Σάββατο, 25 Αυγούστου 2012

Κυριακή ΙB΄ Ματθαίου. Ἁγίου Ἰωάννου Χρυσοστόμου


Κυριακή ΙΒ΄Ματθαίου (Ματθ. ιθ΄16-26)
Ὑπόμνημα εἰς τὸν Ἅγιον Εὐαγγελιστὴν Ματθαῖον, ὁμιλία ξγ΄




α΄. Τινὲς  μὲν διαβάλλουσι τὸν νεανίσκον τοῦτον, ὡς ὕπουλον τινα καὶ πονηρόν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα· ἐγὼ δὲ φιλάργυρον μὲν αὐτὸν καὶ χρημάτων ἐλάττονα οὐκ ἄν παραιτησαίμην εἰπεῖν, ἐπειδὴ καὶ ὁ Χριστὸς τοιτοῦτον αὐτὸν ἤλεγξεν ὄντα· ὕπουλον δὲ οὐδαμῶς, διὰ  τὸ μήτε ἀσφαλὲς εἶναι τῶν ἀδήλων κατατολμᾷν, καὶ μάλιστα ἐν ἐγκλήμασι, καὶ τὸ τὸν Μάρκον ταύτην ἀνηρηκέναι τὴν ὑποψίαν·  καὶ γὰρ φησι, ὄτι Προσδραμὼν καὶ γονυπετῶν παρεκάλει αὐτόν· καί, ὅτι Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς, ἠγάπησεν αὐτόν. Ἀλλὰ πολλὴ τῶν χρημάτων ἡ τυραννίς, καὶ δῆλον ἐντεῦθεν· κἄν γὰρ τὰ ἄλλα ὦμεν ἐνάρετοι, πάντα αὔτη λυμαίνεται τὰ ἄλλα. Εἰκότως οὖν καὶ ὁ Παῦλος ρίζαν αὐτὴν ἁπάντων τῶν κακῶν εἶναι ἔφησε· Ῥιζα γὰρ πάντα τῶν κακῶν ἐστὶν ἡ φιλαργυρία, φησί.  Διατὶ οὖν οὕτω πρὸς αὐτὸ ἀπεκρίνατο ὁ Χριστός, λέγων· Οὐδεὶς ἀγαθός; Ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε ψιλῷ, καὶ ἐνὶ τῶν πολλῶν, καὶ διδασκάλῳν Ἰουδαϊκῷ· διὰ δὴ τοῦτο ὡς ἄνθρωπος αὐτῷ διαλέγεται.
Καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσιόντων ἀποκρίνεται, ὡς ὅταν λέγῃ· Ἡμεῖς προσκυνοῦμεν ὅ οἴδαμεν· καί, Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ὅταν οὖν εἴπῃ. Οὐδεὶς ἀγαθός, οὐχ ἑαυτὸν ἐκβάλλων τοῦ ἀγαθὸς εἶναι τοῦτο λέγει· ἄπαγε· οὐ γὰρ εἶπε, Τί με λέγεις ἀγαθόν; Οὐκ εἰμὶ ἀγαθός, ἀλλὰ Οὐδεὶς ἀγαθός· τοὐτέστιν, οὐδεὶς ἀνθρώπων.  Καὶ αὐτὸ δὲ τοῦτο ὅταν λέγῃ, οὐδὲ τοὺς ἀνθρώπους ἀποστερῶν ἀγαθότητος λέγει, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς γῆς τοῦ Θεοῦ ἀγαθότητος.  Διὸ καὶ ἐπήγαγεν, Εἰ μὴ εἷς ὁ Θεός. Καὶ οὐκ εἶπεν, Εἰ μὴ ὁ Πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ. Οὕτω καὶ ἀνωτέρω πονηροὺς ἐκάλει τοὺς ἀνθρώπους, λέγων· Εἰ δὲ ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν. Καὶ γὰρ καὶ ἐκεῖ πονηροὺς ἐκάλεσεν, οὐ τῆς φύσεως ἁπάσης πονηρίαν καταγινώσκων·  (τὸ γὰρ, ὑμεῖς, οὐχ ὑμεῖς οἱ ἄνθρωποί φησιν· ) ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀγαθότητα τῇ τοῦ Θεοῦ ἀγαθότητι παραβάλλων, οὕτως ὠνόμασε· διὰ τοῦτο καὶ ἐπήγαγε.  Πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν δώσει ἀγαθά τοῖς αἰτοῦσιν αὐτόν; Καὶ τὶ τὸ κατεπεῖγον ἦν, φησίν, ἤ τί τὸ χρήσιμον, ὥστε οὕτωςαὐτὸν ἀποκρίνασθαι; Ἀνάγει αὐτὸν κατὰ μικρόν, καὶ παιδεύει κολακείας ἀπηλλάχθαι πάσης, τῶν ἐπὶ τῆς γῆς ἀπάγων, καὶ τῷ Θεῷ προσηλῶν, καὶ πείθων τὰ μέλλοντα ζητεῖν, καὶ εἰδέναι τὸ ὄντως ἀγαθόν, καὶ τὴν ρίζαν καὶ τὴν πηγὴν ἁπάντων, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν. Ἐπεὶ καὶ ὅταν λέγῃ, Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς, πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό φησιν, καὶ ἵνα μάθωσι τίς ἠ πρώτη τῶν ὄντων ἁπάντων ἀρχή. Οὐδὲ γὰρ μικρὰν ὁ νεανίσκος ἐπεδείξατο προθυμίαν τέως, εἰς ἔρωτα τοιοῦτον ἐμπεσών, καὶ τῶν ἄλλων, τῶν μὲν πειραζόντων, τῶν δὲ ὑπὲρ νοσημάτων προσιόντων, ἤ τῶν οἰκείων, ἤ τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου καὶ προσιὼν καὶ διαλεγόμενος.  Καὶ γὰρ λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τῶν σπόρον συνέπνιγε. Σκόπει γοῦν πῶς ἐστι παρασκευασμένος τέως πρὸς τὴν τῶν ἐπιταγμάτων ὑπακοήν. Τί γὰρ ποίησας φησί, ζωὴν αἰώνιον κληρονομήσω; Οὕτως ἕτοιμος ἦν πρὸς ἐργασίων τῶν λεχθησομένων. Εἰ δὲ πειράζων προσῆλθεν, ἐδήλωσεν ἄν ἡμῖν καὶ τοῦτο ὁ εὐαγγελιστής, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, ὡς ἐπὶ τοῦ νομικοῦ. Εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν, ὁ Χριστὸς αὐτὸν οὐκ ἄν εἴασε λαθεῖν, ἀλλ’ ἤλεγξεν ἄν σαφῶς, ἤ καὶ ἠνίξατο, ὥστε μὴ δόξαι ἠπατηκέναι καὶ λανθάνειν, καὶ ταύτῃ βλαβῆναι. Εἰ πειράζων προσῆλθεν, οὐκ ἄν ἀπῆλθε λυπούμενος ἐφ’ οἷς ἤκουσε·  Τοῦτο γοῦν οὐδείς ποτε ἔπαθε τῶν Φαρισαίων, ἀλλ’ ἠγριαίνοντο ἐπιστομιζόμενοι. Ἀλλ’ οὐχ οὗτος· ἀλλ’ ἄπεισι κατηφής· ὅπερ οὐ μικρὸν σημεῖον ἦν τοῦ μὴ μετὰ πονηρὰς γνώμης αὐτὸν προσελθεῖν, ἀλλ’ ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν μὲν τῆς ζωῆς, κατέχεσθαι δὲ ἑτέρῳ πάθει χαλεπωτάτῳ. Εἰπόντος τοίνυν τοῦ Χριστοῦ. Εἰ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς· λέγει, Ποίας; Οὐχὶ πειράζων, μὴ γένοιτο· ἀλλὰ νομίζων ἑτέρας τινὰς παρὰ τὰς νομικὰς εἶναι τὰς τῆς προξένους αὐτῷ γενησομένας· ὅ σφόδρα ἐπιθυμοῦντας ἦν. Εἴτα, ἐπειδὴν εἶπεν ὁ Ἰησοῦς τὰς ἀπὸ τοῦ νόμου φησί·  Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Καὶ οὐδὲν ἐνταῦθα ἔστη, ἀλλὰ πάλιν ἐρωτᾷ. Τί ἔτι ὑστερῶ; ὅ καὶ αὐτὸ σημεῖον ἦν τῆς σφοδρᾶς ἐπιθυμίας αὐτούς. Οὐ μικρὸν δὲ καὶ τὸ νομίζειν αὐτὸν ὑστερεῖν, μηδὲ ἡγεῖσθαι ἀρκεῖν τὰ εἰρημένα εἰς τὸ τυχεῖν ὧν ἐπεθύμει. Τί οὖν ὁ Χριστός;  Ἐπειδὴ ἔμελλε μέγα τι ἐπιττάτειν, προτίθησι τὰ ἔπαθλα, καὶ φησιν· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν του τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ δεῦρο ἀκολούθει μοι.
β΄. Εἶδες παρὰ βραβεῖα, πόσους στεφάνους τίθησι τῷ σταδίῳ τούτῳ; Εἰ δὲ ἐπείραζεν, οὐκ ἄν αὐτῷ ταῦτα εἶπε. Νυνὶ δὲ καὶ λέγει, καὶ ὥστε αὐτὸν ἐφελκύσασθαι, καὶ τὸν μισθὸν αὐτῷ δείκνυσι πολὺν ὄντα, καὶ τῇ γνώμῃ αὐτοῦ  τὸ πᾶν ἐπιτρέπει, διὰ πάντων συσκιάζων τὸ δοκοῦν εἶναι βαρὺ τῆς παραινέσεως.  Διὸ καὶ πρὶν εἰπεῖν τὸν ἀγῶνα καὶ τὸν πόνον, τὸ βραβεῖον αὐτῶ δείκνυσι λέγων Εἰ θέλεις τέλειος εἶναι· καὶ τότε φησί, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς καὶ εὐθέως πάλιν τὰ ἔπαθλα, Ἔξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Καὶ γὰρ τὸ ἀκολουθεῖν αὐτῷ μεγάλη ἀντίδοσις. Καὶ ἔξεις θησαυρὸν ἐν οὐρανοῖς. Ἐπειδὴ γὰρ περὶ χρημάτων ἦν ὁ λόγος, καὶ πάντων αὐτὸν γυμνωθῆναι παρήνει, δεικνὺς ὅτι οὐκ ἀφαιρεῖται τὰ ὄντα, ἀλλὰ προστίθησι τοῖς οὖσι, καὶ πλείονα ὧν ἐκέλευσε παρασχεῖν ἔδωκεν· οὐ πλείονα δὲ μόνον, ἀλλὰ καὶ τοσούτῳ μείζονα, ὅσον γῆς οὐρανός, καὶ ἔτι πλέον. Θησαυρὸν δὲ εἶπε, τὸ δαψιλὲς τῆς ἀντιδόσεως, τὸ μόνιμον δηλῶν, τὸ ἄσυλον, ὡς ἐνεχώρει διὰ τῶν ἀνθρώπων αἰνίξασθαι τῷ ἀκούοντι. Οὐκ ἄρα ἀρκεῖ τὸ χρημάτων καταφρονεῖν, ἀλλὰ δεῖ καὶ διαθρέψαι πένητας, καὶ προηγουμένως ἀκολουθεῖν τῷ Χριστῷ· τοὐτέστι, πάντα τὰ παρ’ αὐτοῦ κελευόμενα ποιεῖν, πρὸς σφαγὰς εἶναι ἕτοιμον, καὶ θάνατον καθημερινόν. Εἴ τὶς γὰρ θέλει ὁπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὥστε τοῦ ρῖψαι τὰ χρήματα πολλῷ μεῖζον τοῦτο τὸ ἐπίταγμα, τὸ καὶ αὐτὸ τὸ αἷμα ἐκχεῖν· οὐ μικρὸν δὲ εἰς τοῦτο τῶν χρημάτων ἀπηλάχθαι συμβάλλεται. Ἀκούσας δὲ ὁ νεανίσκος, ἀπῆλθε λυπούμενος. Εἶτα, ὥσπερ δεικνὺς ὁ εὐαγγελιστής, ὅτι οὐκ ἀπεικός τι πέπονθε, φησίν·  Ἦν γὰρ ἔχων χρήματα πολλά.
Οὐ γὰρ ὁμοίως κατέχονται οἱ τὰ ὀλίγα ἔχοντες, καὶ οἱ πολλῇ βαπτισθέντες περιουσία· τυραννικώτερος γὰρ τότε ὁ ἔρως γίνεται. Ὅπερ ἀεὶ λέγων οὐ παύομαι, ὅτι ἡ προσθήκη τῶν ἐπεισιόντων μείζονα ἀνάπτει τὴν φλόγα, καὶ πενεστέρους ἐργάζεται τοὺς κτωμένους, εἴ γε ἐν πλείονι καθίστησιν αὐτοὺς ἐπιθυμίᾳ, καὶ μᾶλλον αἰσθάνεσθαι τῆς ἐνδείας ποιεῖ. Σκόπει γοῦν καὶ ἐνταῦθα οἵαν ἐπεδείξατο τὴν ἰσχὺν τὸ πάθος. Τὸν γὰρ μετὰ χαρᾶς προσελθόντα καὶ προθυμίας, ἐπειδὴ ἐκέλευσεν ὁ Χριστὸς ρῖψαι τὰ χρήματα, οὕτω κατεχώσε καὶ ἐβάρησεν, ὡς μηδὲ ἀποκρίνασθαι περὶ τούτων ἀφεῖναι, ἀλλὰ σιγήσαντα καὶ κατηφῆ καὶ στυγνὸν γενόμενον ἀπελθεῖν.  Τί οὖν ὁ Χριστός; Πῶς δυσκόλως οἱ πλούσιοι εἰσελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν! οὐ τὰ χρήματα διαβάλλων, ἀλλὰ τοὺς κατεχομένους ὑπ’ αὐτῶν. Εἰ δὲ πλούσιος δυσκόλως, πολλῷ μᾶλλον ὁ πλεονέκτης. Εἰ γὰρ τὸ μὴ δοῦναι τὰ ἑαυτοῦ, πρὸς βασιλείαν ἐμπόδιον τὸ καὶ τὰ ἑτέρων λαβεῖν ἐννόησον πόσον σωρεύει τὸ πύρ. Τί δήποτε δὲ τοῖς μαθηταῖς ἔλεγεν, ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται, πένησιν οὖσι καὶ οὐδὲν κεκετημένοις; Παιδεύων αὐτοὺς μὴ αἰσχύνεσθαι τὴν πενίαν, καὶ ὡσανεὶ ἀπολογούμενος αὐτοῖς ὑπὲρ τοῦ μηδὲν ἐπιτρέψαι ἔχειν. Εἰπὼν δὲ δύσκολον, προϊών δείκνυσιν ὅτι καὶ ἀδύνατον, καὶ οὐχ ἁπλῶς ἀδύνατον, ἀλλὰ καὶ μετ’ ἐπιτάσεως ἀδύνατον· καὶ τοῦτο ἐκ τοῦ παραδείγματος ἐδήλωσε, τοῦ κατὰ τὴν κάμηλον καὶ τὴν βελόνην. Εὐκοπώτερον, φησί, κάμηλον εἰσελθεῖν διὰ τρυπήματος ραφίδος, ἤ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅθεν δείκνυται ὅτι οὐχ ὁ τυχὼν μισθὸς τοῖς πλουτοῦσι καὶ δυναμένοις φιλοσοφεῖν. Διὸ καὶ Θεοῦ ἔργον ἔφησεν εἶναι αὐτό, ἵνα δείξῃ, ὅτι πολλῆς δεῖ τῆς χάριτος τῷ μέλλοντι τοῦτο κατορθοῦν. Τῶν γοῦν μαθητῶν ταραχθέντων ἔλεγε·  Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατον, παρὰ δὲ Θεῷ πάντα δυνατά. Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ταράττονται πένητες ὄντες, καὶ σφόδρα πένητες; τίνος οὖν ἕνεκεν θορυβοῦνται; Ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ἀλγοῦντες, καὶ πολλὴν πρὸς ἅπαντας φιλοστοργίαν ἔχοντες, καὶ τὰ τῶν διδασκάλων ἤδη σπλάχνα ἀναλαβόντες, Οὕτω γοῦν ἔτρεμον καὶ ἐδεδοίκεισαν ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἀπὸ τῆς ἀποφάσεως ταύτης, ὥστε πολλῆς δεηθῆναι τῆς παρακλήσεως.  Διὰ τοῦτο πρότερον ἐμβλέψας αὐτοῖς εἶπε· Τὰ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ. Ἡμέρῳ γὰρ ὄμματι καὶ πράῳ φρίττουσαν αὐτῶν τὴν διάνοιαν παραμυθησάμενος, καὶ τὴν ἀγωνίαν καταλύσας (τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπών, ἐμβλέψας), τότε καὶ διὰ τῶν ρημάτων αὐτοὺς ἀνίησι, τὴν τοῦ Θεοῦ δύναμιν εἰς μέσον ἀγαγών, καὶ οὕτω ποιήσας θαρρεῖν. Εἰ δὲ βούλει καὶ τὸν τρόπον μαθεῖν, καὶ πῶς ἄν τὸ ἀδύνατον γένοιτο δυνατόν, ἄκουε. Οὐδὲ γὰρ διὰ τοῦτο εἶπε, Τὰ παρὰ τῷ Θεῷ, ἵνα ἀναπέσῃς, καὶ ὡς ἀδυνάτων ἀπόσχῃ· ἀλλ’ ἵνα τὸ μέγεθος τοῦ κατορθώματος ἐννοήσας, ἐπιπηδήσῃς ρᾳδίως, καὶ τὸν Θεὸν παρακαλέσας συνεφαψεσθαί σοι τῶν καλῶν τούτων ἄθλων, τῆς ζωῆς ἐπιτύχῃς.
γ΄. Πῶς οὖν ἄν γένοιτο τοῦτο δυνατόν; Ἄν ρίψῃς τὰ ὄντα, ἄν κενώσῃς τὰ χρήματα, ἄν τῆς πονηρᾶς ἐπιθυμίας ἀποστῇς. Ὅτι γὰρ οὐ τῷ Θεῷ μόνον αὐτὸ λογίζεται, ἀλλὰ διὰ τοῦτο εἶπεν, ἵνα δείξῃ τὸν ὄγκον τοῦ κατορθώματος, ἄκουσον τῶν μετὰ ταῦτα Πέτρου γὰρ εἰπόντος, Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, καὶ ἐρωτήσαντος, Τί ἄρα ἔσται ἡμιν; τὸν μισθὸν ὁρίσας ἐκείνοις, ἐπήγαγε· Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἤ ἀγρούς, ἤ ἀδελφούς, ἤ ἀδελφάς, ἤ πατέρα, ἤ μητέρα, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Οὕτω τὸ ἀδύνατον γίνεται δυνατόν. Ἀλλὰ πῶς αὐτὸ τοῦτο γένοιτ’ ἄν, φησί, τὸ ἀφεῖναι; πῶς δυνατὸν τὸν βαπτισθέντα ἅπαξ ἐπιθυμίᾳ τοιαύτῃ χρημάτων ἀνενεγκεῖν; Ἄν ἄρξηται ἐκ τῶν ὄντων κενοῦν, καὶ τὰ περιττὰ περικόπειν. Οὕτω γὰρ καὶ περαιτέρω προβήσεται, καὶ εὐκολώτερον λοιπὸν δραμεῖται.
Μὴ τοίνυν ὑφ’ ἕν τὸ πᾶν ζητήσῃς, ἀλλ’ ἡρέμα καὶ κατὰ μικρὸν ἀνάβαινε τὴν κλίμακα ταύτην, τὴν εἰς τὸν οὐρανόν σε ἀνάγουσι, εἰ δυσχερές σοι τὸ ἀρθόον φαίνεται.  Καθάπερ γὰρ οἱ πυρέττοντες, δριμεῖαν χολὴν ἔνδον ἔχοντες πλεονάζουσαν, ὅταν ἐπεμβάλωσι σῖτα καὶ ποτά, οὐ μόνον οὐ κατασβενύουσι τὸ δῖψος, ἀλλὰ καὶ ἀνάπτουσι τὴν φλόγα· οὕτω καὶ οἱ φιλοχρήματοι, ὅταν τῇ πονηρᾷ ταύτῃ ἐπιθυμίᾳ καὶ τῆς χολῆς ἐκείνης δριμυτέρα τὰ χρήματα ἐπεμβλάλωσι, μᾶλλον αὐτὴν ἐκκαίουσιν. Οὐδὲν γὰρ αὐτὴν οὕτως ἵστησιν, ὡς τὸ ἀποστῆναι τέως τῆς τοῦ κερδαίνειν ἐπιθυμίας, ὥσπερ οὖν τὴν δριμεῖαν χολὴν ὀλιγοσιτία καὶ κένωσις. Τοῦτο δὲ αὐτὸ πόθεν ἔσται; φησίν. Ἄν ἐννοήσῃς, ὅτι πλουτῶν μὲν οὐδέποτε παύσῃ διψῶν, καὶ τηκόμενος τῇ τοῦ πλείονος ἐπιθυμίᾳ·  ἀπαλλαγεὶς δὲ τῶν ὄντων, καὶ τὸ νόσημα δυνήσῃ στῆσαι τοῦτο. Μὴ τοίνυν περιβάλλου πλείονα, ἵνα μὴ ἀκίχητα διώκῃς, καὶ ἀνίατα νοσῇς, καὶ ἐλεεινότερος ἧς τοιαῦτα λυττῶν. Ἀπόκριναι γάρ μοι, τίνα ἄν φαίημεν βασανίζεσθαι καὶ ὀδυνᾶσθαι, τὸν ἐπιθυμοῦντα σιτίων καὶ πότων πολυτελῶν, καὶ οὐκ ἔχοντα ἐπιθυμίαν τοιαύτην; Εὔδηλον ὅτι τὸν ἐπιθυμοῦντα μέν, οὐ δυνάμνεον δὲ μετασχεῖν ὧν ἐπιθυμεῖ. Οὕτω γάρ ἐστι τοῦτο ὀδυνηρόν, τὸ ἐπιθυμοῦντα μὴ ἀπολαύειν, καὶ διψῶντα μὴ πίνειν, ὡς καὶ τὴν γέεναν βουλόμενον ἡμῖν ὑπογράψαι τὸν Χριστόν, τοῦτον αὐτὴν ὑπογράψαι τὸν τρόπον, καὶ τὸν πλούσιον οὕτως εἰσαγαγεῖν ἀποτηγανιζόμενον·  ἐπιθυμῶν γὰρ σταγόνος ὕδατος, καὶ μὴ ἀπολαύων, οὕτως ἐκολάζετο. Οὐκοῦν ὁ μὲν χρημάτων καταφρονῶν ἔστησε τὴν ἐπιθυμίαν· ὁ δὲ πλουτεῖν βουλόμενος, καὶ περιβάλλεσθαι πλείω, ἀνῆψε μᾶλλον, καὶ οὐδέπω ἵσταται· ἀλλὰ κἄν μυρία λάβῃ τάλαντα, ἑτέρων τοσούτων ἐπιθυμεῖ· κἄν τούτων ἐπιτύχῃ, πάλιν δὶς τοσούτων ἄλλων ἐφίεται· καὶ προϊών, καὶ τὰ ὄρη, καὶ τὴν γῆν, καὶ τὴν θάλατταν , καὶ πάντα εὔχεται αὐτῷ γενέσθαι χρυσόν, καινήν τινα μανίαν μαινόμενος καὶ φοβεράν, καὶ οὐδέποτε οὕτω σβεσθῆναι δυναμένην. Καὶ ἵνα μάθῃς, ὅτι οὐ τῇ προσθήκῃ, ἀλλὰ τῆ ἀφαιρέσει τοῦτο ἵστανται τὸ κακόν·  εἴ σοι γέγονεν ἐπιθυμία ποτὲ ἄτοπος πτῆναι καὶ δι’ ἀέρως ἐνεχθῆναι, πῶς ἄν τὴν ἄτοπονα ταύτην ἔσβεσας ἐπιθυμίαν; τῷ πτερὰ διαπλάττειν, καὶ ἕτερα ὄργανα κατασκευάζειν; ἤ τῷ πεῖσαι τὸν λογισμόν, ὅτι ἀδυνάτων ἐπιθυμεῖ, καὶ οὐδενὶ τούτων ἐπιχειρεῖν δεῖ; Εὔδηλον ὅτι τῷ πεῖσαι τὸν λογισμόν. Ἀλλ’ ἐκεῖνο, φησίν, ἀδύνατον. Ἀλλὰ καὶ τοῦτο ἀδυνατώτερον, τὸ τῆς ἐπιθυμίας ταύτης ὅρον εὑρεῖν. Καὶ γὰρ εὐκολώτερον ἀνθρώπους ὄντας πτῆναι, ἤ τῇ προσθήκῃ τοῦ πλείονος παῦσαι τὸν ἔρωτα. Ὅταν μὲν γὰρ ἧ δυνατὰ τὰ ἐπιθυμτά, τῇ ἀπολαύσει παραμυθεῖσθαι δυνατόν· ὅταν δὲ ἀδύνατα, ἕν δεῖ σπουδάζειν μόνον, τὸ τῆς ἐπιθυμίας ἡμᾶς αὐτοὺς ἀπαγαγεῖν, ὡς ἑτέρως γε οὐκ ἐνὸν ἀνακτήσασθαι τὴν ψυχήν. Ἵν’ οὖν μὴ περιττὰ  ὀδυνώμεθα, τὸν διηνεκῶς λυποῦντα ἔρωτα τῶν χρημάτων καὶ οὐδέποτε σιγῆσια ἀνεχόμενον ἀφέντες, ἐφ’ ἕτερον μεθορμισώμεθα,  τὸν καὶ μακαρίους ἡμᾶς ποιοῦντα, καὶ  πολλὴν ἔχοντα τὴν εὐκολίαν, καὶ τῶν ἄνω θησαυρῶν ἐπιθυμήσωμεν. Οὔτε γὰρ πόνος  ἐνταῦθα τοσοῦτος, καὶ τὸ κέρδος ἄφατον, καὶ ἀποτυχεῖν οὐκ ἔνι τὸν καὶ ὁπωσοῦν ἀγρυπνοῦντα καὶ νήφοντα καὶ τῶν παρόντων ὑπερορῶντα· ὥσπερ οὖν τὸν δουλεύοντα αὐτοῖς καὶ ἐδεδομένον  εἰσάπαξ   ἀνάγκη πᾶσα ἐκεπσεῖν ἐκείνων.
δ΄. Ταῦτ’ οὖν ἅπαντα λογιζόμενος, τὴν πονηρὰν ἐπιθυμίαν ἔκβαλε τῶν χρημάτων. Οὐδὲ γὰρ τοῦτο ἔχοις ἄν εἰπεῖν, ὅτι τὰ μὲν παρόντα δίδωσι, τῶν δὲ μελλόντων ἀποστερεῖ· καίτοι καὶ εἰ τοῦτο ἦν, ἐσχάτη τοῦτο κόλασις καὶ τιμωρία. Νῦν δὲ οὐδὲ τοῦτο ἔνι. Μετὰ  γὰρ τῆς γεένης καὶ πρὸς τῆς γεένης ἐκείνης, καὶ ἐνταῦθα εἰς χαλεπωτέραν σε ἐμβάλλει κόλασιν. Καὶ γὰρ οἰκίας πολλὰς ἡ ἐπιθυμία αὕτη ἀνέτρεψε, καὶ χαλεποὺς πολέμους ἀνερρίπισε, καὶ βιαίῳ θανάτῳ καταλῦσαι τὸν βίον κατηνάγκασε· καὶ πρὸ τῶν κινδύνων δὲ τούτων τῆς ψυχῆς λυμαίνεται τὴν εὐγένειαν· καὶ δειλόν, καὶ ἄνανδρον, καὶ θρασύν, καὶ ψεύστην, καὶ συκοφάντην, καὶ ἅρπαγα, καὶ πλεονέκτην, καὶ τὰ ἔσχατα πάντα τὸν ἔχοντα πολλάκις εἰργάσατο. Ἀλλ’ ἴσως τὴν λαμπηδόνα τοῦ ἀργυρίου, καὶ τῶν οἰκετῶν τὸ πλῆθος, καὶ τῶν οἰκοδημάτων τὸ κάλλος, καὶ τὴν θεραπείαν τὴν ἐπ’ ἀγορᾶς ὁρῶν καταγοητεύῃ; Τίς οὖν ἄν γένοιτο θεραπεία τῷ πονηρῷ τραύματι τούτῳ; Ἄν ἐννοήσῃς, πῶς σοι ταῦτα τὴν ψυχὴν διατίθησι· πῶς σκοτεινὴν καὶ ἔρημον καὶ αἰσχρὰν αὐτὴν κατασκευάζει καὶ δυσειδῆ· ἄν λογίσῃ μεθ’ ὅσων ταῦτα ἐκτίσθε κακῶν μεθ’ ὅσων φυλάττεται πόνων, μεθ’ ὅσων κινδύνων μᾶλλον δὲ οὐδὲ φυλάττεται μέχρι τέλους, ἀλλ’ ὅταν ἁπάντων διαφύγῃ τὰς λαβάς, ὁ θάνατος ἐπελθὼν ταῦτα μὲν εἰς τὰς τῶν σῶν ἐχθρῶν πολλάκις ἐξήγαγε χεῖρας, σὲ δὲ ἔρημον λαβὼν ἄπεισιν, οὐδὲν τούτων ἐπισυρόμενον, ἀλλ’ ἤ τὰ τραύματα καὶ τὰ ἕλκη μόνον, ἅπερ ἐκ τούτων λαβοῦσα ἄπεισιν ἡ ψυχή. Ὅταν οὖν ἴδῃς τινὰ λάμποντα ἔξωθεν ἀπὸ τῶν ἱαμάτων καὶ τῆς πολλῆς δορυφορίας, ἀνάπτυξον αὐτοῦ τὸ συνειδός, καὶ πολλὴν εὑρήσεις τὴν ἀράχνην ἔνδον, καὶ πολλὴν τὴν κόκιν ὄψει. Ἐννόησον τὸν Παῦλον, τὸν Πέτρον· ἐννόησον τὸν Ἰωάννην, τὸν Ἠλίαν· μᾶλλον δὲ αὐτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν οὐκ ἔχοντα ποὺ τὴν κεφαλὴν κλῖναι. Ἐκείνου ζηλωτὴς γενοῦ, καὶ τῶν ἐκείνου δούλων, καὶ τὸν ἄφατον τούτων φαντάζου πλοῦτον. Εἰ δὲ μικρὸν διαβλέψας ἐκ τούτων σκοτωθείης πάλιν, καθάπερ ἔν τινι ναυαγίῳ καταιγίδος ἐπελθούσης, ἄκουσον τῆς ἀποφάσεως τοῦ Χριστοῦ τῆς λεγούσης, ὅτι ἀδύνατον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ πρὸς τὴν ἀπόφασιν ταύτην θὲς τὰ ὄρη, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν·  καὶ πάντα, εἰ βούλει, τῶ λόγῳ ποίησον εἶναι χρυσόν· οὐδὲν γὰρ ἴσον ὄψει τῆς ζημίας τῆς ἐκεῖθέν σοι γινομένης.  Καὶ σὺ μὲν πλέθρων γῆς τόσων καὶ τόσων μέμνησαι, καὶ οἰκείων δέκα καὶ εἴκοσιν, ἤ καὶ πλειόνων, καὶ βαλανείων τοσούτων, καὶ ἀνδραπόδων χιλίων, ἤ δὶς τοσούτων, καὶ ὀχημάτων ἀργυρευόντων καὶ χρυσοπάστων·  ἐγὼ δὲ ἐκεῖνό φημι. Εἰ τῶν πλουτούντων ὑμῶν ἕκαστος, τὴν πενίαν  ταύτην ἀφεὶς (πενία γὰρ ταῦτα πρὸς ὅ μέλλω λέγειν), ὁλόκληρον ἐκέκτητο κόσμον, καὶ ἔκαστος αὐτῶν τοσούτους εἶχεν ἀνθρώπους ὅσοι νῦν εἴσι πανταχοῦ γῆς καὶ θαλάττης, καὶ οἰκουμένην ἕκαστος, καὶ γῆν καὶ θάλατταν, καὶ πανταχοῦ οἰκοδομήσματα, καὶ πόλεις, καὶ ἔθνη, καὶ πανταχόθεν, ἀντὶ ὕδατος, ἀντὶ πηγῶν αὐτῷ χρυσίον, ἐπέρρει, τριῶν ὀβολῶν οὐκ ἄν ἔφη ἀξίους εἶναι τοὺς οὕτω πλουτοῦντας, τῆς βασιλείας ἐκπεσόντας. Εἰ γὰρ  νῦν χρημάτων τῶν ἀπολλυμένων ἐφιέμενοι, ὅταν μὴ ἐπιτύχωσιν, βασανίζονται· εἰ λάβοιεν αἴσθησιν τῶν ἀπορρήτων ἀγαθῶν ἐκείνων, τί λοιπὸν ἀρκέσει εἰς παραμυθίαν αὐτοῖς; Οὐκ ἔστιν οὐδέν. Μὴ τοίνυν μοι λέγε τὴν τῶν χρημάτων περιουσίαν, ἀλλ’ ἐννόει τὴν ζημίαν ὅσην ἐκ ταύτης οἱ ταύτης ὑπομένουσιν ἐρασταί, ἀντὶ τούτων τοὺς οὐρανοὺς ἀπολλύντες, καὶ ταὐτὸν πάσχοντες, οἷον ἄν εἴ τις  τῆς ἐν βασιλείας μεγίστης τιμῆς ἐκπεσών, κόπρου θημωνίαν ἔχων, μέγα ἐπὶ ταύτῃ φρονοίη. Οὐδὲν γὰρ ἐκείνης ἡ τῶν χρημάτων διαφέρει σωρεία· μᾶλλον δὲ βελτίων ἐκείνη. Ἡ μὲν γὰρ καὶ πρὸς γεωργίαν ἐπιτήδειος, καὶ πρὸς βαλανείου ἔκκαυσιν, καὶ πρὸς ἄλλα τοιαῦτα· ὁ δὲ κατορωρυγμένος χρυσὸς πρὸς οὐδὲν τούτων.  Καὶ εἴθε μόνον ἄχρηστος ἦν· νυνὶ δὲ καὶ πολλὰς ἀνάπτει τῷ ἔχοντι  τὰς καμίνους, εἰ μὴ εἰς δέον αὐτῷ χρήσαιτο· τὰ γοῦν μυρία κακὰ ἐντεῦθεν, φύεται. Διὰ τοῦτο οἱ μὲν ἔξωθεν ἀκρόπολιν κακῶν τῆν φιλαργυρίαν ἐκάλουν· ὁ δὲ μακάριος Παῦλος πολλῷ βέλτιον καὶ ἐμφαντικώτερον ρίζαν αὐτὴν τῶν κακῶν ἁπάντων εἰπων. Ταῦτ’ οὖν ἅπαντα ἐνοοῦντες, μάθωμεν ζηλοῦν τὰ ἄξια ζήλου, μὴ τὰς λαμπρὰς οἰκοδομάς, μηδὲ τοὺς πολυτελεῖς ἀγρούς· ἀλλὰ τοὺς πολλὴν παρρησίαν πρὸς τὸν Θεὸν ἔχοντας ἄνδρας, τοὺς ἐν οὐρανῷ  πλουτοῦντας, τοὺς τῶν θησαυρῶν ἐκείνων κυρίους, τοὺς ὄντως πλουσίους, τοὺς διὰ Χριστὸν πένητας· ἵνα τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

α΄ Μερικοὶ κατηγοροῦν αὐτὸν τὸ νέο, γιατὶ τάχα εἶναι ὕπουλος καὶ πονηρὸς καὶ πλησίασε μὲ πειραχτικὴ διάθεση τὸν Ἰησοῦ. Ἐγὼ ὅμως δὲ θὰ παρέλειπα νὰ τὸν ἔλεγα φιλάργυρο καὶ δοῦλο τῶν χρημάτων, γιατὶ καὶ ὁ Χριστὸς φανερώνει ὅτι ἦταν τέτοιος. Δὲ θὰ τὸν ἔλεγα ὅμως μὲ κανένα τρόπο ὕπουλο, ἐπειδὴ δὲν εἶναι ἀσφαλισμένο νὰ ἐκφράζεσαι τολμηρὰ γιὰ ἀσαφῆ πράγματα καὶ μάλιστα γιὰ κατηγορίες κι ἐπειδὴ ὁ Μᾶρκος ἀναίρεσε αὐτὴν τὴν ὑποψία. Γιατὶ γράφει ὅτι ἔτρεξε σ’ αὐτὸν γονατισμὸς τὸν παρακαλοῦσε καὶ ὅτι τὸν κοίταξε ὁ Ἰησοῦς καὶ ἔνιωσε γι’ αὐτὸν συμπάθεια. Ἀλλὰ εἶναι δύσκολη ἡ δουλεία στὰ χρήματα καὶ φανερώνεται ἀπ’ αὐτό. Ἀκόμα κι ἄν εἴμαστε σ’ ὅλα τὰ ἄλλα ἐνάρετοι, ὅλα τἄλλα αὐτὴ τὰ καταστρέφει. Δικαιολογημένα ὁ Πέτρος τὴν ὠνόμασε ρίζα ὅλων τῶν κακῶν. Ρίζα ὅλων τῶν κακῶν εἶναι ἡ φιλαργυρία λέγει. Γιατὶ λοιπὸν ὁ Χριστὸς τοῦ ἀπάντησε καὶ τοῦ εἶπε ὅτι κανένας δὲν εἶναι ἀγαθός; Γιατὶ τὸν πλησίασε σὰν ἁπλὸ ἄνθρωπος κι ἔναν ἀπὸ τοὺς πολλοὺς Ἰουδαίους διδασκάλους.  Γι’ αὐτὸ λοιπὸν συνομιλεῖ μαζί του σὰν ἄνθρωπος.
Σὲ πολλὲς περιπτώσεις ἀπαντᾶ κατὰ τὴν ἀντίληψη ἐκείνων ποὺ πλησιάζουν. Λόγου χάρη· ἐμεῖς προσκυνοῦμε αὐτὸ ποὺ γνωρίζουμε. Καὶ ἄν μαρτυρῶ ἐγὼ γιὰ τὸν ἑαυτό μου, δὲν εἶναι ἡ μαρτυρία μου ἀληθινή. Ὅταν λοιπὸν πῆ, κανένας δὲν εἶναι ἀγαθός,  δὲν τὸ λέει ἐπειδὴ ἐξαιρεῖ τὸν ἑαυτό του ἀπὸ τὴν ἀγαθότητα. Μακρυὰ ἀπὸ τέτοια σκέψη. Δὲν εἶπε γιατὶ μὲ ἀποκαλεῖς ἀγαθό; -δὲν εἶμαι ἀγαθός -ἀλλὰ κανένας δὲν εἶναι ἀγαθός, δηλαδὴ κανένας ἀπὸ τοὺς ἀνθρώπους. Μὰ κι αὐτὸ ἀκόμα ὅταν λέγη, δὲν στερεῖ τοὺς ἀνθρώπους ἀπὸ τὴν ἀγαθότητα ἀλλὰ κάνει ἀντιαδιαστολὴ μὲ τὴν ἀγαθότητα τοῦ Θεοῦ. Γι’ αὐτὸ καὶ συμπλήρωσε, παρὰ μόνο ὁ Θεός, οὔτε πάλι εἶπε· παρὰ μονάχα ὁ Πατέρας μου, γιὰ νὰ μάθωμε ὅτι δὲν φανερώθηκε στὸ νέο. Ἔτσι καὶ πιὸ πάνω ἀποκαλοῦσε πονηροὺς τοὺς ἀνθρώπους κι ἔλεγε ἄν σεῖς, μόλο ποὺ εἶστε πονηροί, γνωρίζετε νὰ κάνετε καλὰ δῶρα στὰ παιδιά σας. Κι ἐκεῖ χρησιμοποίησε τὸ χαρακτηρισμὸ (πονηροί), ὄχι ἐπειδὴ θεωρεῖ ὅλους τοὺς ἀνθρώπους πονηρούς, γιατὶ λέει σεῖς, ὄχι σεῖς, οἱ ἄνθρωποι. Ἀλλὰ χρησιμοποίησε αὐτὴ τὴ λέξη συγκρίνοντας τὴν ἀγαθότητα τῶν ἀνθρώπων μὲ τὴν ἀγαθότητα τοῦ Θεοῦ. Αὐτὸ τὸ λόγο ἔχει ἡ συμπλήρωση. Πόσο περισσότερο καλὰ θὰ εἶναι τὰ δῶρα τοῦ Θεοῦ σ’ αὐτοὺς ποὺ ζητοῦν. Καὶ τὶ ἐβίαζε ἤ τί ὠφελοῦσε, ὥστε ν’ ἀποκριθῆ ἔτσι; Τὸν ἀνεβάζει λίγο λίγο καὶ τοῦ ὑποδεικνύει ν’ ἀπαλλαγῆ  ἀπὸ τὴν κολακεία, ἀπομακρύνοντάς τον ἀπὸ τὰ γήινα καὶ στρέφοντάς τον πρὸς τὸν Θεό. Τὸν πείθει νὰ ἐπιζητῆ τὰ μελλοντικὰ καὶ νὰ γνωρίση τὸ ἀληθινὸ ἀγαθό, τὴ ρίζα καὶ τὴν πηγὴ ὅλων, καὶ ν’ ἀποδώση σ’ αὐτὸ τὶς τιμές.  Γιατὶ καὶ ὅταν, λέη μὴ μὲ καλέσετε διδάσκαλο πάνω στὴ γῆ, τὸ λέει σὲ ἀντιδιαστολὴ μὲ κεῖνο, γιὰ νὰ μάθουν ὅλοι ποιὰ εἶναι ἡ πρώτη ἀρχὴ ὅλων τῶν ὄντων. Γιατὶ  δὲν εἶχε δείξει νέος μικρὸ ζῆλο κυριαρχημένος ἀπὸ μιὰ τέτοια ἐπιθυμία. Ἐνῶ ἀπὸ τοὺς ἄλλους μερικοὶ τὸν ἐπείραζαν καὶ μερικοὶ τὸν ἐπλησίαζαν  γιὰ  ἀσθένειες   εἴτε δικῶν τους εἴτε ξένων, αὐτὸς  πλησίασε  καὶ συζητοῦσε γιὰ τὴν αἰώνια ζωή. Εὕφορη καὶ παχειὰ ἦταν ἡ γῆ, ἀλλὰ τ’ ἀγκάθια μὲ τὸ πλῆθος τους ἔπνιγαν τὸ σπόρο. Προσέξετε πόσο  προετοιμασμένος ἦταν νὰ ὑπακούση στὴν ἐντολή. Τί νὰ κάμω, ρωτᾶ, γιὰ νὰ κληρονομήσω  τὴν  αἰώνια  ζωή;  Ἔτσι ἕτοιμος ἦταν νὰ πραγματοποιήση τοὺς λόγους. Ἄν εἶχε ἔρθει μὲ πειρακτικὴ διάθεση, θὰ τὸ φανέρωνε κι αὐτὸ ὁ εὐαγγελιστής. Ἔτσι ἔκαμε καὶ σὲ ἄλλες περιπτώσεις, ὅπως στὴν περίπτωση τοῦ νομικοῦ. Κι ἄν σιωποῦσε ὁ ἴδιος, δὲν θὰ τὸν ἄφηνε ὁ Χριστὸς νὰ μείνη ἀπαρατήρητος ἀλλὰ θὰ τὸν ἔλεγχε  φανερὰ ἤ μὲ ὑπαινιγμό, ὥστε νὰ μὴ νομίση ὅτι ἀπάτησε καὶ δὲν ἀνακαλύφθηκε καὶ ζημιωθῆ μ’ αὐτὸ τὸν τρόπο. Ἄν ἦρθε γιὰ νὰ πειράξη, δὲ θὰ ἔφευγε  λυπημένος γι’ αὐτὸ ποὺ ἄκουσε. Κανένας ἀπὸ τοὺς Φαρισαίους δὲν τὸ δοκίμαστε αὐτὸ ἀλλὰ ὅλοι ἐθύμωναν, ὅταν ἀποστομώνονταν. Ἀντίθετα τοῦτος φεύγει λυπημένος· αὐτὸ εἶναι σημάδι ὅτι δὲν ἐπλησίασε μὲ πονηρὴ γνώμη, ἀλλὰ μὲ γνώμη πιὸ μαλακιά. Κι  ὅτι ἐπιθυμοῦσε τὴ ζωή, κ ατεχόταν  ὅμως ἀπὸ ἄλλο βαρύτερο πάθος. Κι ὅταν ὁ Χριστὸς  τοῦ εἶπε Ἄν θέλης νὰ περάσης μέσα στὴ ζωή, φύλαξε τὶς ἐντολές, ρωτάει ποιές; ὄχι γιὰ νὰ πειράξη μὴ γένοιτο!  ἀλλὰ  ἐπειδὴ νομίζει ὅτι  κάποιες  ἄλλες διαφορετικὲς ἀπὸ τὶς νομικὲς ἐντολὲς  θὰ τοῦ χαρίσουν τὴ ζωή. Αὐτὸ εἶναι γνώρισμα ἀνθρώπου ποὺ πολὺ ἐπιθυμεῖ. Κι ἔπειτα ὅταν διευκρίνησε  ὁ Ἰησοῦς ὅτι ἐννοεῖ τὶς ἐντολὲς τοῦ νόμου εἶπε· Ὅλα αὐτὰ τὰ ἐφύλαξα ἀπὸ τὴ νεαρή μου ἡλικία. Δὲ στάθηκε ἐδῶ ἀλλὰ ξαναρωτᾶ.  Σὲ τί ὑστερῶ ἀκόμα; Καὶ αὐτὸ εἶναι δεῖγμα τῆς  σφοδρᾶς ἐπιθυμίας του. Δὲν εἶναι λίγο καὶ νὰ νομίζη πῶς ὑστερεῖ  καὶ νὰ  πιστεύη ὅτι φτάνουν  ὅσα ἐλέχθηκαν  γιὰ  νὰ ἐπετύχη ὅ,τι ἐπιθυμοῦσε. Καὶ ὁ Χριστὸς ἐπειδὴ ἔμελλε κάτι σοβαρὸ νὰ προστάξη, προτείνει  ἔπαθλα  καὶ λέει. Ἄν θέλης  νὰ  εἶσαι τέλειος, πήγαινε  πούλησε τὴν περιουσία  σου κ αὶ μοίρασέ την στοὺς φτωχούς, θ’ ἀποκτήσεις  ἔτσι  θησαυρὸ  στὸν οὐρανὸ καὶ ἀκολούθησέ με.
β΄. Εἴδατε πόσα βραβεῖα, πόσους στεφάνους θέτει γιὰ τὸ ἀγώνισμα αὐτό; Ἐὰν ἐπείραξε, δὲ θὰ τοῦ ἔλεγε αὐτά. Τώρα ὅμως καὶ τοῦ τὰ λέει γιὰ νὰ τὸν προσελκύση καὶ τοῦ δείχνει ὅτι ὁ μισθὸς τοῦ εἶναι πολύς. Τ’ ἀφήνει ὅλα στὴν διάθεσή του καὶ μὲ ὅλα καλύπτει τὴν ἰδέα ὅτι εἶναι δύσκολη ἡ προτροπή. Καὶ γι’ αὐτὸ πρὶν τοῦ ἀνακοινώση τὸ ἄθλημα καὶ τὸν κόπο, τοῦ δείχνει τὸ βραβεῖο λέγοντάς του· Ἄν θέλης νὰ εἶσαι τέλειος πούλησε τὰ ὑπάρχοντά σου καὶ μοίρασέ τα στοὺς φτωχούς·  Καὶ ἀμέσως πάλι τὰ ἔπαθλα, θὰ ἀποκτήσης θησαυρὸ στὸν οὐρανὸ καὶ ἔλα, ἀκολούθησέ με. Μεγάλη προσφορὰ νὰ τὸν ἀκολουθοῦμε. Καὶ θ’ ἀποκτήσης θησαυρὸ στὸν οὐρανό. Ἐπειδὴ ὁ λόγος ἦταν γιὰ χρήματα καὶ τὸν παρακινοῦσε νὰ τὰ στερηθῆ ὅλα, τοῦ δείχνει ὅτι δὲν τοῦ ἀφαιρεῖ τὴν περιουσία του. Ἀπεναντίας τοῦ προσθέτει καὶ μάλιστα τοῦ δίνει περισσότερα ἀπὸ ὅσα τοῦ εἶπε νὰ παραχωρήσει. Κι ὄχι μόνο περισσότερα ἀλλὰ καὶ τόσο πολὺ ἀνώτερα ὅσο ὁ οὐρανὸς ἀπὸ τὴ γῆ κι ἀκόμη περισσότερο. Μίλησε γιὰ θησαυρό, γιὰ νὰ φανερώση τὸν μόνιμο κι ἀναφαίρετο πλοῦτο τῆς ἀνταμοιβῆς, ὅσο ἦταν δυνατὸ νὰ γίνη ὑπαινιγμὸς γιὰ τὰ ἀνθρώπινα σ’ αὐτὸν ποὺ ἄκουγε. Δὲ φτάνει λοιπὸν νὰ περιφρονῆ  κανένας τὰ χρήματα  ἀλλὰ πρέπει νὰ θρέψη φτωχοὺς καὶ ν’ ἀκολουθῆ πιὸ πρῶτα τὸ Χριστό. Νὰ ἐφαρμόση ὅλες τὶς ἐντολές του καὶ νὰ εἶναι ἕτοιμος νὰ σφαγὴ καὶ γιὰ θάνατο καθημερινό. Ὅποιος θέλει νὰ εἶναι μαζί μου, ἄς ἀπαρνηθῆ τὸν ἑαυτό του, ἄς σηκώση τὸ σταυρό του κι ἄς μ’ ἀκολουθῇ. Ὥστε εἶναι ἀνώτερη ἀπὸ τὴν ἀπόρριψη τῶν χρημάτων ἡ ἐντολὴ αὐτή, νὰ χύση κανένας τὸ αἷμα του.  Καὶ δὲ  βοηθεῖ λίγο σ’ αὐτὸ ἡ ἀπαλλαγὴ ἀπὸ τὰ χρήματα. Ὅταν ἄκουσε ὁ νέος ἔφυγε λυπημένος. Κι ἔπειτα σὰν γιὰ νὰ  δείξη ὁ εὐαγγελιστὴς ὅτι δὲν ἔπαθε κάτι ἀφύσικο προσθέτει:  εἶχε χρήματα πολλά.
Δὲν κατέχονται ἀπὸ ὅμοιο πάθος ὅσοι ἔχουν λίγα μ’ ἐκείνους ποὺ ἔχουν πολλὴ περιουσία βουτηχτῆ. Σ’ αὐτὴ τὴν περίπτωση τὸ πάθος εἶναι πιὸ τυραννικό.  Αὐτὸ σᾶς λέγω παντοτινά, ὅτι ὅσο προσθέτονται ἀγαθὰ τόσο μεγαλύτερη ἀνάβουν τὴ φλόγα καὶ κάνουν τοὺς κατόχους τους πιὸ φτωχοὺς, ἀφοῦ τοὺς γεννοῦν περισσότερη ἐπιθυμία καὶ τοὺς κάνουν νὰ νιώθουν περισσότερο τὴ φτώχεια τους. Προσέξετε πόσο μεγάλη δύναμη ἔδειξε κι ἐδῶ τὸ πάθος. Αὐτὸν ποὺ ἦρθε μὲ χαρὰ καὶ προθυμία μὲ τόσο βάρος τὸν καταπλακώνει, μόλις  τοῦ εἶπε ν’ ἀπαλλαγῆ ἀπὸ τὰ χρήματά του, ὥστε  μήτε  καὶ ν’ ἀποκριθῆ δὲν τὸν ἄφησε ἀλλὰ ἔφυγε σιωπηλός, σκυθρωπός, καὶ λυπημένος. Κι ὁ Χριστὸς παρατήρησε·  Πόσο δύσκολα θὰ μποῦν οἱ πλούσιοι στὴ βασιλεία τῶν οὐρανῶν. Δὲν κατηγόρησε τὰ χρήματα ἀλλὰ αὐτοὺς ποὺ κατέχονται ἀπ’ αὐτά.  Κι ἄν τόσο  δυσκολεύεται  ὁ πλούσιος, πολὺ περισσότερο ὁ πλεονέκτης. Γιατὶ ἄν εἶναι ἐμπόδιο γιὰ τὴ βασιλεία νὰ κρατήσης καὶ νὰ μὴ δώσης τὰ δικά  σου, σκέψου  πόση  φωτιὰ συσσωρεύει ἡ ἁρπαγὴ καὶ τῶν ξένων.  Θὰ πῆτε  γιὰ  ποιὸ  λόγο  ἔλεγε στοὺς μαθητάς του ποὺ ἦσαν φτωχοὶ καὶ δὲν εἶχαν τίποτα  ὅτι δύσκολα θὰ περάση ὁ πλούσιος;  Ἤθελε  νὰ τοὺς μάθη νὰ μὴν ντρέπωνται  τὴ φτώχεια καὶ σὰν νὰ δικαιολογοῦνταν σ’ αὐτοὺς γιατὶ δὲν θ’ ἄφηνε νὰ ἔχουν τίποτα. Κι ἐνῶ εἶπε δύσκολα,  προχωρῶντας  δείχνει  ὅτι εἶναι καὶ ἀδύνατο κι ὄχι ἀδύνατο ἁπλῶς ἀλλὰ ἐντελῶς ἀδύνατο. Αὐτὸ τὸ φανέρωσε μὲ τὸ παράδειγμα τοῦ παλαμαριοῦ καὶ τῆς βελόνης. Ποιὸ εὔκολο, λέει, εἶναι  νὰ περάση  παλαμάρι ἀπὸ  τρύπημα βελόνης, παρὰ ὁ πλούσιος στὴ βασιλεία τῶν οὐρανῶν. Ἔτσι δείχνει ὅτι δὲν θὰ ἔχουν τυχαία ἀμοιβὴ οἱ πλούσιοι ποὺ μποροῦν νὰ ζήσουν πνευματικά. Γι’ αὐτὸ καὶ εἶπε ὅτι  αὐτὸ εἶναι ἔργο τοῦ  Θεοῦ, γιὰ  νὰ  δείξη ὅτι ἔχει  ἀνάγκη  ἀπὸ πολλὴ  χάρη ὅποιος   μέλλει νὰ τὸ  ἐπιτύχη. Κι ἐπειδὴ ταράχτηκαν οἱ μαθηταὶ τοὺς ἔλεγε. Εἶπα ἀδύνατο αὐτὸ γιὰ τοὺς ἀνθρώπους, εἶναι ὅμως ὅλα  δυνατὰ  γιὰ  τὸ Θεό. Καὶ οἱ μαθηταὶ γιατὶ ταράζονται ἐνῶ  εἶναι φτωχοί, πολὺ φτωχοί; Γιατὶ  ἀνησυχοῦν; Ἔνιωσαν τὸν πόνο γιὰ τὴ σωτηρία  τῶν  ἄλλων, ἀπέραντη ἀγάπη γιὰ ὅλους, εἶχε  γεννηθῆ  μέσα  τους τὸ ἐνδιαφέρον τοῦ δασκάλου. Τόσο ἔτρεμαν καὶ ἐφοβοῦνταν γιὰ ὁλόκληρη τὴν οἰκουμένη ἀπὸ τὴν ἀπόφαση αὐτή, ὥστε τοὺς  χρειαζόταν πολλὴ στήριξη. Γι’ αὐτὸ ἀφοῦ τοὺς κοίταξε τοὺς εἶπε· Ὅ,τι εἶναι ἀδύνατο στοὺς ἀνθρώπους εἶναι δυνατὸ στὸ Θεό.  Μὲ τὸ ἤμερο καὶ πρᾶο βλέμμα του ἐστήριξε τὴ ψυχή τους ποὺ δοκίμασε φρίκη, κι ἀφοῦ ἔδιωξε τὴν ἀγωνία τους (δηλώνει ὁ Εὐαγγελιστὴς λέγοντας,  ἀφοῦ  τοὺς  κοίταξε), τότε καὶ μὲ τοὺς λόγους τοὺς γαληνεύει ἀναφέροντας τὴ δύναμη τοῦ Θεοῦ  κι  ἐνθαρρύνοντάς τους μ’ αὐτὸ τὸν τρόπο. Ἀκοῦστε τώρα καὶ μὲ ποιόν τρόπο τὸ ἀδύνατο γίνεται  δυνατό.  Κι ὅτι τὰ ἀδύνατα στοὺς ἀνθρώπους γίνονται δυνατὰ στὸ Θεὸ δὲν τὸ εἶπε γιὰ νὰ ἀναπαυθοῦμε καὶ νὰ μὴν προσπαθήσωμε, ἀφοῦ εἶναι ἀδύνατα. Τὸ εἶπε γιὰ  νὰ στοχαστοῦμε  τὸ μέγεθος  τοῦ  κατορθώματος καὶ νὰ ὁρμήσωμε πρόθυμα γιὰ νὰ ἐπιτύχωμε τὴ ζωή, παρακαλῶντας τὸ Θεὸ νὰ μᾶς βοηθήσει στὰ ὡραῖα αὐτά ἀγωνίσματα.
γ΄.  Πῶς θὰ κατορθωθῆ τοῦτο; Ἄν  μοιράσης  τ’  ἀγαθά σου, ἄν σκορπίσης τὰ χρήματα, ἄν διώξης τὶς πονηρὲς ἐπιθυμίες. Ὅτι αὐτὸ δὲ λογαριάζεται μόνο γιὰ τὸ Θεό, ἀλλὰ τὸ εἶπε γιὰ νὰ δείξη τὸ μεγαλεῖο τοῦ κατορθώματος, ἄς ἀκούσωμε τὰ  παρακάτω.  Ὁ  Πέτρος τοῦ εἶπε·  νὰ, ἐμεῖς ποὺ ἀφήσαμε τὰ πάντα καὶ σ’ ἀκολουθήσαμε·  ποιὰ θὰ εἶναι ἡ ἀμοιβή μας; Τότε ἐκεῖνος ὥρισε τὸ μισθό τους καὶ τοὺς εἶπε·  Καθένας ποὺ  ἄφησε  σπίτια ἤ χωράφια ἤ ἀδελφοὺς ἤ ἀδελφὲς ἤ πατέρα ἤ μητέρα θὰ κερδίση ἑκατονταπλάσια καὶ θὰ κληρονομήση ζωὴ αἰώνια.  Ἕτσι τὸ ἀδύνατο γίνεται δυνατό. Ἀλλὰ πῶς θὰ πραγματοποιηθῆ αὐτὸς ὁ χωρισμὸς  ἀπὸ τὰ χρήματα; Πῶς εἶναι δυνατὸν ὅποιος μιὰ φορὰ  κυριεύτηκε ἀπ’ αὐτὴν τὴν ἐπιθυμία  νὰ ἀπελευθερωθῆ;  Ἅν ἀρχίση νὰ πετάη ὅσα ἔχει καὶ νὰ περικόπτη τὰ περιττά.  Ἔτσι θὰ προχωρήση περισσότερο κι εὐκολώτερα στὸ ἑξῆς θὰ βαδίση.
Μὴν ἐπιδιώξης λοιπὸν τὰ πάντα μὲ μιὰ ἀλλὰ ἤρεμα καὶ ἀργὰ ἀνέβαινε τὴ σκάλα αὐτὴ ποὺ ὁδηγεῖ στὸν οὐρανό, ἄν σοῦ φαίνεται δύσκολο τὸ ἀπότομο ἀνέβασμα. Ὅσοι ἔχουν πυρετό, ἐξ αἰτίας τῆς ἄφθονης χολῆς, ὅταν πάρουν τροφὴ καὶ νερὸ ὄχι μόνο δὲν σβήνουν τὴ δίψα, ἀλλὰ περισσότερο ἀνάβουν τὴ φλόγα. Ἔτσι κι οἱ φιλοχρήματοι. Ὅταν σ’ αὐτὴν τὴν πονηρὴ καὶ δυνατώτερη ἀπὸ τὴ χολὴ ἐπιθυμία δώσουν τὰ χρήματα,τὴ ἐρεθίζουν περισσότερο. Τίποτα δὲν τὴ σταματᾶ τόσο, ὅσο τὸ ν’ ἀπομακρυνθοῦν ἀπὸ τὸ πάθος τῆς φιλοκέρδειας, ὅπως καὶ ἡ ὀλιγοφαγία καὶ τὸ ἐλαφρὺ στομάχι περιορίζει τὴ χολή.  Ἀπὸ ποῦ προέρχεται αὐτὸ;  Σκέψου ὅτι ὅσο πλουτεῖς, ποτὲ δὲ θὰ σταματήσης νὰ διψᾶς καὶ νὰ λιώνης ἀπὸ τὴν ἐπιθυμία τῶν πιὸ πολλῶν. Ὅταν ὅμως ἀπαλλαγῆς ἀπὸ τὴ περιουσία σου, θὰ μπορέσης νὰ θεραπεύσης αὐτὴ τὴν νόσο.  Μὴν ἀποκτᾶς λοιπὸν περισσότερο, γιὰ νὰ μὴν κυνηγᾶς τὰ ἀσύλληπτα καὶ πάσχης ἀπὸ ἀνίατη ἀρρώστεια, καὶ γίνης πιὸ ἀξιολύπητος μ’  αὐτὴ σου τὴ μανία. Ἀπαντῆστε μου ποιὸς θὰ λέγαμε ὅτι βασανίζεται κι ὑποφέρει; Αὐτὸς ποὺ  ἐπιθυμεῖ  πολυτελῆ φαγητὰ καὶ ποτὰ καὶ δὲν μπορεῖ νὰ τὰ ἀπολαύση, ὅπως τὰ ἐπιθυμεῖ ἤ αὐτὸς ποὺ δὲν ἔχει  αὐτὴ τὴν ἐπιθυμία;  Φανερὸ εἶναι ὅτι ὑποφέρει αὐτὸς ποὺ ἐπιθυμεῖ ἀλλὰ δὲν μπορεῖ νὰ πλησιάση ὅ,τι ἐπιθυμεῖ. Τόσο ὀδυνηρὸ γίνεται αὐτό,νὰ μὴν ἀπολαμβάνης ἐνῶ ἐπιθυμεῖς, κι ἐνῶ διψᾶς νὰ μὴν πίνης, ὥστε ὁ Χριστὸς μ’ αὐτὸ τὸν τρόπο παρουσίασε καὶ τὴ γέενα, κι ἔβαλε μέσα τὸν πλούσιο νὰ βασανίζεται. Μιὰ στάλα νεροῦ ἐπιθυμοῦσε, δὲν τὴν ἀπολάμβανε ὅμως καὶ ἦταν αὐτὸ τὸ μαρτύριό του. Αὐτὸς λοιπὸν ποὺ περιφρονοῦσε τὰ χρήματα σταμάτησε τὴν ἐπιθυμία, αὐτὸς  ὅμως ποὺ ἤθελε νὰ πλουτῆ καὶ ν’ ἀποκτήση περισσότερα, τὴν ἄναψε πιὸ πολὺ καὶ δὲ σταματᾶ πιά. Ἄν πάρη μύρια τάλαντα ἐπιθυμεῖ ἄλλα τόσα. Ἄν τὰ ἐπιτύχη κι αὐτὰ  ζητᾶ δυὸ φορὲς τόσα. Καὶ προχωρῶντας εὔχεται ὅλα νὰ μεταβληθοῦν γιὰ χάρη του σὲ χρυσὸ καὶ τὰ βουνὰ κι ἡ γῆ κι ἡ θάλασσα. Τὸν  ἔχει καταλάβει μιὰ τρέλλα φοβερὴ νέου εἴδους ποὺ δὲν μπορεῖ νὰ σβήση ποτέ. Ἀκοῦσστε νὰ μάθετε ὅτι τὸ κακὸ αὐτὸ δὲ σταματᾶ μὲ τὴν αὔξηση ἀλλὰ μὲ τὴ στέρηση.  Ἄν σᾶς γεννήθηκε ποτὲ ἡ ἄτοπη ἐπιθυμία νὰ πετάξετε καὶ νὰ μεταφερθῆτε μέσω τοῦ ἀέρα, πῶς θὰ κατασιγάζατε αὐτὴ τὴν ἄτοπη ἐπιθυμία; Μὲ τὸ φτιάξιμο, φτερῶν καὶ τὴν κατασκευὴ ἄλλων ὀργάνων; ἤ θὰ ἐπείθατε τὸ στοχασμὸ σας ὅτι ἐπιθυμεῖ ἀδύνατα καὶ μὲ κανένα ἀπ’ αὐτὰ δὲν πρέπει νὰ καταπιαστῆ; Θὰ κάνατε τὸ δεύτερο. Θὰ παρατηρήση κάποιος ὅτι τὸ πρῶτο εἶναι ἀδύνατο.  Μὰ καὶ τὸ δεύτερο εἶναι πιὸ ἀδύνατο, νὰ βρῆς τὴν ἄκρη αὐτῆς τῆς ἐπιθυμίας.  Εἶναι πιὸ εὔκολο νὰ πετάξωμε ἄν κι εἴμαστε ἄνθρωποι, παρὰ νὰ σταματήσωμε τὴν ἐπιθυμία μὲ τὴν ἀπότηση κι ἄλλων ἀγαθῶν.  Ὅταν εἶναι δυνατὰ ὅσα ἐπιθυμοῦμε, εἶναι δυνατὸ καὶ νὰ ἀνακουφισθοῦμε μὲ τὴν ἀπόλαυσή τους. Ὅταν ὅμως εἶναι ἀδύνατα, γιὰ ἕνα μόνο πρέπει νὰ φροντίζωμε, νὰ ἀπομακρύνωμε τὸν ἑαυτό μας ἀπὸ τὴν ἐπιθυμία, γιατὶ ἀλλοιῶς δὲν εἶναι δυνατὸ νὰ σώσωμε τὴν ψυχή μας. Γιὰ νὰ μὴ δοκιμάζωμε λοιπὸν περιττοὺς πόνους, ἄς ἀφήσωμε τὸν ἔρωτα τῶν χρημάτων, ποὺ μᾶς στενοχωρεῖ ἀδιάκοπα καὶ δὲν ἀνέχεται ποτὲ τὴ σιγή, καὶ μὲ ἄλλον ἄς καταπιαστοῦμε, αὐτὸν  ποὺ μᾶς κάνει μακάριους κι ἔχει μεγάλη εὐκολία καὶ ἄς ἐπιθυμήσωμε τοὺς οὐράνιους θησαυρούς.  Δὲ χρειάζεται ἐδῶ τόσο κόπος καὶ τὸ κέρδος δὲ λέγεται καὶ δὲν εἶναι δυνατὸν νὰ ἀποτύχη αὐτὸς ποὺ κατὰ κάποιον τρόπο ἀγρυπνᾶ καὶ εἶναι στὸ νοῦ του καὶ περιφρονεῖ τὰ παρόντα. Ὅπως πάλι ὅποιος εἶναι δοῦλος σ’  αὐτὰ καὶ τοὺς ἔχει παραδοθῆ εἶναι ἀνάγκη νὰ ξεπέση ἀπὸ κεῖνα.

δ΄. Ὅλ’ αὐτὰ συλογγίσου καὶ διῶξε τὴν πονηρὴν ἐπιθυμία τῶν χρημάτων.  Γιατὶ μήτε τοῦτο δὲν μπορεῖς νὰ ἰσχυριστῆς, ὅτι δίνει τὰ παρόντα καὶ ἀποστερεῖ τὰ μελλοντικά. Μόλο ποὺ αὐτὸ σημαίνει τὴν τελικὴ κόλαση καὶ τὸ βασανισμό.  Ὅμως οὔτε αὐτὸ δὲν γίνεται.  Γιατὶ ἔπειτα ἀπὸ τὴ γέενα καὶ πρὶν ἀπὸ τὴν γέενα ἐκείνη ἐδῶ μᾶς ρίχνει σὲ κόλαση χειρότερη. Καὶ σπίτια πολλὰ γκρέμισε ἡ ἐπιθυμία αὐτὴ κι ἄναψε πολέμους βαρεῖς κι ἀνάγκασε ἀνθρώπους νὰ καταλύσουν τὴ ζωὴ τους μὲ βίαιο τρόπο. Ἀλλὰ καὶ πρὶν καταλήξωμε σ’ αὐτοὺς τοὺς κινδύνους, βλάπτει τὴν εὐγένεια τῆς ψυχῆς κάνει τὸν ἄνθρωπο δειλὸ καὶ ἄνανδρο καὶ θρασὺ καὶ ψεύτη καὶ συκοφάντη καὶ ἄπραγα καὶ πλεονέκτη καὶ τοῦ προεξενεῖ συχνὰ τὰ ἔσχατα. Ἀλλὰ ἴσως γοητεύεται β λέποντας τὴ λάμψη τοῦ χρυσοῦ καὶ τὸ πλῆθος τῶν ὑπηρετῶν καὶ τὴν ὀμορφιὰ τῶν κτιρίων καὶ τὸ σεβασμὸ στὴν ἀγορά.  Ποιὰ θεραπεία λοιπὸν θὰ βρεθῆ γι’ αὐτὸ τὸ κακὸ τραῦμα; Ἄν στοχαστοῦμε σὲ ποιὰ κατάσταση φέρνει τὴν ψυχή.  Πόσο σκοτεινὴ καὶ ἔρημη καὶ αἰσχρὴ καὶ ἄσχημη τὴν κάνει. Ἄν σκεφτῆς μὲ πόσες αἰσχρότητες ἀποχτήθηκαν τ’ ἀγαθά σου καὶ μὲ πόσον ἀγῶνα φυλάγονται καὶ πόσο ἐπικίνδυνη ἤ μᾶλλον ἀδύνατη γίνεται ὡς τὸ τέλος καὶ ἡ φύλαξή τους.  Ξαίρομε πὼς ὅταν ξεφύγουν τοὺς πολλοὺς κινδύνους, ἔρχεται ὁ θάνατος καὶ πολλὲς  φορὲς ρίχνει τἀγαθά του στὰ χέρια τῶν ἐχρθῶν σου, ἐνῶ παίρνει ἐσένα μονάχα καὶ φεύγει, χωρὶς νὰ παίρνης μαζί σου τίποτ’ ἀπ’ αὐτά, ἐκτὸς μόνο τὰ τραύματα καὶ τὶς πληγὲς ποὺ ἀφήνουν ἐπάνω στὴ ψυχή. Ὅταν συναντήσετε κάποιον μὲ πολλὴ λάμψη ἀπὸ τὸ λαμπρὸ ντύσιμο καὶ τὴν πολλὴ ἀκολουθία, ξεδιπλώσετε τὴ συνείδησή του καὶ θὰ βρῆτε μέσα πολλὴ ἀράχνη καὶ πολλὴ σκόνη. Βάλε μέσα στὴν ψυχή σου τὸν Παῦλο, τὸν Πέτρο.  Βάλε στὴν ψυχὴ σου τὸν Ἰωάννη, τὸν Ἠλία.  Καλύτερα τὸν ἴδιο τὸν Υἱὸ  τοῦ  Θεοῦ, ποὺ δὲν ἔχει ποῦ νὰ κλίνῃ τὴν κεφαλή.  Νὰ γίνης  ζηλωτὴς ἐκείνου καὶ τῶν δούλων του καὶ νὰ νὰ φαντάζεσαι αὐτῶν τῶν ἀπερίγραπτο πλοῦτο. Κι ἄν γιὰ λίγο ἀπομακρύνης τὰ μάτια σου ἀπ’ αὐτοὺς καὶ σὲ καταβάλη πάλι σκοτοδίνη, ὅπως σ’ ἕνα ναυάγιο ἐξ αἰτίας τῆς τρικυμίας, ἀκοῦστε τὴν ἀπόφαση  τοῦ Χριστοῦ ὅτι εἶναι ἀδυνατο νὰ εἰσέλθη ὁ πλούσιος στὴ βασιλεία τῶν οὐρανῶν. Ἀπέναντι  σ’ αὐτὴ τὴν ἀπόφαση βάλε τὰ ὄρη, τὴ γῆ, τὴ θάλασσα· κι ἄν θέλης κάμε τα ὅλα νὰ εἶναι χρυσάφι, τίποτα ἴσο δὲ θὰ δῆς μὲ τὴ ζημία ποὺ ἔρχεται ἀπὸ κεῖ.  Καὶ σὺ θυμᾶσαι τόσα καὶ τόσα στρέματα γῆς, δέκα, καὶ εἴκοσι σπίτια καὶ περισσότερα  καὶ ἄλλους τόσους λουτροὺς καὶ δούλους  χίλιους  ἤ δύο χιλιάδες καὶ ἁμάξια ἀσημένια καὶ  χρυσοστόλιστα.  Ἐγὼ  ὅμως σοῦ λέγω τὸ ἄλλο.  Ἄν καθένας ἀπὸ σᾶς τοὺς πλουσίου ξεπερνῶντας τὴ φτώχεια τους (ὁ πλοῦτος  αὐτὸς εἶναι φτώχεια μπροστὰ σ’ ἐκεῖνον ποὺ θὰ ἀναφέρω) εἶχε ἀποκτήσει  ὁλόκληρο τὸν κοσμο καὶ  ἄν καθένας ἀπ’ αὐτοὺς  εἶχε  τόσους ἀνθρώπους ὅσοι εἶναι τώρα σ’ ὅλη τὴ γῆ καὶ σ’ ὅλη τὴ θάλασσα  κι εἶχε παντοῦ σπίτια, καὶ πόλεις καὶ ἔθνη ὁλόκληρα, καὶ ἀπὸ παντοῦ ἀντὶ νερὸ χρυσάφι ἔτρεχε γιὰ χάρη του ἀπὸ τὶς πηγές, οὔτε  γιὰ τρεῖς δεκάρες δὲ  θὰ  ἔλεγα  πὼς  ἀξίζουν  αὐτοὶ οἱ πλούσιοι, ὅταν  χάσουν τὴν βασιλεία. Γιατὶ  τώρα  βασανίζονται, ὅταν δὲν κερδίζουν τὰ φθαρτὰ τοῦτα χρήματα  ποὺ ἐπιθυμοῦν.  Μὲ  τὶ  ὅμως  θὰ παρηγορηθοῦν, ὅταν  ἀντικρύσουν  τὰ  ἀμύθητα ἐκεῖνα ἀγαθά; Μὲ τίποτα βέβαια. Μὴ μοῦ ἀναφέρετε λοιπὸν τὰ χρήματα καὶ τὶς περιουσίες ἀλλὰ σκεφθῆτε τὴ ζημία ποὺ ὑποφέρουν, ὅσοι τὰ ἐπιδιώκουν· χάνουν γι’ αὐτὰ τὸν οὐρανὸ καὶ παθαίνουν τὸ ἴδιο  μ’ ἐκεῖνον,  ποὺ  ἐνῶ  ἔχασε τὴν ὑπέρτατη τιμὴ μέσα στὸ βασίλειο, περηφανεύεται  γιὰ τὸ σωρὸ τῆς κοπριᾶς ποὺ ἔχει.   Καθόλου  δὲ διαφέρει ἀπ’ αὐτὴ ὁ σωρὸς τῶν χρημάτων· γιὰ νὰ μὴν πῶ ὅτι ἐκείνη εἶναι καλύτερη. Αὐτὴ ἐπὶ τέλους εἶναι καὶ γιὰ τὴ γεωργία κατάλληλη καὶ γιὰ νὰ ζεσταίνεται τὸ λουτρό, καὶ γι’ ἄλλα παρόμοια. Τὸ θαμμένο ὅμως χρυσάφι σὲ τίποτα ἀπ’ αὐτὰ δὲν ὠφελεῖ. Καὶ μακάρι νὰ  ἦταν  μόνο ἄχρηστος.   Ἀλλὰ   πολλὰ καμίνια ἀνάβει γι’ αὐτὸν ποὺ τὸν ἔχει, ἄν δὲν τὸν χ ρησιμοποιῆ  ὅπως   πρέπει. Μύρια  κακὰ ξεφυτρώνουν ἀπ’ αὐτό.  Γι’ αὐτὸ οἱ ἐθνικοὶ ὠνόμαζαν τὴ φιλαργυρία ἀκρόπολη τῶν κακῶν. Κι ὁ μακάριος  Παῦλος  πιὸ καλὰ καὶ πιὸ παραστατικὰ ρίζα τῶν κακῶν ὅλων. Αὐτὰ λοιπὸν ἄς σκεφτοῦμε κι ἄς ἐπιδιώξωμε ὅσα ἀξίζουν τὴν ἐπιδίωξή μας. Ὄχι τὰ λαμπρὰ σπίτια, οὔτε τ’ ἀπέραντα χωράφια. Ἄς ζηλέψωμε ἐκείνους ποὺ ἔχουν πολὺ θάρρος μὲ τὸ Θεό, ποὺ εἶναι πλούσιοι στὸν οὐρανό, ποὺ ὀρίζουν τοὺς θησαυροὺς ἐκείνους, τοὺς ἀληθινὰ πλούσιους καὶ φτωχοὺς ἐδῶ, γιὰ  χάρη τοῦ Χριστοῦ. Ἔτσι θὰ  κερδίσωμε  τὰ αἰώνια ἀγαθὰ μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ  Χριστοῦ.  Σ’ ἐκεῖνον μαζὶ μὲ τὸν Πατέρα καὶ τὸ Ἅγιο Πνεῦμα ἀνήκει ἡ δόξα καὶ ἡ δύναμη καὶ ἡ τιμὴ καὶ τώα καὶ πάντα καὶ στοὺς αἰῶνες. Ἀμήν.



Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ. 255-264

Άναβάσεις - http://anavaseis.blogspot.com


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου