Εμφάνιση αναρτήσεων με ετικέτα Λόγος περί ησυχίας και προσευχής. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Λόγος περί ησυχίας και προσευχής. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 2 Ιουλίου 2012

Εὐχή γιά ζῶντες καὶ κεκοιμημένους. Ὁμιλία Ἀρχ. Ἀρσενίου Κατερέλου


6. Εὐχή γιά ζῶντες καὶ κεκοιμημένους

Ὁμιλία Ἀρχιμανδρίτου Ἀρσενίου Κατερέλου  καθηγουμένου τῆς Ι. Μονῆς Ἁγίου Νικολάου Δίβρης Φθιώτιδος.

Τὸ κομβοσχοίνι εἶναι ρυθμιστής - μετρητὴς καὶ ὑπομνηματιστὴς τῆς εὐχῆς.
Κίνδυνοι ἀπό τίς διάφορες μεθόδους τῆς εὐχῆς.
Σχετικοὶ λόγοι τοῦ γέροντος Παϊσίου.
Τὰ σταυρωτὰ κομβοσχοίνια - μετάνοιες.


Γιά νά κατεβάσετε καί νά ἀποθηκεύσετε τήν ὁμιλία πατῆστε ἐδῶ (δεξί κλίκ, Ἀποθήκευση προορισμοῦ ὡς, ἤ Ἀποθήκευση δεσμοῦ ὡς)
Ἀρχείο Ἀναβάσεων

Δευτέρα 25 Ιανουαρίου 2010

Ἅγιος Γρηγόριος ὁ Θεολόγος - Λόγος περὶ ἡσυχίας καὶ ὑπομονῆς

Ὁ προτρεπτικὸς εἰς ὑπομονὴν ἢ πρὸς τοὺς νεωστὶ βεβαπτισμένους

Τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν ἐπῶν
μετάφρασις παραγγελμάτων περὶ ἡσυχίας καὶ ἀρετῶν.


Ἡσυχίαν μὲν ἐν λόγοις ἐπιτήδευε, ἡσυχίαν δὲ ἐν ἔργοις, ὡσαύτως δὲ ἐν γέλωτι καὶ βαδίσματι· σφοδρότητα δὲ ἀπόφευγε προπετῆ οὕτω γὰρ ὁ νοῦς διαμενεῖ βέβαιος, καὶ οὐχ ὑπὸ τῆς σφοδρότητος ταραχώδης γινόμενος ἀσθηνὴς ἔσται καὶ βραχὺς περὶ φρόνησιν καὶ σκοτεινὸν ὁρῶν, οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας, ἡττηθήσεται δὲ ἐπιζέοντος θυμοῦ, ἡττηθήσεται δὲ τῶν ἄλλων παθῶν, ἕτοιμον αὐτοῖς ἅρπαγμα προκείμενος· τὸν γὰρ δὴ νοῦν προσήκει τῶν παθῶν ἐπικρατεῖν ὑψηλὸν ἐφ᾿ ἡσύχου θρόνου καθήμενον ἀφορῶντα πρὸς θεόν.
Μηδὲ μὴν νωχελίας ἀνάπλεως ἔσο περὶ ἔργα, μηδὲ νωθὴς ἐν λόγοις, μηδὲ ἐν βαδίσμασιν ὄκνου πεπληρωμένος, ἵνα σοι ῥυθμὸς ἀγαθὸς τὴν ἡσυχίαν κοσμοίη καὶ θεοειδές τι καὶ ἱερὸν τὸ σχῆμα φαίνηται. Φυλάττου δὲ καὶ τῆς ὑπερηφανίας τὰ σύμβολα, σχῆμα ὑψαυχενοῦν καὶ κεφαλὴν ἐξηρμένην καὶ βῆμα ποδῶν ἁβρὸν καὶ μετέωρον.
Ἤπιά σοι πρὸς τοὺς ἀπαντῶντας ἔστω τὰ ῥήματα καὶ προσηγορίαι γλυκεῖαι, αἰδὼς δὲ πρὸς γυναῖκας καὶ τὸ βλέμμα τετραμμένον εἰς γῆν. Λάλει δὲ περιεσκεμμένως ἅπαντα καὶ τῇ φωνῇ τὸ χρήσιμον ἀποδίδου, τῇ χρείᾳ τῶν ἀκουόντων τὸ φθέγμα μετρῶν, ἄχρι δὴ καὶ ἐξάκουστον εἴη καὶ μήτε διαφεύγοι τὴν ἀκοὴν τῶν παρόντων ὑπὸ σμικρότητος, μήτε ὑπερβάλλοι μείζονι τῇ κραυγῇ.

Φυλάττου δὲ ὅπως μηδέν ποτε λαλήσῃς ὃ μὴ προεσκέψω καὶ προενόησας· μηδὲ προχείρως
καὶ μεταξὺ τῶν τοῦ ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦ· δεῖ γὰρ ἀνὰ μέρος ἀκούειν τε καὶ διαλέγεσθαι χρόνῳ μερίζοντα λόγον καὶ σιωπήν· μάνθανε δὲ ἀσμένως καὶ ἀφθόνως δίδασκε, μηδὲ ὑπὸ φθόνου ποτὲ σοφίαν ἀποκρύπτου πρὸς τοὺς ἑτέρους, μηδὲ μαθήσεως ἀφίστασο δι᾿ αἰδῶ. Ὕπεικε πρεσβυτέροις ἴσα πατράσι, τίμα θεράποντας θεοῦ· τοῖς δὲ νεωτέροις σαυτοῦ κάταρχε σοφίας καὶ ἀρετῆς. Μηδὲ ἐριστικὸς ἔσο πρὸς τοὺς φίλους μηδὲ χλευαστὴς κατ᾿ αὐτῶν καὶ γελωτοποιός, ψεῦδός τε καὶ δόλον καὶ ὕβριν ἰσχυρῶς παραιτοῦ· σὺν εὐφημίᾳ δὲ φέρε καὶ τὸν ὑπερήφανον καὶ ὑβριστὴν πράως τε καὶ μεγαλοψύχως.
Ἀνηρτήσθω δέ σοι πάντα εἰς θεὸν καὶ ἔργα· καὶ λόγοι, καὶ πάντα ἀνάφερε Χριστῷ τὰ σαυτοῦ, καὶ πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει, ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιάς τε καὶ πράξεως. Καὶ μεθ᾿ ἡμέραν μὲν ἀνθρώποις κοινοῦ τὴν

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου