ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ - ΑΠΑΡΧΗ ΟΜΙΛΙΑΣ
ΟΤΕ ΤΗΣ ΕΞΩ ΕΥΡΕΘΕΙΣ ΕΥΤΡΟΠΙΟΣ ΑΠΕΣΠΑΣΘΗ (πρὸς Εὐτρόπιον B´)
Ἡδὺς μὲν λειμὼν καὶ παρὰδεισος, πολὺ δὲ ἡδύτερον τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις. Ἐκεῖ μὲν γάρ ἐστιν ἄνθη μαραινόμενα, ἐνταῦθα δὲ νοήματα ἀκμάζοντα· ἐκεῖ ζέφυρος πνέων, ἐνταῦθα δὲ Πνεύματος αὔρα· ἐκεῖ ἄκανθαι αἱ τειχίζουσαι, ἐνταῦθα δὲ πρόνοια Θεοῦ ἡ ἀσφαλιζομένη· ... ἐκεῖ τέρψις ἀπὸ τῆς ὄψεως, ἐνταῦθα δὲ ὠφέλεια ἀπὸ τῆς ἀναγνώσεως. Ὁ παράδεισος ἐν ἑνὶ χωρίῳ, αἱ δὲ Γραφαὶ πανταχοῦ τῆς οἰκουμένης· ὁ παράδεισος δουλεύει καιρῶν ἀνάγκαις, αἱ δὲ Γραφαὶ καὶ ἐν χειμῶνι καὶ ἐν θέρει κομῶσι τοῖς φύλλοις, βρίθουσι τοῖς καρποῖς. Προσέχωμεν τοίνυν τῇ τῶν Γραφῶν ἀναγνώσει· ἐὰν γὰρ τῇ Γραφῇ προσέχῃς, ἐκβάλλει σου τὴν ἀθυμίαν, φυτεύει σου τὴν ἡδονὴν, ἀναιρεῖ τὴν κακίαν, ριζοῖ τὴν ἀρετήν, οὐκ ἀφίησιν ἐν θορύβῳ πραγμάτων τὰ τῶν κλυδωνιζομένων πάσχειν. Ἡ θάλασσα μαίνεται, σὺ δὲ μετὰ γαλήνης πλέεις· ἔχεις γὰρ κυβερνήτην τῶν Γραφῶν τὴν ἀνάγνωσιν τοῦτο γὰρ τὸ σχοινίον οὐ διαρρήγνυσι τῶν πραγμάτων ὁ πειρασμός. | Εὐχάριστο εἶναι τὸ λιβάδι καὶ ὁ κῆπος, ἀλλὰ πολὺ πιὸ εὐχάριστη εἶναι ἡ ἀνάγνωση τῶν θείων Γραφῶν. Γιατί ἐκεῖ ὑπάρχουν ἄνθη ποὺ μαραίνονται, ἐνῷ ἐδῶ νοήματα ποὺ πάντοτε εἶναι ἀκμαῖα. Ἐκεῖ (ὑπάρχει) ζέφυρος ποὺ φυσάει, ἐνῷ ἐδῶ ἡ αὔρα τοῦ (Ἁγίου) Πνεύματος. Ἐκεῖ (ὑπάρχουν) τὰ ἀγκάθια ποὺ περιτειχίζουν, ἐνῷ ἐδῶ ἡ πρόνοια τοῦ Θεοῦ ποὺ ἀσφαλίζει. ... Ἐκεῖ (ὑπάρχει) τέρψη ἀπὸ τὴν ἐμφάνιση, ἐνῷ ἐδῶ ὠφέλεια ἀπὸ τὴν ἀνάγνωση. Ὁ κῆπος (βρίσκεται) σὲ ἕνα τόπο, ἐνῷ οἱ Γραφὲς σὲ ὅλα τὰ μέρη τῆς οἰκουμένης. Ὁ κῆπος ὑποτάσσεται στὶς ἀνάγκες τῶν καιρῶν, ἐνῷ οἱ Γραφὲς καὶ μέσα στὸ χειμῶνα καὶ μέσα στὸ καλοκαῖρι ἔχουν πολλὰ φύλλα καὶ εἶναι γεμάτες καρπούς. Ἂς προσέχουμε λοιπὸν στὴν ἀνάγνωση τῶν Γραφῶν, γιατί ἐὰν προσέχεις στὴν Γραφὴ σοῦ ἐκβάλλει τὴν λύπη, σοῦ φυτεύει τὴν εὐχαρίστηση, ἀναιρεῖ τὴν κακία, ριζώνει τὴν ἀρετή, δὲν ἀφήνει μέσα στὴν ἀναταραχὴ τῶν πραγμάτων νὰ παθαίνεις ὅπως οἱ ναυτικοὶ στὴν τρικυμία. Ἡ θάλασσα μαίνεται, ἀλλὰ ἐσὺ πλέεις μὲ γαλήνη, διότι ἔχεις κυβερνήτη τὴν ἀνάγνωση τῶν Γραφῶν, ἐπειδὴ αὐτὸ τὸ σκοινὶ δὲν τὸ σπάζει ἡ δοκιμασία τῶν περιστάσεων. |
Καὶ ἕτερον χωρίον ἐκ τῆς αὐτῆς ἐπιστολῆς
Ἀλλ᾿ ὅπερ ἔλεγον, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης. Πόρνης ἐπεθύμει ὁ Θεός; Ναί, πόρνης· τῆς φύσεως τῆς ἡμετέρας λέγω. Πόρνης ἐπεθύμει ὁ Θεός; Καὶ ἄνθρωπος μέν, ἐὰν ἐπιθυμήσῃ πόρνης καταδικάζεται, Θεός δὲ πόρνης ἐπιθυμεῖ; Καὶ πάνυ. Πάλιν ἄνθρωπος ἐπιθυμεῖ πόρνης, ἵνα γένηται πόρνος· Θεὸς δὲ ἐπιθυμεῖ πόρνης, ἵνα τὴν πόρνην παρθένον ἐργάσηται· ὥστε ἡ ἐπιθυμία τοῦ ἀνθρώπου, ἀπώλεια τῆς ἐπιθυμουμένης· ἡ δὲ ἐπιθυμία τοῦ Θεοῦ, σωτηρία τῇ ἐπιθυμουμένῃ. Ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης; Καὶ τί; Ἵνα γένηται νυμφίος. Τί ποεῖ; Οὐ πέμπει πρὸς αὐτὴν οὐδένα τῶν δούλων, οὐ πέμπει ἀρχάγγελον, οὐ πέμπει τὰ Χερουβίμ, οὐ πέμπει τὰ Σεραφίμ· ἀλλ᾿ αὐτὸς παραγίνεται ὁ ἐρῶν. Πάλιν ἔρωτα ἀκούσας, μὴ αἰσθητὸν νόμιζε. Ἔκλεγε τὰ νοήματα ἀπὸ τῶν λέξεων, καθάπερ ἀρίστη μέλιττα ἐφιπταμένη τοῖς ἄνθεσι, καὶ τὸ κηρίον λαμβάνουσα, τὰς δὲ βοτάνας ἐῶσα.Ἐπεθύνησε πόρνης· καὶ τί ποεῖ; Οὐκ ἀνάγει αὐτὴν ἄνω· οὐ γὰρ ἐβούλετο πόρνην εἰς τὸν οὐρανὸν ἀναγαγεῖν, ἀλλὰ καταβαίνει αὐτὸς κάτω. Ἐπειδὴ αὐτὴ οὐκ ἠδύνατο ἀναβῆναι ἄνω, αὐτὸς κατέβη κάτω. Πρὸς τὴν πόρνην ἔρχεται καὶ οὐκ αἰσχύνεται· ἔρχεται εἰς τὴν καλύβην αὐτῆς. Ὁρᾷ αὐτὴν μεθύουσαν. Καὶ πῶς ἔρχεται; Οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ γίνεται, ὅπερ ἦν ἡ πόρνη, οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φύσει γίνεται τοῦτο ἵνα μὴ ἰδοῦσα αὐτὸν πτοηθῇ, ἵνα μὴ ἀποπηδήσῃ, ἵνα μὴ φύγῃ. Ἔρχεται πρὸς τὴν πόρνην καὶ γίνεται ἄνθρωπος. Καὶ πῶς γίνεται; Εἰς μήτραν κυοφορεῖται, αὔξεται κατὰ μικρὸν καὶ ἔρχεται τὴν ὁδὸν τῆς ἡλικίας τῆς ἐμῆς. Τίς; Ἡ οἰκονομία, οὐχ ἡ θεότης· ἡ τοῦ δούλου μορφή, οὐχ ἡ τοῦ Δεσπότου· ἡ σὰρξ ἡ ἐμὴ, οὐχ ἡ οὐσία ἐκείνου· αὔξεται κατὰ μικρόν, καὶ μίγνυται ἀνθρώποις· καίτοι εὑρίσκει αὐτὴν ἐλκῶν γέμουσαν, ἐκτεθηριωμένην, ὑπὸ δαιμόνων πεφορτισμένην· καὶ τί ποιεῖ; Προσέρχεται αὐτῇ. Εἶδεν ἐκείνη καὶ ἔφυγε.
Καλεῖ μάγους. Τί φοβεῖσθε; Οὔκ εἰμι κριτής, ἀλλ᾿ ἰατρός· «οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ΄ ἵνα σώσω τὸν κόσμον» (Ιω 12, 47). Καλεῖ εὐθέως μάγους. Ὠ καινῶν καὶ παραδόξων πραγμάτων. Αἱ ἀπαρχαὶ εὐθέως μάγοι. Κεῖται ἐν φάτνῃ ὁ τὴν οἰκουμένην βαστάζων, καὶ ἐσπαργάνωται ὁ πάντα περιέπων. Κεῖται ὁ ναός καὶ ἐνοκεῖ ὁ Θεός. Καὶ ἔρχονται μάγοι, καὶ προσκυνοῦσιν εὐθέως· ἔρχεται τελώνης καὶ γίνεται εὐαγγελιστής· ἔρχεται πόρνη καὶ γίνεται παρθένος· ἔρχεται Χαναναία καὶ ἀπολαύει φιλανθρωπίας. Τοῦτο ἐρῶντος, τὸ μὴ ἀπαιτῆσαι εὐθύνας ἁμαρτημάτων, ἀλλὰ συγχωρῆσαι παρανομήματα πλημμελημάτων. Καὶ τί ποιεῖ; Λαμβάνει αὐτήν, ἀρμόζεται αὐτήν. Καὶ τί αὐτῇ δίδωσι; Δακτύλιον. Ποῖον; Τὸ Πνεῦμα τὸ ἅγιον. Λέγει Παῦλος· «ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν Θεός, ὁ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος» (Β´ Κορ. 1, 21-22). Πνεῦμα αὐτῇ δίδωσιν.
Εἶτα φησίν· οὐκ εἰς παράδεισόν σε ἐφύτευσα; Λέγει, ναί. Καὶ πῶς ἐξέπεσες ἐκεῖθεν; Ἦλθεν ὁ διάβολος καὶ ἔλαβέ με ἀπὸ τοῦ παραδείσου. Ἐφυτεύθης ἐν τῷ παραδείσῳ καὶ ἔβαλέ σε ἔξω· ἰδοὺ φυτεύω σε ἐν ἐμαυτῷ, ἐγὼ σε βαστάζω. Πῶς; Οὐ τολμᾷ ἐμοὶ προσελθεῖν. Οὐδὲ εἰς τὸν οὐρανόν σε ἀνάγω· ἀλλὰ μεῖζον ἐνταῦθα τοῦ οὐρανοῦ· ἐν ἐμαυτῷ τῷ Δεσπότῃ τοῦ οὐρανοῦ βαστάζω σε. Ποιμὴν βαστάζει καὶ ὁ λύκος οὐκέτι ἔρχεται· μᾶλλον δὲ ἀφῶ αὐτὸν καὶ προσελθεῖν. Καὶ βαστάζει τὴν ἡμετέραν φύσιν· καὶ προσέρχεται ὁ διάβολος καὶ ἡττᾶται. Ἐφύτευσά σε ἐν ἐμαυτῷ. Διὰ τοῦτο λέγει «ἐγὼ ἡ ρίζα καὶ ἡμεῖς τὰ κλήματα»· καὶ ἐφύτευσεν αὐτὴν ἐν ἑαυτῷ. Καὶ τὶ λοιπόν; Ἀλλὰ ἁμαρτωλός εἰμι καὶ ἀκάθαρτος. Μὴ σοι μελέτω, ἰατρός εἰμι. Οἶδα τὸ σκεῦος τὸ ἐμὸν, οἶδα πῶς διεστράφη. Πήλινον ἦν πρὸ τούτου καὶ διεστράφη. Ἀναπλάττω αὐτὸ διὰ λουτροῦ παλιγγενεσίας καὶ παραδίδωμι τῷ πυρί.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.