Εἰσαγωγὴ δογμάτων στοιχειώδης ἀπὸ φωνῆς Ἰωάννου ταπεινοῦ μοναχοῦ πρὸς Ἰωάννην τὸν ὁσιώτατον ἐπίσκοπον Λαοδικείας.
<Προοίμιον>
Ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τῆς μιᾶς τρισυποστάτου καὶ προσκυνητῆς θεότητος, τῆς ὁμοουσίου καὶ ζωαρχικῆς τριάδος, τοῦ ἑνὸς θεοῦ, παρ᾿ οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθεν εἰς ἡμᾶς κάτεισιν, ἀνοίγω τὰ μογγίλαλα καὶ βραδύγλωσσα χείλη ὁ ἁμαρτωλὸς καὶ τάλας ἐγώ, πεποιθὼς ἐπ᾿ αὐτῷ, ὡς διὰ τὴν τῶν αἰτησάντων τὸν λόγον ταπείνωσιν καὶ τῶν ἀκουόντων ὠφέλειαν δώσει πνεῦμα σοφίας καὶ λόγον ἐν ἀνοίξει στόματός μου ὁ τῆς χάριτος κύριος καὶ πάντων τῶν ἀγαθῶν ταμιείας ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.[1] Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς.
Οὐσία καὶ φύσις καὶ μορφὴ κατὰ τοὺς ἁγίους πατέρας ταὐτόν ἐστιν. Καὶ πάλιν ὑπόστασις καὶ πρόσωπον καὶ ἄτομον ταὐτόν ἐστιν. Καὶ διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα ταὐτόν ἐστιν. Περὶ τούτων οὖν καὶ τῶν τοιούτων σκοπὸς ἡμῖν ἐστιν εἰπεῖν, περὶ ὧν καὶ ἡ ὑμετέρα συγκαταβατικῶς ἠρώτησεν ὁσιότης. Ἀρχόμενοι τοίνυν λέγομεν οὕτως περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς.Ἔστι μὲν ὑπερούσιος οὐσία καὶ φύσις καὶ μορφὴ ἡ ἀκατάληπτος θεότης, ὑποστάσεις δὲ αὐτῆς καὶ πρόσωπα πατήρ, υἱὸς καὶ τὸ πανάγιον πνεῦμα· ἕκαστον γὰρ αὐτῶν τελεία ὑπόστασις καὶ τέλειόν ἐστι πρόσωπον.
Ἔτι δὲ καὶ πᾶν κτίσμα θεοῦ οὐσία ἐστί. Πολλὰ δέ εἰσι τὰ κτίσματα καὶ πολλὴν ἔχουσι πρὸς ἄλληλα τὴν διαφοράν· ἄλλο γὰρ κτίσμα ὁ ἄγγελος καὶ ἄλλο ὁ ἄνθρωπος, καὶ ἕτερον βοῦς καὶ ἄλλο κύων, ἕτερον οὐρανὸς καὶ ἄλλο γῆ, καὶ ἕτερον πῦρ καὶ ἄλλο ἀὴρ καὶ ἕτερον ὕδωρ· καὶ ἁπλῶς εἰπεῖν πολλὰ εἴδη εἰσὶν ἐν τοῖς κτίσμασιν. Ἕκαστον οὖν εἶδος μία φύσις ἐστίν, οἷον πάντες οἱ ἄνθρωποι μία φύσις εἰσί, καὶ πάντες οἱ ἄγγελοι μία φύσις εἰσί, καὶ πάντες οἱ βόες μία φύσις εἰσίν· ὁμοίως καὶ τὰ λοιπὰ κτίσματα. Καὶ ἄλλη φύσις ἡ τῶν ἀγγέλων καὶ ἑτέρα ἡ τῶν ἀνθρώπων καὶ ἑτέρα ἡ τῶν βοῶν· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν.
[2] Περὶ ὑποστάσεως καὶ προσώπου καὶ ἀτόμου.
Ἐπειδὴ δὲ πολλοί εἰσιν οἱ ἄνθρωποι, ὁ καθένα ἄνθρωπος ὑπόστασίς ἐστιν, οἷον ὁ Ἀδὰμ ὑπόστασίς ἐστι, καὶ ἡ Εὔα ἄλλη ὑπόστασις, καὶ ὁ Σὴθ ἑτέρα ὑπόστασις. Ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν. Ἕκαστος ἄνθρωπος ὑπόστασις ἑτέρα παρὰ τοὺς λοιποὺς ἀνθρώπους ἐστί, καὶ ἕκαστος βοῦς ὑπόστασίς ἐστι, καὶ ἕκαστος ἄγγελος ὑπόστασίς ἐστιν. Ὥστε φύσις καὶ μορφὴ καὶ οὐσία ἐστὶ τὸ κοινὸν καὶ περιέχον τὰς ὁμοουσίους ὑποστάσεις, ὑπόστασις δὲ καὶ ἄτομον καὶ πρόσωπον τὸ μερικὸν ἤγουν ἕκαστον τῶν ὑπὸ τὸ αὐτὸ εἶδος περιεχομένων.[3] Περὶ διαφορᾶς καὶ ποιότητος καὶ ἰδιώματος.
Εἴπομεν, ὅτι πολλά εἰσιν εἴδη καὶ διάφοροι οὐσίαι, ὁμοίως δὲ καὶ καθ᾿ ἑκάστην οὐσίαν καὶ εἶδος διάφοροι ὑποστάσεις. Διαφέρουσιν οὖν καὶ ἑκάστη οὐσία τῆς ἑτέρας οὐσίας καὶ ἑκάστη ὑπόστασις τῆς ἑτέρας ὑποστάσεως. Ἐκεῖνο τοίνυν τὸ πρᾶγμα, ἐν ᾧ διαφέρει οὐσία οὐσίας καὶ εἶδος εἴδους ἢ ὑπόστασις ὑποστάσεως, λέγεται διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα, οἷον διαφέρει ὁ ἄνθρωπος τοῦ ἀγγέλου, ὅτι ὁ μὲν ἄγγελος ἀθάνατός ἐστιν, ὁ δὲ ἄνθρωπος θνητός· τὸ ἀθάνατον καὶ θνητὸν διαφορὰ καὶ ποιότης καὶ ἰδίωμά ἐστιν.Πάλιν διαφέρει ὁ Ἀδὰμ τοῦ Σήθ, ὅτι ὁ μὲν Ἀδὰμ πατήρ ἐστι τοῦ Σήθ, ὁ δὲ Σὴθ υἱὸς τοῦ Ἀδάμ. Ἡ πατρότης οὖν καὶ ἡ υἱότης διαφοραί εἰσιν· ἐν τούτοις γὰρ διαφέρουσιν ἀλλήλων ὁ Ἀδὰμ καὶ ὁ Σήθ. Καὶ πάντα τὰ τοιαῦτα διαφοραὶ λέγονται καὶ ποιότητες καὶ ἰδιώματα, οἷον τὸ λογικὸν καὶ τὸ ἄλογον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ δίπουν, τὸ τετράπουν, τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον, τὸ σιμὸν καὶ τὸ γρυπόν, τὸ λευκὸν καὶ τὸ μέλαν, τὸ μακρὸν καὶ τὸ κολοβὸν καὶ πάντα τὰ τοιαῦτα.
[4] Περὶ οὐσιώδους καὶ ἐπουσιώδους διαφορᾶς ἤγουν φυσικῆς διαφορᾶς καὶ συμβεβηκότος.
Πᾶν πρᾶγμα, ᾧτινι διαφέρει εἶδος ἑτέρου εἴδους καὶ οὐσία ἑτέρας οὐσίας, οὐσιώδης καὶ φυσικὴ καὶ συστατικὴ λέγεται διαφορὰ καὶ ποιότης καὶ φυσικὸν ἰδίωμα καὶ ἰδίωμα φύσεως. Οἷον διαφέρουσιν ὁ ἄγγελος καὶ ὁ ἄνθρωπος ἀλλήλων κατὰ τὸ ἀθάνατον καὶ θνητόν· τὸ ἀθάνατον οὐσιώδης καὶ φυσικὴ καὶ συστατικὴ διαφορὰ τοῦ ἀγγέλου ἐστὶ καὶ ἰδίωμα φυσικόν.Ὁμοίως καὶ τὸ θνητὸν τοῦ ἀνθρώπου. Διαφέρουσι πάλιν ὁ ἄνθρωπος καὶ ὁ βοῦς ἀλλήλων, ὅτι ὁ μὲν ἄνθρωπος λογικός ἐστιν, ὁ δὲ βοῦς ἄλογος. Ἰδοὺ τὸ λογικὸν οὐσιώδης διαφορὰ καὶ συστατικὴ τοῦ ἀνθρώπου ἐστί, τὸ δὲ ἄλογον τοῦ βοός. Ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν εἰδῶν καὶ οὐσιῶν καὶ φύσεων καὶ μορφῶν. Πᾶν δὲ πρᾶγμα, ἐν ᾧ διαφέρει ὑπόστασις τῆς ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως, λέγεται ἐπουσιώδης διαφορὰ καὶ ποιότης καὶ ὑποστατικὸν ἰδίωμα καὶ χαρακτηριστικὸν ἰδίωμα, τοῦτό ἐστι τὸ συμβεβηκός· οἷον διαφέρει ἄνθρωπος ἑτέρου ἀνθρώπου, ὅτι ὁ μέν ἐστι μακρὸς ὁ δὲ κολοβός, ὁ μὲν λευκὸς ὁ δὲ μέλας· ὁ μὲν ὑγιαίνει ὁ δὲ νοσεῖ, ὁ μέν ἐστι πατὴρ ὁ δὲ υἱός.
Ταῦτα καὶ τὰ τοιαῦτα πάντα ἐπουσιώδεις εἰσὶ διαφοραὶ καὶ ποιότητες καὶ ὑποστατικὰ καὶ χαρακτηριστικὰ ἰδιώματα καὶ συμβεβηκότα. Καὶ ἁπλῶς εἰπεῖν, ὅσα ἐν πάσαις ταῖς ὑπὸ τὸ αὐτὸ εἶδος ὑποστάσεσιν ὁμοίως θεωροῦνται καὶ ὧν ἄνευ ἀδύνατον συστῆναι τὴν οὐσίαν καὶ τὸ εἶδος, οὐσιώδης λέγεται διαφορά· Ὅσα δὲ ἔν τισι τῶν ὁμοειδῶν ὑποστάσεων εἰσίν, ἔν τισι δὲ οὔκ εἰσι, συμβεβηκότα καὶ ἐπουσιώδη εἰσί.
[5] Περὶ χωριστοῦ καὶ ἀχωρίστου συμβεβηκότος.
Τῶν συμβεβηκότων τὰ μέν εἰσι χωριστά, τὰ δὲ ἀχώριστα. Ἀχώριστα μέν, ἐν οἷς διαφέρει ὑπόστασις ἄλλης ὑποστάσεως, αὐτὴ δὲ ἑαυτῆς οὐ διαφέρει· οἷον ὁ δεῖνα ὁ ἄνθρωπος διαφέρει ἄλλου ἀνθρώπου, ὅτι αὐτὸς μὲν σιμός ἐστιν ἐκεῖνος δὲ γρυπός, ὅτι ὁ μὲν γλαυκὸς ὁ δὲ μελανόφθαλμος.Αὐτὸς δὲ ἑαυτοῦ οὐ διαφέρει· ὁ γὰρ σιμὸς πάντοτε σιμός ἐστι καὶ ὁ γρυπὸς πάντοτε γρυπός ἐστι, καὶ οὐκ ἐνδέχεται τὸν αὐτὸν ποτὲ μὲν σιμὸν εἶναι, ποτὲ δὲ γρυπόν.
Ταῦτα δὲ λέγονται ἀχώριστα συμβεβηκότα, διότι, ἐπειδὰν γένωνται ἔν τινι, οὐκέτι χωρίζονται αὐτοῦ. Ὅμως δὲ συμβεβηκότα εἰσίν· ἐνδέχεται γὰρ καὶ μὴ εἶναι σιμὸν καὶ εἶναι ἄνθρωπον, καὶ μὴ εἶναι γρυπὸν καὶ εἶναι ἄνθρωπον· οὐ πᾶς γὰρ ἄνθρωπος σιμὸς οὐδὲ πᾶς ἄνθρωπος γρυπός, πᾶς δὲ ἄνθρωπος λογικός, καὶ ὁ μὴ ὢν λογικὸς οὐκ ἔστιν ἄνθρωπος.
Χωριστὰ δέ εἰσιν, ὅσα καὶ ὁ αὐτὸς ἄνθρωπος ἤγουν ἡ αὐτὴ ὑπόστασις ποτὲ μὲν ἔχει, ποτὲ δὲ οὐκ ἔχει, οἷον τὸ νοσεῖν καὶ ὑγιαίνειν, τὸ καθέζεσθαι καὶ ἀνίστασθαι, τὸ χαίρειν καὶ λυπεῖσθαι καὶ τὰ τοιαῦτα.
[6] Περὶ ὁμοουσίων καὶ ἑτεροουσίων.
Ὁμοούσια καὶ ὁμοφυῆ καὶ σύμμορφα καὶ ὁμοειδῆ καὶ ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὸ αὐτὸ εἶδος καὶ ὑπὸ τὴν αὐτὴν οὐσίαν εἰσίν, οἷον Πέτρος, Παῦλος καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι καὶ πάντες οἱ βόες καὶ πάντες οἱ κύνες, ὁμοίως καὶ τὰ λοιπά. Ἑτεροούσια δὲ καὶ ἑτεροφυῆ καὶ ἑτερόμορφα καὶ ἑτεροειδῆ καὶ ἑτερογενῆ εἰσι τὰ ὑπὸ ἄλλο καὶ ἄλλο εἶδος καὶ ἄλλην καὶ ἄλλην οὐσίαν ὄντα οἷον ἄνθρωπος καὶ ἵππος καὶ βοῦς καὶ κύων καὶ τὰ τοιαῦτα.[7] Περὶ γένους καὶ εἴδους.
Τὸ γένος εἰς εἴδη διαιρεῖται οἷον τὸ ζῷον ἢ λογικὸν ἢ ἄλογον· ἰδοὺ [7.3] τὸ μὲν ζῷον γένος ἐστὶ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου, τὸ δὲ λογικὸν καὶ τὸ ἄλογον εἴδη εἰσὶν τοῦ ζῴου. Πάλιν τὸ λογικὸν διαιρεῖται εἰς θνητόν, ἄνθρωπον, καὶ ἀθάνατον, ἄγγελον. Τὸ λογικὸν γένος ἐστὶ τοῦ θνητοῦ καὶ τοῦ ἀθανάτου, τὸ δὲ θνητὸν καὶ τὸ ἀθάνατον εἴδη τοῦ λογικοῦ.Ἵνα οὖν σαφέστερον γένηται τὸ λεγόμενον, ἄνωθεν τὸν λόγον ποιησώμεθα. Γένος ἐστὶ γενικώτατον τὸ πρῶτον γένος, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος διὰ τὸ μὴ ἔχειν ἐπάνω ἕτερον γένος, εἰδικώτατον δὲ εἶδος τὸ ἔσχατον καὶ ὑποβεβηκὸς εἶδος, ὅπερ εἶδος ὂν οὐκ ἔστι γένος διὰ τὸ μὴ ἔχειν ἕτερα εἴδη ἐξ αὐτοῦ τεμνόμενα. Εἰσὶ δὲ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν γένη τε καὶ εἴδη, γένη μὲν τῶν ὑποκάτω, εἴδη δὲ τῶν ἐπάνω, ἅτινα καλεῖται ὑπάλληλα. Οἷον γενικώτατον γένος ἐστὶν ἡ οὐσία· οὐ γὰρ ἔχει ἐπάνω αὐτῆς ἄλλο γένος, διὸ οὐδέ ἐστιν εἶδος. Αὕτη διαιρεῖται εἰς σῶμα καὶ ἀσώματον, τὸ σῶμα τέμνεται εἰς ἔμψυχον καὶ ἄψυχον, τὸ ἔμψυχον τέμνεται εἰς αἰσθητικὸν καὶ ἀναίσθητον, τὸ αἰσθητικὸν εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον. Ἔστιν οὖν τὸ μὲν ἀσώματον λογικὸν καὶ ἀθάνατον· ἀσώματον δὲ ἐνταῦθα λέγω οὐσίαν οἷον ψυχήν, ἄγγελον, δαίμονα· ἕκαστον τούτων εἰδικώτατον εἶδός ἐστιν. Σῶμα δὲ ἔμψυχον αἰσθητικὸν τὸ ζῷον, ζῷον δὲ λογικὸν θνητὸν ἄνθρωπος, ὅς ἐστιν εἰδικώτατον εἶδος, ζῷον δὲ ἄλογον ὑλακτικὸν κύων, ὅς ἐστιν εἰδικώτατον εἶδος. Εἶτα σῶμα ἔμψυχον ἀναίσθητον τὸ φυτόν. Σῶμα παντελῶς ἄψυχον γῆ, ἀήρ, ὕδωρ, πῦρ, ὧν ἕκαστον εἰδικώτατον εἶδος ὑπάρχει. Πρὸς δὲ πλείονα σαφήνειαν οὕτω λέγομεν. Ἡ οὐσία, ἥτις περιέχει ὑπερουσίως μὲν τὴν ἄκτιστον θεότητα, γνωστικῶς δὲ καὶ περιοχικῶς πᾶσαν τὴν κτίσιν, γενικώτατόν ἐστι γένος. Αὕτη ἢ ἀσώματός ἐστι καὶ νοερὰ καὶ ἀθάνατος ὡς θεός, ἄγγελος, ψυχή, δαίμων, -ἢ σῶμα ἄψυχον ὡς πῦρ, ἀήρ, ὕδωρ, γῆ, -ἢ σῶμα φυτικὸν ὡς ἄμπελος, φοῖνιξ, ἐλαία καὶ τὰ τοιαῦτα, -ἢ σῶμα ἔμψυχον αἰσθητικόν, τουτέστι ζῷον, ὡς ἵππος, κύων, ἐλέφας καὶ τὰ τοιαῦτα, -ἢ σύνθετος ἐκ σώματος καὶ ἀσωμάτου ψυχῆς ὡς ἄνθρωπος. Τούτων ἡ μὲν οὐσία ὡς πρώτη καὶ καθολικωτέρα καὶ περιεκτικὴ πάντων γενικώτατόν ἐστι γένος. Τούτου δὲ τοῦ γενικωτάτου γένους εἴδη εἰσὶ τὸ ἀσώματον, τὸ ἄψυχον σῶμα, τὸ φυτικὸν σῶμα, τὸ ἔμψυχον καὶ αἰσθητικὸν σῶμα, τουτέστι τὸ ζῷον. Ταῦτα λέγονται εἴδη καὶ γένη ὑπάλληλα· εἴδη γάρ εἰσι τῆς οὐσίας ὡς ἐξ αὐτῆς τεμνόμενα. Ἕκαστον δὲ αὐτῶν διαιρεῖται εἰς ἕτερα εἴδη καὶ περιεκτικὸν καὶ καθολικώτερον αὐτῶν ἐστι· περιέχει γὰρ ἡ μὲν ἀσώματος οὐσία θεόν, ἄγγελον, ψυχήν, δαίμονα, τὸ δὲ ἄψυχον σῶμα γῆν, ὕδωρ, ἀέρα, πῦρ, τὸ δὲ φυτικὸν σῶμα ἄμπελον, ἐλαίαν, φοίνικα καὶ τὰ τοιαῦτα, τὸ δὲ ἔμψυχον καὶ αἰσθητικὸν ἤτοι τὸ ζῷον ἵππον, βοῦν, κύνα καὶ τὰ τοιαῦτα, ἔτι δὲ καὶ τὸν ἐξ ἀσωμάτου ψυχῆς καὶ σώματος συντεθειμένον ἄνθρωπον. Ἔστιν οὖν ὑπόστασις μὲν καὶ ἄτομον καὶ πρόσωπον πατήρ, υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· περιεκτικὸν δὲ αὐτῶν εἶδος ἡ ὑπερούσιος καὶ ἀκατάληπτος θεότης. Ἔτι ὑποστάσεις εἰσὶ Μιχαήλ, Γαβριὴλ καὶ οἱ λοιποὶ κατὰ μέρος ἄγγελοι· εἶδος δὲ περιεκτικὸν αὐτῶν ἡ ἀγγελικὴ φύσις. Ἔτι ὑποστάσεις εἰσὶ Πέτρος, Παῦλος, Ἰωάννης καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι· περιεκτικὸν δὲ αὐτῶν εἶδος ἡ ἀνθρωπότης. Αὖθις ὑποστάσεις εἰσὶν ὁ δεῖνα καὶ ὁ δεῖνα ὁ ἵππος· καὶ περιεκτικὸν αὐτῶν εἶδος ὁ ἵππος ὁ ἁπλῶς. Πάλιν ὑποστάσεις εἰσὶ τόδε καὶ τόδε τὸ φυτὸν τῆς ἐλαίας· περιεκτικὸν δὲ αὐτῶν εἶδος ἡ ἁπλῶς ἐλαία. Ἰστέον οὖν, ὡς τὰ περιεκτικὰ τῶν ἀτόμων μόνον εἴδη λέγονται εἰδικώτατα οἷον ὁ ἄγγελος, ὁ ἄνθρωπος, ὁ ἵππος, ὁ κύων, ἡ ἐλαία, ὁ φοῖνιξ καὶ τὰ τοιαῦτα, τὰ δὲ περιεκτικὰ τῶν εἰδικωτάτων εἰδῶν μόνον γένη λέγονται καὶ εἴδη ὑπάλληλα οἷον τὸ ἀσώματον, τὸ σῶμα, τὸ ἄψυχον, τὸ ἀναίσθητον, τὸ φυτικόν, τὸ ἔμψυχον, τὸ αἰσθητικόν, τὸ ζῷον, τὸ λογικόν, τὸ ἄλογον, τὸ θνητόν, τὸ ἀθάνατον, τὸ δίπουν, τὸ τετράπουν, τὸ ἑρπυστικόν, τὸ πτηνὸν καὶ πάντα τὰ τοιαῦτα, τὰ περιέχοντα μὲν τὰ εἰδικώτατα εἴδη καὶ γένη αὐτῶν ὄντα καὶ συστατικαὶ αὐτῶν διαφοραί, περιεχόμενα δὲ ὑπὸ τοῦ γενικωτάτου γένους, ἥτις ἐστὶν ἡ οὐσία.
Καὶ ἄλλως δὲ περὶ τῶν αὐτῶν διαληπτέον. Πάντα, ὅσα ἑνὶ προστάγματι θεοῦ ἐγένοντο, ἑνὸς γένους εἰσίν, οἷον προσέταξεν ὁ θεὸς γενέσθαι ἰχθύας, καὶ ἐγένοντο διαφοραὶ ἰχθύων πολλαί· πάντες οἱ ἰχθύες ἑνὸς γένους εἰσίν, ἑκάστη δὲ διαφορὰ ἰχθύων εἶδός ἐστιν. Πάλιν προσέταξεν ὁ θεὸς ἐξαγαγεῖν τὰ ὕδατα πετεινά, καὶ ἐγένοντο διαφοραὶ πολλαὶ πετεινῶν· πάντα τὰ πετεινὰ ἑνὸς γένους εἰσίν, ἑκάστη δὲ διαφορὰ τῶν πετεινῶν εἶδός ἐστι τοῦ γένους ἐκείνου τῶν πετεινῶν.
Ὁμοίως καὶ ἐπὶ ἑρπετῶν καὶ κτηνῶν καὶ θηρίων καὶ βοτανῶν καὶ λαχάνων καὶ δένδρων. Λέγεται δὲ καὶ ἓν γένος ὅλων τῶν ζῴων καὶ ἓν γένος τῶν φυτῶν ὅλων καὶ ἓν γένος τῶν παντελῶς ἀψύχων καὶ μὴ ἐχόντων ὅλως αὐξητικὴν ἢ θρεπτικὴν δύναμιν καὶ πάλιν ἓν γένος τῶν ἀσωμάτων καὶ ἓν γένος τῶν σωμάτων· λέγεται δὲ καὶ πᾶσα ἡ κτίσις ἓν γένος, καὶ πολλὰ εἴδη ὑπὸ τὸ γένος τῆς κτίσεως αἱ διαφοραὶ τῶν κτισμάτων, καὶ πᾶσα ἡ οὐσία ἓν γένος.
[8] Περὶ ἐνεργείας.
Ἐνέργειά ἐστι κίνησις δραστικὴ τοῦ ποιοῦντος. Ἐνέργεια δὲ φυσική ἐστι κίνησις φύσεως δραστικὴ οἷον ἡ λογικὴ τοῦ νοῦ κίνησις, τὸ ζωτικόν, τὸ αἰσθητικόν, τὸ θρεπτικόν, τὸ αὐξητικόν, τὸ γεννητικὸν καὶ ἡ καθ᾿ ὁρμὴν κίνησις, τουτέστιν αἱ κινήσεις τοῦ σώματος, καὶ τὸ φανταστικὸν καὶ τὸ μνημονευτικὸν τό τε θυμικὸν καὶ ἐπιθυμητικὸν καὶ θελητικὸν ἤγουν ὀρεκτικὸν καὶ τὰ τοιαῦτα. Πεντάτροπος δέ ἐστιν αὕτη· ἢ νοερὰ ὡς ἐπὶ ἀγγέλων καὶ πασῶν ἀσωμάτων οὐσιῶν ἁπλῇ προσβολῇ νοούντων· -ἢ λογικὴ ὡς ἐπὶ ἀνθρώπων τῶν ἐκ ψυχῆς ἀσωμάτου καὶ σώματος συντεθειμένων, οὐχ ἁπλῇ ἀλλὰ ποικίλῃ καὶ διαλογιστικῇ προσβολῇ νοούντων· -ἢ ζωτικὴ ὡς ἐπὶ ἀλόγων ζῴων αἴσθησιν μὲν ἐχόντων, μὴ λογιζομένων δὲ μηδὲ νοούντων· -ἢ φυτικὴ ὡς ἐπὶ ἀναισθήτων ἐχόντων δὲ θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν· -ἢ ἄζωος παντελῶς ὡς ἐπὶ γῆς καὶ λίθων τῶν μήτε ζωτικὴν μήτε θρεπτικὴν μήτε αὐξητικὴν δύναμιν ἐχόντων, μὴ ἀμοιρούντων δὲ φυσικῶν τινων ἐνεργειῶν.[9] Περὶ πάθους.
Πάθος ἐστὶ φυσικὸν κίνησις φύσεως παθητικὴ τοῦ πάσχοντος. Ἥτις τῆς μὲν φύσεώς ἐστιν ἐνέργεια, πάθος δὲ τοῦ, περὶ ὃ ἡ ἐνέργεια, οἷον γένεσις, χαρά, λύπη, ἀγωνία, ἀδημονία, φόβος, ὄκνος, κόπος, ὕπνος, ἡδονή, πόνος, θυμός, ἐπιθυμία, τομή, ῥεῦσις καὶ φθορὰ καὶ τὰ τοιαῦτα. Ταῦτα καὶ τὰ τοιαῦτα πάθη φυσικά εἰσι καὶ ἀδιάβλητα οὐκ ἐφ᾿ ἡμῖν ὄντα. Μόνη δὲ ἡ ἁμαρτία παρὰ φύσιν ἐστὶν ἑκούσιον καὶ αὐθαίρετον τῆς ψυχῆς πάθος κάκιστον καὶ φθορά.[10] Περὶ θελήματος.
Θέλησίς ἐστι φυσικὴ λογικὴ ὄρεξις. Καὶ πάλιν θέλησίς ἐστι φυσικὴ λογικὴ καὶ αὐτεξούσιος ὀρεκτικὴ τοῦ νοῦ κίνησις. Τὰ μὲν γὰρ ἄλογα οὐκ αὐτεξουσίως κινεῖται πρὸς ὄρεξιν· φυσικῶς γὰρ κινουμένης ἐν αὐτοῖς τῆς ὀρέξεως μὴ ἔχοντα ἐπιστατοῦντα τὸν λόγον ἄγονται ὑπὸ τῆς φύσεως, τῇ ταύτης ὀρέξει ἡττώμενα. Ὅθεν εὐθέως ὁρμᾷ πρὸς τὴν πρᾶξιν, εἰ μὴ ὑφ᾿ ἑτέρου κωλυθῇ. Διὸ οὐκ αὐτεξούσιά εἰσιν, ἀλλ᾿ ὑπεξούσια.Ἡ δὲ λογικὴ φύσις ἐξουσίαν ἔχει ὑποκύψαι τῇ φυσικῇ ὀρέξει καὶ μὴ ὑποκύψαι ἀλλὰ νικῆσαι, καὶ δηλοῖ ἡ φύσις ζωῆς ἔφεσις φυσικὴ οὖσα καὶ ὑποκύπτουσα τῷ λόγῳ· πολλοὶ γὰρ ταύτην τῷ ἡγεμόνι λόγῳ νικήσαντες ἑκουσίως ἐχώρησαν πρὸς τὸν θάνατον καὶ τροφῆς ὄρεξιν ἀνεβάλοντο καὶ ὕπνου καὶ τῶν λοιπῶν, ἄγοντες τὴν φύσιν τῷ αὐτεξουσίῳ λόγῳ, οὐχ ὑπὸ ταύτης ἀγόμενοι.
Ὥσπερ οὖν ἡ φυσικὴ ὄρεξις πάσῃ αἰσθητικῇ φύσει ἔγκειται, οὕτως ἡ αὐτεξουσιότης πάσῃ λογικῇ φύσει ἔγκειται· πᾶν γὰρ λογικὸν αὐτεξούσιον, καὶ τοῦτό ἐστι τὸ κατ᾿ εἰκόνα θεοῦ. Θέλησις οὖν ἐστι φυσικὴ ἢ λογικὴ καὶ αὐτεξούσιος ὀρεκτικὴ δύναμίς τε καὶ κίνησις.
Τὰ δὲ τῇ θελήσει ὑποκείμενα, ὧν ἐφίεται ἡ θέλησις, λέγονται θελήματα γνωμικά· οἰκείᾳ γὰρ γνώμῃ ὁρμᾷ πρὸς τὴν τούτων χρῆσιν ὁ νοῦς αὐτεξούσιος ὤν. Ταῦτα δέ εἰσιν οἷον φαγεῖν-μὴ φαγεῖν, πιεῖν-μὴ πιεῖν, ὁδεῦσαι-μὴ ὁδεῦσαι, γῆμαι- μὴ γῆμαι καὶ τὰ τοιαῦτα, ἅτινα ἐφ᾿ ἡμῖν εἰσιν, ἅτινα καὶ αὐτὰ δυνάμεθα καὶ τὰ ἀντικείμενα αὐτοῖς.
nektarios.gr
Διαβάστε περισσότερες αναρτήσεις με θέμα Άγιος Ιωάννης Δαμασκηνός (πατήστε)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.