Σάββατο 27 Οκτωβρίου 2012

Κυριακή Ζ΄ Λουκᾶ. Ἁγίου Ἰωάννου Χρυσοστόμου



Κυριακή Ζ΄ Λουκᾶ (Λουκ. η΄, 41-56)
Ὑπόμνημα εἰς τὸν Ἅγιον Εὐαγγελιστὴν Ματθαῖον, Ὁμιλια λα΄.





α. Κατέλαβε τοὺς λόγους τὸ ἔργον, ὥστε πλέον τοὺς Φαρισαίους ἐπιστομισθῆναι. Καὶ γὰρ ὁ ἐλθὼν ἀρχισυνάγωγος ἦν,  καὶ τὸ πένθος δεινόν. Καὶ γὰρ μονογενὲς ἦν τὸ παιδίον, καὶ ἐτῶν δώδεκα γεγονός αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος. Ὅ δὴ μάλιστα καὶ εὐθέως αὐτὸ ἀνέστησεν. Εἰ δὲ ὁ Λουκᾶς λέγει, ὅτι ἦλθον λέγοντες· Μὴ σκύλλε τὸν Διδάσκαλον· τέθνηκε γάρ· ἐκεῖνο ἐροῦμεν, ὅτι τό, Ἄρτι ἐτελεύτησε, στοχαζομένου ἦν ἀπὸ τοῦ καιροῦ τῆς ὀδοιπορίας, ἤ αὔξοντος τὴν συμφοράν. Καὶ γὰρ ἔθος τοῖς δεομένοις ἐπαίρειν τῷ λόγῳ τὰ οἰκεῖα κακὰ καὶ πλέον τι τῶν ὄντων λέγειν, ὥστε μᾶλλον ἐπισπάσασθαι τοὺς ἱκετευομένους. Ὅρα δὲ αὐτοῦ τὴν παχύτητα.  Δύο γὰρ ἀπαιτεῖ παρὰ τοῦ Χριστοῦ, καὶ παραγενέσθαι αὐτὸν, καὶ τὴν χεῖρα ἐπιθεῖναι· ὅπερ σημεῖον ἦν τοῦ καταλιπεῖν αὐτὴν ἐμπνέουσαν ἔτι. Τοῦτο καὶ ὁ Σύρος ἐκεῖνος ὁ Νεεμὰν τὸν προφήτην ἀπῄτει. Ἔλεγεν γάρ φησίν, ὅτι ἐξελεύσεται, καὶ τὴν χεῖρα αὐτοῦ ἐπιθήσει. Καὶ γὰρ καὶ ὄψεως δέονται καὶ αἰσθητῶν πραγμάτων οἱ παχύτεροι διακείμενοι. Καὶ ὁ μὲν Μάρκος φησίν, ὅτι τοὺς τρεῖς ἔλαβε μαθητάς, καὶ ὁ Λουκᾶς· οὗτος δὲ ἁπλῶς φησί, τοὺς μαθητάς. Τίνος οὖν ἕνεκεν τὸν Ματθαῖον οὐ παρέλαβε, καὶ τοιγε ἄρτι προσελθόντα; Εἰς πλείονα αὐτὸν ἐπιθυμίαν ἐμβάλλων, καὶ διὰ τὸ ἀτελέστερον ἔτι διακεῖσθαι. Διὰ γὰρ τοῦτο ἐκείνους τιμᾷ, ἵνα οὗτοι κατ’ ἐκείνους γένωνται. Τούτῳ δὲ ἤρκει τέως τὰ κατὰ τὴν αἱμορροῦσαν ἰδεῖν, καὶ τὸ τραπέζῃ τιμηθῆναι, καὶ κοινωνίᾳ ἁλῶν. Ἀναστάντι δὲ ἠκολούθουν πολλοί, ὡς ἐπὶ θαύματι μεγάλῳ, καὶ διὰ τὸ πρόσωπον τὸ παραγεγονός, καὶ ὅτι οἱ πλείους παχύτερον διακείμενοι οὐχ οὕτω ψυχῆς ἐπιμέλειαν, ὡς σώματος ἰατρείαν ἐζήτουν καὶ συνέρρεον, οἱ μὲν ὑπὸ τῶν οἰκείων συνωθούμενοι παθῶν, οἱ δὲ τῆς τῶν ἀλλοτρίων διορθώσεις σπεύδοντες θεαταὶ γενέσθαι, λόγον δὲ ἕνεκεν καὶ διδασκαλίας προηγουμένως ὀλίγοι οἱ παρ’ αὐτὸν φοιτῶντες ἦσαν τέως. Οὐ μὴν εἴασεν αὐτοὺς εἰς τὴν οἰκίαν εἰσελθεῖν ἀλλὰ τοὺς μαθητὰς μόνον, καὶ οὐδὲ τούτους πάντας, πανταχοῦ παιδεύων ἡμᾶς τὴν παρὰ τῶν πολλῶν διακρούεσθαι δόξαν.
Καὶ ἰδού, φησί, γυνὴ ἐν ρῦσαι αἵματος δώδεκα ἔτη ἔχουσα, προσῆλθεν ὄπισθεν καὶὕψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. Ἔλεγεν γὰρ  ἐν ἑαυτῇ· Ἐὰν  μόνον ἄψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. Τίνος ἕνεκεν οὐ μετὰ παρρησίας αὐτῶ προσῆλθεν; ᾘσχύνετο διὰ τὸ πάθος, ἀκάθαρτος εἶναι νομίζουσα.  Εἰ γὰρ ἡ ἐν καταμηνίοις οὗσα οὐκ ἐδόκει εἶναι καθαρά, πολλῷ μᾶλλον ἡ τοιαύτην νοσοῦσα νόσον τοῦτο ἄν ἐνόμισε·  καὶ γὰρ πολλὴ παρὰ τῷ νόμῳ ἀκαθαρσία ἐνομίζετο εἶναι τὸ πάθος. Διὰ τοῦτο λανθάνει καὶ κρύπτεται. Οὐδέπω γὰρ οὐδὲ αὐτὴ τὴν προσήκουσαν καὶ ἀπηρτισμένην περὶ αὐτοῦ δόξαν εἶχεν· ἐπεὶ οὐκ ἄν ἐνόμισε λανθάνειν. Καὶ πρώτη προσέρχεται δημοσίᾳ αὕτη ἡ γυνή· καὶ  γὰρ  ἤκουσεν  ὅτι καὶ γυναῖκας θεραπεύει, καὶ ὅτι ἐπὶ  τὸ θυγάτριον  ἀπέρχεται τὸ  τετελευτηκός. Καὶ εἰς τὴν οἰκίαν  μὲν αὐτὸν καλέσαι οὐκ ἐτόλμησε, καίτοι γε εὔπορος οὖσα· ἀλλ’ οὔτε δημοσίᾳ προσῆλθε, λάθρα δὲ μετὰ πίστεως τῶν ἱματίων ἥψατο.  Οὐδὲ γὰρ ἀμφέβαλεν, οὐδὲν εἶπεν ἐν ἑαυτῇ. Ἆρα ἀπαλλαγήσομαι τοῦ νοσήματος; ἆρα οὐκ ἀπαλλαγήσομαι; ἀλλὰ θαρρήσασα περὶ τῆς ὑγείας οὕτω προσῆλθεν. Ἔλεγεν γάρ, φησίν, ἐν ἑαυτῇ·  Ἐὰν μόνον ἅψωμαι τὸ ἱμάτιον αὐτοῦ σωθήσομαι . Καὶ γὰρ εἶδεν ἐκ  ποίας ἐξῆλθεν οἰκίας,τῆς τῶν τελωνῶν καὶ τίνες ἦσαν οἱ ἑπόμενοι, ἁμαρτωλοὶ καὶ τελῶναι· καὶ ταῦτα πάντα εὐέλπιδα αὐτὴν ἐποίησε.  Τί οὖν ὁ Χριστός; Οὐκ ἀφῆκεν αὐτὴν λαθεῖν, ἀλλ’ εἰς μέσον ἄγει καὶ δήλην καθίστησι, πολλῶν  ἕνεκεν.  Καίτοι γέ τινες τῶν ἀναισθήτων φασί, δόξης αὐτὸν ἐρῶντα τοῦτο ποιεῖν. Διατί γάρ, φησίν, οὐκ ἀφῆκεν αὐτὴν λαθεῖν; Τί λέγεις, ὦ μιαρὲ καὶ παμμίαρε; ὁ κελεύων σιγᾶν, ὁ μυρία παρατρέχων θαύματα, οὗτος δόξης  ἐρᾷ; Τίνος οὖν ἕνεκεν εἰς  μέσον  ἄγει; Πρῶτον λύει τὸ δέος τῆς γυναικός, ἵνα μὴ ὑπὸ τῆς συνειδότος κεντουμένη, καθάπερ κεκλοφυῖα τὴν δωρεάν, ἐν ἀγωνίᾳ διατρίβῃ. Δεύτερον, αὐτὴν διορθοῦται, ἐπειδὴ ἐνόμισε, λανθάνειν.  Τρίτον, πᾶσι τὴν πίστιν αὐτῆς ἐπιδείκνυται, ὥστε καὶ τοὺς  ἄλλους ζηλῶσαι·  καὶ τοῦ στῆσαι τὰς πηγὰς τοῦ αἵματος οὐκ ἔλαττον σημεῖον παρέχεται, τὸ δεῖξαι ὅτι πάντα ἐπίσταται. Ἔπειτα, τὸν ἀρχισυνάγωγον μέλλοντα διαπιστεῖν, καὶ ταύτῃ τὸ πᾶν διαφθείρειν, κατορθοῖ διὰ τῆς γυναικός.  Καὶ γὰρ οἱ ἐλθόντες ἔλεγον· Μὴ σκύλλε τὸν Διδάσκαλον, ὅτι τέθνηκε τὸ κοράσιον·  καὶ οἱ ἐν τῇ οἰκίᾳ κατεγέλων αὐτοῦ εἰπόντος, ὅτι Καθεύδει· καὶ εἰκὸς ἦν καὶ τὸν πατέρα τοιοῦτόν τι πεπενθέναι.
β. Διὰ τοῦτο προδιορθούμενος ταύτην τὴν ἀσθένειαν, ἄγει τὸ γύναιον εἰς μέσον. Ὅτι γὰρ τῶν σφόδρα παχυτέρων ἦν ἐκεῖνος, ἄκουσον τί φησι πρὸς αὐτόν· Μὴ φοβοῦ, σὺ  μόνον πίστευε, καὶ σωθήσεται. Καὶ γὰρ τὸν θάνατον ἐπίτηδες ἔμενεν ἐπελθεῖν, καὶ τότε παραγενέσθαι, ὥστε σαφῆ γενέσθαι τῆς ἀνατάσεως τὴν ἀπόδειξην. Διὰ τοῦτο καὶ σχολαιότερον βαδίζει, καὶ διαλέγεται τῇ γυναικὶ πλείονα, ἵνα συγχωρήσῃ τελευτῆσαι ἐκείνην, καὶ παραγενέσθαι τοὺς ταῦτα ἀπαγγέλοντας καὶ λέγοντας·  Μὴ σκύλλε τὸν Διδάσκαλον. Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἐπισημαίνεται λέγων, ὅτι Ἔτι λαλοῦντος αὐτοῦ, ἦλθον οἱ ἀπὸ τῆς οἰκίας λέγοντες· Τέθνηκεν ἡ θυγάτερ σου, μὴ σκύλλε τὸν Διδάσκαλον. Ἐβούλετο γὰρ πιστευθῆναι τὸν θάνατον, ἵνα μὴ ὑποπτευθῇ ἡ ἀνάστασις. Καὶ τοῦτο πανταχοῦ ποιεῖ. Οὕτω καὶ ἐπὶ τοῦ Λαζάρου, καὶ μίαν καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἔμεινε. Διὰ δὴ ταῦτα πάντα ἄγει αὐτὴν εἰς μέσον, καὶ φησι· θάρσει, θύγατερ·  ὥσπερ καὶ τῷ παραλύτῳ ἔλεγε· Θάρσει, τέκνον. Καὶ γὰρ περιδεὴς ἦν ἡ γυνή· διὰ τοῦτό φησι, Θάρσει, καὶ θυγατέρα καλεῖ·  ἡ γὰρ πίστις αὐτὴν θυγατέρα ἐποίησεν. Εἶτα καὶ τὸ ἐγκώμιον·  Ἡ πίστις σου σέσωκέ σε. Ὁ δὲ Λουκᾶς καὶ πλείονα τούτων ἡμῖν ἕτερα ἀπαγγέλλει περὶ τῆς γυναικός. Ἐπειδὴ γὰρ προσῆλθε, φησί, καὶ τὴν ὑγείαν ἔλαβεν, οὐκ εὐθέως ἐκάλεσεν αὐτὴν ὁ Χριστὸς, ἀλλὰ πρότερόν φησι· Τίς ἐστιν, ὁ ἀψάμενός μου; Εἶτα τοῦ Πέτρου καὶ τῶν μετ’ αὐτοῦ λεγόντων Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις, Τίς ὁ ἁψάμενος μου; (ὅ μέγιστον ἦν σημεῖον τοῦ καὶ σάρκα αὐτὸν ἀληθῆ περικεῖσθαι καὶ πάντα τῦφον καταπατεῖν·  οὐδὲ γὰρ πόρρωθεν εἴποντο, ἀλλὰ συνεῖχον αὐτὸν πάντοθεν·) αὐτὸς δὲ ἐπέμενε, φησί, λέγων, ὅτι Ἥψατό μού τις·  ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξ ἐμοῦ ἐξελθοῦσαν·  πρὸς τὴν ὑπόνοιαν τῶν ἀκουόντων παχύτερον ἀποκρινόμενος. Ταῦτα δὲ ἔλεγε, ἵνα καὶ ἐκείνην ἀφ’ ἑαυτῆς ὁμολογῆσαι πείσῃ. Διὰ γὰρ τοῦτο οὐδὲ εὐθέως αὐτὴν ἤλεγξεν, ἵνα δείξας ὅτι πάντα οἶδε σαφῶς, αὐτόματον πείσῃ πάντα ἐξειπεῖν, καὶ αὐτὴν ἀνακηρῦξαι τὸ γεγεννημένον παρασκευάσῃ, καὶ μὴ λέγων ὕποπτος εἶναι δόξῃ.
Εἶδες τοῦ ἀρχισυναγώγου βελτίονα τὴ γυναῖκα; Οὐ κατέσχεν, οὐκ  ἐκράτησεν·   ἀλλ’ ἄκροις τοῖς δακτύλοις ἥψατο μόνον, καὶ ὑστέρα ἐλθοῦσα, προτέρα  θεραπευθεῖσα ἀπῆλθε. Καὶ ἐκεῖνος μὲν ὅλον τὸν ἰατρὸν ἦγεν εἰς τὴν οἰκίαν· ταύτῃ δὲ ἤρεκεσε  καὶ ἁφὴ μόνον. Εἰ γὰρ καὶ τῷ πάθει ἦν συνδεδεμένη, ἀλλὰ  τῇ πίστει ἦν ἀνεπτερωμένη.  Σκόπει δὲ πῶς αὐτὴν παραμυθεῖσαι λέγων· Ἡ πίστις σου σέσωκέ σε. Καίτοι γε εἰ ἐπιδείξεως ἕνεκεν αὐτὴν εἵλκυσεν εἰς τὸ μέσον, οὐκ ἄν τοῦτο προσέθηκεν· ἀλλ’ ὁμοῦ τὸν ἀρχισυνάγωγον παιδεύων πιστεῦσαι, ταῦτά  φησι, καὶ τὴν γυναῖκα  ἀνακηρύττων, καὶ οὐκ ἐλάττω τῆς τοῦ σώματος, ὑγείας διὰ τῶν ρημάτων τούτων  παρέχων  αὐτῇ τὴν ἡδονὴν καὶ τὴν ὠφέλειαν. Ὅτι γὰρ ἐκείνην δοξάσαι βουλόμενος ταῦτα ἐποίει, καὶ  ἑτέρους διορθῶσαι, ἀλλ’ οὐχ ἑαυτὸν ἀποφῆφαι λαμπρόν, δῆλον ἐνεῦθεν.  Αὐτὸ  μὲν γὰρ  ὁμοίως ἔμελλεν εἶναι θαυμαστὸς καὶ τούτου χωρὶς (ὑπὲρ γὰρ τὰς νιφάδας αὐτὸν περιέρρει τὰ θαύματα, καὶ πολλῷ τούτου μείζονα καὶ εἰργάσατο καὶ ποιήσειν ἔμελλεν)·    δὲ γυνή, εἰ μὴ τοῦτο γέγονε, λαθοῦσα ἄν ἀπῆλθε, τῶν μεγάλων τούτων ἀπεστερημένη  ἐπαίνων. Διὰ τοῦτο  αὐτὴν εἰς μέσον ἀγαγὼν ἀνεκήρυξε, καὶ δέος ἐξέβαλε (καὶ γὰρ τρέμουσα φυσὶ προσῆλθε) καὶ θαρρεῖν αὐτὴν παρεσκεύασε καὶ μετὰ τῆς ὑγείας τοῦ σώματος καὶ ἕτερα αὐτῇ δέδωκεν ἐφόδια εἰπών, Πορεύου ἐν εἰρήνη.
Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος, καὶ ἰδὼν τοὺς αὐλητάς, καὶ τὸν ὄχλον θορυβούμενον, ἔλεγεν·  Ἀποχωρεῖτε· οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει.  Καὶ κατεγέλων αὐτοῦ. Καλά γε τῶν ἀρχισυναγώγων τὰ τεκμήρια ἐν τῷ ἀποθανεῖν αὐλοὶ καὶ κύμβαλα θρῆνον ἐγείροντες. Τί οὖν ὁ Χριστός; Τοὺς μὲν ἄλλους ἅπαντας ἐξέβαλε, τοὺς δὲ γεγεννηκότας εἰσήγαγεν, ὥστε μὴ ἐγγενέσθαι εἰπεῖν, ὅτι ἄλλως ἐθεράπευσε·  καὶ πρὸ τῆς ἀναστάσεως δὲ ἐγείρει τῷ λόγῳ λέγων· Οὐ τέθνηκε τὸ κοράσιον, ἀλλὰ καθεύδει.  Καὶ πολλαχοῦ δὲ τοῦτο ποιεῖ. Ὥσπερ οὖν καὶ ἐπὶ τῆς θαλάττης ἐπιτιμᾷ τοῖς μαθηταῖς πρῶτων· οὕτω δὴ καὶ ἐνταῦθα τὸν θόρυβον ἐκβάλλει τῆς διανοίας τῶν παρόντων, ὁμοῦ καὶ δεικνὺς ὅτι εὔκολον αὐτῷ τοὺς τεθνηκότας ἐγεῖραι (ὅ δὴ καὶ ἐπὶ τοῦ Λαζάρου πεποίηκεν, λέγων·  Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται),  καὶ ἅμα παιδεύων μὴ δεδιέναι τὸν θάνατον οὐ γὰρ εἶναι θάνατον αὐτόν, ἀλλ’ ὕπνον λοιπὸν γεγενῆσθαι. Ἐπειδὴ γὰρ καὶ αὐτὸς ἔμελλεν ἀποθνήσκειν ἐν τοῖς ἑτέρων σώμασι προπαρασκευάζει τοὺς μαθητὰς θαρσεῖν, καὶ πράως φέρειν τὴν τελευτήν.  Καὶ γὰρ αὐτοῦ παραγενομένου λοιπὸν ὕπνος ὁ θάνατος ἦν. Ἀλλ’ ὅμως καταγέλων αὐτοῦ· αὐτὸς δὲ οὐκ ἠγανάκτησεν ἀπιστούμενος ἐφ’ οἷς μικρὸν ὕστερον ἔμελλε θαυματουργεῖν·  οὐδὲ ἐπιτίμησε τῷ γέλωτι, ἵνα καὶ αὐτὸς, καὶ οἱ αὐλοί, καὶ τὰ κύμβαλα, καὶ τὰ ἄλλα πάντα ἀπόδειξις γένηται τοῦ θανάτου.
γ΄. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ μετὰ τὸ γενέσθαι τὰ θαύματα ἀπιστοῦσιν ἄνθρωποι, προκαταλαμβάνει ταῖς οἰκείας ἀποκρίσεσιν αὐτούς·  ὅ δὴ καὶ ἐπὶ τοῦ Λαζάρου γέγονε, καὶ ἐπὶ τοῦ Μωυσέως. Καὶ γὰρ Μωυσῆ φησι·  Τί τοῦτο τὸ ἐν τῇ χειρί σου; ἵν’ ὅταν ἴδῃ, ὄφιν γεγεννημένον, μὴ ἐπιλάθηται ὅτι ράβδος ἦν πρὸ τούτου, ἀλλὰ τῆς οἰκείας ἀναμνησθεὶς φωνῆς ἐκπλαγῇ τὸ γινόμενον. Καὶ ἐπὶ τοῦ Λαζάρου φησί·  Ποῦ τεθείκατε αὐτόν; ἵνα οἱ εἰπόντες,  Ἔρχου καὶ ἴδε, καὶ ὅτι Ὄζει, τεταρταῖος γάρ ἐστι, μηκέτι ἀπιστεῖν ἔχωσιν, ὅτι νεκρὸν ἀνέστησεν. Ἰδὼν τοίνυν τὰ κύμβαλα καὶ τοὺς ὄχλους, ἐξῆγαγεν ἅπαντας, καὶ παρόντων τῶν γονέων θαυματουργεῖ, οὐχ ἑτέραν ἐπεισάγων ψυχήν, ἀλλ’ αὐτὴν ἐξελθοῦσαν ἐπανάγων, καὶ ὥσπερ ἐξ ὕπνου διεγείρων. Κατέχει δὲ τῆς χειρὸς πληροφορῶν τοὺς ὁρῶντας, ὥστε προοδοποιῆσαι διὰ τὴς ὄψεως τῇ πίστι τῆς ἀναστάσεως. Ὁ μὲν γὰρ πατὴρ ἔλεγεν, Ἐπείθες τὴν χεῖρα· αὐτὸς  δὲ  τι πλέον ποιεῖ· οὐ γὰρ ἐπιτίθησιν, ἀλλὰ καὶ κατασχὼν ἀνίστησι, δεικνὺς ὅτι πάντα αὐτῷ ἕτοιμα. Καὶ οὐκ ἀνίστησι μόνον, ἀλλὰ καὶ τροφὴν δοῦναι κελεύει, ἵνα μὴ δόξῃ φάντασμα εἶναὶ τὸ γεγενημένον. Καὶ οὐκ αὐτὸς δίδωσιν, ἀλλ’ ἐκεῖνοις κελεύει·  ὥσπερ καὶ ἐπὶ τοῦ Λαζάρου εἶπε· Λύσατε αὐτὸν, καὶ ἄφετε ὑπάγειν, καὶ μετὰ ταῦτα κοινωνὸν ποιεῖ τῆς τραπέζης. Καὶ γὰρ ἀμφότερα ἀεὶ κατασκευάζειν εἴωθε, καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως μετὰ ἀκριβείας ἁπάσης τὴν ἀπόδειξιν ποιούμενος. Σὺ δὲ μοι μὴ τὴν ἀνάστασιν σκόπει μόνον, ἀλλ’ ὅτι καὶ παρήγγειλε μηδενὶ εἰπεῖν·  καὶ τοῦτο μάλιστα  διὰ  πάντων παιδεύου, τὸ ἄτυφον καὶ ἀκενόδοξον· καὶ μετὰ τοῦτο κἀκεῖνο μάνθανε, ὅτι τοὺς κοπτομένους ἔξων τοῖς οἰκίας ἐξέβαλε καὶ  ἀναξίους τῆς τοιαύτης  θεωρίας ἀπέφηνε· καὶ μὴ ἐξέλθῃς, μετὰ τῶν αὐλούντων, ἀλλὰ μένε μετὰ Πέτρου καὶ Ἰωάννου καὶ Ἰακώβου.  Εἰ γὰρ τότε ἐξέβαλεν ἐκείνους ἔξω, πολλῷ μᾶλλον νῦν. Τότε μὲν γὰρ οὔπω φῆλος ὁ θάνατος ἦν ὕπνος γεγενημένος·  νῦν δὲ καὶ αὐτοῦ τοῦ ἡλίου τοῦτο φανερώτερον. Ἀλλ’ οὐκ ἤγειρέ σου τὸ θυγάτριον νῦν; Ἀλλὰ πάντως ἐγερεῖ, καὶ μετὰ πλείονος τῆς δόξης.  Ἐκεῖνο μὲν γὰρ ἀναστὰν πάλιν ἀπέθανε·  τὸ δὲ σὸν ἐὰν ἀναστῇ, μένει λοιπὸν ἀθάνατον, Μηδεὶς τοίνυν κοπτέσθω λοιπόν, μηδὲ θρηνείτω, μηδὲ τὸ κατόρθωμα τοῦ Χριστοῦ διαβαλλέτω.  Καὶ γὰρ ἐνίκησε τὸν θάνατον. Τί τοίνυν  περιττὰ θρηνεῖς; Ὕπνος τὸ πρᾶγμα γέγονε. Τί ὀδύρῃ καὶ κλαίεις; Τοῦτο γὰρ εἰ καὶ Ἕλληνες ἐποίουν, καταγελᾷν ἔδει·  ὅταν δὲ ὁ πιστὸς ἐν τούτοις ἀσχηνονῇ, ποία ἀπολογία; τίς ἔσται συγγνώμη τοιαῦτα ἀνοηταίνουσι, καὶ ταῦτα μετὰ χρόνων τοσοῦτον  καὶ σαφῆ τῆς  ἀναστάσεως ἀπόδειξιν;  Σὺ δὲ ὥσπερ αὐξῆσαι τὸ ἔγκλημα σπεύδων, καὶ θρηνωδοὺς ἡμῖν ἄγεις Ἑλληνίδας γυναῖκας, ἐξάπτων τὸ πάθος, καὶ τὴν κάμινον διεγείρων καὶ ἀκούεις τὸν Παύλον λέγοντος·  Τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ;  ἤ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Καὶ παῖδες μὲν Ἑλλήνων οἱ μὴδὲν περὶ ἀναστάσεως εἰδότες, ὅμως εὑρίσκουσι λόγους παραμυθίας, λέγοντες·  Φέρε γενναίως· καὶ γὰρ ἀναλῦσαι τὸ γεγενημένον οὐκ ἔνι, οὐδὲ διορθῶσαι τοῖς θρήνοις· σὺ δὲ ὁ φιλοσοφώτερα καὶ χρηστότερα τούτων ἀκούων, οὐκ αἰσχύνῃ μείζονα ἐκείνων ἀσχημονῶν;  Οὐδὲ γὰρ λέγομεν·  Φέρε γενναίως, ἐπειδὴ τὸ γεγεννημένον ἀναλῦσαι οὐκ ἔνι· ἀλλὰ, Φέρε γενναίως· καὶ γὰρ ἀναστήσεται πάντως· καθεύδει τὸ παιδίον, καὶ οὐ τέθνηκεν· ἡσυχάζει καὶ οὐκ ἀπόλωλεν. Ἀνάστασις γὰρ αὐτὸ διαδέξεται, καὶ ζωὴ αἰώνιος, καὶ ἀθανασία, καὶ λῆξις ἀγγελική. Οὐκ ἀκούεις τοῦ ψαλμοῦ λέγοντος, Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐεργέτησέ σε; Εὐεργεσίαν ὁ Θεὸς τὸ πρᾶγμα καλεῖ, καὶ σὺ θρηνεῖς; Καὶ τὶ πλέον ἄν ἐποίησας, εἰ πολέμιος καὶ ἐχθρὸς τοῦ τετελευτηκότος  ἦς; Εἰ γὰρ δεῖ θρηνεῖν, τὸ διάβολον  δεῖ θρηνεῖν.  Ἐκεῖνος κοπτέσθω, ἐκεῖνος ὀδυρέσθω, ὅτι πρὸς τὰ μείζονα ὁδεύομεν ἀγαθά. Τῆς ἐκείνου πονηρίας ἄξια αὕτη ἡ οἰμωγή, οὐχὶ σοῦ του στεφανοῦσθαι μέλλοντος καὶ ἀναπαύεσθαι. Καὶ γὰρ λιμὴν εὔδιος ὁ θάνατος.  Σκόπει γοῦν πόσων γέμει κακῶν ὁ παρῶν βίος· ἐννόησον ποσάκις αὐτὸς  κατηράσω τὴν παροῦσαν ζωήν.  Καὶ γὰρ ἐπὶ τὸ χεῖρον τὰ πράγματα πρόεισι, καὶ ἐξ ἀρχῆς δὲ οὐ μικρᾷ συνεληρώθης καταδίκῃ. Ἐν γὰρ λύπαις τέξῃ τέκνα, φησί· καὶ, Ἐν ἱδρῶτι τοῦ προσώπου  σου φάγῃ τὸν ἄρτον σου· καὶ , Ἐν τῷ κόσμῳ θλῖψιν  ἕξετε.  Ἀλλ’ οὐ  περὶ τῶν ἐκεῖ τοιοῦτον οὐδὲν εἴρηται, ἀλλὰ τοὐναντίον ἅπαν, ὅτι  Ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός· καὶ ὅτι Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ  ἀνακλιθήσονται εἰς τοὺς κόλπους Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ· καὶ ὅτι νυμφὼν τὰ ἐκεῖ πνευματικός, καὶ φαιδραὶ λαμπάδες, καὶ μετάστασις πρὸς τὸν οὐρανό.
δ΄. Τί τοίνυν καταισχύνεις τὸν ἀπελθόντα; τί παρασκευάζεις τοὺς ἄλλους δεδοικέναι καὶ τρέμειν τὸν θάνατον; τί ποιεῖς πολλοὺς κατηγορεῖν τοῦ Θεοῦ, ὡς  μεγάλα  ἐργασαμένου δεινά;  μᾶλλον δὲ τί μετὰ ταῦτα πένητας καλεῖς, καὶ παρακαλεῖς ἱερέας εὔξασθαι; Ἵνα εἰς ἀνάπαυσιν ἀπέλθῃ, φησίν, ὁ τετελευτηκώς, ἵνα ἵλεων σχῇ τὸν δικαστήν. Ὑπὲρ τούτων οὖν θρηνεῖς καὶ ὀλολύζεις;  Οὐκοῦν σαυτῷ μάχῃ καὶ πολεμεῖς, ὑπὲρ ὧν εἰς λιμένας ἀπῆλθεν ἐκεῖνος, χειμῶνα σαυτῷ κατασκευάζων. Καὶ τί πάθω; φησί · τοιοῦτον ἡ φύσις. Οὑκ ἔστι φύσεως τὸ ἔγκλημα, οὐδὲ τῆς τοῦ πράγματος ἀκολουθίας, ἀλλ’ ἡμεῖς οἱ πάντα ἄνω καὶ κάτω ποιοῦντές ἐσμεν, οἱ καταμαλακιζόμενοι, καὶ τὴν οἰκείαν προδιδόντες εὐγένειαν καὶ τοὺς ἀπίστους χείρους ποιοῦντες.  Πῶς γὰρ ἑτέρῳ περὶ ἀθανασίας διαλεξόμεθα; πῶς πείσομεν τὸν ἐθνικόν, ὅταν μᾶλλον ἐκείνου τὸν θάνατον φοβώμεθα καὶ φρίττωμεν; Πολλοὶ γοῦν παρ’ Ἕλλησι, καίτοι γε οὐδὲν περὶ ἀθανασίας εἰδότες, ἐστεφανώθησαν, τῶν παίδων αὐτοῖς ἀπελθόντων, καὶ λευχειμονοῦντες ἐφαίνοντο, ἵνα τὴν παροῦσαν καρπώσωνται δόξαν·  σὺ δὲ οὐδὲ διὰ τὴν μέλλουσαν παύῃ γυναικιζόμενος καὶ κοπτόμενος.  Ἀλλ’ κληρονόμους οὐκ ἔχεις, οὐδὲ  διάδοχον τῶν ὄντων; Καὶ τί μᾶλλον ἐβούλου, τῶν σῶν αὐτὸν εἶναι κληρονόμον, ἤ  τῶν οὐρανῶν; τί  δὲ  ἐπεθύμεις, τὰ ἀπολλύμενα αὐτὸν διαδέχεσθαι, ἅ μικρὸν ὕστερον ἀφιέναι ἔμελλεν, ἤ τὰ μένοντα καὶ ἀκίνητα; Οὐκ ἔσχες κληρονόμον αὐτὸν, ἀλλ’ ἐγένετο τοῦ Χριστοῦ.  Καὶ τίνι, φησί, τὰ ἱμάτια, τίνι τὰ οἰκήματα, τίνι τὰ ἀνδράποδα καὶ τοὺς καταλιμπάνομεν; Αὐτῷ πάλιν, καὶ ἀσφαλέστερον, ἤ  εἰ ἔζη · τὸ γὰρ κωλύον οὐδὲν. Εἰ γὰρ βάρβαροι συγκατακαίουσι  τοῖς ἀπελθοῦσι τὰ ὄντα, πολλῷ μᾶλλον σὲ συναποστεῖλαι τῷ τετελευτηκότι δίκαιον τὰ αὐτοῦ, οὐχ ἵνα τέφρα γένηται, καθάπερ ἐκεῖνα, ἀλλ’ ἵνα πλείονα  τούτῳ περιβάλῃ δόξαν·  καὶ εἰ μὲν ἁμαρτωλὸς ἀπῆλθεν, ἵνα τὰ ἁμαρτήματα λύσῃ· εἰ δὲ δίκαιος, ἵνα προσθήκη γένηται μισθοῦ καὶ ἀντιδόσεως. Ἀλλ’ ἰδεῖν αὐτὸν ἐπιθυμεῖς; Οὐκοῦν τὸν αὐτὸν αὐτῷ βίου βίον, καὶ ταχέως ἀπολήψῃ τὴν ἱερὰν ἐκείνην ὄψιν. Μετὰ δὲ τούτων κἀκεῖνο λογίζου, ὅτι κἄν ἡμῶν μὴ ἀκούσῃς, τῷ χρόνῳ πάντως πεισθήσῃ.  Ἀλλ’ οὐδεὶς   τότε σοι ὁ μισθός· τοῦ γὰρ πλήθους τῶν ἡμερῶν γίνεται ἡ παραμυθία. Ἄν δὲ νῦν βουληθῇς φιλοσοφεῖν, δύο κερδανεῖς τὰ μέγιστα· καὶ σαυτὸν τῶν ἐν μέσῳ κακῶν ἀπαλλάξεις, καὶ παρὰ τοῦ Θεοῦ λαμπρότερον ἀναδήσῃ τὸν στέφανον. Καὶ γὰρ ἐλεημοσύνης καὶ τῶν ἄλλων πολλῷ μεῖζον τὸ πράως συμφορὰν ἐνεγκεῖν.  Ἐννόησον ὅτι καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀπέθανε·  καὶ ἐκεῖνος μὲν διὰ σέ, σὺ δὲ διὰ σαυτόν.  Καὶ εἰπών. Εἰ δυνατὸν παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον, καὶ λυπηθείς, καὶ  ἀγωνιάσας, ὅμως οὐ παρέδραμε τὴν τελευτήν, ἀλλὰ καὶ μετὰ πολλῆς αὐτὴν ὑπέστη τῆς τραγωδίας. Οὐδὲ γὰρ ἁπλῶς θάνατον ὑπέμεινεν, ἀλλὰ  τὸν αἴσχιστον· καὶ πρὸ τοῦ θανάτου  μάστιγας, καὶ πρὸ τῶν μαστίγων ὀνείδη και σκώμματα καὶ λοιδορίας, σὲ παιδεύων πάντα φέρειν γενναίως. Ἀλλ’ ὅμως ἀποθανών, καὶ τὸ σῶμα ἀποθέμενος, πάλιν αὐτὸ ἀνέλαβε μετὰ μείζονος δόξης, σοὶ και ἐνταῦθα χρηστὰ ὑποτείνων ἐλπίδας. Ταῦτα εἰ μὴ μῦθος, μὴ θρήνει· ταῦτα εἰ πιστὰ νομίζεις εἶναι, μὴ δάκρυε·  εἰ δὲ δακρύεις, πῶς δυνήσῃ  πεῖσαι τὸν Ἕλληνα, ὅτι πιστεύεις;
ε΄. Ἀλλὰ καὶ οὕτως ἀφόρητος ἔτι σοι φαίνεται τὸ συμβάν; Οὐκοῦν δι’ αὐτὸ τοῦτο οὐκ ἀνάξιον ἐκεῖνον θρηνεῖν·  πολλῶν γὰρ τοιούτων ἀπηλλάγη συμφορῶν ἐκεῖνος. Μὴ τοίνυν αὐτῷ φθόνει, μηδὲ βάσκαινε.  Τὸ γὰρ ἑαυτῷ μὲν θάνατον αἰτεῖν διὰ τὴν ἄωρον ἐκείνου τελευτήν,  πενθεῖν δὲ ἐκεῖνον, ὅτι μὴ ἔζη, ἵνα πολλὰ ὑπομείνῃ τοιαῦτα, φθονοῦντος μᾶλλόν ἐστι καὶ βασκαίνοντος. Μὴ δὴ τοῦτο ἐννόει, ὅτι οὐκέτι ἀναστρέψει εἰς τὴν οἰκίαν, ἀλλ’ ὅτι καὶ αὐτὸς ἀπελεύσῃ μικρὸν ὕστερον πρὸς αὐτόν. Μὴ τοῦτο  λογίζου, ὅτι οὐκέτι ἐπανέρχεται ἐνταῦθα, ἀλλ’ ὅτι οὐδὲ αὐτὰ ταῦτα τὰ ὁρώμενα μένει τοιαῦτα, ἀλλὰ καὶ ταῦτα μετασχηματίζεται. Καὶ γὰρ καὶ οὐρανὸς καὶ γῆ καὶ θάλαττα καὶ πάντα μεθαρμόζεται καὶ τότε ἀπολήψῃ σου τὸ παιδίον μετὰ πλείονος δόξης.  Καὶ εἰ μὲν ἁμαρτωλὸς ἀπῆλθεν, ἔστη τὰ τῆς κακίας· οὐδὲ γὰρ ἄν, εἰ μεταβαλλόμενον ὁ Θεὸς ἤδει, προανήρπασεν ἄν τῆς μετανοίας· εἰ δὲ δίκαιος ὤν κατέλυσεν, ἐν ἀσφαλείᾳ τὰ ἀγαθὰ κέκτηται. Ὅθεν δῆλον, ὅτι οὐκ ἔστι φιλοστρογίας σου τὰ δάκρυα, ἀλλὰ πάθους ἀλογίσου. Ἐπεὶ εἰ τὸν ἀπελθόντα ἐφίλεις, χαίρειν ἔδει καὶ εὐφραίνεσθαι, ὅτι τῶν παρόντων ἀπηλλάγη κυμάτων. Τί γὰρ τὸ πλέον; εἰπέ μοι· τί δὲ τὸ ξένον καὶ κανόν; οὐχὶ τὰ αὐτὰ καθ’ ἑκάστην ἡμέραν ὁρῶμεν ἀνακινούμενα; Ἡμέρα καὶ νύξ, νὺξ καὶ ἡμέρα·  χειμὼν καὶ θέρος, θέρος καὶ χειμών, καὶ πλέον οὐδέν. Καὶ ταῦτα μὲν ἀεὶ τὰ αὐτά·  τὰ δὲ κακὰ ξένα καὶ καινότερα.  Ταῦτα οὖν αὐτὸν ἀντλεῖν καθ’ ἑκάστην ἡμέραν ἐβούλου, καὶ μένειν ἐνταῦθα,  καὶ νοσεῖν, καὶ πενθεῖν, καὶ δεδοικέναι, καὶ τρέμειν, καὶ τὰ μὲν ὑπομένειν τῶν δεινῶν, τὰ δὲ μήποτε ὑπομείνῃ φοβεῖσθαι; Οὐδὲ γὰρ ἐκεῖνο ἄν ἔχοις εἰπεῖν, ὅτι τὸ  μακρὸν τοῦτο πλέοντα πέλαγος, δυνατὸν ἦν ἀθυμίας καὶ φροντίδων καὶ τῶν ἄλλων ἀπηλλάχθαι τῶν τοιούτων. Μετὰ δὲ τούτων κἀκεῖνο λογίζου, ὅτι οὐκ ἀθάνατον ἔτεκες· καὶ ὅτι εἰ μὴ νὺν ἐτελεύτησε, μικρὸν ὕστερον ἄν τοῦτο ὑπέμεινεν. Ἀλλ’ οὐκ ἐνεπλήσθης αὐτοῦ; Ἀλλὰ ἀπολαύσῃ πάντως ἐκεῖ. Ἀλλὰ καὶ ἐνταῦθα ἐπιθυμεῖς ὁρᾷν; Καὶ τὶ τὸ κωλύον; Ἔξεστι γὰρ καὶ ἐνταῦθα, ἐὰν νήφῃς·  ἡ γὰρ ἐλπὶς τῶν μελλόντων ὄψεως φανερωτέρα. Σὺ δὲ εἰ μὲν ἐν βασιλείοις ἦν, οὐκ ἄν ποτε αὐτὸ ἐπεζήτησας ἰδεῖν, ἀκούσα εὐδοκιμοῦντα· πρὸς δὲ τὰ πολλῷ βελτίω ὁρῶσα ἀποδεδημηκότα, ὑπὲρ ὀλίγου χρόνου μικροψυχεῖς, καὶ ταῦτα ἔχουσα ἀντ’ ἐκείνου τὸν συνοικοῦντα; Ἀλλ’ οὐκ ἔχεις ἄνδρα; Ἀλλ’ ἔχεις παραμυθίαν, τὸν Πατέρα τῶν ὀρφανῶν καὶ κριτὴν τῶν χηρῶν. Ἄκουσον καὶ Παύλου ταύτην μακαρίζοντος τὴν χηρείαν, καὶ λέγοντος·  Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπισεν ἐπὶ Κύριον. Καὶ γὰρ εὐδοκιμωτέρα ἡ τοιαύτη φανεῖται, πλείονα ἐπιδεικνυμένη τὴν ὑπομονήν. Μὴ τοίνυν θρήνει ὑπὲρ οὗ στεφανοῦσαι, ὑπὲρ οὗ μισθὸν ἀπαιτεῖς. Καὶ γὰρ ἀπέδωκας τὴν παρακαταθήκην, εἰ ὅπερ ἐνεπιστεύθης παρέστησας. Μηκέτι φρόντιζε λοιπόν, ἐν ἀσύλῳ τὸ κτῆμα ἀποθεμένη θησαυρῷ. Εἰ δὲ καὶ μάθεις, τὶς μὲν ὁ παρὼν βίος, τίς δὲ ἡ μέλλουσα ζωή, καὶ ὅτι οὗτος μὲν ἀράχνη καὶ σκιά, τὰ δὲ ἐκεῖ πάντα ἀκίνητα καὶ ἀθάνατα, οὐ δεήσῃ λοιπὸν ἑτέρων λόγων. Νῦν μὲν γὰρ ἁπάσης τὸ παιδίον ἀπήλλακται μεταβολῆς· ἐνταῦθα δὲ ὤν,  ἴσως μὲν χρηστὸς, ἴσως δὲ οὐ τοιοῦτος ἔμενεν ἄν. Ἤν οὐχ ὁρᾷς, ὅσοι τοὺς ἑαυτῶν ἀποκηρύττουσι παῖδας; ὅσοι τῶν ἀποκηρυττομένων χείρους ὄντας ἀναγκάζονται οἴκοι κατέχειν; Ταῦτα πάντα λογιζόμενοι φιλοσοφῶμεν· οὔτω γὰρ καὶ τῷ τελελευτηκότι χαριούμεθα, καὶ παρὰ ἀνθρώπων πολλῶν ἀπολαυσόμεθα τῶν ἐπαίνων, καὶ παρὰ τοῦ Θεοῦ τοὺς μεγάλους τῆς ὑπομονῆς ἀποληψόμεθα μισθούς, καὶ τῶν αἰωνίων ἐπιτευξόμεθα ἀγαθῶν·  ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.

α.Τὸ ἔργο πρόφτασε τοὺς λόγους κι οἱ Φαρισαῖοι ἀποστομώθηκαν· ἦταν ἀρχισυνάγωγος αὐτὸς ποὺ ἦρθε καὶ τὸ πένθος βαρύ. Τὸ παιδὶ, μοναχογέννητο, ἦταν στὰ δώδεκά του χρόνια, λουλούδι τῆς ζωῆς. Καὶ τὸ ἀνάστησε μὲ μιᾶς. Ἄν ὁ Λουκᾶς λέη ὅτι ἦρθαν κι εἶπαν· Μὴ βάζης στὸν κόπο τὸ Δάσκαλο· ἔχει πεθάνει· θὰ ποῦμε τοῦτο, ὅτι ἡ φράση «πέθανε πρὶν ἀπὸ λίγο» εἰπώθηκε ἀπὸ ἄνθρωπο ποὺ στοχαζόταν τὴν ὥρα ποὺ χρειαζόταν γιὰ νὰ πᾶνε στὸ σπίτι ἤ ποὺ μεγάλωνε τὴ συμφορά.  Συνηθίζουν ὅσοι παρακαλοῦν νὰ παραμεγαλώνουν μὲ τὰ λόγια τους τὶς συμφορές τους καὶ νὰ λένε καὶ κάτι παραπάνω, ὥστε νὰ τραβήξουν περισσότερο αὐτοὺς ποὺ δέχονται τὴν παράκληση.  Προσέξετε τὴν ἁπλοϊκότητά του. Δύο αἰτήματα ὑποβάλλει στὸ Χριστό·  καὶ νὰ πάη ὁ ἴδιος καὶ νὰ βάλη τὸ χέρι του ἐπάνω. Σημάδι ὅτι εἶχε ἀφήσει τὸ παιδὶ ζωντανό. Τὸ ἴδιο ζητοῦσε κι ὁ Νεεμὰν ὁ Σύρος ἀπὸ τὸν προφήτη· Ἔλεγαν καὶ θὰ βγῆ ἔξω καὶ τὸ χέρι του θὰ βάλη ἐπάνω.  Γιατὶ καὶ νὰ δοῦν καὶ νὰ αἰσθανθοῦν ἔχουν ἀνάγκη οἱ πιὸ ἁπλοϊκοί. Ὁ Μᾶρκος πάλι λέει ὅτι πῆρε μαζί του τοὺς τρεῖς μαθητάς καθὼς κι ὁ Λουκᾶς. Τοῦτος ὅμως λέει ἀόριστα τοὺς μαθητάς. Γιὰ ποιὸ λόγο λοιπὸν δὲν πῆρε μαζί του τὸ Ματθαῖο, ἄν καὶ μόλις εἶχε ἔρθει καὶ αὐτός; Ἤθελε νὰ τοῦ δημιουργήση μεγαλύτερη ἐπιθυμία  καὶ γιατὶ ἀκόμα δὲν εἶχε τελειοποιθῆ. Γι’ αὐτὸ τοὺς τιμᾶ ἐκείνους, γιὰ νὰ γίνουν καὶ τοῦτοι σὰν κι αὐτούς. Ἦταν ἀρκετό γι’ αὐτὸν ποὺ εἶδε τὴν αἱμορροῦσα, ποὺ τιμήθηκε μὲ τὸ τραπέζει κι ἔφαγε μαζί του. Κι ὅταν σηκώθηκε, τὸν ἀκολούθησαν πολλοί. Ἤθελαν νὰ δοῦν τὸ μεγάλο θαῦμα, ἦταν καὶ γιὰ τὸ πρόσωπο ποὺ εἶχε ἔρθει. Ἀκόμα οἱ πολλοὶ ἦσαν ἁπλοϊκοὶ καὶ δὲν ἔρχονταν νὰ ζητήσουν τόσο τὴ φροντίδα τῆς ψυχῆς ὅσο τὴ θεραπεία τοῦ σώματος. Τούτους τοὺς ἔσπρωχναν τὰ πάθη τους νἀρθοῦν, ἐκεῖνο ἔτρεχαν γιὰ νὰ δοῦν πῶς διωρθώνονταν οἱ ἄλλοι· γιὰ τοὺς λόγους ὅμως καὶ τὴ διδασκαλία του πολὺ λίγοι ἦσαν ποὺ τὸν πλησίαζαν ὡς τότε. Δὲν τοὺς ἄφησε νὰ μποῦν στὸ σπίτι, παρὰ μονάχα τοὺς μαθητὰς κι αὐτοὺς πάλι ὄχι ὅλους, πάντα διδάσκοντάς μας ν’ ἀποφεύγωμε τὴ δόξα τῶν πολλῶν.
Γράφει ὁ Εὐαγγελιστὴς·  Μιὰ γυναῖκα ποὺ δώδεκα χρόνια αἰμορροοῦσε, ἦρθε πίσω του κι ἄγγιξε τὴν ἄκρη τῶν ρούχων του. Ἔλεγε  μέσα της, Ἄν ἀγγίσω μονάχα τὸ ροῦχο του, θὰ σωθῶ. Γιὰ ποιὸ λόγο δὲν τὸν πλησίασε θαρρετά; Ντρεπόταν τὴν ἀρρώστια της, νομίζοντας πῶς εἶναι ἀκάθαρτη.  Γιατὶ ἄν ἡ γυναῖκα ποὺ ἔχει τὰ ἔμμηνά της νομίζει πὼς δὲν εἶναι καθαρὴ, πολὺ περισσότερο ἔχει αὐτὴ τὴ γνώμη ὅποια ἔχει τέτοια ἀρρώστια. Ὁ νόμος θεωροῦσε τὴν ἀσθένεια πολὺ ἀκάθαρτη. Γι’ αὐτὸ καὶ προσπαθεῖ νὰ κρυφτῆ καὶ νὰ μὴ γίνη ἀντιληπτή. Δὲν εἶχε ἀκόμη σωστὴ καὶ τέλεια ἰδέα γιὰ τὸ Χριστό, ἀλλιῶς δὲ θὰ πίστευε πὼς  θὰ  περνοῦσε ἀπαρατήρητη. Ἔτσι πλησιάζει πρώτη αὐτὴ ἡ γυναῖκα μέσα στὸν κόσμο: εἶχε ἀκούσει ὅτι θεραπεύει καὶ γυναῖκες, καὶ ὅτι πηγαίνει νὰ θεραπεύση τὸ πεθαμένο κορίτσι.  Στὸ σπίτι της βέβαια δὲν ἐτόλμησε νὰ τὸν καλέση, μόλο ποὺ  ἦταν ἡ σειρά της καλή, οὔτε πάλι ἦρθε κοντά του φανερά, μόνο κρυφὰ  ἄγγιξε μὲ πίστη τὰ ροῦχα του.  Οὔτε εἶχε ἀμφιβολίλα, οὔτε  εἶπε  μέσα  της·  Θὰ  ἐλευθερωθῶ  τάχα ἀπὸ τὴν ἀρρώστια; Μήπως δὲ  θὰ  ἐλευθερωθῷ;  Πλησίασε μ’ ἐλπίδα γιὰ τὴν ἀποκατάσταση τῆς ὑγείας της. Ἔλεγε μέσα της, διηγεῖται  ὁ Εὐαγγελιστής·  Μόνο ν’ ἀγγίξω τὸ ροῦχο του καὶ θὰ σωθῶ.  Εἶδε ἀπὸ ποιό σπίτι εἶχε βγῆ, τοῦ τελώνη καὶ ποιοί τὸν ἀκολουθοῦσαν, τελῶνες καὶ ἁμαρτωλοί. Ὅλ’ αὐτὰ τῆς ἔδωσαν ἐλπίδες. Κι ὁ Χριστος; Δὲν τὴν ἄφησε νὰ  διαφύγη ἀλλὰ τὴ φέρνει στὸ κέντρο καὶ τὴ φανερώνει γιὰ πολλὲς αἰτίες.  Ἄν καὶ μερικοὶ ἀπὸ τοὺς ἀπίστους λένε ὅτι τὸ ἔκαμε αὐτό, ἐπειδὴ ποθοῦσε τὴ δόξα. Γιατί λένε δὲν τὴν ἄφησε νὰ περάση ἀπαρατήρητη;  Τί λένε, μωροὶ καὶ ἀνόητοι; Αὐτὸς ποὺ ἐπιβάλλει σιωπή, ποὺ μύρια θαύματα ἀποσκιάζει, αὐτὸς ποθεῖ τὴ δόξα; Γιὰ ποιό λόγο λοιπὸν τὴ φέρνει στὴ μέση;  Πρῶτα διαλύει τὸ φόβο τῆς γυναίκας, γιὰ  νὰ μὴν τὴν ἐνοχλῆ ἡ συνείδησή της, σὰ νἄχη κλέψει τὴ χάρη, καὶ ζῆ σὲ ἀγωνία. Δεύτερο τὴ βγάζει ἀπὸ τὴν πλάνη της ποὺ νομίζει ὅτι πέρασε ἀπαραίτητη. Τρίτο παρουσιάζει σ’ ὅλους τὴν πίστη της, ὥστε  νὰ  τὴ ζηλέψουν καὶ οἱ ἄλλοι.  Κι ἀπ’ τὸ  σταμάτημα τῆς ροῆς τοῦ αἵματος δίνει σημάδι ὄχι μικρότερο·  τὴν ἀπόδειξη ὅτι γνωρίζει τὰ πάντα. Ἔπειτα μὲ τὴ στάση τῆς γυναίκας κερδίζει τὸν ἀρχισυνάγωγο, ποὺ ἦταν ἕτοιμος ν’ ἀμφιβάλη καὶ μ’ αὐτὸ τὸν τρόπο νὰ καταστρέψη τὸ πᾶν.  Γιατὶ αὐτοὶ ποὺ ἦρθαν ἔλεγαν·  Μὴν ταλαιπωρῆς τὸ Δάσκαλο, γιατὶ ἔχει πεθάνει τὸ κορίτσι.  Κι’ οἱ σπιτικοὶ του περιγελοῦσαν τὸ Χριστὸ ποὺ εἶπε  ὅτι Κοιμᾶται. Ἦταν φυσικὸ τὴν ἴδια  διάθεση νὰ νιώση κι ὁ πατέρας.
β. Γι’ αὐτὸ προλαβαίνοντας τὴν ἐκδήλωση αὐτή, φέρνει στὴ μέση τὴ γυναῖκα. Ὅτι αὐτὸς ἦταν ἀπὸ τοὺς πολὺ ἀπλοϊκούς, ἄκουσε τί τοῦ εἶπε·  Μὴ φοβᾶσαι, σὺ πίστευε μόνο καὶ θὰ σωθῆ.  Γιατὶ βέβαια ἐπίτηδες περίμενε νὰ ἐπέλθη ὁ θάνατος καὶ τὸτε νὰ πάη, γιὰ νὰ γίνη φανερὴ ἡ ἀπόδειξη τῆς ἀναστάσεως. Γι’ αὐτὸ καὶ βαδίζει κάπως ἀργὰ καὶ παρατείνει τὴ συνομιλία του, γιὰ ν’ ἀφήση νὰ πεθάνη τὸ κορίτσι καὶ νἀρθοῦν οἱ ἀγγελιοφόροι τοῦ θανάτου της λέγοντας·  Μὴν ταλαιπωρῆς τὸ Δάσκαλο. Αὐτὸ καὶ ὁ Εὐαγγελιστὴν ὑπονοεῖ καὶ τὸ ἐπισημαίνει λέγοντας· Ἐνῷ αὐτὸς μιλοῦσε ἀκόμα ἦρθαν οἱ δικοί του λέγοντας. Πέθανε ἡ κόρη σου, μὴ βάζης στὸν κόπο τὸ Δάσκαλο. Ἤθελε νὰ διαπιστωθῆ ὁ θάνατος, γιὰ νὰ μὴ γίνη ὕποπτη ἡ ἀνάσταση. Αὐτὸ κάνει παντοῦ. Ἴδια καὶ στὸ Λάζαρο, περίμενε μία καὶ δύο καὶ τρεῖς ἡμέρες.  Γιὰ ὅλα αὐτὰ τὴ φέρνει στὴ μέση καὶ τῆς λέει· Κουράγιο κόρη μου. Ὅπως ἔλεγε καὶ στὸν παράλυτο. Κουράγιο, παιδί μου. Γιατὶ ἦταν τρομαγμένη ἡ γυναῖκα. Γι’ αὐτὸ τῆς λέει κουράγιο καὶ τὴν ἀποκαλεῖ κόρη· ἡ πίστη της τὴν εἶχε κάνει κόρη. Κι’ ἀκολουθεῖ τὸ ἐγκώμιο· Ἡ πίστη σου σ’ ἔχει σώσει. Ὁ Λουκᾶς μᾶς ἀναφέρει γιὰ τὴ γυναῖκα ἀκόμα περισσότερα ἀπ’ αὐτά. Ὅταν πλησίασε, γράφει, ἔλαβε τὴν ὑγεία της· δὲν τὴν ἐκάλεσε ἀμέσως ὁ Χριστὸς ἀλλὰ ρώτησε πρῶτα. Ποιός μ’ ἄγγιξε; Ὕστερα ὁ Πέτρος κι οἱ ἄλλοι παρατήρησαν·  Δάσκαλε, ὁ κόσμος σὲ τριγυρίζει καὶ σὲ πνίγει καὶ ρωτᾶς· Ποιὸς μ’ ἄγγιξε; (Ἀφήνω πόσο μεγάλη ἀπόδειξη ἀποτελοῦσε αὐτὸ ὅτι εἶχε ντυθῆ σάρκα ἀληθινὴ κι ὅτι καταπατοῦσε κάθε περιφάνεια·  δὲν ἀκολουθοῦσαν τουλάχιστο ἀπὸ μακρυὰ ἀλλὰ τὸν τριγύριζαν  ἀπὸ παντοῦ). Αὐτὸς ὅμως ἔλεγε μ’ ἐπιμονή. Κάποιος μ’ ἄγγισε. Ἐγὼ κατάλαβα νὰ βγαίνη δύναμη ἀπὸ μένα. Μιλοῦσε μ’ αὐτὸ τὸν τρόπο κατεβαίνοντας στὸ πνευματικὸ ἐπίπεδο τῶν ἀκροατῶν του. Καὶ τὸ ἔλεγε αὐτὸ γιὰ νὰ τὴν κάμη νὰ ὁμολογήση μόνη της τὴν πράξη της. Γι’ αὐτὸ καὶ δὲν τὴ φανέρωσε ἀμέσως. Ἤθελε νὰ δείξη ὅτι τὰ γνώριζε καθαρὰ ὅλα καὶ νὰ τὴν πείση νὰ τ’ ἀποκαλύψη ὅλα αὐθόρμητα, νὰ τὴ φέρη στὸ σημεῖο νὰ ὁμολογήση ἡ ἴδια ὅ,τι εἶχε γίνει καὶ νὰ μὴ γίνη ὕποπτος λέγοντάς το ὁ ἴδιος.
Βλέπετε ὅτι ἡ γυναῖκα ἦταν καλύτερη ἀπὸ τὸν ἀρχισυνάγωγο; Δὲν τὸν σταμάτησε, δὲν τὸν κράτησε, μὲ τ’ ἀκροδάχτυλά της μόνο τὸν ἄγγιξε κι ἐνῷ ἦρθε ἔπειτ’ ἀπ’ αὐτὸν, πρὶν ἀπ’ αὐτὸν ἔφυγε θεραπευμένη. Αὐτὸς τὸ γιατρὸ καλοῦσε σπίτι του· σ’ αὐτὴν τὸ ἄγγισμά του μόνο στάθηκε ἀρκετό. Ἄν ἦταν δεμένη στοῦ πάθους της τὰ δεσμά, τὴν ἐφτέρωνε ἡ πίστη της. Προσέξετε πῶς τὴν παρηγορεῖ· ἡ πίστη  σου σ’ ἐσωσε, τῆς λέει. Δὲ θὰ τὄλεγε βέβαια αὐτό, ἄν τὴν εἶχε φέρει στὸ κέντρο τῆς προσοχῆς γιὰ νὰ ἐπιδειχθῆ.  Εἶχε πολλαπλὸ στόχο·  καὶ τὸν ἀρχισυνάγωγο διδάσκει νὰ πιστέψη καὶ τὴ γυναῖκα διαλαλοῦσε σὲ ὅλους καὶ εὐχαρίστηση κι ὠφέλεια τῆς προξενοῦσε μὲ τὶς λέξεις αὐτὲς ὄχι  μικρότερη  ἀπὸ  τὴ σωματικὴ ὑγεία. Ὅτι αὐτὴν ἤθελε νὰ δοξάση καὶ τοὺς ἄλλους νὰ διορθώση  κι ὄχι νὰ προβάλη τὸν  ἑαυτό του εἶναι φανερὸ ἀπὸ τοῦτο. Αὐτὸς καὶ δίχως τοῦτο ὅμοια ἀξιοθαύμαστος  ἔμελλε  νὰ  εἶναι· περισσότερα ἀπὸ χιονονιφάδες τὸν τριγύριζαν τὰ θαύματα- καὶ πολὺ μεγαλύτερα ἀπ’ αὐτὸ κι ἔκαμε κι ἦταν νὰ κάμη. Ἡ γυναῖκα  ὅμως, ἄν δὲν εἶχε γίνει αὐτό, θὰ  ἔφευγε ἀπαρατήρητη καὶ θὰ ἔχανε ὅλους αὐτοὺς τοὺς μεγάλους ἐπαίνους. Γι’ αὐτὸ ἀφοῦ  τὴν  ἔφερε στὸ κέντρο, τὴν παρουσίασε μεγαλόφωνα κι ἀπ’ αὐτὴν ποὺ πλησίασε, λέει, τρέμοντας, ἀφοῦ ἔ διωξε τὸ φόβο τὴν  ἔκαμε νὰ πάρη θάρρος. Τέλος  μαζὶ μὲ τὴ σωματικὴ ὑγεία  τῆς ἔδωσε κι ἄλλα ἐφόδια λέγοντάς της Πήγαινε μὲ εἰρήνη.
Ὅταν ἦρθε στὸ σπίτι τοῦ ἄρχοντα κι εἶδε τοὺς αὐλητὰς καὶ τὸν ὄχλο ἀνήσυχο, τοὺς ἔλεγε· Φύγετε, δὲν πέθανε ἡ κόρη, κοιμᾶται· τὸν κορόϊδευαν. Ὡραῖες οἱ διακρίσεις τῶν ἀρχισυναγώγων, αὐλοὶ καὶ κύμβαλα ποὺ ἀρχίζουν τὸ θρῆνο στὸ θάνατό της, κι ὁ Χριστός; Ἔβγαλε ἔξω ὅλους τοὺς ἄλλους κι ἔμπασε μέσα τοὺς γονεῖς, ὥστε νὰ γίνη ἀδύνατο νὰ ποῦν ὅτι ἡ θεραπεία ἔγινε μ’ ἄλλο τρόπο. Καὶ πρὶν ἀπὸ τὴν ἀνάστασή του, ἀνασταίνει μὲ τὸ λόγο του, ὅτι· Δὲν πεθανε,  ἡ κόρη κοιμᾶται. Πολλὲς φορὲς τὸ κάμει αὐτό. Ὅπως λοιπὸν καὶ στὴ θάλασσα ἐπιτιμᾶ πρῶτα τοὺς μαθητὰς, ἔτσι ἀκριβῶς καὶ τώρα διώχνει τὴν ταραχὴ ἀπὸ τὶς ψυχὲς τῶν παρόντων καὶ δείχνει συνάμα ὅτι τοῦ ἦταν εὔκολο νὰ σηκώνη τοὺς νεκρούς. Τὸ ἴδιο ἀκριβῶς δὲν ἔκαμε στὸ Λάζαρο λέγοντας ὅτι ὁ φίλος μας ὁ Λάζαρος κοιμήθηκε;  Ἀλλὰ ἐδίδασκε κιόλα νὰ μὴ φοβούμαστε τὸ θάνατο· γιατὶ αὐτὸς δὲν ἦταν θάνατος, μόνο εἶχε καταντήσει ὕπνος. Ἐπειδὴ ἔμελλε νὰ πεθάνη κι ὁ ἴδιος, ἀκόνιζε τὸ θάρρος τῶν μαθητῶν του στὰ σώματα τῶν ἄλλων, γιὰ νὰ ὑποφέρουν τὸ τέλος τοῦ μὲ ἡρεμία. Μετὰ τὸν ἐρχομό του ὕπνος στὸ ἑξῆς ὁ θάνατος ἦταν. Ὡστόστο τὸν περιγελοῦσαν. Αὐτὸς ὅμως δὲ θύμωσε ποὺ δὲν τὸν πίστευαν γιὰ πράγματα ποὺ ἦταν νὰ ἐπιτελέση σὲ λιγο θαυματουργῶντας. Οὔτε τοὺς μάλλωσε γιὰ τὸ γέλιο τους, ὥστε κι αὐτὸ κι οἱ αὐλοὶ καὶ τὰ κύμβαλα κι ὅλα τὰ ἄλλα νὰ γίνουν ἀπόδειξη τοῦ θανάτου.
γ. Ἐπειδὴ πολλὲς φορὲς μετὰ τὰ θαύματα οἱ ἄνθρωποι δυσπιστοῦν, τοὺς προλαμβάνει μὲ τὶς ἴδιες ἀπαντήσεις τους. Ὅπως ἔγινε καὶ στὸ Λάζαρο καὶ στὸ Μωϋσῆ. Στὸ Μωϋσῆ εἶπε·  Τὶ κρατᾶς στὸ χέρι σου; Γιὰ νὰ μὴ λησμονήση, ὅταν δῆ νὰ μετατρέπεται σὲ φίδι ὅτι ἤτανε πρῶτα ραβδί·  νὰ θυμηθῆ τὴν ἀπάντησή του καὶ νὰ σαστίση μὲ τὸ θαῦμα. Καὶ στὴν περίπτωση τοῦ Λαζάρου ρωτᾶ· Ποῦ τὸν ἔχετε θάψει; Γιὰ νὰ τοῦ ποῦν «Ἔλα νὰ δῆς κι Ὅτι μυρίζει, γιατὶ πέρασαν τέσσερες μέρες», καὶ νὰ μὴν μποροῦν πιὰ ν’ ἀρνηθοῦν ὅτι ἀνάστησε νεκρό. Ὅταν εἶδε λοιπὸν τὰ κύμβαλα καὶ τὸν κόσμο τοὺς βγάζει ὅλους καὶ μπροστὰ στοὺς γονεῖς θαυματουργεῖ·  δὲν τῆς βάζει ἄλλη ψυχὴ ἀλλὰ τὴν ἴδια ποὺ βγῆκε τὴν ξαναφέρνει καὶ σὰν ἀπὸ ὕπνο τὴν ξυπνᾶ. Καὶ τὴν κρατεῖ ἀπ’ τὸ χέρι φωτίζοντας ὅσους παρακολουθοῦσαν, ὥστε μὲ ὅ,τι ἔβλεπαν νὰ τοὺς προετοιμάση γιὰ τὴν πίστη στὴν Ἀνάσταση. Ὁ πατέρας ἔλεγε· Βάλε ἐπάνω τὸ χέρι σου. Αὐτὸς κάμει κάτι περισσότερο· δὲν τὸ βάζει μόνο ἐπάνω της ἀλλὰ τὴν κρατᾶ καὶ τὴ σηκώνει, δείχνοντας ὅτι τὸν ὑπάκουαν τὰ πάντα. Καὶ δὲν τὴν σηκώνει μονάχα·  προστάζει νὰ τῆς δώσουν καὶ τροφή, γιὰ νὰ μὴ νομίσουν ὅτι εἶναι φαντασία ὅ,τι ἔγινε. Καὶ δὲν τὴ δίνει ὁ ἴδιος ἀλλὰ προστάζει ἐκείνους. Ὅπως εἶπε καὶ στὸν Λάζαρο· Λύσετέ τον κι ἀφῆστε τὸν νὰ περπατήση κι ἔπειτα τὸν πῆρε μαζί του στὸ τραπέζι. Συνήθως φροντίζει καὶ γιὰ τὰ δυό· καὶ τοῦ θανάτου καὶτῆς ἀναστάσεως κάμει μὲ κάθε ἀκρίβεια τὴν ἀπόδειξη. Σεῖς ὅμως μὴ βλέπετε τὴν ἀνάσταση μόνο ἀλλὰ καὶ τὴν παραγγελία νὰ μὴν ἀνακοινώσουν σὲ κανένα. Κι ἀπ’ ὅλα τοῦτο προπάντων διδάξου, τὴν ταπεινοφροσύνη καὶ τὴν σοβαρότητα. Μαζὶ μ’ αὐτὸ μάθε καὶ τοῦτο· ἔβγαλε ἔξω ἀπὸ τὸ σπίτι αὐτοὺς ποὺ φώναζν καὶ τοὺς ἔδειξε ἀνάξιους νὰ δοῦνε τὸ θαῦμα. Ἔτσι, μὴ βγῆς μ’ ἐκείνους ποὺ πταίζουν τὸν αὐλὸ ἀλλὰ μεῖνε μαζὶ μὲ τὸν Πέτρο καὶ τὸν Ἰωάννη καὶ τὸν Ἰάκωβο. Ἄν ἔβγαλε τότε ἐκείνους ἔξω, πολὺ περισσότερο θὰ τὸ κάμη τώρα. Τότε δὲν ἦταν ἀκόμα φανερὸ ὅτι ὁ θάνατος εἶχε γίνει ὕπνος. Τώρα εἶναι κι ἀπὸ τὸν ἥλιο πιὸ φανερό. Δὲ σου ἀνάστησε τὸ κορίτσι τώρα, θὰ πῆς· θὰ σοῦ τὸ ἀναστήση ὅμως ὁπωσδήποτε, καὶ μὲ περισσότερη δόξα. Τοῦτο δῶ ἀναστήθηκε ἀλλὰ πέθανε πάλι. Τὸ δικό σου ὅταν ἀναστηθῆ, μὲνει ἀθάνατο στὸ ἑξῆς. Κανένας λοιπὸν ἄς μὴ δέρνεται, κι ἄς μὴ θρηντῆ, κι ἄς μὴ διαβάλλη τὸ κατόρθωμα τοῦ Χριστοῦ. Γιατὶ ἐνίκησε τὸ θάνατο. Τί θρηνεῖς λοιπὸν ἄδικα; Τὸ πρᾶγμα ἔγινε ὕπνος. Γιατὶ ὀδύρεσαι καὶ κλαῖς; Ἔτσι ἄν ἔκαμαν οἱ Ἕλληνες, ἔπρεπε νὰ τοὺς περιγελᾶς. Ὅταν ὅμως κάμνη ὁ πιστὸς τέτοιες ἀσχημίες, ποιὰ δικαιολογία καὶ ποιὰ συγνώμη γιὰ μᾶς στὶς τέτοιες ἀνοησίες μας καὶ μάλιστα ὕστερα καὶ ἀπὸ τόσον καιρὸ κι ἀπὸ τόσο ξεκάθαρη ἀπόδειξη τῆς ἀναστάσεως; Σεῖς σὰν γιὰ νὰ μεγαλώνετε τὸ ἔγκλημα κι Ἑλληνίδες μοιρολογίστρες καλεῖτε, ἀνάβοντας τὴ λύπη καὶ τὸ καμίνι ἀναρριπίζοντας καὶ δὲν προσέχετε τὸν Παῦλο ποὺ λέει· Ποιὰ συμφωνία τοῦ Χριστοῦ  μὲ τὸ Βελίαρ καὶ τὶ μερίδιο ἀνάμεσα στὸν πιστὸ καὶ στὸν ἄπιστο;  Καὶ τὰ παιδιὰ τῶν Ἑλλήνων, ποὺ δὲν ἔχουν καμμιὰ γνώση γιὰ τὴ ἀνάσταση, βρίσκουν ὡστόσο λόγους παρηγοριᾶς.  Ὑπόμενε μὲ γενναιότητα, λένε. Δὲν μπορεῖς νὰ καταργήσης ὅ,τι ἔγινεν, οὔτε νὰ τὸ ἐπανορθώσης μὲ τοὺς θρήνους του. Σὺ ὅμως ποὺ ἀκοῦς πιὸ πνευματικοὺς καὶ πιὸ ὠφέλιμους λόγους, δὲν ντρέπεσαι νὰ κάμης μεγαλύτερες ἀπ’ αὐτοὺς ἀσχημίες. Οὔτε λέμε· Ὑπόμεινε μὲ γενναιότητα, ἐπειδὴ δὲν μποροῦμε νὰ καταργήσουμε ὅ,τι ἔγινε. Ἀλλὰ Ὑπόμεινε μὲ γενναιότητα, γιατὶ θ’ ἀναστηθῆ ὁπωσδήποτε.  Κοιμᾶται τὸ παιδὶ δὲν πέθανε. Ἀναπαύεται, δὲ χάθηκε. Τὸ περιμένει ἀνάσταση καὶ παντοντινὴ ζωὴ καὶ ἀθανασία καὶ κατάσταση ἀγγελική.  Δὲν ἀκοῦτε τὸν ψαλμὸ ποὺ λέει·  Γύρισε, ψυχή μου, στὴν ἀνάπαυσή σου, γιατὶ ὁ Κύριος σ’ εὐεργέτησε; Εὐεργεσία ὀνομάζει ὁ Θεὸς τὸ πρᾶγμα καὶ σὺ θρηνεῖς; Καὶ τὶ περισσότερο θὰ ἔκαμες, ἄν ἤσουν ἀντίπαλος κι ἐχθρὸς ἐκείνου ποὺ πέθανε; Ἄν πρέπη νὰ θρηνῆ κάποιος, πρέπειν νὰ θρηνῆ ὁ διάβολος. Ἐκεῖνος ἄς θρηνῆ καὶ ἄς ὀδύρεται, γιατὶ ὀδεύομε στὰ μεγαλύτερα ἀγαθά. Σ’ ἐκείνου τὴν πονηρία ἀξίζει αὐτὸς ὁ θρῆνος ὄχι σ’ ἐσένα ποὺ σοῦ μέλλεται στεφάνωμα κι ἀνάπαυση. Γαλήνιο ὁ θάνατος λιμάνι. Κοίταξε πόσα κακὰ γεμίζουν τὴ ζωὴ αὐτή, σκέψου πόσες φορὲς καταράστηκες τὴν ζωὴν αὐτὴν ὁ ἴδιος. Τὰ πράγματα προχωροῦν στὸ χειρότερο κ ἀπ’ τὴν ἀρχὴ δὲν ἦταν μικρὴ ἡ καταδίκη ποὺ σοῦ ἔλαχε. Μὲ λύπες θὰ γεννᾶς τὰ παιδιὰ σου, λέει·  καὶ Μὲ τὸν ἱδρῶτα τοῦ προσώπου σου θὰ φᾶς τὸ ψωμί σου·  καὶ Μέσα στὸν κόσμο θὰ δοκιμάσετε θλίψη. Γιὰ τὰ ἐκεῖ ὅμως τίποτα τέτοιο δὲν ἔχει λεχθῆ, ἀλλὰ τὸ ἀντίθετο ὁλότελα· Λείπει ὁ πόνος, ἡ λύπη κι ὁ στεναγμὸς καὶ· Θἀρθοῦν ἀπὸ τὴν ἀνατολὴ καὶ τὴ δύση καὶ θ’ ἀναπαυθοῦν στοὺς κόλπους τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ·  ἀκόμα, Εἶναι παστάδα τὰ ἐκεῖ πνευματικὴ καὶ λαμπάδες χαρούμενες καὶ ταξίδι στὸν οὐρανό.
δ. Γιατὶ λοιπὸν ντροπιάζεις τὸν νεκρό; Γιατὶ προδιαθέτεις τοὺς ἄλλους νὰ φοβοῦνται καὶ νὰ τρέμουν  τὸ θάνατο; Γιατὶ σπρώχνεις πολλοὺς νὰ κατηγοροῦν τὸ Θεό, ἐπειδὴ ἐδημιούργησε μεγάλα δεινά; Ἥ μᾶλλον, γιατὶ ἔπειτ’ ἀπ’ αὐτὰ καλεῖς τοὺς φτωχοὺς,  προσκαλεῖς τοὺς ἱερεῖς νὰ παρακαλέσουν; Γιὰ νὰ καταλήξη λέει στὴν ἀνάπαυση αὐτὸς ποὺ πέθανε, γιὰ νὰ εὕρη τὸ δικαστὴ σπλαχνικό. Γι’ αὐτὰ λοιπὸν θρηνὴς καὶ ὀλολύζεις; Τὸν ἑαυτὸ σου λοιπὸν μάχεσαι καὶ πολεμᾶς, τρικυμία δημιουγργῶντας γιὰ σένα ἐνῷ ἐκεῖνος ὀρθοπλώρισε γιὰ τὸ λιμάνι.  Καὶ τὶ νὰ κάμω; λέει. Τέτοια εἶναι ἡ φύση.  Δὲν εἶναι τῆς φύσης τὸ ἔγκλημα, οὔτε συνέπεια ἀναπόφευκτη. Ἐμεῖς εἴμαστε ποὺ ἀναστατώνομε τὰ πάντα, ποὺ ἐκφυλιζόμαστε, καὶ τὴν εὐγενικὴ προδίδοντας καταγωγή μας κάνομε τοὺς ἄπιστους χειρότερους.  Πῶς θὰ μιλήσω σὲ ἄλλον περὶ ἀθανασίας; Πῶς θὰ πείσωμε τὸν ἐθνικό, ὅταν περισσότερο ἀπὸ κεῖνον φοβώμαστε καὶ τρέμωμε τὸ θάνατο; Πολλοὶ στὴν Ἑλλάδα, ἄν καὶ δὲν ἤξεραν τίποτα γιὰ τὴν ἀθανασία, ἐφόρεσαν στεφάνι, ὅταν πέθαναν τὰ παιδιά τους, ντύθηκαν στὰ λευκά, γιὰ νὰ κερδίσουν τὴν τωρινή δόξα.  Σὺ ὅμως ἀκόμα καὶ γιὰ τὴ μέλλουσα ζωή δὲν παύεις νὰ θρηνῆς σὰ γυναῖκα. Δὲν ἔχεις κληρονόμους τῆς περιουσίας σου καὶ διάδοχο; Μὰ θὰ ἐπιθυμοῦσες νὰ κληρονομοῦσε πράγματα ποὺ καταστρέφονται, ποὺ θὰ τἄφηνε ἔπειτα ἀπὸ λίγο; ἤ πράγματα ποὺ μένουν ἀκίνητα καὶ σταθερά; Δὲν τὸν ἔκαμες δικό σου κληρονόμο ἀλλὰ τὸν ἔκαμε στὴ θέση σου ὁ Θεός·  δὲν ἔγινε συγκληρονόμος τῶν ἀδελφῶν του ἀλλὰ τοῦ Χριστοῦ.  Σὲ ποιόν, λέει, θ’ ἀφήσωμε τὰ ροῦχα, σὲ ποιόν τὰ σπίτια, σὲ ποιὸν τοὺς δούλους καὶ τὰ χωράφια; Σ’ αὐτὸν νὰ τ’ ἀφήσετε πάλι καὶ μάλιστα μὲ περισσότερη ἀσφάλεια ἀπ’ ὅ,τι ἄν ἦταν ζωντανός. Τίποτα δὲν ἐμποδίζει. Ἄν οἱ βάρβαροι καῖνε τὰ ὑπάρχοντα ἐκείνων ποὺ φεύγουν, πολὺ περισσότερο εἶναι δίκαιο νὰ στείλης μαζὶ μ’ αὐτὸν ποὺ πέθανε, ὅ,τι τοῦ ἀνήκει, ὄχι γιὰ νὰ γίνουν στάχτη καθὼς ἐκείνα ἀλλὰ γιὰ νὰ συντελέσουν στὴ μεγαλύτερη δόξα του. Κι ἄν ἔφυγε ἁμαρτωλός, θὰ διαγράψη τ’ ἁμαρτήματά του· ἄν ὅμως δίκαιος, θὰ τοῦ γίνη πρόσθεση μισθοῦ κι ἀνταμοιβῆς. Ποθεῖς ὅμως νὰ τὸν δῆς. Τὴν ἴδια ζῆσε ζωὴ μ’ αὐτὸν καὶ γρήγορα θ’ ἀπολαύσης τὴν ἱερὴ ἐκείνη ὄψη. Στοχάσου καὶ τοῦτο κοντὰ σ’ αὐτά· κι ἄν δὲν ἀκούσης ἐμένα, θὰ σὲ πείση ὁ χρόνος. Μόνο ποὺ δὲν θἄχης τότε κανένα μισθό. Γιατὶ ἡ σειρὰ τῶν ἡμερῶν φέρνει τὴν παρηγορία. Ἄν ὅμως θελήσης νὰ φιλοσοφήσης, θὰ κερδίσης δύο, τὰ πιὸ μεγάλα·  καὶ τὸν ἑαυτό σου θ’ ἀπαλλάξης ἀπὸ τὰ δεινὰ αὐτὰ καὶ μὲ λαμπρότερο στεφάνι θὰ σὲ στεφανώση ὁ Θεός. Γιατὶ ἀπ’ τὴν ἐλεημοσύνη καὶ τ’ ἄλλα εἶναι πολὺ ἀνώτερη ἡ ἡρεμία στὴ συμφορά. Σκέψου ὅτι καὶ ὁ Γιὸς τοῦ Θεοῦ πέθανε·  κι ἐκεῖνος γιὰ σένα, σὺ ὅμως γιὰ τὸν ἑαυτό σου. Καὶ μόλο ποὺ εἶπε Ἄν εἶναι δυνατὸ ἄς περάση ἀπὸ μένα τὸ ποτήριο, καὶ μόλο ποὺ λυπήθηκε καὶ δοκίμασε ἀγωνία, ὡστόσο δὲν ἀπόφυγε τὸ τέλος ἀλλὰ τὸ βάσταξε κι ἄς ἦταν μὲ πολὺ σπαραγμό. Γιατὶ δὲ βάσταξε ἁπλὸ θάνατο, παρὰ τὸ χειρότερο· Καὶ πρὶν ἀπὸ τὸ θάνατο μαστιγώματα, καὶ πρὶν ἀπὸ τὰ μαστιγώματα ἐξευτελισμοὺς καὶ εἰρωνεῖες καὶ ὕβρεις· ἤθελε νὰ σὲ διδάξη νὰ τὰ ὑποφέρης ὅλα μὲ γενναιότητα. Ὅταν ὅμως πέθανε καὶ χωρίστηκε τὸ σῶμα, τὸ ξαναπῆρε πάλι πιὸ λαμπρό, ἁπλώνοντας σου ἐσένα καλὲς ἐλπίδες. Ἄν αὐτὰ δὲν  εἶναι μῦθος μὴ θρηνῆς. Ἄν αὐτα τὰ νομίζης ἀξιοπίστευτα, μὴ δακρύζης. Ἄν ὅμως κλαῖς, πῶς θὰ μπορέσης νὰ πείσης τὸν Ἕλληνα, ὅτι πιστεύεις;
ε. Ἀκόμα κι ἐτσι σοῦ φαίνεται ἀβάσταχτο τὸ πάθημά σου; Μὰ γι’ αὐτὸ ἀκριβῶς δὲν ἀξίζει νὰ τὸν θρηνῆς· ἀπὸ πολλὲς τέτοιες συμφορὲς γλύτωσε ἐκεῖνος. Μὴ νιώθης λοιὸν ζήλεια καὶ φθόνο. Ἡ ἀποζήτηση τοῦ θανάτου ἀπὸ μέρος σου γιὰ τὸ πρόωρο τέλος ἐκείνου καὶ τὸ πάθος γι’ αὐτὸν ποὺ δὲν ζῆ γιὰ νὰ ὑποφέρη πολλὰ τέτοια δεινά, δείχνει κάποιον ποὺ φθονεῖ καὶ ζηλεύει. Μὴ σκέφτεσαι λοιπὸν πὼς δὲ θὰ ἐπιστρέψει πιὰ στὸ σπίτι ἀλλὰ ὅτι καὶ ὁ ἴδιος θὰ πᾶς σὲ λίγο κοντά του. Μὴ συλλογίζεσαι, πὼς δὲ θὰ ξαναρθῆ πιὰ ἐδῶ ἀλλ’ ὅτι κι αὐτὰ τὰ ἴδια ποὺ βλέπομε δὲ μένουν τὰ ἴδια· κι αὐτὰ μεταβάλλονται. Γιατὶ κι ὁ οὐρανὸς κι ἡ γῆ κι ἡ θάλασσα κι ὅλα μετασχηματίζονται καὶ τότε θὰ πάρης τὸ παιδί μὲ λάμψη μεγαλύτερη.  Κι ἄν ἔφυγε ἁμαρτωλός, σταμάτησαν ὡς ἐκεῖ τὰ ἔργα τῆς κακίας του· γιατὶ ἄν ἐγνώριζε ὁ Θεός, ὅτι θ’ ἄλλαζε ἀργότερα, δὲ θὰ τὸν ἔπαιρνε πρὶν μετανοήσει. Ἄν ἔφυγε δίκαιος, κράτησε ἀσφαλισμένα τ’ ἀγαθά.  Φανερὸ λοιπὸν πὼς δὲν μαρτυροῦν φιλοστοργία τὰ δάκρυά σου ἀλλὰ πάθος ἀλόγιστο.  Γιατὶ ἄν ἀγαποῦσες αὐτὸν ποὺ ἔφυγε, ἔπρεπε νὰ χαίρεσαι καὶ ν’ ἀναγαλλιάζης ποὺ γλύτωσε ἀπὸ τὰ κύματα τοῦτα. Πέστε μου ποιό εἶναι τὸ παραπάνω; Ποιὸ εἶνει τὸ νέο καὶ ἀσυνήθιστο; Δὲ βλέπομε νὰ ἐπανέρχωνται κάθε μέρα καὶ τὰ ἴδια;  Μέρα καὶ νύχτα, νύχτα καὶ μέρα, χειμῶνας καὶ καλοκαίρι, καλοκαίρι καὶ χειμῶνας, καὶ τίποτα παραπάνω. Κι αὐτὰ πάντα τὰ ἴδια· οἱ συμφορὲς, ὅμως  ὅλο  καὶ  πιὸ  νέες, ὅλο καὶ πιὸ ἀσυνήθιστες. Αὐτὰ λοιπὸν  ἤθελες  νὰ ὑποφέρη  κάθε μέρα καὶ  νὰ μένη ἐδῶ, ν’ ἀρρωσταίνη, νὰ πεινᾶ, νὰ φ οβᾶται, νὰ τρέμη· καὶ  νὰ  ὑποφέρη  ἄλλα ἀπ’ αὐτὰ τὰ δεινά, κι ἄλλα νὰ φοβᾶται μήπως τὰ ὑπομείνη; Οὔτε  βέβαια μπορεῖς  νὰ πῆς, ὅτι ταξιδεύοντας στὴν ἀτέλειωτη αὐτὴ θάλασσα, ἦταν δυνατὸ ν’ ἀπαλλαγῆ ἀπὸ τὴ λύπη καὶ τὶς φροντίδες καὶ τὰ παρόμοια. Σκέψου ὅμως καὶ τοῦτο·  δὲ γέννησες ἀθάνατο κι ἄν  δὲν πέθαινε τώρα, θὰ πέθαινε σὲ λίγο. Μὰ δὲν ἐχόρτασες τὸ γιό σου;  Θὰ τὸν ἀπολαύσης ἐκεῖ. Θὰ  ἤθελες ὅμως νὰ τὸν βλέπης κι  ἐδῶ.  Τί σ’ ἐμποδίζει;  Μπορεῖς κι ἐδῶ, ἄν εἶσαι νηφάλιος. Ἡ ἐλπίδα γιὰ τὰ μελλοντικὰ εἶναι πιὸ  φανερὴ  ἀπὸ  τὴ θέα τους. Κι ἄν ζοῦσε μέσα σ’ ἀνάκτορα δὲ θὰ ζητοῦσες  σὺ ἡ μάννα νὰ τὸν δῆς, ἀκούοντας  τὰ μεγαλεῖα του. Βλέποντας ὅμως νἄχει φύγει γιὰ τὰ πολὺ ἀνώτερα, λιγοψυχεῖς γιὰ λίγο καιρὸ κι ἐνῷ ἔχεις στὴ θέση του τὸ σύζυγό σου. Κι ἄν δὲν ἔχης σύζυγο, ἔχεις παρηγορητὴ τὸν Πατέρα τῶν ὀρφανῶν καὶ κριτὴ τῶν χηρῶν. Ἄκουσε καὶ τὸν Παῦλο  ποὺ  μακαρίζει τὴ χηρεία καὶ λέει. Ἡ ἀληθινὴ  χήρα καὶ μόνη ἐλπίζει στὸν Κύριο. Γιατὶ αὐτὴ φανερώνεται πιὸ δόκιμη, δείχνοντας περισσότερη ὑπομονή.  Μὴ θρηνῆς λοιπὸν γιὰ  τὴν  κατάστασή σου, ποὺ θὰ σοῦ δώση  στέφανο  καὶ  ποὺ γι’ αὐτὴ  ζητεῖς ἀμοιβή. Ἐπέστρεψες τὴν παρακαταθήκη, ἄν παρέδωσες ὅ,τι σοῦ εἶχε ἐμπιστευθῆ.  Μὴ  φροντίζης  πιὰ λοιπόν, ἀφοῦ ἐφύλαξες τὸ θησαυρό του σὲ ἀσύλητο θησαυροφυλάκιο. Κι ἄν σκεφθῆς τί εἶναι ἡ παροῦσα καὶ τὶ ἡ μέλλουσα ζωή, κι ὅτι ἡ πρώτη  εἶναι  ἀράχνη  καὶ  ἴσκιος, ἐνῷ τὰ ἐκεῖ ὅλα ἀσάλευτα καὶ παντοτινά, δὲ  θέλης  πιὰ  ἄλλους λόγους. Τώρα τὸ παιδί σου ἔχει γλυτώσει ἀπὸ κάθε μεταβολή. Ὅταν  ὅμως ζοῦσε ἐδῶ ἴσως ἔμενε ἐνάρετος, μὰ ἴσως ὄχι. Ἤ δὲ  βλέπεις πόσοι ἀποκηρύττουν τὰ παιδιά τους;  Καὶ πόσοι πάλι, ἀκόμα χειρότερα ἀπ’ τ’ ἀποκηρυγμένα παιδιὰ ἀναγκάζονται νὰ τὰ ἔχουν στὸ σπίτι τους;  Μὲ τέτοιες σκέψεις ἄς συγκρατούμαστε. Ἔτσι καὶ τὸ νεκρό μας εὐχαριστοῦμε κι οἱ ἄνθρωποι θὰ μᾶς ἐπαινέσουν πολὺ κι ἀπ’ τὸ Θεὸ θὰ λάβωμε τοὺς μεγάλους μισθοὺς τῆς ὑπομονῆς  καὶ θὰ κερδίσωμε τὰ αἰώνια  ἀγαθά. Αὐτὰ  μακάρι νὰ τὰ ἐ πιτύχωμε ὅλα μὲ τὴ χάρη καὶ τὴ  φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Σ’ αὐτὸν ἀνήκει ἡ δόξα καὶ ἡ δύναμη στοὺς αἰῶνες. Ἀμήν.





Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.63-74

Άναβάσεις - http://anavaseis.blogspot.com


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου