Πέμπτη, 21 Ιανουαρίου 2010

Ὅσιος Μάξιμος ὁ Ὁμολογητής. Ερωτήσεις -Αποκρίσεις

ΕΡΩΤΗΣΙΣ Α´.

Τά πάθη αὐτά καθ᾿ ἑαυτά κακά, ἤ παρά τήν χρῆσιν κακά; Λέγω δέ ἡδονήν καί λύπην, ἐπιθυμίαν καί φόβον, καί τά τούτοις ἑπόμενα.
Ἀπόκρισις. (269)
Τά πάθη αὐτά, ὥσπερ καί τά λοιπά, τῇ φύσει τῶν ἀνθρώπων προηγουμένως οὐ συνεκτίσθη· ἐπεί καί εἰς τόν ὅρον ἄν συνετέλουν τῆς φύσεως. Λέγω δέ, παρά τοῦ Νυσσαέως μεγάλου Γρηγορίου μαθών, ὅτι διά τήν τῆς τελειότητος ἔκπτωσιν, ἐπεισήχθη αὐτά τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως· δι᾿ ὧν, ἀντί τῆς θείας καί μακαρίας εἰκόνος, εὐθύς ἅμα τῇ παραβάσει διαφανής καί ἐπίδηλος ἐν τῷ ἀνθρώπῳ γέγονεν, ἡ τῶν ἀλόγων ζώων ὁμοίωσις. Ἔδει γάρ τῆς ἀξίας τοῦ λόγου καλυφθείσης, ὑφ᾿ ὧν γνωμικῶς ἐπεσπάσατο τῆς ἀλογίας γνωρισμάτων, ἐνδίκως τήν φύσιν τῶν ἀνθρώπων κολάζεσθαι· σοφῶς εἰς συναίσθησιν τῆς λογικῆς μεγαλονοίας ἐλθεῖν οἰκονομοῦντος τοῦ Θεοῦ τόν ἄνθρωπον.
Πλήν καλά γίνεται καί τά πάθη ἐν τοῖς σπουδαίοις· ὁπηνίκα σοφῶς αὐτά τῶν σωματικῶν ἀποστήσαντες, πρός τήν τῶν οὐρανίων μεταχειρίζονται κτῆσιν· οἷον, τήν ἐπιθυμίαν, τῆς νοερᾶς τῶν θείων ἐφέσεως ὀρεκτικήν ἐργάζονται κίνησιν· τήν ἡδονήν δέ, τῆς ἐπί τοῖς θείοις χαρίσμασι τοῦ νοῦ θελητικῆς ἐνεργείας εὐφροσύνην ἀπήμονα· τόν δέ φόβον, τῆς μελλούσης ἐπί πλημμελήμασι τιμωρίας προφυλακτικήν ἐπιμέλειαν· τήν δέ λύπη, διορθωτικήν ἐπί παρόντι κακῷ μεταμέλειαν. Καί συντόμως εἰπεῖν, κατά τούς σοφούς τῶν ἰατρῶν, σώματι φθαρτικοῦ θηρός τῆς ἐχίδνης τήν οὖσαν ἠμελετωμένην ἀφαιρουμένους λώβωσιν, τοῖς πάθεσιν τούτοις πρός ἀναίρεσιν χρώμενοι παρούσης κακίας ἤ προσδοκωμένης, καί κτῆσιν καί φυλακήν ἀρετῆς τε καί γνώσεως. Καλά οὖν, ὡς ἔφην, ταῦτα τυγχάνει διά τήν χρῆσιν, ἐν τοῖς πᾶν νόημα αἰχμαλωτίζουσιν εἰς τήν ὑπακοήν τοῦ Χριστοῦ.
Εἰ δέ καί ἐπί Θεοῦ τι τούτων εἴρηται τῇ Γραφῇ, ἤ ἐφ᾿ ἁγίων· ἐπί μέν Θεοῦ, δι᾿ ἡμᾶς, καί ὡς ἡμῖν προσφυῶς διά τῶν ἡμετέρων παθῶν τάς σωστικάς ἡμῶν καί ἀγαθουργούς τῆς προνοίας προόδους ἐκφανούσης, ἐπί δέ τῶν ἁγίων, ὡς οὐκ ἄλλως δυναμένων τάς περί Θεόν νοεράς αὐτῶν σχέσεις καί διαθέσεις διά φωνῆς προενέγκαι σωματικῆς, χωρίς τῶν ἐγνωσμένων τῇ φύσει παθῶν.
ΣΧΟΛΙΑ.
α´. Πῶς καί πότε καλά ταῦτα τά πάθη γίνεται.
β´. Ὅτι τούς δαφόρους περί ἡμᾶς τῆς Προνοίας τρόπους τοῖς ἡμῖν ἐγνωσμένοις πάθεσιν ἡ Γραφή διαπλάττει.
γ´. Ὅτι τήν περί Θεόν ποιάν σχέσιν τῶν ἁγίων τοῖς ὀνόμασι τούτοις τούτοις ἡ Γραφή διασημαίνει.
ΕΡΩΤΗΣΙΣ Β´. (272) Εἰ πάντα τά εἴδη τά συμπληροῦντα τό κόσμον, ἐν ταῖς ἑξ ἡμέραις ὁ Δημιουργός ἐποίησεν, τί μετά ταῦτα ὁ Πατήρ ἐργάζεται; Ἔφη γάρ ὁ Κύριος· " Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγώ ἐργάζομαι." Μή τι ἄρα τῶν ἅπαξ γεγονότων εἰδῶν συντήρησιν λέγει;
Ἀπόκρισις.

Περισσότερα διαβάστε ΕΔΩ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου