Πέμπτη, 21 Ιανουαρίου 2010

Όσιος Μάξιμος Ομολογητής. Λόγος Ασκητικός

ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ

Κατά πεῦσιν καί ἀπόκρισιν (912)

ΑΔΕΛΦΟΣ, Ο ΓΕΡΩΝ. (912)


α´. Ἀδελφός ἠρώτησεν γέροντα, λέγων· Παρακαλῶ σε, Πάτερ, εἰπεῖν μοι, τίς ὁ σκοπός οὖν τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως; Καί ὁ γέρων ἀποκριθείς εἶπε· Θαυμάζω σε, Ἀδελφέ, ὅτι καθ᾿ ἡμέραν τοῦ συμβόλου ἀκούων τῆς πίστεως, περί τούτου με ἐρωτᾷς. Πλήν λέγω σοι, ὅτι ὁ σκοπός τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, ἡ ἡμετέρα ἦν σωτηρία. Καί ὁ Ἀδελφός εἶπε· Πῶς λέγεις, Πάτερ; Καί ἀπεκρίθη ὁ γέρων· Ἐπειδή γάρ ὁ ἄνθρωπος ἀπ᾿ ἀρχῆς γεγονώς ὑπό τοῦ Θεοῦ, καί ἐν τῷ παραδείσῳ τεθείς, τήν ἐντολήν παραβάς, τῇ φθορᾷ καί τῷ θανάτῳ ὑπέπεσεν· εἶτα τῇ ποικίλῃ τοῦ Θεοῦ προνοίᾳ κατά πᾶσαν γενεάν καί γενεάν κυβερνώμενος, ἐπέμενεν ἐπί τό χεῖρον προκόπτων, ὑπό τῶν ποικίλων τῆς σαρκός παθημάτων ἀγόμενος τῷ ἀπελπισμῷ τῆς ζωῆς· τούτου χάριν ὁ μονογενής τοῦ Θεοῦ Υἱός, ὁ προαιώνιος Λόγος ὁ ἐκ τοῦ Θεοῦ καί Πατρός, ἡ πηγή τῆς ζωῆς καί τῆς ἀθανασίας, ἐπέφανεν ἡμῖν τοῖς ἐν σκότει καί σκιᾷ θανάτου καθημένοις· σαρκωθείς ἐκ Πνεύματος ἁγίου, καί τῆς ἁγίας Παρθένου· καί πολιτείαν ἡμῖν θεοειδοῦς ζωῆς ἐπέδειξε· καί ἐντολάς ἁγίας δεδωκώς, καί βασιλείαν οὐρανῶν ἐπαγγειλάμενος τοῖς κατ᾿ αὐτάς πολιτευομένοις, καί κόλασιν αἰώνιον τοῖς παραβαίνουσιν ἀπειλήσας· καί παθῶν τό σωτήριον πάθος, καί ἐκ νεκρῶν ἀναστάς, τήν ἐλπίδα τῆς ἀναστάσεως καί τῆς αἰωνίου ζωῆς ἐδωρήσατο ἡμῖν [Fr. altergue M. ἡμῖν ἐχαρίσατο] τό κατάκριμα δι᾿ ὑπακοῆς λύσας τῆς προγονικῆς ἁμαρτίας· καί τό κράτος τοῦ θανάτου θανάτῳ καταργήσας· ἵνα, ὥσπερ ἐν τῷ Ἀδάμ πάντες ἀποθνήσκουσιν, οὕτως ἐν αὐτῷ πάντες ζωοποιηθήσονται· καί εἰς οὐρανούς ἀνελθών, καί ἐν δεξιᾷ τοῦ Πατρός καθεσθείς, τό Πνεῦμα τό ἅγιον κατέπεμψεν εἰς ἀῤῤαβῶνα τῆς ζωῆς· καί εἰς φωτισμόν καί ἁγιασμόν τῶν ἡμετέρων ψυχῶν· καί εἰς βοήθειαν τῶν ἀγωνιζομένων (913) ὑπέρ τῆς ἑαυτῶν σωτηρίας φυλάξαι τάς ἐντολάς αὐτοῦ. Οὗτος ἦν ὁ σκοπός τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, ὡς ἐν συντόμῳ εἰπεῖν.
β´. Καί ὁ Ἀδελφός εἶπε· Ποίας οὖν ἐντολάς ὀφείλω ποιῆσαι, Πάτερ, ἵνα δι᾿ αὐτῶν σωθῶ, ἤθελον συντόμως ἀκοῦσαι. Καί ἀπεκρίθη ὁ γέρων· Αὐτός ὁ Κύριος εἶπε μετά τήν ἀνάστασιν τοῖς ἀποστόλοις· πορευθέντες, μαθητεύσατε πάντα τά ἔθνη· βαπτίζοντες αὐτούς εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτούς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Ὥστε οὖν ὅσα ἐνετείλατο δεῖ τηρεῖν, πάντα ἄνθρωπον βαπτισθέντα εἰς τό ὄνομα τῆς ζωοποιοῦ καί θεαρχικῆς Τριάδος. Τούτου γάρ χάριν τῇ ὀρθῇ πίστει ὁ Κύριος τήν πασῶν τῶν ἐντολῶν συνέζευξεν τήρησιν· ὡς εἰδώς, ὅτι ἀμήχανον τήν μίαν διαζευχθεῖσαν τῆς μιᾶς σώζειν τόν ἄνθρωπον. Διά τοῦτο καί ὁ Δαβίδ τήν ὀρθήν πίστιν ἔχων, πρός τόν Θεόν ἔλεγε· Πρός πάσας τάς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδόν ἄδικον ἐμίσησα. Κατά γάρ πάσης ὁδοῦ ἀδίκου, πᾶσαι ἡμῖν αἱ ἐντολαί ὑπό τοῦ Κυρίου δεδώρηνται· καί ἐάν παραλειφθῇ μία, τήν ἀντικειμένην αὐτῇ ὁδόν τῆς κακίας ἀντεισάγει πάντως.
γ´. Καί εἶπεν ὁ Ἀδελφός· Καί τίς δύναται, Πάτερ, [πάσας τάς ἐντολάς, τοσαύτας γε οὔσας, ποιεῖν; Ἔφη ὁ γέρων· Ὁ τόν Κύριον ἐκμιμούμενος, καί κατ᾿ ἴχνος αὐτῷ ἐπακολουθῶν. Καί εἶπεν ὁ Ἀδελφός· Καί τίς δύναται] τόν Κύριον μιμήσασθαι; ὁ γάρ Κύριος ἦν Θεός, εἰ καί ἄνθρωπος γέγονεν· ἐγώ δέ ἄνθρωπός εἰμι ἁμαρτωλός, καί μυρίοις πάθεσι δεδουλωμένος· πῶς οὖν δύναμαι τόν Κύριον μιμήσασθαι; Καί ἀπεκρίθη ὁ γέρων· Τῶν τῇ ὕλῃ τοῦ κόσμου δεδουλωμένων, οὐδείς δύναται τόν Κύριον μιμήσασθαι· οἱ δέ δυνάμενοι λέγειν· Ἰδού ἡμεῖς ἀφήκαμεν πάντα, καί ἠκολουθήσαμέν σοι· ἐκεῖνοι λαμβάνουσι δύναμιν τοῦ τε μιμήσασθαι αὐτόν, καί τοῦ πρός πάσας τάς ἐντολάς αὐτοῦ κατορθῶσαι. Καί φησιν Ἀδελφός· Ποίαν δύναμιν; ἀπεκρίθη ὁ γέρων· Αὐτοῦ ἄκουσον λέγοντος· Ἰδού δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καί σκορπίων, καί ἐπί πᾶσαν δύναμιν τοῦ ἐχθροῦ· καί οὐδέν ὑμᾶς οὐ μή ἀδικήσει.
δ´. Ταύτην τήν δύναμιν καί τήν ἐξουσίαν λαβών ὁ Παῦλος, ἔλεγε· Μιμηταί μου γίνεσθε, καθώς κἀγώ Χριστοῦ. Καί πάλιν· Οὐκ ἔστι νῦν κατάκριμα τοῖς ἐν Χριστῶ Ἰησοῦ, μή κατά σάρκα περιπατοῦσιν, ἀλλά καί πνεῦμα. Καί πάλιν· Οἱ δέ τοῦ Χριστοῦ, τήν σάρκα ἐσταύρωσαν σύν τοῖς παθήμασι καί ταῖς ἐιθυμίαις. Καί πάλιν· Ἐμοί κόσμος ἐσταύρωται, κἀγώ τῷ κόσμῳ.
ε´. Περί ταύτης τῆς ἐξουσίας καί βοηθείας προφητεύων ὁ Δαβίδ, ἔλεγε· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καί καταφυγή μου, Θεός μου, καί ἐλπιῶ ἐπ᾿ αὐτόν. (916) Καί μετ᾿ ὀλίγα· Ἐπί ἀσπίδα καί βασιλίσκον ἐπιβήσῃ, καί καταπατήσεις λέοντα καί δράκοντα· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περί σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Οἱ δέ τῇ σαρκί προσκείμενοι, καί τήν ὕλην ἀγαπῶντες τοῦ
κόσμου, ἄκουε ποῖα παρ᾿ [Alt. ἄκουσον τί παρ᾿ . Fr. ἄκουε οἷα] αὐτοῦ ἀκούουσιν· Ὁ φιλῶν πατέρα ἤ μητέρα ὑπέρ ἐμέ, οὐκ ἔστι μου ἄξιος. Καί μετ᾿ ὀλίγα· Καί ὅς οὐ λαμβάνει τόν σταυρόν αὐτοῦ καί ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Καί, Ὅστις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, οὐ δύναταί μου εἶναι μαθητής.Ὁ οὖν θέλων γενέσθαι αὐτοῦ μαθητής, καί ἄξιος αὐτοῦ εὑρεθῆναι· καί δύναμιν παρ᾿ αὐτοῦ λαβεῖν κατά τῶν πνευμάτων τῆς πονηρίας, χωρίζει ἑαυτόν πάσης σαρκικῆς σχέσεως· καί γυμνοῖ ἑαυτόν πάσης ὑλικῆς προσπαθείας· καί οὕτως πρός τούς ἀοράτους ἐχθρούς ὑπέρ τῶν ἐντολῶν αὐτοῦ ἀγωνίζεται· ὡς αὐτός ὁ Κύριος ἑαυτόν τύπον ἡμῖν παρέσχεν, ἔν τε τῇ ἐρήμῳ ὑπό τοῦ ἀρχηγοῦ αὐτῶν πειραζόμενος· καί ἐν τῇ οἰκουμένῃ ἐλθών, ὑπό τῶν ὑπ᾿ αὐτοῦ ἐνεργουμένων.
στ´. Καί ὁ Ἀδελφός εἶπεν· Ἀλλά πολλαί εἰσι, Πάτερ, αἱ τοῦ Κυρίου ἐντολαί· καί τίς δύναται πάσας ἔχειν κατά νοῦν, ἵνα ὑπέρ πασῶν ἀγωνίσηται; ἐγώ δέ μάλιστα, ὀλιγόνους ὑπάρχων; σύντομον λόγον ἤθελον ἀκοῦσαι, ἵνα αὐτόν κρατῶν, δι᾿ αὐτοῦ ἐσωζόμην. Καί ἀπεκρίθη ὁ γέρων· Εἰ καί πολλαί εἰσιν, Ἀδελφέ, ἀλλ᾿ ἑνί λόγῳ ἀνακεφαλαιοῦνται, ἐν τῷ, Ἀγαπήσεις Κύριον τόν Θεόν σου ἐξ ὅλης τῆς ἰσχύος σου καί ἐξ ὅλης τῆς διανοίας σου· καί τόν πλησίον σου ὡς ἑαυτόν. Καί ὁ ἀγωνιζόμενος τοῦτον κρατεῖν τόν λόγον, πάσας ὁμοῦ τάς ἐντολάς κατορθοῖ. Οὐ δύναται δέ τις μή χωρίσας ἑαυτόν, ὡς προείρηται, τῆς τῶν ὑλικῶν προσπαθείας, οὔτε τόν Θεόν, οὔτε τόν πλησίον ἀγαπῆσαι γνησίως· ἐπειδή ὁμοῦ τῇ ὕλῃ προσκεῖσθαι, καί τόν Θεόν ἀγαπῆσαι, ἀμήχανον. Καί τοῦτό ἐστιν ὅ λέγει ὁ Κύριος· οὐδείς δύναται Θεῷ δουλεύειν καί μαμωνᾷ. Ὅσον γάρ ὁ νοῦς ἡμῶν τῶν τοῦ κόσμου ἀντέχεται πραγμάτων, δεδούλωται αὐτοῖς, καί καταφρονεῖ τήν ἐντολήν τοῦ Θεοῦ παραβαίνων.
ζ´. Καί ὁ Ἀδελφός εἶπε· Ποίων πραγμάτων λέγεις, Πάτερ; Καί ὁ γέρων ἀπεκρίθη· Βρωμάτων, χρημάτων, κτημάτων, δόξης, συγγενῶν, καί τῶν ἑξῆς. Καί ὁ Ἀδελφός εἶπεν· Εἰπέ, Πάτερ, οὐχί ὁ Θεός αὐτά ἔκτισε, καί τοῖς ἀνθρώποις εἰς χρῆσιν δέδωκε; καί πῶς κελεύει αὐτῶν μή ἀντέχεσθαι [alt. ἅπτεσθαι]; Καί ἀπεκρίθη ὁ γέρων· Δῆλον ὅτι ὁ Θεός αὐτά ἔκτισε, καί δέδωκεν εἰς χρῆσιν τοῖς ἀνθρώποις. Καί, καλά πάντα τά ὑπό τοῦ Θεοῦ γεγονότα, ἵνα καλῶς αὐτοῖς χρησάμενοι, τῷ Θεῷ εὐαρεστήσωμεν· ἀλλ᾿ ἡμεῖς ἀσθενεῖς ὄντες, καί ὑλικοί τῇ διανοίᾳ [ἄλλ. τήν διάνοιαν], προετιμήσαμεν τά ὑλικά τῆς ἐντολῆς τῆς ἀγάπης· (917) καί αὐτῶν ἀντεχόμενοι, τοῖς ἀνθρώποις μαχόμεθα· δέον πάντων τῶν ὁρωμένων, καί αὐτοῦ τοῦ σώματος, τήν παντός ἀνθρώπου προτιμῆσαι ἀγάπην· ἥτις ἐστίν γνώρισμα τῆς εἰς Θεόν ἀγάπης, καθώς αὐτός ὁ Κύριος ἐν Εὐαγγελίοις δείκνυσιν· Ὁ ἀγαπῶν ἐμέ, φησί, τάς ἐντολάς μου τηρήσει. Καί τίς ἐστιν ἡ ἐντολή ἥν τηρήσαντες, αὐτόν ἀγαπήσωμεν, αὐτοῦ ἄκουσον, λέγοντος· Αὕτη δέ ἐστιν ἡ ἐντολή ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους· Ὁρᾷς ὅτι ἡ ἀλλήλων ἀγάπη, τήν εἰς Θεόν ἀγάπην συνίστησιν, ἥτις ἐστί πλήρωμα πάσης Θεοῦ ἐντολῆς; Διά τοῦτο οὖν κελεύει αὐτῶν μή ἀντέχεσθαι· ἀλλά καί ἀποτάξασθαι πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, πάντα τόν αὐτῷ μαθητεύειν ἐπιθυμητικῶς ἔχοντα.
η´. Καί ὁ Ἀδελφός εἶπεν· Ἐπειδή εἶπες, Πάτερ, ὅτι δέον πάντων τῶν ὁρωμένων, καί αὐτοῦ τοῦ σώματος, τήν παντός ἀνθρώπου προτιμῆσαι ἀγάπην, πῶς δύναμαι τόν μισοῦντά με καί ἀποστρεφόμενον ἀγαπῆσαι; Εἰ δέ καί φθονεῖ μοι, καί λοιδορίαις κατατοξεύει, καί δόλους κατασκευάζει, καί ἐπιβουλεύειν ἐπιχειρεῖ, πῶς δύναμαι αὐτόν ἀγαπῆσαι; Φύσει μοι, Πάτερ, φαίνεται τοῦτο ἀδύνατον, τοῦ πάθους τῆς λύπης φυσικῶς τόν λυπήσαντα ἀποστρέφεσθαι ἀναγκάζοντος. Καί ἀπεκρίθη ὁ γέρων· Ἐπί μέν τῶν ἑρπετῶν καί τῶν θηρίων τῶν ὑπό φύσεως ἀγομένων, τῷ ὄντι ἀδύνατον μή πάντως ἀμύνασθαι ὅσον δύναται τό καταπονοῦν· ἐπί δέ τῶν κατ᾿ εἰκόνα Θεοῦ κτισθέντων, καί λόγῳ ἀγομένων· καί γνώσεως Θεοῦ καταξιωθέντων, καί νόμον παρ᾿ αὐτοῦ δεξαμένων, δυνατόν τούς λυποῦντας μή ἀποστρέφεσθαι, καί τούς μισοῦντας ἀγαπᾷν. Διό καί ὁ Κύριος, Ἀγαπᾶτε, λέγων, τούς ἐχθρούς ὑμῶν· καλῶς ποιεῖτε, τοῖς μισοῦσιν ὑμᾶς, καί τά ἑξῆς, οὐχ ὡς ἀδύνατα ἐντέλλεται, ἀλλ᾿ ὡς δυνατά δηλονότι· ἐπεί οὐκ ἄν ἐκόλασε τόν παραβαίνοντα. Δηλοῖ δέ αὐτός ὁ Κύριος, αὐτοῖς τοῖς ἔργοις ἡμῖν δείξας· καί οἱ μαθηταί αὐτοῦ πάντες ὑπέρ τῆς εἰς τόν πλησίον ἀγάπης μέχρι θανάτου ἀγωνισάμενοι, καί ὑπέρ τῶν ἀποκτεινάντων θερμῶς προσευξάμενοι. Ἀλλ᾿ ἐπειδή ἡμεῖς ἐσμέν φιλόϋλοι καί φιλήδονοι, καί ταῦτα τῆς ἐντολῆς μᾶλλον προτιμῶντες, διά τοῦτο τούς μισοῦντας ἀγαπῆσαι οὐ δυνάμεθα· ἀλλά καί τούς ἀγαπῶντας διά ταῦτα πολλάκις ἀποστρεφόμεθα, θηρίων καί ἑρπετῶν χεῖρον διακείμενοι· καί διά τοῦτο τοῖς ἴχνεσι τοῦ Θεοῦ ἀκολουθῆσαι μή δυνάμενοι, οὐδέ τόν σκοπόν αὐτοῦ γνῶναι δυνάμεθα, ἵνα λάβωμεν δύναμιν.
θ´. Καί ὁ Ἀδελφός εἶπεν· Ἰδού, Πάτερ, κατέλιπον πάντα, συγγένεια, ὕπαρξιν, τρυφήν, καί τήν δόξαν τοῦ κόσμου, καί οὐδέν κέκτημαι ἐν τῷ βίῳ πλήν τού σώματος· καί τόν ἀδελφόν μισοῦντά με καί ἀποστρεφόμενον ἀγαπῆσαι οὐ δύναμαι· εἰ καί βιάζομαι κακόν ἀντί κακοῦ κατ᾿ ἐνέργειαν μή ἀνταποδοῦναι. Εἶπε οὖν τί ὀφείλω ποιῆσαι, ἵνα δυνηθῶ αὐτόν ἐκ καρδίας ἀγαπῆσαι, ἤ καί τόν καθοιονδήποτε τρόπον θλίβοντα καί ἐπιβουλεύοντα.
(920) Καί ἀπεκρίθη ὁ γέρων· Ἀδύνατόν τινα ἀγαπῆσαι τόν θλίβοντα, κἄν τῇ ὕλῃ τοῦ κόσμου ἔδοξεν ἀποτάξασθαι, ἐάν μή τόν σκοπόν τοῦ Κυρίου ἐν ἀληθείᾳ γινώσκῃ· ἐάν δέ τοῦ Κυρίου αὐτῷ χαριζομένου δυνηθῇ γνῶναι, καί σπεύδῃ κατ᾿ αὐτόν περιπατεῖν, δύναται ἐκ καρδίας ἀγαπῆσαι τόν μισοῦντα καί θλίβοντα, ὥσπερ καί οἱ ἀπόστολοι ἐγνωκότες ἠγάπων.
ι´. Καί εἶπεν ὁ Ἀδελφός· Καί τίς ὁ σκοπός τοῦ Κυρίου ἦν, παρακαλῶ γνῶναι, Πάτερ. Καί εἶπεν ὁ γέρων· Ἐάν τόν σκοπόν τοῦ Κυρίου γνῶναι θέλῃς, συνετῶς ἄκουσον. Ὁ οὖν Κύριος ἡμῶν Ἰησοῦ Χριστός, φύσει Θεός ὤν, καί ἄνθρωπος διά φιλανθρωπίαν γενέσθαι καταξιώσας, ἐκ γυναικός τεχθείς [Fr. altergue M. γεννηθείς], ὑπό νόμον ἐγένετο, κατά τόν θεῖον Ἀπόστολον· ἵνα ὡς ἄνθρωπος τήν ἐντολήν φυλάξας, τήν ἀρχαίαν τοῦ Ἀδάμ ἀνατρέψῃ κατάραν. Εἰδώς οὖν ὁ Κύριος, ὅτι ὅλος ὁ νόμος καί οἱ προφῆται ἐν ταῖς δυσί τοῦ νόμου κρέμανται ἐντολαῖς, ἐν τῷ, Ἀγαπήσεις Κύριον τόν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καί τόν πλησίον ὡς ἑαυτόν· ταῦτα ἀπ᾿ ἀρχῆς καί μέχρι τέλους φυλάξαι ἀνθρωποπρεπῶς ἔσπευσεν. Ὁ δέ ἀπ᾿ ἀρχῆς ἀπατήσας τόν ἄνθρωπον, καί διά τοῦτο κράτος ἐσχηκώς τοῦ θανάτου, διάβολος, ἰδών αὐτόν ἐπί τοῦ βαπτίσματος ὑπό τοῦ Πατρός μαρτυρούμενον, καί τό συγγενές ἅγιον Πνεῦμα ὡς ἄνθρωπον ἀπ᾿ οὐρανῶν δεχόμενον, καί εἰς τήν ἔρημον πρός τό πειρασθῆναι ὑπ᾿ αὐτοῦ συνεκρότει, εἴ πως δυνηθῇ καί αὐτόν ποιῆσαι τήν τοῦ κόσμου προτιμῆσαι ὕλην τῆς εἰς Θεόν ἀγάπης. Εἰδώς οὖν ὁ διάβολος ὅτι τά τρία ταῦτά εἰσιν, ἐν οἷς πάντα δονεῖται τά ἀνθρώπινα [al. πᾶν τό ἀνθρώπινον], βρώματα, λέγω καί χρήματα, καί δόξα, δι᾿ ὧν καί εἰς τό βάραθρον τῆς ἀπωλείας ἀεί κατήγαγε [al. κατάγει. Fr.κατῆγε] τόν ἄνθρωπον· εἰς ταῦτα τά τρία αὐτόν ἐν τῇ ἐρήμῳ ἐπείρασεν, ὧν ὁ Κύριος ἡμῶν κρείττων φανείς, εἰς τοὐπίσω χωρεῖν τῷ διαβόλῳ [al.τόν διάβολον] προσέταττε.
ια´. Τοῦτο οὖν τό γνώρισμα τῆς εἰς Θεόν ἀγάπης, ἧς τήν ἐντολήν δι᾿ ὧν ἐπήγγελτο πεῖσαι αὐτόν παραβῆναι μή δυνηθείς, τῆς εἰς τόν πλησίον λοιπόν ἀγάπης τήν ἐντολήν, εἰς τήν οἰκουμένην ἐλθόντα, διά τῶν παρανόμων Ἰουδαίων ἐνεργῶν, παραβαίνειν αὐτόν δι᾿ ὧν ἐμηχανᾶτο ἠγωνίζετο. Τούτου χάριν διδάσκοντα αὐτόν τάς ὁδούς τῆς ζωῆς, καί ἔργῳ ὑποδεικνύοντα τήν οὐράνιον πολιτείαν, καί ἀνάστασιν νεκρῶν καταγγέλλοντα, καί ζωήν αἰώνιον καί βασιλείαν οὐρανῶν τοῖς πιστεύουσιν ἐπαγγελλόμενον· τοῖς δέ ἀπίστοις κόλασιν αἰώνιον ἀπειλοῦντα, καί πρός βεβαίωσιν τῶν λεγομένων τάς παραδόξους θεοσημίας ἐπιδεικνύμενον, καί εἰς πίστιν τούς ὄχλους προσκαλούμενον, συνεκίνει τούς παρανόμους Φαρισαίους καί Γραμματεῖς, εἰς τάς κατ᾿ αὐτοῦ ποικίλας ἐπιβουλάς· ἵνα τούς πειρασμούς ὑπενεγκεῖν, ὡς ᾤετο, μή δυνάμενος, εἰς μῖσος τῶν ἐπιβουλευόντων παρατραπῇ· καί οὕτως τοῦ σκοποῦ ὁ ἀλάστωρ ἐπιτύχῃ, παραβάτην τῆς ἐντολῆς τῆς εἰς τόν πλησίον ἀγάπης ἀποφήνας.
(921) ιβ´. Ὁ δέ Κύριος, ἅτε Θεός, εἰδώς αὐτοῦ τά ἐνθύμια, οὐ τούς ὑπ᾿ αὐτοῦ ἐνεργουμένους ἐμίσησε Φαρισαίους (πῶς γάρ φύσει ἀγαθός ὤν;), ἀλλά διά τῆς εἰς αὐτούς ἀγάπης, τόν ἐνεργοῦντα ἠμύνετο· καί τούς μέν ἐνεργουμένους, ἅτε δυναμένους μή ἐνεργεῖσθαι· ἑκουσίως δέ τοῦ ἐνεργοῦντος διά ῥαθυμίαν ἀνεχομένους, ἐνουθέτει, ἤλεγχεν, ὠνείδιζεν, ἐταλάνιζεν, εὐεργετῶν οὐκ ἐπαύετο, βλασφημούμενος ἐμακροθύμει, πάσχων ὑπέμενε, πάντα τά τῆς ἀγάπης ἔργα εἰς αὐτούς ἐνεδείκνυτο· τόν δέ ἐνεργοῦντα, τῇ εἰς τούς ἐνεργουμένους φιλανθρωπίᾳ ἠμύνετο· ὤ παραδόξου πολέμου! ἀντί τοῦ μίσους, τήν ἀγάπην ἐπιδεικνύμενος, καί ἀγαθότητι βάλλων τόν τῆς κακίας πατέρα. Τούτου χάριν τά τοσαῦτα κακά παρ᾿ αὐτῶν ὑπομείνας, μᾶλλον δέ ἀληθέστερον εἰπεῖν, δι᾿ αὐτούς, μέχρι θανάτου ὑπέρ τῆς ἐντολῆς τῆς ἀγάπης ἀνθρωποπρεπῶς ἠγωνίσατο· καί τήν τελείαν νίκην κατά τοῦ διαβόλου ἀράμενος, τόν στέφανον τῆς ἀναστάσεως ὑπέρ ἡμῶν ἀνεδήσατο· καί οὕτως ὁ νέος Ἀδάμ, τόν παλαιόν ἀνενεώσατο· Καί τοῦτό ἐστιν ὅ λέγει ὁ θεῖος Ἀπόστολος· Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὅ καί ἐν Χριστῷ Ἰησοῦ κ. τ. ἑξ.
ιγ´. Οὗτος οὖν ἦν ὁ σκοπός τοῦ Κυρίου, ἵνα τῷ μέν Πατρί ὑπακούσῃ μέχρι θανάτου ὡς ἄνθρωπος ὑπέρ ἡμῶν, φυλάττων τήν ἐντολήν τῆς ἀγάπης· τόν δέ διάβολον ἀμύνηται τῷ πάσχειν ὑπ᾿ αὐτοῦ, διά τῶν ὑπ᾿ αὐτοῦ ἐνεργουμένων Γραμματέων καί Φαρισαίων· καί οὕτως ἐνίκησε τῷ νικᾶσθαι ἑκουσίως, τόν νικᾷν ἐλπίσαντα, καί τόν κόσμον ἐῤῥύσατο τῆς αὐτοῦ δυναστείας. Τοῦτον τόν τρόπον ὁ Χριστός ἐξ ἀσθενείας ἐσταυρώθη· δι᾿ ἧς ἀσθενείας τόν θάνατον ἐνέκρωσε, καί τόν τό κράτος ἔχοντα τοῦ θανάτου κατήργησε. Τοῦτον τόν τρόπον καί ὁ Παῦλος ἐν ἑαυτῷ ἠσθένει, καί ἐκαυχᾶτο ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ἐν αὐτῷ ἡ δύναμις τοῦ Χριστοῦ.
ιδ´. Ταύτης τῆς νίκης τόν τρόπον μαθών, ἔλεγεν Ἐφεσίοις γράφων· Οὐκ ἔστιν ὑμῖν ἡ πάλη πρός αἷμα καί σάρκα· ἀλλά πρός τάς ἀρχάς, πρός τάς ἐξουσίας, καί τά ἑξῆς. Τόν τε θώρακα τῆς δικαιοσύνης ἀναλαβεῖν φησι, καί τήν περικεφαλαίαν ἐλπίδος, καί τόν θυρεόν τῆς πίστεως, καί τήν μάχαιραν τοῦ πνεύματος, ἵνα δυνηθῶσι πάντα τά βέλη τοῦ πονηροῦ τά πεπυρωμένα σβέσαι, οἱ πρός τούς ἀοράτους ἐχθρούς τόν πόλεμον ἔχοντες· ἔργῳ [Fr. al. M. Nob. ἔργοις] δέ τόν τρόπον τῆς πάλης ἐπιδεικνύμενος, ἔλεγεν· Ἐγώ οὖν οὕτως τρέχω, ὡς οὐκ ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δαίρων· ἀλλ᾿ ὑποπιάζω μου τό σῶμα καί δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτός ἀδόκιμος γένωμαι. Καί πάλιν· Ἄχρι τῆς ἄρτι ὥρας καί πεινῶμεν καί διψῶμεν καί γυμνητεύομεν, καί κολαφιζόμεθα. Καί πάλιν· Ἐν κόπῳ καί μόχθῳ· ἐν ἀγρυπνίαις πολλάκις, ἐν ψύχει καί γυμνότητι, χωρίς τῶν παρεκτός.
(924) ιε´. Καί ταύτην μέν τήν πάλην, πρός τούς ἡδονάς ἐν τῇ σαρκί ἐνεργοῦντας ἐπάλαιε δαίμονας διά τῆς ἀσθενείας τοῦ ἰδίου σώματος αὐτούς ἐπελαύνων· πρός δέ τούς εἰς μῖσος πολεμοῦντας, καί διά τοῦτο τούς τῶν ἀνθρώπων ἀμελεστέρους κατά τῶν εὐσεβῶν κινοῦντας, ἵνα δι᾿ αὐτῶν πειραζόμενοι, αὐτούς μισήσωσι, καί τήν ἐντολήν τῆς ἀγάπης παραβῶσι· πάλιν τόν τρόπον τῆς νίκης ἔργοις ἡμῖν ὑποδεικνύων, ἔλεγεν· Λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· βλασφημούμενοι, παρακαλοῦμεν· ὡσπερεί καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάτων περίψημα ἕως ἄρτι. Οἱ μέν γάρ δαίμονες, διά τοῦτο λοιδορεῖν καί βλασφημεῖν καί διώκειν ὑπέβαλον, ἵνα εἰς μῖσος τοῦ λοιδοροῦντος καί βλασφημοῦντος καί διώκοντος αὐτόν κινήσωσι· τόν σκοπόν εἰς τήν παράβασιν τῆς ἐντολῆς τῆς ἀγάπης ἔχοντες. Ὁ δέ Ἀπόστολος μή ἀγνοῶν τά νοήματα αὐτῶν, τούς λοιδοροῦντας ηὐλόγει, καί τῶν διωκόντων ἠνείχετο, καί τούς βλασφημοῦντας περεκάλει, τῶν μέν ταῦτα ἐνεργούντων ἀποστῆναι δαιμόνων, τῷ δέ ἀγαθῷ οἰκοιωθῆναι Θεῷ· τούς δέ ταῦτα ἐνεργοῦντας δαίμονας, τούτῳ τῷ τρόπῳ τῆς πάλης ἠμύνετο, ἐν τῷ ἀγαθῷ ἀεί νικῶν τό κακόν, κατά τήν μίμησιν τοῦ Σωτῆρος, καί οὕτως ὅλον τόν κόσμον τῶν δαιμόνων ἀποστήσαντες τῷ Θεῷ ᾠκείωσαν, αὐτός τε καί οἱ λοιποί ἀπόστολοι, διά ἥττης νικήσαντες τούς νικᾷν ἐλπίσαντας [al. καί κρατήσαντες, τούς κρατεῖν ἐλπ. Fr. νικήσαντες, τούς κρατεῖν ἐθέλοντας]. Ἐάν οὖν καί σύ, Ἀδελφέ, τοῦτον κρατήσῃς τόν σκοπόν, δύνασαι καί σύ τούς μισοῦντας ἀγαπᾷν· εἰ δέ γε, ἄλλως ἀμήχανον.
ιστ´. Καί ὁ ἀδελφός εἶπεν· Ἐπ᾿ ἀληθείας, Πάτερ, οὕτως ἐστί καί οὐκ ἄλλως· καί διά τοῦτο ὁ Κύριος βλασφημούμενος καί κολαφιζόμενος, καί τά ἄλλα πάσχων, ἅπερ ἔπαθεν ὑπό τῶν Ἰουδαίων, ἠνείχετο, ἐκείνοις μέν συμπάσχων ὡς ἀγνοῦσι καί πεπλανημένοις διό καί ἔλεγεν ἐπί τοῦ σταυροῦ· Πάτερ, ἄφες αὐτοῖς, ὅτι οὐκ [al. οὐ γάρ] οἴδασι τί ποιοῦσι· τοῦ δέ διαβόλου καί τῶν ἀρχόντων αὐτοῦ θριαμβεύων τήν πανουργίαν καί τήν ἀπάτην ἐπί τοῦ σταυροῦ· ὑπέρ τῆς ἐντολῆς τῆς ἀγάπης, καθώς εἶπας, μέχρι θανάτου πρός αὐτούς ἀγωνισάμενος, καί τήν κατ᾿ αὐτῶν νίκην ἡμῖν χαρισάμενος· καί τοῦ θανάτου καταλύσας τό κράτος, τήν ἀνάστασιν αὐτοῦ εἰς ζωήν παντί τῷ κόσμῳ ἐδωρήσατο. Ἀλλ᾿ εὔχου ὑπέρ ἐμοῦ, Πάτερ, ἵνα τελείως ἐξισχύσω γνῶναι τόν σκοπόν τοῦ Κυρίου, καί τῶν ἀποστόλων αὐτοῦ· καί δυνηθῶ νήφειν ἐν τοῖς καιροῖς τῶν πειρασμῶν, καί μή ἀγνοεῖν τά νοήματα τοῦ διαβόλου καί τῶν δαιμόνων αὐτοῦ.
ιζ´. Καί ὁ γέρων ἀποκριθείς, εἶπεν· Ἐάν τῶν προειρημένων ἔχεις ἀεί τήν μελέτην, δύνασαι μή ἀγνοεῖν. Ἀλλά καί ἐάν συνιῇς, ὅτι ὥσπερ σύ πειράζῃ, οὕτως καί ὁ ἀδελφός σου πειράζεται· καί τῷ μέν πειραζομένῳ συγγινώσκεις, τῷ δέ πειράζοντι θέλοντί σε εἰς μῖσος ἀγαγεῖν τοῦ πειραζομένου ἀντιστῇς, μή ὑπακούων αὐτοῦ τῷ μηχανήματι. καί τοῦτό ἐστιν ὅ λέγει (925) ὁ ἀδελφόθεος Ἰάκωβος ἐν ταῖς Καθολικαῖς· Ὑποτάγητε τῷ Θεῷ· ἀντίστητε δέ τῷ διαβόλῳ, καί φεύξεται ἀφ᾿ ὑμῶν. Ἐάν οὖν, ὡς εἴρηται, ἔχεις νηφόντως τήν τῶν προειρημένων ἀδιαλείπτως μελέτην, δύνασαι γνῶναι τόν σκοπόν τοῦ Κυρίου, καί τῶν ἀποστόλων αὐτοῦ· καί τούς μέν ἀνθρώπους ἀγαπᾷν, καί συμπάσχειν αὐτοῖς πταίουσι· τοῖς δέ πονηροῖς δαίμοσιν ἀδιαλείπτως διά τῆς ἀγάπης πολεμεῖν. Εἰ δέ ἐσμέν χαῦνοι καί ἀμελεῖς καί ῥᾴθυμοι, καί ταῖς σαρκικαῖς ἡδοναῖς τόν λογισμόν ἐμφύρομεν, οὐχί τούς δαίμονας, ἀλλ᾿ ἑαυτούς καί τούς ἀδελφούς πολεμοῦμεν· τούς δέ δαίμονας μᾶλλον δι᾿ αὐτῶν θεραπεύομεν, ὑπέρ αὐτῶν τοῖς ἀνθρώποις μαχόμενοι.
ιη´. Καί ὁ ἀδελφός εἶπεν· Οὔτως ἔχει, Πάτερ· καί γάρ ἐκ τῆς ἀμελείας μου ἀεί λαμβάνουσιν ἀφορμάς κατ᾿ ἐμοῦ οἱ δαίμονες· ἀλλά παρακαλῶ σε, Πάτερ, εἰπεῖν μοι, πῶς ὀφείλω κτήσασθαι νῆψιν. Καί ἀπεκρίθη ὁ γέρων· Ἡ παντελής τῶν γηΐνων ἀμεριμνία, καί ἡ συνεχής [Fr. altergue M. συχνή] μελέτη τῆς θείας Γραφῆς φέρει τήν ψυχήν εἰς φόβον Θεοῦ· καί ὁ τοῦ Θεοῦ φόβος φέρει τήν νῆψιν· καί τότε ἡ ψυχή ἄρχεται βλέπειν τούς διά τῶν λογισμῶν πολεμοῦντας αὐτήν δαίμονας, καί ἀμύνασθαι· περί ὧν ὁ Δαβίδ ἔλεγεν· Καί ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου. Πρός ταύτην τήν πάλην καί ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος διεγείρων τούς μαθητάς, ἔλεγε· Νήψατε, γρηγορήσατε, ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοί τῇ πίστει· καί ὁ Κύριος δέ· Γρηγορεῖτε καί προσεύχεσθε, ἵνα μή εἰσέλθητε εἰς πειρασμόν. Ὁ δέ Ἐκκλησιαστής φησιν· Ἐάν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπί σέ, τόπον σου μή ἀφῇς [al. εὕροι]. Τόπος δέ τοῦ νοῦ ἐστιν ἡ ἀρετή, καί ἡ γνῶσις, καί ὁ φόβος τοῦ Θεοῦ. Ὁ δέ θαυμαστός Ἀπόστολος σφόδρα νηφόντως καί γενναίως ἀγωνιζόμενος ἔλεγεν· Ἐν σαρκί γάρ περιπατοῦντες, οὐ κατά σάρκα στρατευόμεθα. Τά γάρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλά δυνατά τῷ Θεῷ πρός καθαίρεσιν ὀχυρωμάτων· λογισμούς καθαιροῦντες, καί πᾶν ὕψωμα ἐπαιρόμενον κατά τῆς γνώσεως τοῦ Θεοῦ· καί αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τήν ὑπακοήν τοῦ Χριστοῦ· καί ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν. Ἐάν οὖν καί σύ μιμήσῃ τούς ἁγίους, καί ἐμπόνως σχολάσῃς τῷ Θεῷ, ἔσῃ νηφόμενος.
ιθ´. Καί ὁ Ἀδελφός εἶπε· Καί τί ὤφειλέ τις ποιεῖν, Πάτερ, ἵνα ἀδιαλείπτως δυνηθῇ σχολάζειν τῷ Θεῷ; καί ἀπεκρίθη ὁ γέρων· Ἀδύνατον τό νοῦν τελείως σχολάσαι τῷ Θεῷ, ἐάν μή τάς τρεῖς ταύτας κτήσηται ἀρετάς· τήν ἀγάπην λέγω, καί τήν ἐγκράτειαν καί τήν προσευχήν. Ἡ μέν γάρ ἀγάπη, ἡμεροῖ τόν θυμόν· ἡ δέ ἐγκράτεια, μαραίνει τήν ἐπιθυμίαν· ἡ δέ προσευχή, χωρίζει τόν νοῦν πάντων τῶν νοημάτων, (928) καί αὐτῷ αὐτόν παρίστησι γυμνόν τῷ Θεῷ. Αὗται οὖν αἱ τρεῖς ἀρεταί, συμπεριληπτικαί εἰσι πασῶν τῶν ἀρετῶν· καί ἄνευ τούτων ὁ νοῦς οὐ δύναται σχολάζειν τῷ Θεῷ.
κ´. Καί ὁ ἀδελφός εἶπε· Παρακαλῶ σε, Πάτερ, μαθεῖν, πῶς ἡ ἀγάπη ἡμεροῖ τόν θυμόν. Καί ἀπεκρίθη ὁ γέρων· Ἐπειδή ἔχει τό ἐλεεῖν, καί τό εὐεργετεῖν τόν πλησίον· καί τό μακροθυμεῖν ἐπ᾿ αὐτόν, καί τό ὑπομένειν τά ὑπ᾿ αὐτοῦ ἐπαγόμενα, ὡς πολλάκις εἰρήκαμεν. Ταῦτα οὖν ἔχουσα ἡ ἀγάπη, ἡμεροῖ τόν θυμόν τοῦ κεκτημένου αὐτήν. Καί ὁ Ἀδελφός εἶπε· Οὐ μικρά τά ἔργα αὐτῆς· ἀλλά μακάριος ὁ δυνάμενος κτήσασθαι αὐτήν. Ἐγώ δέ ὄντως μακράν εἰμι ἀπ᾿ αὐτῆς. Πλήν Παρακαλῶ σε, Πάτερ, εἰπεῖν μοι, τί ἐστι τό μακροθυμεῖν.
κα´. Καί ἀπεκρίθη ὁ γέρων· Τό ἐγκαρτερεῖν τοῖς δεινοῖς, καί τό ὑπομένειν πονηρά· καί τό ἀναμένειν τό τέλος τοῦ πειρασμοῦ, καί τό μή ἐξάγειν θυμόν ὡς ἔτυχε, μηδέ λόγον λαλεῖν ἐν ἀφροσύνῃ, μηδέ ὑπονοεῖν τι ἤ ἐννοεῖν τῶν μή πρεπόντων θεοσεβεῖ, καθώς εἶπεν ἡ Γραφή· Ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καί ὕστερον ἀναδώσει αὐτῷ εὐφροσύνη· ἕως καιροῦ κρύψει τούς λόγους αὐτοῦ· καί χείλη πολλῶν [Sixt. πιστῶν, fidelium] ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.
κβ´. Ταῦτα οὖν ἐστι τά γνωρίσματα τῆς μακροθυμίας· οὐ μόνον δέ, ἀλλά καί λογίσασθαι ἑαυτόν εἶναι αἴτιον τοῦ πειρασμοῦ, τῆς μακροθυμίας ἐστίν ἴδιον. Ἴσως δέ καί οὕτως ἔχει· ἐπειδή τά πολλά τῶν συμβαινόντων ἡμῖν, πρός παίδευσιν ἡμῶν ἐπισυμβαίνει, ἤ πρός παρελθόντων ἁμαρτιῶν ἀναίρεσιν, ἤ πρός ἐνεστώσης ἀμελείας διόρθωσιν, ἤ πρός μελλόντων ἁμαρτημάτων [al. πλημμελημάτων] ἀνακοπήν. Ὁ οὖν λογιζόμενος, ὅτι δι᾿ ἕν τούτων συνέβη ὁ πειρασμός, οὐκ ἀγανακτεῖ τυπτόμενος, μάλιστα καί συνειδώς ἑαυτῷ ἁμαρτίας· οὐδέ αἰτιᾶται τόν, δι᾿ οὗ ὁ πειρασμός· κἄν γάρ δι᾿ αὐτοῦ, κἄν δι᾿ ἄλλου, πάντως πιεῖν εἶχε τῶν θείων κριμάτων τό ποτήριον· ἀλλ᾿ εἰς τόν Θεόν ἀποβλέπει, καί εὐχαριστεῖ τῷ συγχωρήσαντι, καί ἑαυτόν αἰτιᾶται, καί δέχεται τήν παιδείαν προθύμως, ὥσπερ ὁ Δαβίδ ἐπί τοῦ Σεμεΐ, καί ὥσπερ ὁ Ἰώβ ἐπί τῆς γυναικός· ὁ δέ ἄφρων, αἰτεῖ μέν πολλάκις τόν Θεόν ἐλεηθῆναι· ἐρχόμενον δέ τό ἔλεος, οὐ παραδέχεται, ἐπειδή οὐχ ὡς ἐκεῖνος ἤθελεν, ἦλθεν· ἀλλ᾿ ὡς ἰατρός τῶν ψυχῶν συμφέρειν ἡγήσατο. Καί διά τοῦτο ὀλιγωρεῖ καί θορυβεῖται· καί ποτέ μέν, (929) τοῖς ἀνθρώποις θυμομαχεῖ· ποτέ δέ, εἰς τόν Θεόν βλασφημεῖ· καί μέν τοι καί τήν ἀγνωμοσύνην δεικνύει, καί παρά ῥάβδον οὐ λαμβάνει.
κγ´. Καί ὁ Ἀδελφός εἶπε· Καλῶς εἶπας, Πάτερ· ἀλλά παρακαλῶ εἰπεῖν μοι καί τοῦτο, πῶς ἡ ἐγκράτεια μαραίνει τήν ἐπιθυμίαν. Καί ἀπεκρίθη ὁ γέρων· Ἐπειδή ἀπέχεσθαι ποιεῖ πάντων, τήν μή χρείαν ἐκπληρούντων, ἀλλ᾿ ἡδονήν ἐμποιούντων· καί οὐδενός μετέχειν ποιεῖ, πλήν πρός τό ζῇν ἀναγκαίων· οὐδέ τά ἡδέα διώκειν, ἀλλά τά ὠφέλιμα· καί συμμετρεῖν δέ τῇ χρείᾳ τά βρώματα καί τά πόματα· καί οὐκ ἐᾶν τῷ [ Fr. μή ἐᾷν ἐν τῷ] σώματι περιττήν ὑγρότητα· καί μόνη συντηρεῖν τήν ζωήν τοῦ σώματος, καί ἀνενόχλητον αὐτό φυλάττειν εἰς ὁρμήν συνουσίας. Οὕτως οὖν ἡ ἐγκράτεια τήν ἐπιθυμίαν μαραίνει· ἡ δέ ἡδονή, καί πλησμονή τῶν βρωμάτων καί πομάτων, ἐκθερμαίνει τήν γαστέρα, καί ἀναφλέγει τήν ὄρεξιν πρός αἰσχράν ἐπιθυμίαν, καί ὅλον συνωθεῖ τό ζῶον πρός τήν ἄνομον [ἄλογον fort. leg. Nobil. quod amentem reddil] μίξιν. Τότε ὀφθαλμοί ἀναιδεῖς, καί χείρ ἀχαλίνωτος, γλῶσσα λαλοῦσα θέλγηστρα ἀκοῆς, καί οὖς ἀκοήν ματαίαν παραδεχόμενον· νοῦς, τοῦ Θεοῦ καταφρονῶν· καί ψυχή, κατά διάνοιαν μοιχείαν ἐργαζομένη, καί τό σῶμα πρός τήν ἄθεσμον πρᾶξιν ἐκκαλουμένη.
κδ´. Καί ὁ Ἀδελφός ἔφη· Ἐπ᾿ ἀληθείας, Πάτερ, οὕτως ἔχει· ἀλλά παρακαλῶ μαθεῖν καί περί τῆς προσευχῆς, πῶς χωρίζει τόν νοῦν πάντων τῶν νοημάτων. Καί ἀπεκρίθη ὁ γέρων· Τά νοήματα, τῶν πραγμάτων εἰσί νοήματα· τῶν δέ πραγμάτων, τά μέν εἰσίν αἰσθητά· τά δέ νοητά. Ἐν αὐτοῖς οὖν ὁ νοῦς διατρίβων, τά νοήματα αὐτῶν περιφέρει· ἡ δέ χάρις τῆς προσευχῆς, τῷ Θεῷ συνάπτει τόν νοῦν· τῷ δέ Θεῷ συνάπτουσα, χωρίζει πάντων τῶν νοημάτων. Τότε ὁ νοῦς γυμνός αὐτῷ [ al. τῷ Θεῷ] προσομιλῶν, θεοειδής γίνεται. Τοιοῦτος δέ γινόμενος, τά πρέποντα παρ᾿ αὐτοῦ αἰτεῖ, καί τῆς δεήσεως αὐτοῦ οὐ διαμαρτάνει ποτέ. Διά τοῦτο οὖν ὁ Ἀπόστολος ἀδιαλείπτως κελεύει προσευχέσθαι, ἵνα τόν νοῦν τῷ Θεῷ συνεχῶς συνάπτοντες, κατά μικρόν ἀποῤῥήξωμεν τῆς τῶν ὑλικῶν προσπαθείας.
κε´. Καί ὁ Ἀδελφός εἶπε· Καί πῶς ὁ νοῦς δύναται ἀδιαλείπτως προσεύχεσθαι· καί γάρ ψάλλοντες καί ἀναγινώσκοντες καί συντυγχάνοντες καί διακονοῦντες, εἰς πολλά αὐτόν περισπῶμεν νοήματά τε καί θεωρήματα. Καί ἀπικρίθη ὁ γέρων· Οὐδέν τῶν ἀδυνάτων ἡ θεία Γραφή προστάσσει· ἐπεί καί αὐτός ὁ Ἀπόστολος (931) καί ἔψαλλεν καί ἀνεγίνωσκε καί διηκόνει, καί ἀδιαλείπτως προσηύχετο. Ἀδιάλειπτος γάρ ἐστι προσευχή, τό τόν νοῦν ἔχειν ἐν εὐλαβείᾳ πολλῇ καί πόθῳ προσκείμενον τῷ Θεῷ, καί τῆς ἐλπίδος αὐτοῦ ἀεί ἀποκρέμασθαι· καί εἰς αὐτόν θαῤῥεῖν ἐν πᾶσι, τοῖς τε ἔργοις καί τοῖς συμβαίνουσιν. Οὕτως διακείμενος ὁ Ἀπόστολος, ἔλεγε· Τίς ἡμᾶς χωρίσει ἀπό τῆς ἀγάπης τοῦ Χριστοῦ· θλίψις; ἤ στενοχωρία; καί τά ἑξῆς. Καί μετ᾿ ὀλίγα· Πέπεισμαι γάρ, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι. Καί πάλιν· Ἐν παντί θλιβόμενοι, καί οὐ στενοχωρούμενοι· ἀπορούμενοι, καί οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ᾿ οὐ καταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ᾿ οὐκ ἀπολλύμενοι. Πάντοτε τήν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καί ἡ ζωή τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκί ἡμῶν.
κστ´. Οὕτως οὖν ὁ Ἀπόστολος διακείμενος, ἀδιαλείπτως [al. διηνεκῶς καί ἀδιαλ.] προσηύχετο· ἐν πᾶσι γάρ τοῖς ἔργοις, ὡς εἴρηται, καί τοῖς συμβαίνουσιν αὐτῷ τῆς ἐλπίδος τοῦ Θεοῦ ἀπεκρέματο. Διά τοῦτο ταῖς θλίψεσιν ἀεί ἔχαιρον πάντες οἱ ἅγιοι, ἵνα εἰς ἕξιν ἔλθωσι τῆς θείας ἀγάπης. Καί διά τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμέ ἡ δύναμις τοῦ Χριστοῦ. Καί μετ᾿ ὀλίγα· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Ἀλλ᾿ οὐαί ἡμῖν τοῖς ἀθλίοις, ὅτι κατελίπομεν τήν ὁδόν τῶν ἁγίων Πατέρων, καί διά τοῦτο ἔρημοί ἐσμεν παντός ἔργου πνευματικοῦ.
κζ´. Καί ὁ ἀδελφός εἶπε· Διά τί, Πάτερ, οὐκ ἔχω κατάνυξιν; Καί ἀπεκρίθη ὁ γέρων· Ἐπειδή οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν ἡμῶν. Ἐπειδή πάντων τῶν κακῶν γεγόναμεν καταγώγιον, καί διά τοῦτο, ὡς ψιλοῦ νοήματος κατεφρονήσαμεν τῆς φοβερᾶς τοῦ Θεοῦ κολάσεως. Ἐπεί τίς οὐ κατανύγεται, ἀκούων, τοῦ μέν Μωϋσέως ἐκ προσώπου Θεοῦ περί τῶν ἁμαρτωλῶν λέγοντος, ὅτι Πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου· καυθήσεται ἕως ᾅδου κατωτάτου. καταφάγεται γῆν, καί τά γενήματα αὐτῆς· φλέξει θεμέλια ὀρέων. Συνάξω εἰς αὐτούς κακά, καί τά βέλη μου συντελέσω εἰς αὐτούς; Καί πάλιν· Παροξυνῶ ὡς ἀστραπήν τήν μάχαιράν μου, καί ἀνθέξεται κρίματος ἡ χείρ μου· καί ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς, καί τοῖς μισοῦσί με ἀνταποδώσω. Τοῦ δέ Ἡσαΐου βοῶντος, Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τόν τόπον τόν αἰώνιον; Πορεύεσθε τῷ φωτί τοῦ πυρός ὑμῶν, καί τῇ φλογί, ᾗ ἐξεκαύσατε. Καί πάλιν· Ἐξελεύσονται, καί ὄψονται τά κῶλα τῶν ἀνθρώπων, τῶν παραβεβηκότων ἐν ἐμοί. Ὁ γάρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καί τό πῦρ αὐτῶν οὐ σβεσθήσεται· καί ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Τοῦ δέ Ἱερεμίου λέγοντος· Δότε τῷ Κυρίῳ [Fr.Κυρίῳ ὑμῶν] Θεῷ ὑμῶν δόξαν πρό τοῦ σκοτάσαι, καί πρό τοῦ προσκόψαι τούς πόδας ὑμῶν ἐπ᾿ ὄρη σκοτεινά. Καί πάλιν· Ἀκούσατε λαός μωρός καί ἀκάρδιος· ὀφθαλμοί αὐτοῖς, καί οὐ βλέπουσιν· ὦτα αὐτοῖς καί οὐκ ἀκούουσιν.(933) Ἐμέ οὐ φοβηθήσεσθε, λέγει Κύριος; ἤ ἀπό τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τόν ποιήσαντα ὅριον ψάμμον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καί οὐχ ὑπερβήσεται; Καί πάλιν· Παιδεύσει σε ἡ ἀποστασία σου, καί ἡ κακία σου ἐλέγξει σε. Καί γνῶθι, καί ἴδε, ὅτι πικρόν σοι ἐστι τό καταλιπεῖν σε ἐμέ, λέγει Κύριος. Ἐγώ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; Καί πάλιν· Οὐκ ἐκάθισα μετά συνεδρίου παιζόντων [Sixt. συνεδρίῳ αὐτῶν παίζ.]· ἀλλ᾿ ηὐλαβούμην ἀπό προσώπου χειρός σου. Καταμόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην. Τίς δέ οὐ φρίσσει τοῦ Ἰεζεκιήλ ἀκούων, λέγοντος· Ἐκχεῶ τήν ὁργήν μου ἐπί σέ, καί συντελέσω τόν θυμόν μου ἐπί σοί· καί κρινῶ σε ἐν ταῖς ὁδοῖς σου, καί δώσω ἐπί σέ πάντα τά βδελύγματά σου· καί οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδ᾿ οὐ μή ἐλεήσω· καί τότε ἐπιγνώσῃ ὅτι ἐγώ Κύριος. Τίς δέ τοῦ Δανιήλ ἀκούων οὐ κατανύγεται· διαγράφοντος διαῤῥήδην τήν ἡμέραν τῆς φοβερᾶς κρίσεως, ἐν οἷς φησιν· Ἐγώ Δανιήλ ἐθεώρουν, ἕως οὗ θρόνοι ἐτέθησαν. Καί Παλαιός ἡμερῶν ἐκάθησεν. Τό ἔνδυμα αὐτοῦ λευκόν ὡσεί χιών· καί ἡ θρίξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν. Καί ὁ θρόνος αὐτοῦ φλόξ πυρός· οἱ τροχοί αὐτοῦ πῦρ φλέγον. Ποταμός πυρός εἷλκεν, ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καί μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Κριτήριον ἐκάθισε, καί βίβλοι ἠνεῴχθησαν· τά πεπραγμένα ἑκάστου δῆλον ὅτι. Καί πάλιν· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καί ἰδού μετά τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱός ἀνθρώπου ἐρχόμενος ἦν· καί ἕως τοῦ Παλαιοῦ ἡμερῶν ἔφθασεν· καί ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ· καί αὐτῷ ἐδόθη ἡ ἀρχή καί ἡ τιμή καί ἡ βασιλεία. Καί πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσι· καί ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος· καί ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος. Ἔφριξε τό πνεῦμα μου, ἐγώ Δανιήλ, ἐν τῇ ἕξει μου, καί αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με.
κη´. Τίς δέ τοῦ Δαβίδ ἀκούων οὐ φοβεῖται, λέγοντος· Ἅπαξ ἐλάλησεν ὁ Θεός, δύο ταῦτα ἤκουσα, ὅτι τό κράτος τοῦ Θεοῦ, καί σοῦ, Κύριε, τό ἔλεος· ὅτι σύ ἀποδώσεις ἑκάστῳ κατά τά ἔργα αὐτοῦ. Καί πάλιν τοῦ Ἐκκλησιαστοῦ λέγοντος· Τέλος λόγου, τό πᾶν ἄκουε· τόν Θεόν φοβοῦ, καί τάς ἐντολάς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος· ὅτι σύμπαν τό ποίημα ἄξει ὁ Θεός ἐν κρίσει ἐν παντί παρεωραμένῳ, ἐάν ἀγαθόν, καί ἐάν πονηρόν.
κθ´. Τίς δέ τά ὅμοια ἀκούων τοῦ Ἀποστόλου λέγοντος, οὐ τρέμει· Δεῖ γάρ πάντας ἡμᾶς παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος ἡμῶν τά διά τοῦ σώματος, εἴτε ἀγαθόν, εἴτε κακόν. Τίς οὖν θρηνήσει τήν ἀπιστίαν ἡμῶν, καί τήν τύφλωσιν τῆς ψυχῆς ἡμῶν· ὅτι τούτων πάντων ἀκούοντες, οὐ μετανοῦμεν, καί πικρῶς κλαίομεν ἐπι τῇ τοσαύτῃ ἡμῶν ἀμελείᾳ καί ῥαθυμίᾳ; ἥν προθεωρῶν (936) Ἰερεμίας, ἔλεγεν· Ἐπικατάρατος ὁ ποιῶν τά ἔργα Κυρίου ἀμελῶς. Εἰ γάρ εἴχομεν φροντίδα περί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, ἐτρέμομεν ἄν τόν λόγον τοῦ Κυρίου, καί ἐσπεύδομεν κατορθῶσαι τάς ἐντολάς αὐτοῦ, δι᾿ ὧν καί ἐσωζόμεθα. Ἀλλ᾿ ἡμεῖς ἀκούοντες τοῦ Κυρίου, λέγοντος· Εἰσέλθετε διά τῆς στενῆς πύλης, τῆς εἰσαγούσης εἰς τήν ζωήν· προετιμήσαμεν τήν πλατεῖαν καί εὐρύχωρον, τήν ἀπάγουσαν εἰς τήν ἀπώλειαν. Διά τοῦτο ἀκούομεν, Ὅταν ἐκ τῶν οὐρανῶν παραγίνηται κρῖναι ζῶντας καί νεκρούς· Ὑπάγετε ἐπ᾿ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τό πῦρ τό αἰώνιον, τό ἡτοιμασμένον τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ.
λ´. Καί ταῦτα ἀκούομεν, οὐχ ὡς κακῶς πράξαντες, ἀλλ᾿ ὡς τῶν καλῶν ἀμελήσαντες, καί τόν πλησίον μή ἀγαπήσαντες. Εἰ δέ καί κακά ἐπράξαμεν, πῶς ὑποίσομεν τήν ἡμέραν ἐκείνην, οὕτως ἀμελῶς διακείμενοι; Πλήν τό, Οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ φονεύσεις, καί τά ἑξῆς, τοῖς ἀρχαίοις ἐῤῥέθη διά Μωϋσέως· ὁ δέ Κύριος, εἰδώς ὅτι οὐκ ἀρκεῖ τῷ Χριστιανῷ ἡ τούτων μόνον τήρησις πρός τελείωσιν, ἔλεγεν· Ἀμήν λέγω ὑμῖν, ὅτι Ἐάν μή περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καί Φαρισαίων, οὐ μή εἰσέλθητε εἰς τήν βασιλείαν τῶν οὐρανῶν. Διά τοῦτο ἄνω καί κάτω τόν τῆς ψυχῆς ἁγιασμόν, δι᾿ ἥν καί τό σῶμα ἁγιάζεται, καί τήν πρός πάντας ἀνθρώπους εἰλικρινῆ ἀγάπην ἐνομοθέτησε, δι᾿ ὧν καί τήν εἰς αὐτόν ἀγάπην κτήσασθαι δυνάμεθα· καί ἑαυτόν τύπον μέχρι θανάτου, καί τούς αὐτοῦ μαθητάς ἡμῖν παρέσχεν, ὡς πολλάκις εἴρηται.
λα´. Ποίαν οὖν ἀπολογίαν ἔξομεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοιοῦτον ὑπόδειγμα ἔχοντες, καί οὕτως ἀμελοῦντες; Ἡμᾶς θρηνῶν Ἱερεμίας τούς τοσαύτης χάριτος ἐξιωθέντας, καί οὕτως ἀμελῶς διακειμένους, μᾶλλον δέ, πάσης κακίας πεπληρωμένους, ἔλεγε· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καί τοῖς ὀφθαλμοῖς μου πηγήν δακρύων, καί κλαύσομαι τόν λαόν τοῦτον ἡμέρας καί νυκτός; Περί ἡμᾶς [Fr. περί ἡμῶν] ἐγώ ἀκούω καί τοῦ Μωϋσέως λέγοντος· Καί ἔφαγεν Ἰακώβ, καί ἐνεπλήσθη· καί ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καί ἐγκατέλιπε Θεόν τόν ποιήσαντα αὐτόν, καί ἀπέστη ἀπό Θεοῦ σωτῆρος αὐτοῦ. Καί τοῦ Μιχαίου θρηνοῦντος καί λέγοντος· Οἴμοι ψυχή! ὅτι ἀπόλωλεν εὐλαβής ἀπό τῆς γῆς, καί ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Ἕκαστος τόν πλησίον αὐτοῦ θλίβουσιν ἐκθλιβῇ· ἐπί τό κακόν τάς χεῖρας αὐτῶν ἑτοιμάζουσι. Καί τοῦ Ψαλμῳδοῦ ὁμοίως περί ἡμῶν λέγοντος· Σῶσόν με, Κύριε, ὅτι ἐλέλοιπεν ὅσιος· ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπό τῶν υἱῶν τῶν ἀνθρώπων, καί τά λοιπά.
λβ´. Προφητικῶς καί ὁ Ἀπόστολος θρηνῶν ἡμᾶς, ἔλεγεν· Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. Ἰός ἀσπίδων ὑπό τά χείλη αὐτῶν· (937) ὧν τό στόμα ἀρᾶς καί πικρίας γέμει. Σύντριμμα καί ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καί ὁδόν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. Διά τοῦτο πάλιν προβλέπων τά μέλλοντα, περί τῆς νῦν ἡμῶν πονηρᾶς διαγωγῆς πρός τόν Τιμόθεον γράφει· Τοῦτο δέ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροί χαλεποί· ἔσονται γάρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσειν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, καί τά ἑξῆς. Διά τοῦτο οὐαί ἡμῖν, ὅτι εἰς τά ἔσχατα τῶν κακῶν κατηντήσαμεν. Τίς γάρ ἐξ ἡμῶν, εἰπέ μοι, τῶν προειρημένων κακῶν ἐστιν ἀμέτοχος. Οὐχί ἐπί ἡμῶν ἐπληρώθη ἡ προφητεία; Οὐ πάντες ἐσμέν γαστρίμαργοι; Οὐ πάντες φιλήδονοι; Οὐ πάντες ὑλομανεῖς καί φιλόϋλοι; Οὐ πάντες θυμώδεις; Οὐ πάντες μηνιασταί; Οὐ πάντες μνησίκακοι; Οὐ πάντες προδόται πάσης ἀρετῆς; Οὐ πάντες λοιδοροί; Οὐ πάντες φιλόσκοπται [Fr. φιλοσκῶπται] ; Οὐ πάντες προπετεῖς; Οὐ πάντες κενόδοξοι; Οὐ πάντες ὑποκριταί; Οὐ πάντες δόλιοι; Οὐ πάντες φθονεροί; Οὐ πάντες ἀνυπότακτοι; Οὐ πάντες ἀκηδιασταί; Οὐ πάντες περίακτοι; [Fr. περιάκται] Οὐ πάντες ῥάθυμοι; Οὐ πάντες ἀμελεῖς τῶν τοῦ Σωτῆρος ἐντολῶν; Οὐ πάντες πάσης κακίας ἀνάμεστοι; Οὐχί γεγόναμεν ἀντί ναοῦ Θεοῦ, ναός εἰδώλων; Οὐχί ἀντί Πνεύματος ἁγίου, πνευμάτων πονηρῶν ἐσμεν καταγώγια; Οὐχί πεπλασμένως τόν Θεόν Πατέρα ἐπικαλούμεθα; Οὐχί ἀντί υἱῶν Θεοῦ υἱοί γεέννης γεγόναμεν; Οὐχί χείρονες τῶν Ἰουδαίων, οἱ νῦν τό μέγα Χριστοῦ ὄνομα περιφερόμενοι, γεγόναμεν; καί μηδείς ἀγανακτείτω τήν ἀλήθειαν ἀκούων, ἐπεί κἀκεῖνοι παράνομοι ὄντες ἔλεγον, Ἡμεῖς ἕνα Πατέρα ἔχομεν, τόν Θεόν· ἀλλ᾿ ἤκουον παρά τοῦ Σωτῆρος, ὅτι Ὑμεῖς ἐκ τοῦ Πατρός τοῦ διαβόλου ἐστέ, καί τάς ἐπιθυμίας τοῦ πατρός ὑμῶν θέλετε ποιεῖν.
λγ´. Πῶς οὖν καί ἡμεῖς παραβάται ὄντες τῶν ἐντολῶν αὐτοῦ, τά ὅμοια παρ᾿ αὐτοῦ οὐκ ἀκούομεν; Ἐπεί καί ὁ Ἀπόστολος τούς Πνεύματι ἀγομένους εἶπεν εἶναι υἱούς θεοῦ· Ὅσοι γάρ, φησί, Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοί Θεοῦ. Πῶς οὖν καί ἡμεῖς ἐκ τοῦ θανάτου ἀγόμενοι, υἱοί Θεοῦ ἀκούειν δυνάμεθα; Τό γάρ φρόνημα τῆς σαρκός, θάνατος. Οἱ δέ Πνεύματι ἀγόμενοι, ἐκ τῶν καρπῶν τοῦ Πνεύματος δῆλοί εἰσιν. Εἴδωμεν οὖν τούς καρπούς τοῦ Πνεύματος· Ὁ γάρ καρπός τοῦ Πνεύματος, φησίν, ἐστίν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοσύνη, πίστις, πραότης, ἐγκράτεια. Ἆρα ἔχομεν ταῦτα ἐν ἑαυτοῖς; Ἀλλ᾿ εἴθε μή πάντα τά ἐναντία. Πῶς οὖν υἱοί Θεοῦ ἀκούειν δυνάμεθα, καί οὐχί μᾶλλον ἐκ τοῦ ἐναντίου; Τό γέ ἔκ τινος (940) γεγεννημένον, ὅμοιον τοῦ γεγεννηκότος ἐστί. Δηλοῖ δέ καί Κύριος, λέγων· Τό γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμα ἐστιν. Ἡμεῖς δέ γεγόναμεν σάρκες ἐπιθυμοῦντες κατά τοῦ Πνεύματος, καί διά τοῦτο δικαίως ἀκούομεν παρ᾿ αὐτοῦ· Οὐ μή ἐγκαταμείνῃ τό Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διά τό εἶναι αὐτούς σάρκας. Πῶς οὖν δυνάμεθα ἀκούειν Χριστιανοί, τί ποτε τοῦ Χριστοῦ ἐν ἑαυτοῖς μή ἔχοντες;
λδ´. Ἀλλ᾿ ἐρεῖ τις ἴσως, ὅτι Ἔχω τήν πίστιν, καί ἀρκεῖ μοι ἡ πίστις ἡ εἰς αὐτόν πρός σωτηρίαν. Ἀλλ᾿ ἀντιφθέγγεται αὐτῷ ὁ Ἰάκωβος, λέγων, ὅτι Καί τά δαιμόνια πιστεύουσι, καί φρίσσουσι. Καί πάλιν· Ἡ πίστις χωρίς τῶν ἔργων, νεκρά ἐστι καθ᾿ ἑαυτήν· ὡς καί τά ἔργα δίχα πίστεως. Πῶς δέ καί πιστεύομεν εἰς αὐτόν, ἤ περί τῶν μελλόντων αὐτῷ πιστεύομεν, οἱ περί τῶν προσκαίρων καί παρόντων αὐτῷ μή πιστεύοντες· καί διά τοῦτο τοῖς ὑλικοῖς συμφυρόμενοι, καί τῇ σαρκί ζῶντες· καί κατά τοῦ Πνεύματος στρατευόμενοι; Οἱ δέ τῷ Χριστῷ ἐν ἀληθείᾳ πιστεύσαντες, καί ὅλον αὐτόν ἐν ἑαυτοῖς διά τῶν ἐντολῶν εἰσοικίσαντες, οὕτως ἔλεγον· Ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δέ ἐν ἐμοί ὁ Χριστός. Ὅ δέ νῦν ζῶ ἐν σαρκί, τῇ πίστει ζῶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καί δόντος ἑαυτόν ὑπέρ ἐμοῦ. Διά τοῦτο πάσχοντες ὑπέρ αὐτοῦ δά τήν πάντων σωτηρίαν, ὡς ἀκριβεῖς αὐτοῦ μιμηταί, καί τῶν ἐντολῶν αὐτοῦ γνήσιοι φύλακες, ἔλεγον· Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ἐπειδή ἤκουον αὐτοῦ λέγοντος· Ἀγαπᾶτε τούς ἐχθρούς ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· εὐλογεῖτε τούς καταρωμένους ὑμᾶς· προσεύχεσθε ὑπέρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καί τά ἑξῆς· καί ἐκ τῶν λόγων καί τῶν ἔργων ὁ ἐνεργῶν ἐν αὐτοῖς Χριστός ἐφανεροῦτο· ἡμεῖς δέ, ἐπειδή πάσαις ταῖς ἐντολαῖς αὐτοῦ ἀντιπράττομεν, διά τοῦτο πάσης ἀκαθαρσίας ἐνεπλήσθημεν. Καί διά τοῦτο γεγόναμεν, ἀντί ναοῦ Θεοῦ, οἶκος ἐμπορίου· καί ἀντί οἴκου προσευχῆς, σπήλαιον λῃστῶν· ἀντί ἔθνους ἁγίου, ἔθνος ἁμαρτωλόν· καί ἀντί λαοῦ Θεοῦ, λαός πλήρης ἁμαρτιῶν· ἀντί σπέρματος ἁγίου, σπέρμα πονηρόν· καί ἀντί υἱῶν Θεοῦ, υἱοί ἄνομοι, ἐπειδή ἐγκαταλίπομεν τάς ἐντολάς τοῦ Κυρίου, καί δουλεύομεν τοῖς πονηροῖς πνεύμασι διά τῶν ἀκαθάρτων παθῶν, καί παρωργίσαμεν τόν ἅγιον τοῦ Ἰσραήλ.
λε´. Διά τοῦτο θρηνῶν ἡμᾶς ὁ μέγας Ἡσαΐας, κράζει, βοηθῆσαι ἅμα βουλόμενος τῇ πτώσει ἡμῶν, λέγων· Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; Πᾶσα κεφαλή εἰς πόνον, καί πᾶσα καρδία εἰς λύπην· ἀπό ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία· οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγή φλεγμαίνουσα· οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Εἶτα τί τό ἐπί τούτοις; Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών ὡς σκηνή ἐν ἀμπελῶνι, (941) καί ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλις πολιορκουμένη. Ταύτην ἡμῶν τῆς ψυχῆς τήν ἐρήμωσιν καί ὁ Ἀπόστολος δηλῶν, ἔλεγε· Καί καθώς οὐκ ἐδοκίμασαν τόν Θεόν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτούς ὁ Θεός εἰς ἀδόκιμον νοῦν, ποιεῖν τά μή καθήκοντα· πεπληρωμένους πάσῃ ἀδικίᾳ, κακίᾳ, πονηρίᾳ, πλεονεξίᾳ· μεστούς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρέτας κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας· οἵτινες τό δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τά τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτά ποιοῦσιν, ἀλλά καί συνευδοκοῦσι τοῖς πράσσουσι. Διά τοῦτο παρέδωκεν αὐτούς ὁ Θεός εἰς πάθη ἀτιμίας, τοῦ ἀτιμάζεσθαι τά σώματα αὐτῶν ἐν ἑαυτοῖς. Καί τί τό ἐπί τούτοις; Ἀποκαλύπτεται, φησίν, ὁργή Θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπί πᾶσαν ἀσέβειαν καί ἀδικίαν ἀνθρώπων, καί τά ἑξῆς.
λστ´. Ταύτην τῆς ψυχῆς ἐρήμωσιν καί ὁ Κύριος μηνύων, ἔλεγεν· Ἱερουσαλήμ, Ἱερουσαλήμ ἡ ἀποκτείνουσα τούς προφήτας, καί λιθοβολοῦσα τούς ἀπεσταλμένους πρός αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τά τέκνα σου, ὡς ὄρνις τά νοσσία αὐτῆς ὑπό τάς πτέρυγας, καί οὐκ ἠθελήσατε; Ἰδού ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὁ δέ Ἡσαΐας πάλιν· Ὁρῶν ἡμᾶς τούς δῆθεν μοναχούς τάς σωματικάς λειτουργίας ἐπιτελοῦντας μόνον, καταφρονοῦντας δέ τῶν πνευματικῶν, καί διά τοῦτο τετυφωμένους, ἔλεγεν, Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαός Γομόῤῥας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Πλήρης εἰμί τῶν ὁλοκαυτωμάτων κριῶν· καί στέαρ ἀρνῶν, καί αἷμα ταύρων καί τράγων οὐ βούλομαι. Τίς γάρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τήν αὐλήν μου οὐ προσθήσεσθε. Ἐάν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα [Sixt. μάταιον θυμίαμα, non satis apte], βδέλυγμά μοί ἐστι. Τάς νουμηνίας ὑμῶν καί τά σάββατα, καί ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Νηστείαν καί ἀργίαν καί τάς ἑορτάς ὑμῶν, μισεῖ ἡ ψυχή μου. Ἐγενήθητέ μοι εἰς πλησμονήν· οὐκέτι οὐ μή ἀνοίσω. Ὅταν τάς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τούς ὀφθαλμούς μου ἀφ᾿ ὑμῶν· καί ἐάν πληθύνητε τήν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Διατί, Αἱ γάρ χεῖρες ὑμῶν, φησίν, αἵματος πλήρεις· ἐπειδή ὁ μισῶν τόν ἀδελφόν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί. Διά τοῦτο πᾶσα ἄσκησις ἀγάπην μή ἔχουσα ἀλλοτρία τοῦ Θεοῦ καθίσταται.
ζ´. Διά τοῦτο καί τήν ὑπόκρισιν ἡμῶν ἐλέγχων πόῤῥωθεν ἔλεγεν· Ὁ λαός οὗτος, τοῖς χείλεσί με τιμᾷ· ἡ δέ καρδία πόῤῥω ἀπέχει ἀπ᾿ ἐμοῦ, μάτην δέ σέβονταί με, καί τά ἑξῆς. Καί ἅπερ δέ ὁ Κύριος ἡμῶν ἔλεγε ταλανίζων τούς Φαρισαίους, περί ἡμῶν ἐγώ ἀκούω, τῶν νῦν, ὑποκριτῶν, τῶν τοσαύτην χάριτος ἀξιωθέντων, καί χείρω ἐκείνων διακειμένων.
(944) Ἤ οὐχί καί ἡμεῖς δεσμοῦμεν φορτία βαρέα καί δυσβάστακτα, καί ἐπιτίθεμεν ἐπί τούς ὤμους τῶν ἀνθρώπων, τῷ δέ δακτύλῳ ἡμῶν οὐ θέλομεν κινῆσαι αὐτά; Ἤ οὐχί καί ἡμεῖς, πάντα τά ἔργα ἡμῶν ποιοῦμεν πρός τό θεαθῆναι τοῖς ἀνθρώποις; Ἤ οὐχί καί ἡμεῖς φιλοῦμεν τήν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καί τάς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καί καλεῖσθαι ὑπό τῶν ἀνθρώπων Ῥαββί, Ῥαββί· καί τούς ταῦτα ἡμῶν σφόδρα ἀπονέμοντας, ἕως θανάτου πολεμοῦμεν; Ἤ καί ἡμεῖς ἤραμεν τήν κλεῖδα τῆς γνώσεως, καί κλείομεν τήν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων, μηδέ αὐτοί εἰσερχόμενοι, μηδέ αὐτούς ποιοῦντες εἰσελθεῖν; Ἤ οὐχί καί ἡμεῖς περιάγομεν τήν θάλασσαν καί τήν ξηράν ποιῆσαι ἕνα προσήλυτον, καί ὅταν γένηται, ποιοῦμεν αὐτόν υἱόν γεέννης διπλότερον ἡμῶν; Ἤ οὐχί καί ἡμεῖς ἐσμεν ὁδηγοί τυφλοί, τόν κόνωπα διυλίζοντες, καί τήν κάμηλον καταπίνοντες; Ἤ οὐχί καί ἡμεῖς καθαρίζομεν τό ἔξωθεν τοῦ ποτηρίου καί τῆς παροψίδος· τό δέ ἔσωθεν ἡμῶν γέμει ἁρπαγῆς καί πλεονεξίας [Fr. καί ἀκαθαρσίας]· μᾶλλον δέ ἀκρασίας; Ἤ οὐχί καί ἡμεῖς ἀποδεκατοῦμεν τό πήγανον καί τό ἡδύοσμον, καί πᾶν λάχανον· καί παρερχόμεθα τήν κρίσιν καί τήν ἀγάπην τοῦ Θεοῦ; Ἤ οὐχί καί ἡμεῖς ἐσμέν ὡς τά μνημεῖα τά ἄδηλα, ἔξωθεν μέν φαινόμενοι τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ὄντες μεστοί ὑποκρίσεως καί ἀνομίας καί πάσης ἀκαθαρσίας; Ἤ οὐχί καί ἡμεῖς οἰκοδομοῦμεν τούς τάφους τῶν μαρτύρων, καί κοσμοῦμεν τά μνημεῖα τῶν Ἀποστόλων, καί ἐσμέν ὅμοιοι τῶν ἀποκτεινάντων αὐτούς; Τίς οὖν οὐ κλαύσει ἡμᾶς οὕτως διακειμένους; Τίς οὖν θρηνήσει τήν τηλικαύτην ἡμῶν αἰχμαλωσίαν; Διά τοῦτο υἱοί Θεοῦ οἱ τίμιοι, ἐλογίσθημεν ὡς ἀγγεῖα ὀστράκινα. Διά τοῦτο ἠμαυρώθη τό χρυσίον· ἠλλοιώθη τό ἀργύριον τό ἀγαθόν. Διά τοῦτο οἱ Ναζωραῖοι Σιών, οἱ ὑπέρ χιόνα λάμψαντες, γεγόναμεν ὡς Αἰθίοπες· οἱ ὑπέρ γάλα λευκανθέντες, ὑπέρ μέλαν ἐζοφώθησαν. Διά τοῦτο ἐσκότασεν ὑπέρ ἀσβόλην τό εἶδος ἡμῶν. Οἱ τιθηνούμενοι ἐπί κόκκων, περιεβαλόμεθα κοπρίας· καί ἐμεγαλύνθη ἡ ἀνομία ἡμῶν, ὑπέρ ἀνομιῶν Σοδόμων. Διά τοῦτο οἱ υἱοί τῆς ἡμέρας καί τοῦ φωτός, υἱοί γεγόναμεν νυκτός καί σκότους. Διά τοῦτο υἱοί τῆς βασιλείας, υἱοί γεέννης γεγόναμεν. Διά τοῦτο οἱ υἱοί τοῦ Ὑψίστου, ὡς ἄνθρωποι ἀποθνήσκομεν, καί ὡς εἷς τῶν ἀρχόντων πίπτομεν. Διά τοῦτο παρεδόθημεν εἰς χεῖρας ἐχθρῶν ἀνόμων, τῶν ἀγρίων λέγω δαιμόνων, καί βασιλεῖ ἀδίκῳ καί πονηρωτάτῳ παρά πᾶσαν τήν γῆν, δηλαδή τῷ τούτων ἄρχοντι, ὅτι ἡμάρτομεν καί ἠνομήσαμεν, παραβάντες τάς ἐντολάς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καί καταπατήσαντες τόν Υἰόν τοῦ Θεοῦ καί τό αἷμα τῆς διαθήκης κοινόν ἡγησάμενοι. Ἀλλά μή παραδόης [Fr. παραδῷς] ἡμᾶς εἰς τέλος διά τό ὄνομά σου, Κύριε, καί μή διασκεδάσῃς τήν διαθήκην σου· καί μή ἀποστήσῃς τό ἔλεός σου ἀφ᾿ ἡμῶν, διά τούς οἰκτιρμούς σου, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· (945) καί διά τό ἔλεος τοῦ ἁγίου σου Πνεύματος. Μή μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων· ἀλλά ταχύ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν ὁ Θεός ὁ Σωτήρ ἡμῶν. Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς, καί ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου Κύριε, μνησθείς τῆς ἀπαρχῆς ἡμῶν ἥν ἐξ ἡμῶν διά φιλανθρωπίαν λαβών ὁ μονογενής σου Υἱός, ὑπέρ ἡμῶν ἔχει ἐν οὐρανοῖς, ἵνα ἡμῖν βεβαίαν τήν ἐλπίδα τῆς σωτηρίας χαρίσηται· καί μή διά τήν ἀπόγνωσιν χείρους γενώμεθα, διά τό τίμιον αὐτοῦ αἷμα, ὅ ὑπέρ τῆς τοῦ κόσμου ζωῆς ἐξέχεεν· διά τούς ἁγίους αὐτοῦ Ἀποστόλους καί Μάρτυρας, οἵ ὑπέρ τοῦ ὀνόματος αὐτοῦ τό ἴδιον αἷμα ἐξέχεον· διά τούς ἁγίους Προφήτας καί Πατέρας καί Πατριάρχας, οἵτινες ἠγωνίσαντο εὐαρεστῆσαι τῷ ἁγίῳ σου ὀνόματι. Μή παρίδῃς τήν δέησιν ἡμῶν, Κύριε, μηδέ ἐγκαταλ[ε]ίπῃς ἡμᾶς εἰς τέλος. Οὐ γάρ ἐπί ταῖς δικαιοσύναις ἡμῶν πεποιθότες ἐσμέν, ἀλλ᾿ ἐπί ἐλέει τῷ σῷ, δι᾿ οὗ τό γένος ἡμῶν περιποιῇ. Ἱκετεύομεν καί παρακαλοῦμεν τήν σήν ἀγαθότητα, ἵνα μή γένηται εἰς κρῖμα ἡμῖν τό οἰκονομηθέν ἡμῖν ὑπό τοῦ Μονογενοῦς σου Υἱοῦ πρός σωτηρίαν μυστήριον· καί μή ἀποῤῥίψῃς ἡμᾶς ἀπό τοῦ προσώπου σου. Μή βδελύξῃ ἡμῶν τήν ἀναξιότητα· ἀλλ᾿ ἐλέησον ἡμᾶς κατά τό μέγα σου ἔλεος, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, παράγαγε τά ἁμαρτήματα [Fr. alterge M. ἀνομήματα] ἡμῶν, ἵνα ἀκατακρίτως προσελθόντες κατενώπιον τῆς ἁγίας σου δόξης, ἀξιωθῶμεν τῆς σκέπης τοῦ μονογενοῦς σου Υἱοῦ, καί μή ὡς δοῦλοι πονηροί ταῖς ἁμαρτίαις, ἀποδόκιμοι [Fr. δοῦλοι ἁμαρτίας, ἀποδόκιμοι] γενώμεθα. Ναί Δέσποτα παντοδύναμε Κύριε, εἰσάκουσον τῆς δεήσεως ἡμῶν, ὅτι ἐκτός σοῦ ἄλλον οὐκ οἴδαμεν. Τό ὄνομά σου ὀνομάζομεν· σύ γάρ εἶ ὁ ἐνεργῶν τά πάντα ἐν πᾶσι, καί τήν παρά σοῦ πάντες ἐπιζητοῦμεν βοήθειαν.Ἐπίβλεψον οὖν ἐκ τοῦ οὐρανοῦ, Κύριε, καί ἴδε ἐκ τοῦ οἴκου τῆς ἁγίας δόξης σου. Ποῦ ἐστιν ὁ ζῆλός σου καί ἡ ἰσχύς σου; Ποῦ ἐστι τό πλῆθος τοῦ ἐλέους οου καί τῶν οἰκτιρμῶν σου, ὅτι ἤνεσχες τῆς πτώσεως ἡμῶν; Σύ γάρ ἡμῶν εἶ Πατήρ, ὅτι Ἀβραάμ οὐκ ἔγνω ἡμᾶς, καί Ἰσραήλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλά σύ, Κύριε, Πατήρ ἡμῶν ῥῦσαι ἡμᾶς, ὅτι ἀπ᾿ ἀρχῆς τό ὄνομά σου τό ἅγιον ἐφ᾿ ἡμᾶς ἐστι, καί τοῦ μονογενοῦς σου Υἰοῦ, καί τοῦ ἁγίου σου Πνεύματος. Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπό τῆς ὁδοῦ σου· μή παιδεύσῃς ἡμᾶς τῇ ῥάβδῳ τῶν κριμάτων σου. Τί ἐσκλήρυνας ἡμῶν τάς καρδίας, τοῦ μή φοβεῖσθαί σε; ἐγκατέλειψας ἡμᾶς τῇ αὐτονομίᾳ τῆς πλάνης; Ἐπίστρεψον, Κύριε, τούς δούλους σου, διά τήν ἁγίαν σου Ἐκκλησίαν· διά πάντας τοῦ ἀπ᾿ αἰῶνος ἁγίους σου, ἵνα μικρόν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. Οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τό ἁγίασμά σου· ἐγενόμεθα ὡς τό ἀπ᾿ ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδέ ἐπεκλήθη τό ὄνομά σου ἐφ᾿ ἡμᾶς.
λη´. Ἐάν ἀνοίξῃς τόν οὐρανόν, τρόμος λήψεται ἀπό σοῦ ὄρη, καί τακήσονται ὡς κηρός ἀπό προσώπου τοῦ πυρός· καί κατακαύσει πῦρ τούς ὑπεναντίους· (948) καί φοβερόν ἔσται τό ὄνομά σου τοῖς ὑπεναντίοις. Ὅταν ποιεῖς τά ἔνδοξα, τρόμος λήψεται ἀπό σοῦ ὄρη. Ἀπό τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδέ οἱ ὀφθαλμοί ἡμῶν ἴδον Θεόν, πλήν σοῦ. Καί τά ἔργα σου, ἅ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον· συναντήσεται γάρ τοῖς ποιοῦσι τό δίκαιον, καί τῶν ὁδῶν σου μνησθήσονται. Ἰδού σύ ὠργίσθης, καί ἡμεῖς ἡμάρτομεν. Μᾶλλον δέ ἡμεῖς ἡμάρτομεν καί σύ ὠργίσθης· Διά τοῦτο ἐπλανήθημεν, καί ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς· ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καί ἐῤῥύημεν ὡς φύλλα διά τάς ἀνομίας ἡμῶν, οὕτως [ἄλ. ὄντως] ἄνεμος οἴσει ἡμᾶς, καί οὐκ ἔστιν ὁ ἐπικαλούμενος τό ὄνομά σου, καί ὁ μνησθείς ἀντιλαβέσθαι σου, Καί ἀπέστρεψας τό πρόσωπόν σου ἀφ᾿ ἡμῶν, καί παρέδωκας ἡμᾶς, διά τάς ἁμαρτίας ἡμῶν. Καί νῦν, Κύριε, Πατήρ ἡμῶν εἶ σύ· ἡμεῖς δέ πηλός, ἔργον τῶν χειρῶν σου πάντες. Μή ὀργισθῇς ἡμᾶς σφόδρα, καί μή ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καί νῦν ἐπίβλεψον ὅτι λαός σου πάντες ἡμεῖς· πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος Σιών· ὡς ἔρημος ἐγενήθη Ἱερουσαλήμ. Εἰς κατάραν ὁ οἶκος τοῦ ἁγίου ἡμῶν, καί ἡ δόξα ἥν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καί πάντα τά ἔνδοξα συνέπεσε. Καί ἐπί πᾶσι τούτοις ἠνέσχου, Κύριε, καί ἐσιώπησας, καί ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα.
λθ´. Συνέβη μέν ταῦτα τυπικῶς τῷ παλαιῷ σου λαῷ, νῦν δέ εἰς ἡμᾶς ἀληθινῶς [al. ὡς ἀληθῶς, Sic et Fr.] πεπλήρωται· καί ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν δαίμοσι, μυκτιρισμός καί χλευασμός τοῖς κύκλῳ ἡμῶν, Ἀλλ᾿ ἐπίβλεψον ἐξ οὐρανοῦ, καί ἴδε, καί σῶσον ἡμᾶς διά τό ὄνομά σου τό ἅγιον· καί γνώρισον ἡμῖν τάς μεθοδείας τῶν ὑπεναντίων ἡμῶν· καί ῥῦσαι ἡμᾶς ἐκ τῶν μηχανημάτων αὐτῶν, καί μή ἀποστήσῃς ἀφ᾿ ἡμῶν τήν σήν βοήθειαν, ὅτι ἡμεῖς οὐχ ἱκανοί ἐσμεν πρός τό νικᾷν τά ἀντιπίπτοντα· σύ δέ δυνατός εἶ εἰς τό σώζειν ἐκ πάντων τῶν ἐναντίων. Σῶσον ἡμᾶς, Κύριε, ἐκ τῶν δυσχερῶν τοῦ κόσμου τούτου, κατά τήν χρηστότητά σου, ἵνα ἐν καθαρᾷ συνειδήσει τό πέλαγος τοῦ βίου διαπεράσαντες, ἄμεμπτοι καί ἀκέραιοι τῷ φοβερῷ βήματί σου παραστάντες, ἀξιωθῶμεν τῆς αἰωνίου ζωῆς.
μ´. Ταὐτα πάντα ἀκούσας ὁ Ἀδελφός, καί σφόδρα κατανυγείς, μετά δακρύων εἶπε τῷ γέροντι, ὡς Ἐξ ὧν θεωρῶ, Πάτερ, οὐχ ὑπολέλειπταί σοι ἐλπίς σωτηρίας. Αἱ γάρ ἀνομίαι μου ὑπερῆραν τήν κεφαλήν μου· ἀλλά παρακαλῶ εἰπεῖν μοι τί ὤφειλον ποιῆσαι. Καί ὁ Γέρων ἀποκριθείς εἶπε· Τό σωθῆναι, παρά μέν ἀνθρώποις ἀδύνατον· παρά δέ τῷ Θεῷ, πάντα δυνατά, ὡς αὐτός ἔφη ὁ Κύριος· Προφθάσωμεν οὖν τό πρόσωπον αὐτοῦ ἐν ἐξομοληγήσει, προσκυνήσωμεν καί προσπέσωμεν, καί κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεός ἡμῶν· καί ἀκούωμεν αὐτοῦ λέγοντος διά τῆς Ἡσαΐου φωνῆς, ὅτι Ὅταν ἀποστραφῇς καί στενάξῃς, (949) τότε σωθήσῃ. Καί πάλιν· Μή οὐκ ἰσχύει ἡ χείρ Κυρίου τοῦ σῶσαι; ἤ ἐβάρυνε τό οὖς αὐτοῦ τοῦ μή εἰσακούσασθαι; Ἀλλά τά ἁμαρτήματα ἡμῶν διιστῶσιν ἀναμέσον ἡμῶν καί τοῦ Θεοῦ· καί διά τάς ἁμαρτίας ἡμῶν, ἀπέστρεψε τό πρόσωπον αὐτοῦ, τοῦ μή ἐλεῆσαι. Διό λέγει· Λούσασθε, καθαροί γίνεσθε· ἀφέλετε τάς πονηρίας ἀπό τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε τῶν πονηριῶν ὑμῶν· μάθετε καλόν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσατε ἀδικούμενον, κρίνατε ὀρφανῷ καί δικαιώσατε χήραν, καί δεῦτε, καί διαλεχθῶμεν, λέγει Κύριος · καί ἐάν ὦσι αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐάν δέ ὦσιν ὡς κόκκινον, ὡσεί ἔριον λευκανῶ. Καί, Ἐάν θέλητε καί εἰσακούσητέ μου, τά ἀγαθά τῆς γῆς φάγεσθε. Τό γάρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Καί πάλιν διά Ἰωήλ· Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν· ἐν νηστείᾳ καί ἐν κλαυθμῷ καί κοπετῷ· διαῤῥήξατε τάς καρδίας ὑμῶν, καί οὐ τά ἱμάτια ὑμῶν. Ἐλεήμων γάρ καί οἰκτίρμων ἐστί Κύριος, καί μετανοῶν ἐπί ταῖς κακίαις. Πρός Ἰεζεκιήλ δέ, Υἱέ ἀνθρώπου, εἶπον τῷ οἴκῳ Ἰσραήλ, Οὕτως ἐλαλήσατε, λέγοντες, Αἱ πλάναι ἡμῶν, καί αἱ ἀνομίαι ἡμῶν ἐφ᾿ ἡμῶν ἐστι· καί ἐν αὐταῖς τηκόμεθα· καί πῶς ζησόμεθα; Εἶπον αὐτοῖς, Ζῶ ἐγώ, λέγει Κύριος, Οὐ βούλομαι τόν θάνατον τοῦ ἀσεβοῦς, ὥστε ἐπιστρέψαι αὐτόν ἀπό τῆς ὁδοῦ αὐτοῦ, καί ζῇν αὐτόν· ἀποστροφῇ ἀποστρέψατε ἀπό τῆς ὁδοῦ ὑμῶν· καί ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραήλ. Ἡ δέ τρίτην τῶν Βασιλειῶν, τήν ὑπερβολή τῆς τοῦ Θεοῦ χρηστότητος φανεροῦσα, οὕτω λέγει, Ἐν τῷ ἀκοῦσαι Ἀχαάβ ὄντα αὐτόν ἐν τῷ ἀμπελῶνι τοῦ Ναβουθαί, ὅν ἐκληρονόμησεν ἐν τῷ ἀποκτεῖναι αὐτόν διά τῆς Ἰεζάβελ, τούς λόγους Ἠλιοῦ, λέγοντος· Τάδε λέγει Κύριος· Ἐφόνευσας, καί ἐκληρονόμησας· καί ἐν τῷ τόπῳ, ἐν ᾧ ἔλειξαν οἱ κύνες τό αἷμα Ναβουθαί, ἐκεί λείξουσιν οἱ κύνες τό αἷμα σου· καί τήν Ἰεζάβελ κύνες καταφάγονται ἐν τῷ περιτειχίσματι τοῦ Ἰσραήλ. Καί ἐν τῷ ἀκοῦσαι Ἀχαάβ τούς λόγους τούτους, διέῤῥηξε τά ἱμάτια αὐτοῦ, καί ἔθετο σάκκον ἐπί τήν σάρκα αὐτοῦ, καί ἐνήστευσε, καί ἐκοιμήθη ἐν τῷ σάκκῳ. Καί ἐγένετο λόγος Κυρίου πρός Ἡλιοῦ, λέγων· Ἰδέ ὅτι [al. πῶς] ἐνετράπη [Six.Ἐώρακας ὡς κατενύγη. Fr. εἶδες ὅτι] Ἀχαάβ ἀπό προσώπου μου. Οὐκ ἐπάξω κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ. Ὁ δέ Δαβίδ φησί· τήν ἀνομίαν μου ἐγνώρισα, καί τήν ἁμαρτίαν μου οὐκ ἐκάλυψα. Εἶπα, Ἐξαγόρευσα καί κατ᾿ ἐμοῦ τήν ἀνομίαν μου τῷ Κυρίῳ, καί σύ ἀφῆκας τήν ἀσέβειαν τῆς καρδίας μου. Ὑπέρ ταύτης προσεύξεται πρός σέ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ· καί ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρός αὐτόν οὐκ ἐγγιοῦσιν. Ἐν δέ τῷ Εὐαγγελίῳ ὁ Κύριος, Μετανοεῖτε, φησίν, ἤγγισε γάρ ἡ βασιλεία τῶν οὐρανῶν. Τοῦ δέ Πέτρου πυθομένου, Ποσάκις τῆς ἡμέρας, ἐάν ἁμάρτῃ εἰς ἐμέ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ· ἕως ἑπτάκις; ἀποκρίνεται αὐτῷ ὁ φύσει ἀγαθός καί ἀνείκαστος ἐν χρηστότητι· Οὐ λέγω σοι ἑπτάκις, ἀλλ᾿ ὡς ἑβδομηκοντάκις ἑπτά. Τί ταύτης τῆς ἀγαθότητος ἰσόῤῥοπον; τί ταύτης τῆς φιλανθρωπίας ἐφάμιλλον;
(952) μα´. Ἐγνωκότες οὖν τόν τοῦ Κυρίου φόβον, τήν τε χρηστότητα αὐτοῦ καί τήν φιλανθρωπίαν ἔκ τε τῆς Παλαιᾶς καί τῆς Καινῆς διαθήκης, ἐπιστρέψωμεν ἐξ ὅλης τῆς καρδίας ἡμῶν· καί ἵνα τί ἀπολλύμεθα, ἀδελφοί; Καθαρίσωμεν χεῖρας, οἱ ἁμαρτωλοί· ἁγνίσωμεν τάς καρδίας ἡμῶν οἱ δίψυχοι· ταλαιπωρήσωμεν καί πενθήσωμεν, καί κλαύσωμεν διά τάς ἁμαρτίας ἡμῶν. Παυσώμεθα τῶν πονηριῶν ἡμῶν· πιστεύσωμεν ταῖς εὐσπλαχνίαις τοῦ Κυρίου· φοβηθῶμεν τάς ἀπειλάς αὐτοῦ, φυλάξωμεν τάς ἐντολάς αὐτοῦ· ἀγαπήσωμεν ἀλλήλους ἐξ ὅλης καρδίας. Εἴπωμεν, ἀδελφοί, καί τοῖς μισοῦσιν ἡμᾶς καί βδελυσσομένοις, ἵνα τό ὄνομα Κυρίου δοξασθῇ, καί ὀφθῇ ἐν τῇ εὐφροσύνη αὐτοῦ. Δῶμεν συγγνώμην ἀλλήλοις, δι᾿ ἀλλήλων πειραζόμενοι, ὡς πάντες ὑπό κοινοῦ ἐχθροῦ πολεμούμενοι. Ἀντιστῶμεν τοῖς λογισμοῖς ἡμῶν, τόν Θεόν εἰς συμμαχίαν ἐπικαλούμενοι· καί φυγαδεύωμεν ἐξ ἡμῶν τά πονηρά καί ἀκάθαρτα πνεύματα. Ὑποτάξωμεν τήν σάρκα τῷ πνεύματι, ὑπωπιάζοντες καί δουλαγωγοῦντες δι᾿ ἁπάσης κακοπαθείας· Καθαρίσωμεν ἑαυτούς ἀπό παντός μολυσμοῦ σαρκός καί πνεύματος. Διεγείρωμεν ἀλλήλους εἰς παροξυσμόν ἀγάπης καί καλῶν ἔργων. Μή φθονήσωμεν ἀλλήλοις, μηδέ φθονούμενοι ἀγριωθῶμεν· συμπαθήσωμεν δέ μᾶλλον ἀλλήλοις, καί διά ταπεινοφροσύνης ἀλλήλους ἰασώμεθα. Μή καταλαλῶμεν ἀλλήλων, μηδέ σκώψωμεν ἀλλήλους· ὅτι ἐσμέν ἀλλήλων μέλη. Ἀποβάλλωμεν ἀφ᾿ ἡμῶν τήν ἀμέλειαν καί τήν ῥαθυμίαν· καί στῶμεν ἀνδρείως κατά τῶν πνευμάτων τῆς πονηρίας ἀγωνιζόμενοι· καί ἔχομεν παράκλητον Ἰησοῦν Χριστόν δίκαιον πρός τόν Πατέρα· καί αὐτός ἱλασμός ἐστι περί τῶν ἁμαρτιῶν ἡμῶν· καί δεηθῶμεν αὐτοῦ ἐν καθαρᾷ καρδίᾳ, ἐξ ὅλης τῆς ψυχῆς ἡμῶν, καί ἀφίησιν ἡμῖν τάς ἁμαρτίας ἡμῶν· Ὅτι ἐγγύς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν ἐν ἀληθείᾳ. Διό λέγει· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καί ἀπόδος τῷ Ὑψίστῳ τάς εὐχάς σου. Καί ἐξελοῦμαί σε, καί δοξάσεις με. Καί ὁ Ἡσαΐας δέ πάλιν· Λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιάς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καί πᾶσαν συγγραφήν ἄδικον διάσπα. Διάθρυπτε πεινῶντι τόν ἄρτον σου, καί πτωχούς ἀστέγους εἰσάγαγε εἰς τόν οἶκόν σου. Ἐάν ἴδῃς γυμνόν, περίβαλε· καί ἀπό τῶν οἰκείων τοῦ σπέρματός σου οὐ παρόψει [Fr.οὐχ ὑπερόψει]. Τότε ῥαγήσεται πρώϊμον τό φῶς σου, καί τά ἰάματά σου ταχύ ἀνατελεῖ. Καί προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου· καί δόξα Κυρίου περιστελεῖ σε. Καί τί τό ἐπί τούτοις; Τότε βοήσῃ, καί ὁ Θεός εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου, ἐρεῖ, Ἰδού πάρειμι. Τότε ἀνατελεῖ ἐν τῷ σκότει τό φῶς σου, καί τό σκότος σου ὡς μεσημβρία. Καί ἔσται Θεός μετά σοῦ διαπαντός· καί ἐμπλησθήσῃ καθά ἐπιθυμεῖ ἡ ψυχή σου. Ὁρᾷς ὅτι ἐν τῷ λύειν πάντα σύνδεσμον ἀδικίας ἐκ τῆς καρδίας ἡμῶν, (953) καί διαλύειν πᾶσαν στραγγαλιάν βιαίων συναλλαγμάτων μνησικακίας· καί σπεύδειν εὐεργετεῖν τόν πλησίον ἐξ ὅλης ψυχῆς, τῷ φωτί τῆς γνώσεως περιλαμπόμεθα, καί τῶν παθῶν τῆς ἀτιμίας ἐλευθερούμεθα, καί πάσης ἀρετῆς πληρούμεθα, καί ὑπό τῆς δόξης τοῦ Θεοῦ καταλαμπόμεθα, καί πάσης ἀγνοίας ἐλευθερούμεθα· καί προσευχόμενοι τά Χριστοῦ, εἰσακουόμεθα, καί τόν Θεόν μεθ᾿ ἡμῶν ἔξομεν διά παντός, καί τῆς κατά Θεόν ἐπιθυμίας πληρούμεθα.
μβ´. Ἀγαπήσωμεν ἀλλήλους, καί ἀγαπώμεθα ὑπό τοῦ Θεοῦ. Μακροθυμήσωμεν ἐπ᾿ ἀλλήλοις, καί μακροθυμεῖ ἐπί ταῖς ἁμαρτίαις ἡμῶν. Μή ἀποδῶμεν κακόν ἀντί κακοῦ, καί οὐκ ἀπολαμβάνομεν κατά τάς ἁμαρτίας ἡμῶν. Τήν γάρ συγχώρησιν τῶν παραπτωμάτων ἡμῶν, ἐν τῇ συγχωρήσει τῶν ἀδελφῶν εὑρίσκομεν. Καί τό ἔλεος τοῦ Θεοῦ, ἐν τῇ ἐλεημοσύνῃ τοῦ πλησίον ἐγκέκρυπται. Διά τοῦτο ὁ Κύριος ἔλεγεν· Ἄφετε, καί ἀφεθήσεται ὑμῖν. Καί, Ἐάν ἀφῆτε τοῖς ἀνθρώποις τά παραπτώματα αὐτῶν, καί ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῶν τά παραπτώματα ὑμῶν. Καί πάλιν· Μακάριοι οἱ ἐλεημόνες, ὅτι αὐτοί ἐλεηθήσονται. Καί, ᾯ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσται ὑμῖν. Ἰδού ἐχαρίσατο ἡμῖν ὁ Κύριος τρόπον σωτηρίας, καί ἔδωκεν ἡμῖν ἐξουσίαν αἰώνιον τοῦ γενέσθαι τέκνα Θεοῦ· καί ἐν τῷ θελήματι ἡμῶν ἐστι λοιπόν ἡ σωτηρία ἡμῶν.
μγ´. Δῶμεν οὖν ἑαυτούς τῷ Κυρίῳ ἐξ ὁλοκλήρου, ἵνα ὁλόκληρον αὐτόν ἀντιλάβωμεν. Γενώμεθα θεοί δι᾿ αὐτόν· καί γάρ τοῦτο ἄνθρωπος γέγονε, φύσει ὤν Θεός καί Δεσπότης. Ὑπακούσωμεν αὐτῷ, καί αὐτός ἀκαμάτως ἀμύνεται τούς ἐχθρούς ἡμῶν· Εἰ ὁ λαός μου ἤκουσέ μου, φησίν, Ἰσραήλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενί ἄν τούς ἐχθρούς αὐτῶν ἐπαπείνωσα, καί ἐπί τούς θλίβοντας αὐτούς ἐπέβαλον ἄν τήν χεῖρά μου. Πᾶσαν τήν ἐλπίδα ἡμῶν ἐπ᾿ αὐτόν μόνον θήσωμεν. Καί πᾶσαν τήν μέριμναν ἡμῶν ἐπ᾿ αὐτόν μόνον ῥίψωμεν, καί ἐκ πάσης θλίψεως, αὐτός ἡμᾶς ῥύσεται· καί πάντα τόν βίον, αὐτός ἡμᾶς διαθρέψει. Πάντα μέν ἄνθρωπον ἐκ ψυχῆς ἀγαπήσωμεν· ἐπί μηδενί δέ ἀνθρώπων τήν ἐλπίδα θήσωμεν· ὅτι ἐφ᾿ ὅσον ὁ Κύριος συντηρεῖ ἡμᾶς, καί οἱ φίλοι πάντες ἡμᾶς περιέπουσι, καί οἱ ἐχθροί πάντες πρός ἡμᾶς ἀδυνατοῦσιν. Ἐπάν δέ ὁ Κύριος ἡμᾶς ἐγκαταλείπῃ, τότε καί οἱ φίλοι πάντες ἐγκαταλείπουσι, καί οἱ ἐχθροί πάντες καθ᾿ ἡμῶν ἰσχύουσιν. Ἀλλά καί ὁ εἰς σεαυτόν θαῤῥῶν, πεσεῖται πτῶμα ἐξαίσιον· ὁ δέ φοβούμενος τόν Κύριον, ὑψωθήσεται. Διά τοῦτο Δαβίδ ἔλεγεν· Οὐ γάρ ἐπί τῷ τόξῳ μου ἐλπιῶ, καί ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γάρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καί τούς μισοῦντας ἡμᾶς, κατῄσχυνας.
μδ´. Μή ἀνασχώμεθα τῶν λογισμῶν τῶν σμικρυνόντων ἡμῶν τάς ἁμαρτίας, καί τήν ἄφεσιν αὐτῶν γεγονέναι μαντευομένων. Περί αὐτῶν γάρ ὁ Κύριος ἀσφαλιζόμενος ἡμᾶς, ἔλεγε· Προσέχετε ἑαυτοῖς ἀπό τῶν ψευδοπροφητῶν, οἵτινες ἐλεύσονται πρός ὑμᾶς ἐν ἐνδύμασι προβάτων· (956) ἔσωθεν δέ, εἰσί λύκοι ἅρπαγες. Ἐφ᾿ ὅσον γάρ ὁ νοῦς ἡμῶν ὑπό τῆς ἁμαρτίας ὀχλεῖται, οὔπω τῆς συγχωρήσεως αὐτῆς ἐτύχομεν· οὐδέπω γάρ καρπούς ἀξίους τῆς μετανοίας πεποιήκαμεν. Καρπός μετανοίας ἐστίν, ἀπάθεια ψυχῆς· ἀπάθεια δέ, ἐξάλειψις ἁμαρτίας. Οὔπω δέ ἔχομεν τελείαν ἀπάθειαν, ποτέ μέν ὀχλούμενοι ὑπό τῶν παθῶν, ποτέ δέ μή ὀχλούμενοι. Οὐκ ἄρα τῆς τῶν ἁμαρτιῶν ἀφέσεως τελείως ἐτύχομεν. Τῆς μέν γάρ προγονικῆς ἁμαρτίας, διά τοῦ ἁγίου βαπτίσματος ἐλευθερώθημεν· τῆς δέ μετά τό βάπτισμα τολμηθείσης, διά τῆς μετανοίας ἐλευθερούμεθα.
με´. Μετανοήσωμεν οὖν γνησίως, ἵνα τῶν παθῶν ἐλευθερούμενοι, τῆς τῶν ἁμαρτιῶν ἀφέσεως τύχωμεν. Περιφρονήσωμεν τῶν προσκαίρων, ἵνα μή δι᾿ αὐτά τοῖς ἀνθρώποις μαχόμενοι, τήν ἐντολήν τῆς ἀγάπης παραβῶμεν, καί τῆς τοῦ Θεοῦ ἀγάπης ἐκπέσωμεν. Πνεύματι περιπατῶμεν, καί ἐπιθυμίαν σαρκός οὐ μή τελέσομεν. Γρηγορήσωμεν, νήψωμεν· ἀποβάλωμεν λοιπόν τόν ὕπνον τῆς ῥᾳθυμίας. Ζηλώσωμεν τούς ἁγίους ἀθλητάς τοῦ Σωτῆρος· μιμησώμεθα αὐτῶν τούς ἀγῶνας, τῶν ὄπισθεν ἐπιλανθανόμενοι, τοῖς δέ ἔμπροσθεν ἐπεκτεινόμενοι. Μιμησώμεθα τόν ἀκατάπαυστον αὐτῶν δρόμον, τήν ζέουσαν προθυμίαν, τῆς ἐγκρατείας τήν καρτερίαν, τῆς σωφροσύνης τόν ἁγιασμόν, τῆς ὑπομονῆς τήν γενναιότητα τῆς μακροθυμίας τήν ἀνοχήν, τῆς συμπαθείας τόν οἶκτον, τῆς πραΰτητος τό ἀτάραχον, τοῦ ζήλου τήν θερμότητα, τῆς ἀγάπης τό ἀνυπόκριτον, τῆς ταπεινοφροσύνης τό ὕψος, τῆς ἀκτημοσύνης τό ἀπέριττον, τήν ἀνδρείαν, τήν χρηστότητα, τήν ἐπιείκειαν. Μή ὑπτιωθῶμεν ταῖς ἡδοναῖς· μή χαυνωθῶμεν τοῖς λογισμοῖς· μή ῥυπώσωμεν τήν συνείδησιν· Τήν εἰρήνην διώκωμεν μετά πάντων, καί τόν ἁγιασμόν· οὗ χωρίς οὐδείς ὄψεται τόν Κύριον, Καί ἐπί τούτοις, φύγωμεν τόν κόσμον, ἀδελφοί, καί τόν κοσμοκράτορα. Καταλείψωμεν τήν σάρκα, καί τά σαρκικά. Εἰς οὐρανούς ἀναδράμωμεν· ἐκεῖ ἔξωμεν ἡμῶν τό πολίτευμα. Τόν θεῖον Ἀπόστολον μιμησώμεθα· τόν Ἀρχηγόν τῆς ζωῆς καταλάβωμεν· τῆς πηγῆς τῆς ζωῆς ἀπολαύσωμεν. Σύν ἀγγέλοις χορεύσωμεν· σύν ἀρχαγγέλοις ὑμνήσωμεν τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ ἡ δόξα καί τό κράτος ἅμα τῷ Πατρί σύν τῷ ἁγίῳ Πνεύματι, νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΚ ΤΩΝ ΦΩΤΙΟΥ (956)

Ἀσκητικός λόγος· καί ἑτέρα πραγματεία ἐν υ´ κεφαλαίοις.

Ἀνεγνώσθη τοῦ αὐτοῦ ἁγίου Μαξίμου λόγος Ἀσκητικός, εἰς πεῦσιν ἐσχηματισμένος καί ἀπόκρισιν. καί χρήσιμος μέν ἅπασιν ὁ λόγος, μάλιστα δι᾿ οἷς ἄσκησις ἡ πολιτεία. Ἠθῶν γάρ, δι᾿ ὧν ἄν τις οὐρανοπολίτης γένοιτο, ἐστί διδάσκαλος καί γεωργός. (957) Μάλιστα δέ Ἀγάπης, κατά τήν γνῶσιν καί τήν ἐργασίαν πολλάς ἐνδίδωσιν ἐπελθεῖν ἀφορμάς.
Συνετέτακτο δέ καί ἑτέρα πραγματεία εἰς υ´ κεφάλαια πληθυνομένη, ἥ καί προσεπεφώνητο Ἐλπιδίῳ τινί ὁσιότητι καθωσιωμένῳ. Καί αὐτός μέν ὁ συγγραφεύς Περί Ἀγάπης τόν πόνον ἐπιγράφει, ἴσως, ὅτι ταύτην τε ἀρχήν τῷ γράμματι ὑποβάλλεται, καί ἀλλαχοῦ πολλάκις περί αὐτῆς καταβάλλεται λόγον. Οὐ μήν ἀλλά γάρ καί πολλῶν προβλημάτων τε καί θεωρημάτων, οἷς θεολογία κρατύνεται, καί ἅ τόν ὅσιον βίον καί καθαρόν ποιεῖ, ἱκανήν ἔστιν ἐν αὐτοῖς τοῖς φιλοπόνως αὐτά μετιοῦσι καρπώσασθαι τήν ὠφέλειαν.
Καί τό εἶδος αὐτῷ τοῦ λόγου, εἰς τό λευκόν τε καί εὔτορνον, ἥπερ οἱ ἄλλοι, διατυποῦται· καί οὐδέν παρέχει, ὅ ἄν τις διερευνήσῃ μωμήσασθαι· πλήν ἔσθ᾿ ὅπη τήν Ἀττικήν τῆς ἄλλης φωνῆς προκρίνει.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου