ἀνθρώπους.
Τότε, ἀδελφοί, ποιὸς ἄραγε θὰ βρεθεῖ νὰ εἶναι ὀχυρωμένος μὲ τεῖχος καὶ νὰ μένει ἀσάλευτος, ἔχοντας στὴν ψυχή του τὴν ἀπόδειξη, δηλαδὴ τὴν ἁγία παρουσία τοῦ μονογενῆ Υἱοῦ τοῦ Θεοῦ μας, ὅταν θὰ δεῖ ἐκείνη τὴν ἀπερίγραπτη θλίψη νὰ ἁπλώνεται παντοῦ σὲ κάθε ψυχή, καὶ νὰ μὴν ἔχει ἐντελῶς ἀπὸ πουθενὰ παρηγοριά, οὔτε ἐπίσης ἀνακούφιση, στὴ στεριὰ καὶ στὴ θάλασσα; «Ὅταν θὰ δεῖ ὁλόκληρο τὸν κόσμο νὰ ταράζεται, καὶ νὰ φεύγει ὁ καθένας νὰ κρυφτεῖ στὰ βουνά, καὶ ἄλλους νὰ πεθαίνουν ἀπὸ πεῖνα, ἄλλους ἐπίσης νὰ λιώνουν σὰν τὸ κερί, ἀπὸ φοβερὴ δίψα, καὶ νὰ μὴν ὑπάρχει ἐκεῖνος ποῦ θὰ τοὺς σπλαχνισθεΐ; Ὅταν θὰ δεῖ ὅλα τὰ πρόσωπα νὰ χύνουν δάκρυα, καὶ νὰ ρωτοῦν μὲ πόθο, ἂν ὑπάρχει ἐπάνω στὴ γῆ λόγος Θεοῦ; Καὶ θὰ ἀκούσει, ὅτι δὲν ὑπάρχει πουθενά. Ποιὸς λοιπὸν θὰ ἀντέξει ἐκεῖνες τὶς μέρες; Καὶ ποιὸς θὰ ὑπομείνει τὴν ἀβάσταχτη θλίψη, ὅταν θὰ δεῖ τὴν ταραχὴ τῶν λαῶν ποὺ ἔρχονται ἀπὸ τὰ πέρατα τῆς γῆς γιὰ νὰ δοῦν τὸν τύραννο, καὶ πολλοὺς νὰ προσκυνοῦν μπροστὰ στὸν τύραννο, κραυγάζοντας μὲ τρόμο Ὅτι «Ἔσυ εἶσαι ὁ σωτῆρας μας»; Ἢ θάλασσα θὰ ταραχθεῖ καὶ ἢ γῆ θὰ ξεραθεῖ, οἱ οὐρανοὶ δὲ θὰ βρέξουν,τὰ φυτὰ θὰ μαραθοῦν, καὶ Ὅλοι ὅσοι εἶναι στὰ ἀνατολικὰ τῆς γῆς θὰ φύγουν στὰ δυτικά, ἀπὸ τὸν πολὺ φόβο· καὶ ἐπίσης, ὅσοι εἶναι στὰ δυτικὰ θὰ φύγουν στὰ ἀνατολικά, μὲ τρόμο. Καὶ τότε, ἀφοῦ ὁ ἀδιάντροπος λάβει τὴν ἐξουσία, θὰ στείλει τοὺς δαίμονες σὲ ὅλα τὰ πέρατα, γιὰ νὰ κηρύξουν μὲ παρρησία ὅτι «Ἐμφανίσθηκε μεγάλος βασιλιὰς μὲ δόξα· ἐλᾶτε νὰ τὸν δεῖτε».
Ποιὸς λοιπὸν θὰ ἔχει τόσο ἰσχυρὴ ψυχή, ὥστε νὰ σηκώσει μὲ γενναιότητα ὅλα τὰ σκάνδαλα; Ποιὸς λοιπὸν θὰ εἶναι, ὅπως εἶπα προηγουμένως, τόσο δυνατὸς ἄνθρωπος, ὥστε νὰ τὸν μακαρίσουν ὅλοι οἱ «Ἄγγελοι; Διότι ἐγώ, ἀδελφοί μου φιλόχριστοι καὶ τέλειοι, φοβήθηκα ἀπὸ αὐτὴ τὴν ἀνάμνηση τοῦ Δράκοντα, ἀναλογιζόμενος τὴ θλίψη ποὺ πρόκειται νὰ συμβεῖ στοὺς ἀνθρώπους, ἐκείνους τοὺς καιρούς, καὶ ἐπίσης πόσο αὐτὸς ὁ Δράκοντας θὰ εἶναι ἀχρεῖος καὶ σκληρὸς γιὰ τὸ ἀνθρώπινο γένος, καὶ περισσότερο ἄγριος θὰ γίνει γιὰ τοὺς πιστοὺς ποὺ ἔχουν τὴ δύναμη νὰ νικήσουν τὶς φανταστικὲς τερατουργίες του. Διότι θὰ ὑπάρχουν πολλοὶ τότε ποὺ θὰ φανοῦν εὐάρεστοι στὸν Θεό, καὶ ποὺ θὰ μπορέσουν νὰ σωθοῦν στὰ βουνὰ καὶ στοὺς ἔρημους τόπους, μὲ πολλὲς δεήσεις καὶ μὲ ἀβάσταχτους θρήνους. Διότι ὁ ἅγιος Θεὸς βλέποντάς τους νὰ εἶναι μέσα σὲ τόσο ἀπερίγραπτο θρῆνο καὶ σὲ τόσο ἀληθινὴ πίστη, θὰ ἐκδηλώσει σ᾿ αὐτοὺς τὴν εὐσπλαχνία του, ὡς φιλόστοργος πατέρας, καὶ θὰ τοὺς διαφυλάξει ἐκεῖ ὅπου ἔχουν κρυφτεῖ. Καὶ διότι ὁ ἀχρειότατος Δράκοντας δὲ θὰ σταματήσει νὰ ἀναζητᾷ τοὺς πιστοὺς στὴ στεριὰ καὶ στὴ θάλασσα, μὲ τὴν ἰδέα ὅτι ἔγινε πιὰ βασιλιὰς ἐπάνω στὴ γῆ καὶ ὅλους τους ἔχει ὑποτάξει. Καὶ νομίζει ὁ ἄθλιος ὅτι θὰ ἀντισταθεῖ ἐκείνη τὴ φοβερὴ ὥρα, ὅταν θὰ ἔρθει ὁ Κύριος ἀπὸ τοὺς οὐρανούς, ἐπειδὴ δὲ γνωρίζει ὁ ἄθλιος τὴν ἀδυναμία του καὶ τὴν ὑπερηφάνειά του, ἐξαιτίας τῆς ὁποίας ἔπεσε. Παρόλα αὐτὰ ὅμως ταράζει τὴ γῆ καὶ φοβερίζει τὰ σύμπαντα μὲ τὰ ψεύτικα μαγικὰ θαύματά του.
Δὲ θὰ ὑπάρχει ἐκεῖνο τὸν καιρό, ὅταν θὰ ἔρθει ὁ Δράκοντας, ἀνακούφιση ἐπάνω στὴ γῆ, ἀλλὰ μεγάλη θλίψη, ταραχὴ καὶ σύγχυση, θάνατοι καὶ πεῖνες σὲ ὅλο τὸν κόσμο διότι ὁ ἴδιος ὁ Κύριος μας μὲ τὸ θεϊκό του στόμα εἶπε, Ὅτι τέτοια δὲν ἔχουν συμβεῖ ἀπὸ τὴν ἀρχὴ τῆς δημιουργίας. Ἐμεῖς ὅμως οἱ ἁμαρτωλοί, πὼς θὰ συμπεράνουμε τὸ ὑπέρμετρο ἀλλὰ καὶ τὸ ἀπερίγραπτο αὐτῆς τῆς θλίψης, ὅταν ὁ Θεὸς ἔτσι τὴν χαρακτήρισε; Λοιπόν, ἂς προσηλώσει ὁ καθένας τὸ νοῦ του μὲ ἀκρίβεια στὶς ἅγιες λέξεις τοῦ Κυρίου καὶ Σωτῆρα μας πὼς ἐξαιτίας τῆς δυσκολίας καὶ τῆς ὑπερβολικῆς θλίψης θὰ λιγοστεύσει τὶς μέρες τῆς θλίψης, χάρη στὴν εὐσπλαχνία του, παροτρύνοντάς μας καὶ λέγοντας «Νὰ προσεύχεσθε, νὰ μὴ συμβεῖ ἡ φυγή σας χειμῶνα ἢ μέρα Σάββατο». Καὶ ἐπίσης- «Νὰ ἀγρυπνᾶτε πάντοτε, προσευχόμενοι ἀδιάκοπα, γιὰ νὰ ἀξιωθεῖτε νὰ ἀποφύγετε τὴ θλίψη καὶ νὰ σταθεῖτε μπροστὰ στὸν Θεὸ διότι ὁ καιρὸς πλησιάζει». Καὶ ὅμως ὅλοι ἐπιμένουμε σ᾿ αὐτὴ τὴν κακία, καὶ δὲν πιστεύουμε. «Ἂς παρακαλέσουμε ἀδιάκοπα μὲ δάκρυα καὶ προσευχές, πέφτοντας γονατιστοὶ μπροστὰ στὸν Θεὸ νύχτα καὶ μέρα, γιὰ νὰ σωθοῦμε οἱ ἁμαρτωλοί.
«Ὁποῖος ἔχει δάκρυα καὶ κατάνυξη, ἃς παρακαλέσει τὸν Κύριο, γιὰ νὰ γλυτώσουμε ἀπὸ τὴ θλίψη ποὺ πρόκειται νὰ ἔρθει ἐπάνω στὴ γῆ, ὥστε οὔτε τὸ ἴδιο τὸ θηρίο νὰ δεῖ ἐντελῶς, οὔτε ἐπίσης νὰ ἀκούσει τὰ φοβερὰ πράγματα. Διότι θὰ ἔρθουν ἐπάνω στὴ γῆ, στοὺς διάφορους τόπους, πεῖνες, σεισμοὶ καὶ διάφοροι θάνατοι. Θὰ πρέπει νὰ ἔχει γενναία ψυχὴ αὐτὸς ποὺ θὰ μπορέσει νὰ διατηρήσει τὴ ζωὴ τοῦ ἀνάμεσα στὰ σκάνδαλα. Διότι, ἂν βρεθεῖ ὁ ἄνθρωπος νὰ ἀμελεῖ ἔστω καὶ λίγο, εὔκολα κυριεύεται καὶ αἰχμαλωτίζεται ἀπὸ τὰ θαύματα τοῦ πονηροῦ καὶ ἀπατηλοῦ Δράκοντα. Καὶ ἕνας τέτοιος ἄνθρωπος παρουσιάζεται νὰ εἶναι τὴ μέρα τῆς κρίσης ἀσυγχώρητος· διότι τὸ βλέπει καὶ ὁ ἴδιος, ὅτι πίστευσε στὸν τύραννο μὲ τὴ θέλησή του.
«Ἔχουμε ἀνάγκη, ἀγαπητοί, ἀπὸ πολλὲς προσευχὲς καὶ ἀπὸ πολλὰ δάκρυα, γιὰ νὰ βρεθεῖ κάποιος ἀπό μας σταθερὸς στοὺς πειρασμούς. Διότι θὰ εἶναι πολλὲς οἱ φανταστικὲς τερατουργίες τοῦ θηρίου ποὺ θὰ συμβοῦν ἐπειδὴ δηλαδὴ εἶναι θεομάχος, θέλει νὰ ἀπολεσθοῦν ὅλοι. Διότι μεταχειρίζεται ὁ τύραννος τέτοιον τρόπο, γιὰ νὰ ἔχουν ὅλοι τὴ σφραγῖδα τοῦ θηρίου, ὅταν θὰ ἔρθει στὴν ἐποχή του καὶ στὸν ὁρισμένο καιρὸ νὰ ἐξαπατήσει Ὅλο τὸν κόσμο μὲ θαύματα· καὶ ἔπειτα ἔτσι νὰ προσφέρει τὶς τροφὲς καὶ κάθε ἐμπόρευμα καὶ θὰ τοποθετήσει κυβερνῆτες νὰ ἐκτελοῦν τὸ πρόσταγμά του.
Προσέχετε, ἀδελφοί μου, τὴν ὑπερβολικὴ πονηρία τοῦ θηρίου· διότι μεταχειρίζεται πονηρὰ τεχνάσματα. Προσέχετε πὼς ἀρχίζει ὀπὸ τὴν κοιλιά, ὥστε ὅταν κάποιος βρεθεῖ σὲ δυσκολία, στερούμενος τὴν τροφή, νὰ ἀναγκασθεῖ νὰ δεχθεῖ τὴ σφραγῖδα ἐκείνου, ὄχι ὅπου τύχει, σὲ ὁποιοδήποτε μέλος τοῦ σώματος, ἀλλὰ νὰ δεχθεῖ τὸ ἄσεβες χάραγμα στὸ δεξὶ χέρι, ἐπίσης καὶ στὸ μέτωπο, γιὰ νὰ μὴν ἔχει ὁ ἄνθρωπος δύναμη νὰ σχηματίσει μὲ τὸ δεξί του χέρι τὸ σημεῖο τοῦ Σταυροῦ, οὔτε ἐπίσης νὰ σημειώσει στὸ μέτωπο τοῦ ἐντελῶς τὸ ἅγιο ὄνομα τοῦ Κυρίου, οὔτε τὸν ἔνδοξο καὶ τίμιο σταυρὸ τοῦ Χρίστου καὶ Σωτῆρα μας. Διότι γνωρίζει ὁ ἄθλιος ὅτι, ἂν σχηματισθεῖ ὁ σταυρὸς τοῦ Κυρίου, καταργεῖ ὅλη τὴ δύναμή του, καὶ γι᾿ αὐτὸ σφραγίζει τὸ δεξὶ χέρι τοῦ ἄνθρωπου· διότι τὸ δεξὶ χέρι εἶναι ποὺ σφραγίζει ὅλα τὰ μέλη μας. Παρόμοια μάλιστα καὶ τὸ μέτωπο, σὰν λυχνοστάτης, κράτα ψηλὰ τὸ λυχνάρι τοῦ φωτός, δηλαδὴ τὸ σύμβολο τοῦ Σωτῆρα μας.
Περιμένει λοιπόν, ἀδελφοί μου, φοβερὸς ἀγῶνας ὅλους τους φιλόχριστους ἀνθρώπους, ὥστε νὰ μὴ δειλιάσουν ὡς τὴν ὥρα τοῦ θανάτου, οὔτε νὰ δείξουν ἀδιαφορία, ὅταν θὰ χαράζει ὁ Δράκοντας τὴ σφραγίδα του ἀντὶ γιὰ τὸ σταυρὸ τοῦ Σωτῆρα. Διότι μεταχειρίζεται τέτοιον τρόπο, ὥστε νὰ μὴν ἀναφέρεται διόλου, αὐτὸ τὸν καιρό, τὸ ὄνομα τοῦ Κυρίου καὶ Σωτῆρα. Καὶ τὸ κάνει αὐτὸ ὁ ἀνίσχυρος, ἐπειδὴ φοβᾶται καὶ τρέμει ἀπὸ τὴν ἁγία δύναμη τοῦ Σωτῆρα μας. Διότι, ἂν κάποιος δὲ δεχθεῖ τὴ σφραγῖδα ἐκείνου, δὲν αἰχμαλωτίζεται ἀπὸ τὶς φανταστικὲς τερατουργίες του, οὔτε ἐπίσης ὁ Κύριος ἀπομακρύνεται ἀπὸ αὐτοὺς τοὺς ἀνθρώπους, ἀλλὰ τοὺς φωτίζει καὶ τοὺς ἑλκύει  κοντά του.
Πρέπει νὰ καταλάβουμε ἐμεῖς, ἀδελφοί, μὲ κάθε ἀκρίβεια, ὅτι οἱ φανταστικὲς τερατουργίες τοῦ Ἐχθροῦ εἶναι ἄσπλαχνες. Ὁ Κύριος μας ὅμως ἔρχεται σὲ ὅλους ἐμᾶς μὲ γαλήνη, γιὰ νὰ ἀποκρούσει γιὰ χάρη μας τὶς πανουργίες τοῦ θηρίου. «Ἂν κρατᾶμε μὲ εἰλικρίνεια τὴν ὀρθὴ πίστη τοῦ Χριστοῦ, θὰ διασκορπίσουμε εὔκολα τὴ δύναμη τοῦ τυράννου, θὰ ἀποκτήσουμε ἀμετακίνητο λογισμὸ καὶ σταθερότητα, καὶ θὰ ἀπομακρυνθεῖ ἀπό μας ὁ ἀνίσχυρος, ἐπειδὴ δὲ θὰ μπορεῖ νὰ κάνει τίποτε.
Ἐγὼ ὁ τιποτένιος, ἀδελφοὶ φιλόχριστοι, σᾶς παρακαλῶ, νὰ μὴ γινόμαστε πλαδαροί, ἀλλὰ ἀπεναντίας νὰ γινόμαστε δυνατοὶ μὲ τὴ δύναμη τοῦ Σταυροῦ. Ὁ ἀναπόφευκτος ἀγῶνας εἶναι πολὺ κοντά μας· ἂς πάρουμε ὅλοι τὴν ἀσπίδα τῆς πίστεως. Νὰ εἶστε λοιπὸν πρόθυμοι, σὰν ἔμπιστοι δοῦλοι, καὶ νὰ μὴ δέχεστε ἄλλον. Ἐπειδὴ δηλαδὴ ὁ κλέφτης καὶ ἄθλιος καὶ σκληρὸς πρόκειται νὰ ἔρθει πρῶτος αὐτός, στὸν καιρό του, θέλοντας νὰ κλέψει καὶ νὰ σφάξει καὶ νὰ ὁδηγήσει στὴν ἀπώλεια τὴν ἐκλεκτὴ ποίμνη τοῦ ἀληθινοῦ Ποιμένα Χριστοῦ, γι᾿ αὐτὸ παίρνει τὴ μορφὴ τοῦ ἀληθινοῦ Ποιμένα.
«Ἂς μάθουμε, ἀγαπητοί, μὲ τί λογὴς μορφὴ ἔρχεται στὴ γῆ ὁ ἀδιάντροπος «ὄφις. Ἐπειδὴ δηλαδὴ ὁ Σωτήρας, θέλοντας νὰ σώσει τὸ γένος τῶν ἀνθρώπων, γεννήθηκε ἀπὸ τὴν Παρθένο καὶ μὲ μορφὴ ἀνθρώπου νίκησε τὸν ἐχθρὸ μὲ τὴν ἁγία δύναμη τῆς θεότητάς του, σοφίσθηκε αὐτὸς νὰ πάρει τὴ μορφὴ τῆς παρουσίας του καὶ νὰ μᾶς ἐξαπατήσει. Ὁ Κύριός μας ὅμως θὰ ἔρθει στὴ γῆ μέσα σὲ φωτεινὲς νεφέλες, σὰν φοβερὴ ἀστραπή. Ὁ ἐχθρὸς ἀπεναντίας δὲ θὰ ἔρθει μὲ τὸν ἴδιο τρόπο- διότι εἶναι ἀποστάτης. Θὰ γεννηθεῖ ὅμως ἀκριβῶς τὸ ὄργανο ἐκείνου ἀπὸ μία ἀχρεία κόρη καὶ δὲ θὰ γίνει ἄνθρωπος αὐτός. Καὶ θὰ ἔρθει ὁ ἀχρειότατος μὲ τέτοια μορφή, σὰν κλέφτης, γιὰ νὰ ἐξαπατήσει ὅλο τὸν κόσμο: ταπεινός, ἥσυχος, μισώντας, λέει, τὴν ἀδικία, ἀποστρεφόμενος τὰ εἴδωλα, προτιμώντας τὴν εὐσέβεια, ἀγαθός, φιλόπτωχος, ὑπερβολικὰ ὄμορφος, ἀτάραχος, χαρούμενος πρὸς ὅλους, τιμώντας ὑπερβολικὰ τὸ γένος τῶν Ἰουδαίων, διότι αὐτοὶ περιμένουν τὸν ἐρχομό του. Ἀνάμεσα σὲ ὅλους αὐτοὺς θὰ πραγματοποιεῖ θαύματα, τερατουργίες καὶ φοβερὰ πράγματα, μὲ πολλὴ δύναμη. Καὶ θὰ μηχανεύεται μὲ δόλο νὰ γίνει ἀρεστὸς σὲ ὅλους, γιὰ νὰ ἀγαπηθεῖ γρήγορα ἀπὸ πολλούς. Καὶ δὲ θὰ παίρνει δῶρα, δὲ θὰ μιλᾷ μὲ ὀργή, δὲ θὰ παρουσιάζεται σκυθρωπός, ἀλλὰ μὲ τὸ πρόσχημα τῆς καλῆς του διαγωγῆς θὰ ἐξαπατᾷ τὸν κόσμο, ὡσότου νὰ βασιλεύσει.
«Ὅταν λοιπὸν θὰ δοῦν πολλοὶ λαοὶ καὶ ἔθνη τέτοιες ἀρετὲς καὶ τέτοια θαύματα, ὅλοι τους θὰ συμφωνήσουν καὶ θὰ τὸν ἀνακηρύξουν βασιλιὰ μὲ μεγάλη χαρά, λέγοντας ὁ ἕνας στὸν ἄλλο· «Μήπως λοιπὸν ὑπάρχει ἄλλος τόσο πολὺ ἀγαθὸς καὶ δίκαιος ἄνθρωπος;». Θὰ ἀνυψωθεῖ μάλιστα ἀμέσως ἢ βασιλεία του, καὶ θὰ πατάξει μὲ θυμὸ τρεῖς μεγάλους βασιλεῖς. Στὴ συνέχεια θὰ ὑπερηφανευθεῖ ἢ καρδιά του, καὶ θὰ ξεράσει ὁ Δράκοντας τὴν πικρότητά του. Θὰ ταράξει τὴν οἰκουμένη καὶ θὰ κινήσει τὸ πέρατα τοῦ κόσμου· θὰ προξενήσει θλίψη σὲ ὅλο τὸν κόσμο καὶ θὰ μολύνει τὶς ψυχές. «Ὄχι πιὰ σὰν εὐλαβής, ἀλλὰ σὲ ὅλα σκληρὸς πρὸς ὅλους, ἀπότομος, ὀργίλος, θυμώδης, φοβερός, ἐμπαθής, τρομερός, ἄσχημος, μισητός, σιχαμερός, ἄγριος, ὀλέθριος, ἀδιάντροπος καὶ πρόθυμος νὰ ρίξει μέσα στὸ λάκκο τῆς ἀσέβειας ὅλο τὸ ἀνθρώπινο γένος. Πληθύνει τὰ θαύματα τοῦ ἀνάμεσα στὸ πλῆθος, μὲ ψευτιὰ καὶ ὄχι μὲ ἀλήθεια. Ἐνῷ θὰ παραβρίσκονται καὶ ἄλλα πολλὰ πλήθη, καὶ θὰ τὸν ἐπευφημοῦν γιὰ τὶς φανταστικὲς τερατουργίες του, θὰ φωνάξει δυνατά, ὥστε νὰ σαλευθεῖ ὁ τόπος, ὅπου τὰ πλήθη στέκονται μπροστὰ τοὺ· «Γνωρίστε, ὅλοι οἱ λαοί, τὴ δύναμή μου καὶ τὴν ἐξουσία μου». Θὰ μετακινεῖ βουνὰ μπροστὰ στὰ μάτια αὐτῶν ποὺ τὰ βλέπουν καὶ θὰ ἀνυψώνει νησιὰ ἀπὸ τὴ θάλασσα· ὅλα ὅμως θὰ τὰ κάνει μὲ ἀπάτη καὶ μὲ φαντασία, καὶ ὄχι ἀληθινά, ἀλλὰ ἀπεναντίας θὰ πλανᾷ τὸν κόσμο καὶ θὰ ἐξαπατᾷ μὲ τὶς φανταστικὲς τερατουργίες τὰ σύμπαντα. Πολλοὶ θὰ πιστεύσουν καὶ θὰ τὸν δοξάσουν, σὰν ἰσχυρὸ θεό.
Τότε θὰ θρηνήσει φοβερὰ καὶ θὰ στενάξει κάθε ψυχή. Τότε ὅλοι θὰ ἀντικρίσουν μία ἀπαρηγόρητη θλίψη, ποὺ θὰ τοὺς κράτα νύχτα καὶ μέρα, καὶ δὲ θὰ βρίσκουν πουθενὰ τρόπο νὰ χορτάσουν ἀπὸ τροφή. Διότι θὰ τοποθετηθοῦν σὲ κάθε τόπο κυβερνῆτες σκληροί· καὶ ἂν κάποιος ἔχει τὴ σφραγίδα τοῦ τυράννου χαραγμένη στὸ μέτωπο ἢ στὸ δεξί του χέρι, θὰ ἀγοράζει λίγα τρόφιμα ἀπ᾿ αὐτὰ ποὺ θὰ ὑπάρχουν. Τότε θὰ πεθαίνουν τὰ νήπια στὴν ἀγκαλιὰ τῶν μανάδων τους· θὰ πεθαίνει ἐπίσης ἡ μάνα πάνω ἀπὸ τὸ παιδί της· θὰ πεθαίνει ἐπίσης ὁ πατέρας μαζὶ μὲ τὴ γυναῖκα του καὶ τὰ παιδιά του στὴν ἀγορά, καὶ δὲ θὰ ὑπάρχει ἐκεῖνος ποὺ θὰ τοὺς μαζέψει καὶ θὰ τοὺς βάλει στὸ μνῆμα. Ἀπὸ τὰ πολλὰ πτώματα, ποὺ θὰ πετιοῦνται στὶς πλατεῖες, θὰ βγαίνει παντοῦ δυσωδία, ποὺ θὰ βασανίζει φοβερὰ τοὺς ζωντανούς. Τὸ πρωὶ ὅλοι θὰ λένε μὲ λύπη καὶ στεναγμούς· «Πότε θὰ βραδιάσει, γιὰ νὰ βροῦμε ἀνακούφιση;». Καὶ ὅταν ἐπίσης θὰ ἔρθει τὸ βράδυ, θὰ λένε μεταξύ τους μὲ πολὺ πικρὰ δάκρυα· «Πότε λοιπὸν θὰ φέξει, γιὰ νὰ ἀποφύγουμε τὴ θλίψη ποὺ μᾶς πιέζει;». Καὶ δὲ θὰ ὑπάρχει τόπος, ὅπου νὰ φύγουν ἢ νὰ κρυφθοῦν διότι τὰ πάντα ἔχουν ταραχθεῖ: ἢ θάλασσα καὶ ἢ ξηρά. Γι᾿ αὐτὸ εἶπε σ᾿ ἐμᾶς ὁ Κύριος· «Νὰ ἀγρυπνᾶτε, παρακαλώντας ἀδιάκοπα νὰ ἀποφύγετε τὴ θλίψη».
Θὰ ὑπάρχει δυσωδία στὴ θάλασσα, δυσωδία ἐπάνω στὴ γῆ, πεῖνες, σεισμοί. Θὰ ὑπάρχει ταραχὴ στὴ θάλασσα, ταραχὴ ἐπάνω στὴ γῆ· φοβερὰ πράγματα στὴ θάλασσα, φοβερὰ πράγματα ἐπάνω στὴ γῆ. Τὸ πολὺ χρυσάφι καὶ τὸ ἀσήμι καὶ τὰ μεταξωτὰ ἐνδύματα καθόλου δὲ θὰ ὠφελήσουν κάποιον σ᾿ ἐκείνη τὴ θλίψη, ἀλλὰ ἀπεναντίας ὅλοι οἱ ἄνθρωποι θὰ μακαρίζουν τοὺς νεκροὺς ποὺ θάφτηκαν προτοῦ νὰ ἔρθει ἢ μεγάλη θλίψη ἐπάνω στὴ γῆ. Διότι θὰ πετιέται στὶς πλατεῖες καὶ τὸ χρυσάφι καὶ τὸ ἀσήμι, καὶ δὲ θὰ ὑπάρχει ἐκεῖνος ποὺ θὰ τὰ ἀγγίξει, ἐπειδὴ ὅλα θὰ εἶναι ἀνεπιθύμητα· ἀλλὰ ἀπεναντίας ὅλοι θὰ σπεύδουν νὰ φύγουν καὶ νὰ κρυφθοῦν, καὶ δὲ θὰ ὑπάρχει γι᾿ αὐτοὺς πουθενὰ τόπος νὰ κρυφθοῦν ἀπὸ τὴ θλίψη. Ἀλλὰ ἀκόμη μαζὶ μὲ τὴν πείνα καὶ τὴ θλίψη καὶ τὸ φόβο, θὰ ὑπάρχουν θηρία καὶ ἑρπετὰ σαρκοφάγα, ποὺ θὰ δαγκώνουν τοὺς ἀνθρώπους. Ἀπὸ μέσα φόβος καὶ ἀπὸ ἔξω τρόμος, καὶ τὴ νύχτα καὶ τὴ μέρα. Στὶς πλατεῖες θὰ ὑπάρχουν πτώματα. Στὶς πλατεῖες θὰ ὑπάρχει δυσωδία, στὰ σπίτια θὰ ὑπάρχει δυσωδία. Στὶς πλατεῖες πεῖνα καὶ δίψα, στὰ σπίτια πεῖνα καὶ δίψα. Στὶς πλατεῖες φωνὴ θρήνου, στὰ σπίτια φωνὴ θρήνου. Στὶς πλατεῖες θόρυβος, στὰ σπίτια θόρυβος. Θὰ συναντᾷ ὁ ἕνας τὸν ἄλλο μὲ θρῆνο· ὁ πατέρας τὸ παιδί του, καὶ ὁ γιὸς τὸν πατέρα· ἢ μητέρα τὴν κόρη της. Οἱ φίλοι θὰ ξεψυχοῦν στὶς πλατεῖες ἀγκαλιασμένοι μὲ τοὺς φίλους, καὶ οἱ ἀδελφοὶ θὰ πεθαίνουν ἀγκαλιασμένοι μὲ τοὺς ἀδελφούς. Θὰ μαραθεῖ καὶ ἢ ὀμορφιὰ ἀπὸ τὰ πρόσωπα ὅλων τῶν ἀνθρώπων, καὶ θὰ γίνει ἡ ὄψη τους, σὰν ὄψη νεκροῦ. Θὰ γίνει σιχαμερὴ καὶ μισητὴ καὶ ἡ ὀμορφιὰ τῶν γυναικῶν. Θὰ μαραθοῦν ὅλοι οἱ ἄνθρωποι καὶ ἢ ἐπιθυμία τῶν ἀνθρώπων.
«Ὅλοι μάλιστα ὅσοι ὑπάκουσαν στὸ φοβερὸ θηρίο καὶ δέχθηκαν τὴ σφραγίδα του, τὸ ἀσεβὲς χάραγμα τοῦ ἀχρείου θηρίου, θὰ τρέχουν σ᾿ αὐτὸ γιὰ βοήθεια καὶ συγχρόνως θὰ λένε μὲ πόνο «Δῶσε μας νὰ φᾶμε καὶ νὰ πιοῦμε, διότι πεθαίνουμε ὅλοι, πιεζόμενοι ἀπὸ τὴν πεῖνα· καὶ ἀπομάκρυνε ἀπὸ μᾶς τὰ φαρμακερὰ θηρία». Καὶ ἀδυνατώντας νὰ ἀνταποκριθεῖ ὁ ἄθλιος, θὰ ἀπαντήσει μὲ πολλὴ σκληρότητα, λέγοντας· «Ἀπὸ ποῦ ἐγὼ θὰ σᾶς δώσω νὰ φᾶτε καὶ νὰ πιεῖτε, ἄνθρωποι; Ὁ οὐρανὸς δὲ θέλει νὰ δώσει βροχὴ στὴ γῆ· καὶ ἡ γῆ ἐπίσης δὲν ἔδωσε διόλου θερισμὸ ἢ γεννήματα». Καὶ ἀκούγοντάς τα αὐτὰ οἱ λαοί, θὰ πενθήσουν καὶ θὰ κλάψουν, ἐπειδὴ δὲ θὰ ἔχουν διόλου παρηγοριὰ στὴ θλίψη τους, ἀλλὰ ἀπεναντίας θὰ ἀκολουθήσει ἐπάνω στὴ θλίψη τοὺς ἀνείπωτη θλίψη, διότι τόσο πρόθυμα πίστευσαν στὸν τύραννο. Διότι ἐκεῖνος ὁ ἄθλιος δὲν ἔχει τὴ δύναμη οὔτε τὸν ἑαυτό του νὰ βοηθήσει- καὶ πῶς θὰ μπορέσει νὰ ἐλεήσει αὐτούς; Ἐκεῖνες τὶς μέρες θὰ ὑπάρχει μεγάλη δυσκολία ἀπὸ τὴν πολλὴ πίεση τοῦ Δράκοντα καὶ ἀπὸ τὸ φόβο καὶ ἀπὸ τὸ σεισμὸ καὶ ἀπὸ τὸν ἦχο τῆς θάλασσας καὶ ἀπὸ τὴν πεῖνα καὶ ἀπὸ τὴ δίψα καὶ ἀπὸ τὰ δαγκώματα τῶν θηρίων. «Ὅλοι μάλιστα ὅσοι δέχθηκαν τὴν σφραγίδα τοῦ Ἀντιχρίστου καὶ τὸν προσκύνησαν, σὰν τὸν ἀγαθὸ Θεό, δὲ θὰ ἔχουν κανένα μερίδιο στὴ βασιλεία τοῦ Χριστοῦ, ἀλλὰ ἀπεναντίας θὰ πεταχτοῦν μαζὶ μὲ τὸν Δράκοντα στὴ γέεννα.
Εἶναι μακάριος αὐτὸς ποὺ θὰ βρεθεῖ νὰ εἶναι σὲ ὅλα ἅγιος καὶ σὲ ὅλα πιστός· αὐτὸς ποὺ θὰ ἔχει προσηλωμένη τὴν καρδιά του στὸν Θεό, χωρὶς δισταγμό· διότι ἄφοβα θὰ ἀποκρούσει ὅλες τὶς ἐρωτήσεις τοῦ Δράκοντα, καταφρονώντας καὶ τὰ βασανιστήρια καὶ τὶς φανταστικὲς τερατουργίες του. Προτοῦ μάλιστα νὰ συμβοῦν αὐτά, θὰ στείλει ὁ Κύριος, ὡς εὔσπλαχνος, τὸν Ἠλία τὸν Θεσβίτη καὶ τὸν Ἐνώχ, γιὰ νὰ διδάξουν αὐτοὶ τὴν εὐσέβεια στὸ γένος τῶν ἀνθρώπων καὶ νὰ κηρύξουν μὲ παρρησία σὲ ὅλους τὴ γνώση τοῦ Θεοῦ, ὥστε νὰ μὴν πιστεύσουν στὸν τύραννο ἀπὸ φόβο, καὶ θὰ κραυγάζουν καὶ θὰ λένε: «Ἄνθρωποι, εἶναι ἀπατεώνας· κανεὶς νὰ μὴν πιστεύσει ἐντελῶς σ᾿ αὐτόν, οὔτε νὰ ὑπακούσει στὸν θεομάχο· κανεὶς ἀπὸ σᾶς νὰ μὴ φοβηθεῖ· διότι γρήγορα θὰ καταργηθεῖ. Νά, ὁ ἅγιος Κύριος ἔρχεται ἀπὸ τὸν οὐρανὸ νὰ κρίνει ὅλους ἐκείνους ποὺ πίστευσαν στὰ θαύματά του». «Ὅμως λίγοι θὰ εἶναι τότε αὐτοὶ ποὺ θὰ θελήσουν νὰ ὑπακούσουν καὶ νὰ πιστεύσουν στὸ κήρυγμα τῶν Προφητῶν. Καὶ αὐτὸ τὸ κάνει ὁ Σωτῆρας, γιὰ νὰ δείξει τὴν ἀνέκφραστη φιλανθρωπία του· διότι οὔτε ἐκεῖνο τὸν καιρὸ θὰ ἀφήσει τὸ ἀνθρώπινο γένος χωρὶς κήρυγμα, γιὰ νὰ εἶναι ὅλοι ἀναπολόγητοι στὴν κρίση.
Πολλοὶ λοιπὸν ἀπὸ τοὺς πιστούς, ὅσοι τότε θὰ ὑπάρχουν κατὰ τὸν ἐρχομὸ τοῦ ἀχρείου, θὰ χύνουν ποτάμι τὰ δάκρυα μὲ στεναγμοὺς πρὸς τὸν ἅγιο Θεό, νὰ γλυτώσουν ἀπὸ τὸν Δράκοντα. Καὶ θὰ φεύγουν μὲ μεγάλη βιασύνη στὶς ἐρήμους, καὶ θὰ κρύβονται μὲ φόβο στὰ βουνὰ καὶ στὰ σπήλαια, καὶ θὰ ρίχνουν στὰ κεφάλια τους χῶμα καὶ στάχτη, παρακαλώντας νύχτα καὶ μέρα μὲ πολλὴ ταπείνωση. Καὶ θὰ χορηγεῖται σ᾿ αὐτοὺς ἀπὸ τὸν ἅγιο Θεὸ αὐτὸ ποὺ παρακαλοῦν, καὶ θὰ τοὺς ὁδηγεῖ ἡ χάρη σὲ ἀσφαλεῖς τόπους, καὶ θὰ σῴζονται κρυβόμενοι στὶς ὀπὲς καὶ στὰ σπήλαια, μὴ βλέποντας τὰ θαύματα καὶ τὰ φοβερὰ πράγματα τοῦ Ἀντίχριστου. Διότι ἀπ᾿ αὐτοὺς ποὺ ἔχουν γνώση, εὔκολα ἀναγνωρίζεται ὁ ἐρχομός του ἀπὸ κείνους ὅμως ποὺ ἔχουν τὸ νοῦ τους σὲ βιωτικὰ πράγματα καὶ ποθοῦν τὰ γήινα, δὲ θὰ εἶναι αὐτὸ εὔκολοδιακριτο. Διότι αὐτὸς ποὺ διαρκῶς εἶναι  δεμένος σὲ βιωτικὰ πράγματα, καὶ ἂν ἀκόμη ἀκούσει, δείχνει ἀπιστία καὶ ἀποφεύγει ἐκεῖνον ποὺ τὸ λέει. Γι᾿ αὐτὸ τὸ λόγο ἐνδυναμώνονται οἱ πιστοί, διότι ἀπαρνοῦνται Ὅλα τὰ ἀνθρώπινα καὶ τὴ μέριμνα αὐτῆς τῆς ζωῆς.
Τότε θὰ πενθήσει ὅλη ἡ γῆ καὶ ἡ θάλασσα. Θὰ πενθήσει καὶ ὁ ἀέρας, καὶ συγχρόνως θὰ πενθήσουν τὰ ἄγρια ζῷα μαζὶ μὲ τὰ πουλιὰ τοῦ οὐρανοῦ. Θὰ πενθήσουν τὰ ὄρη καὶ τὰ βουνὰ καὶ τὰ δένδρα τῆς πεδιάδας. Θὰ πενθήσουν ἐπίσης καὶ τὰ ἄστρα τοῦ οὐρανοῦ γιὰ τὸ ἀνθρώπινο γένος, διότι ὅλοι ἀπομακρύνθηκαν ἀπὸ τὸν ἅγιο Θεὸ καὶ πίστευσαν στὸν ἀπατεῶνα, καὶ δέχθηκαν τὸ χάραγμα τοῦ ἀχρείου καὶ θεομάχου ἀντὶ γιὰ τὸν ζωοποιὸ σταυρὸ τοῦ Σωτῆρα. Θὰ πενθήσει ἡ γῆ καὶ ἡ θάλασσα, διότι ξαφνικὰ σταμάτησε ἡ φωνὴ τῆς ψαλμῳδίας καὶ τῆς προσευχῆς ἀπὸ τὸ στόμα τῶν ἀνθρώπων. Θὰ πενθήσουν ὅλες οἱ Ἐκκλησίες τοῦ Χριστοῦ μὲ μεγάλο πένθος, διότι δὲν τελεῖται ἢ λειτουργία καὶ ἡ προσφορά.
«Ὕστερα λοιπὸν ἀπὸ τὴ συμπλήρωση τῶν τρεισήμισι χρόνων τῆς ἐξουσίας καὶ τῆς δράσης τοῦ ἀχρείου, καὶ ὅταν θὰ συμπληρωθοῦν ὅλα τὰ σκάνδαλα ὅλης τῆς γῆς. Ὅπως λέει ὁ Κύριος, θὰ ἔρθει στὸ τέλος, ἀστράφτοντας σὰν ἀστραπὴ ἀπὸ τὸν οὐρανό, ὁ ἅγιος καὶ ἄχραντος καὶ φοβερὸς καὶ ἔνδοξος Θεός μας, μὲ δόξα ἀνέκφραστη, ἐνῷ θὰ τρέχουν μπροστὰ ἀπὸ τὴ δόξα του τὰ τάγματα τῶν Ἀγγέλων καὶ τῶν Ἀρχαγγέλων, καὶ θὰ εἶναι ὅλοι φλόγες φωτιᾶς, καὶ θὰ ρέει ποταμὸς γεμάτος ἀπὸ φωτιά, μὲ φοβερὸ παφλασμό. Τὰ Χερουβείμ, μὲ στραμμένο τὸ βλέμμα κάτω, καὶ τὰ Σεραφείμ, ποὺ θὰ πετοῦν καὶ θὰ κρύβουν τὰ πρόσωπα καὶ τὰ πόδια τους μὲ τὰ πύρινα φτερά τους, θὰ κραυγάζουν μὲ φρίκη: «Σηκωθεῖτε, Ὅσοι κοιμᾶστε. Νά, ἦρθε ὁ Νυμφίος». Θὰ ἀνοίξουν ἐπίσης τὰ μνήματα, καὶ στὴ στιγμὴ θὰ ἀναστηθοῦν ὅλες οἱ φυλές, καὶ θὰ στρέψουν τὸ βλέμμα τους στὸ ἅγιο κάλλος τοῦ Νυμφίου. Καὶ μύριες μυριάδες καὶ χίλιες χιλιάδες Ἀγγέλων καὶ Ἀρχαγγέλων, ἀναρίθμητες στρατιές, θὰ ἔχουν μεγάλη χαρά. Οἱ ἅγιοι καὶ οἱ δίκαιοι καὶ ὅλοι ὅσοι δὲν ἐδέχθησαν τὴ σφραγίδα τοῦ ἀχρείου καὶ ἀσεβοῦς Δράκοντα θὰ χαίρονται. Καὶ θὰ ὁδηγηθεῖ ὁ τύραννος, δεμένος ἀπὸ τοὺς Ἀγγέλους, μαζὶ μὲ ὅλους τους δαίμονες, μπροστὰ στὸ βῆμα, καὶ ὅσοι δέχθηκαν τὴ σφραγῖδα του, καὶ ὅλοι οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ δεμένοι. Καὶ ὁ Βασιλιὰς θὰ βγάλει ἐναντίον τους τὴν ἀπόφαση τῆς αἰώνιας καταδίκης στὸ ἄσβεστο πῦρ. «Ὅλοι ὅμως ὅσοι δὲ δέχθηκαν τὴν σφραγίδα τοῦ Ἀντιχρίστου, καὶ ὅλοι ὅσοι κρύφτηκαν στὰ σπήλαια, θὰ χαίρονται μαζὶ μὲ τὸν Νυμφίο στὸν αἰώνιο καὶ οὐράνιο νυφικὸ θάλαμο, μαζὶ μὲ ὅλους τους Ἁγίους, στοὺς ἀπέραντους αἰῶνες τῶν αἰώνων. Ἀμήν.»


nektarios.gr

Μπορείτε να διαβάσετε επίσης  Άγιος Εφραίμ ο Σύρος

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου