Σάββατο 3 Μαρτίου 2012

Κυριακή Α΄ τῶν νηστειῶν (τῆς Ὀρθοδοξίας). Γερμανοῦ Πατριάρχου Κωνσταντινουπόλεως


Κυριακή Α΄ τῶν νηστειῶν (τῆς Ὀρθοδοξίας)
 Ἰωαν. α΄, 44-52

Εἰς τὴν πρώτην Κυριακὴν τῶν νηστειῶν καὶ εἰς τὴν τῶν Ἁγίων καὶ σεπτῶν εἰκόνων ἀναστήλωσιν

 Γερμανοῦ Πατριάρχου Κωνσταντινουπόλεως


«Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων· ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχὴ μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου», οὐ ἕνεκα κάλλους κτισμάτων, καὶ τοίχων εὐαρμοστίας, καὶ μαρμάρων στιλπνότητος, καὶ τῶν ὅσα χειρίσοφος ἄνθρωπος ἐφιλοτέχνησεν ἁρμοσάμενος εὐφυῶς.  Ταῦτα γὰρ ἐν δευτέρῳ κεῖνται παρὰ Θεῷ, καὶ λόγος τῶν ἀψύχων τούτων μικρός.  Τὸ δὲ προηγουμένως περιμάχητον τῷ Δεσπότῃ, καὶ πάσης φροντίδος κρινόμενον ἄξιον ὁ ἄνθρωπος, τὸ πολύτιμον. Χρῆμα καὶ τοῦ παντὸς τιμώτερον τῷ Θεῷ, ὁ οὐράνιος καὶ ἐπίγειος, καὶ σύνδεσμος οὐρανίων καὶ τῶν ἐπιγείων, ὁ μικρὸς κόσμος καὶ δι’ ὅν ἅπας ὁ κόσμος. Εἰ μὲν οὖν τὰ σκηνώματα τοῦ Θεοῦ ἀνθρώπων πλήθουσι καὶ ἐν τῷ οἴκῳ Κυρίου, καὶ ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν πεφυτευμένοι εἰσίν οἱ δικαιωθέντες τῷ αἵματι τοῦ Χριστοῦ, καὶ ἀνθοῦσι μὲν ὡς φοῖνιξ, καὶ ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ πληθύνονται, ὄντως ἀγαπητὰ τὰ σκηνώματα τοῦτα.  Καὶ οὐδ’ ἐπίγεια ταῦτά τις δικαιώσει καλῶν. Ὁ γὰρ τῶν ὅλων Βασιλεὺς ἔνοικός ἐστι τοῖς τούτοις· ὅπου δὲ αὐτός, ἐκεῖ καὶ τὰ οὐράνια τάγματα, καὶ τῶν φλογοειδῶν ἀγγέλων τὸ στράτευμα. Ὡς ἔγωγε, εἴπερ ποτὲ τοῦ ἔτους, σήμερον ἠγάπησα τὸ θεῖον τοῦτο καὶ ἱερὸν σκήνωμα· πεπλήρωται γὰρ ἀνθρώπων οὕτω πολλῶν, ὡς καὶ τοῦ ναοῦ σχεδὸν ὑπερχεῖσθαι, οὕτως προσηνωμένων τῷ πρὸς Θεὸν συνδέσμῳ καὶ πρὸς ἑαυτοὺς, ὡς καὶ σώματα παραβιάζειν πρὸς ἕνωσιν, καὶ εἰς πῆγμα ἕνα συσφίγγεσθαι καὶ συνέχεσθαι.


Ἡ δὲ τηλικαύτη πανήγυρις ὑπόθεσιν ἔχει τὴν ἀνάμνησιν τῆς τῶν παναγίων εἰκόνων ἀναστηλώσεως. Ἔκειτο μὲν γὰρ ἡ εἰκὼν τοῦ Χριστοῦ οὐ τριήμερος, ἀλλὰ πολυχρόνιος ὑπὸ τὸν τῆς ἀφαντώσεως τόπον βασκανίᾳ τῶν Ἰουδαιοφρόνων αἱρετικῶν. Νῦν δ’ ἀλλ’ ἐκεῖθεν εὐδοκίᾳ Πατρὸς ἐξανίσταται, καὶ πρώτη τῆς ἀναστάσεως ταύτης εὐαγγελίστρια ἡ σεμνοτάτη ἐν γυναιξὶ καὶ μαθήτρια τοῦ Χριστοῦ, ἡ τῆς θείας δωρεᾶς φερώνυμος βασιλίς, καὶ δι’ αὐτῆς πρὸς πάντας τοὺς τότε ἀποστολικοὺς ἄνδρας καὶ χριστοκήρυκας τῆς ἀνταστάσεως διαβαίνει τὸ κήρυγμα,  καὶ καλλωπίζεται αὖθις ἡ τοῦ Χριστοῦ Ἐκκλησία τοῖς ἰερομόρφοις, καὶ εὐωδιάζεται πλεῖστον ἀπαλλαγεῖσα τῆς εἰκονομαχικῆς βδελυρίας.  Μυροφόρου γὰρ τάξιν ἀναπληρώσασα ἡ καλὴ αὕτη μαθήτρια καὶ θεοστεφὴς ἄνασσα τοὺς μεταλαβόντας τῆς τοῦ Κοπρωνύμου αἱρέσεως, ὥς τινας κοπρογενεῖς κανθάρους, ἀποπνίξασα ὤλεσε, καὶ τὸν οἰκεῖον σύνευνον τὸν βασιλεά Θεόφιλον ἀθλίως αἰχμαλωτισθέντα ὑπὸ τῆς τυραννικῆς δυσεβείας, ὡς ἀπὸ κοπρίας πτωχὸν ἐξήγειρεν, ἡ κοινωνὸς μὲν τοῦ βίου, τοῦ δὲ φρονήματος ἀκοινώνητος. Ὤ καλῆς γυναικὸς πολλῶν γυνακῶν ἀναπαλαισάσης ἡττήματα! Εὔα τὸν ἄνδρα τοῦ παραδείσου ἐκβάλλει, μολύνασα τὸ κατ’ εἰκόνα διὰ τῆς παρακοῆς. Ἐπὶ τῆς κοπρίας ὁ Ἰὼβ ἐκάθητο, τὸ μὲν σῶμα δύσοδμος, τὴν δὲ ψυχὴν εὔοσμος, καὶ ἡ πονηρὰ ἐκείνη γυνὴ συνεβούλευσε τούτῳ, ἵνα καὶ τὴν ψυχὴν ρυπώση διὰ βλασφημίας.  Ἀλλ’ οὐχ οὕτως ἡ θεόφιλος αὕτη γυνή· αὐτῇ γὰρ ἐμφαρμόσει μᾶλλον τὸ τοῦ ἀνδρὸς ὄνομα. Θεὸν γὰρ ἀγαπήσασα, ὑπὸ Θεοῦ ἠγαπήθη, καὶ διὰ τὸν Θεὸν καὶ τὸν ἄνδρα ἐφίλησεν οὕτω σφοδρῶς, ὡς ἐξ ἅδου ἁπράσαι καὶ τῶν ἐκεῖ δικαιωτηρίων, καὶ πρὸς παράδεισον ἀντεισαγαγεῖν σπουδάσματι φιλοθέῳ καὶ μόχθῳ πνευματικῷ, ἐπὶ δὲ τῆς κοπρίας καθήμενον τῆς τοῦ Κοπρωνύμου βδελυρωτάτης αἱρέσεως τῆς κατ’ αὐτὴν βλασφημίας μᾶλλον ἐρρύσατο, καὶ θερμὸν εἰσήνεγκε τὸν ἀγῶνα προσοικειῶσαι τοῦτον τῷ Χριστῷ, οὖ μύρον ἐκκένωθεν τὸ ὄνομα.
Οὕτως ἀγαπᾶτε γυναῖκες, τοὺς ἄνδρας· οὕτω βοηθεῖτε· ἀλλὰ μὴ μόνοις τοῖς σαρκικοῖς τὸ κοινωνικὸν ἔχετε πρὸς τοὺς συζύγους ἄνδρας, διὰ ἡδυπάθειαν φιλοῦντες αὐτούς· ἀλλὰ συνεργεῖτε καὶ πρὸς τὰ τὴν ψυχὴν ὠφελοῦντα, καὶ συμβουλεύετε τὰ πρὸς τὴν σωτηρίαν.  Κἄν πρὸ ὑμῶν ὀ θάνατος ἐκείνους ἁρπάσειεν ἔτι ἐσπιλωμένους κατὰ ψυχήν, θέσθε φροντίδα τῆς σωτηρίας αὐτῶν διὰ προσευχῶν, διὰ δακρύων, δι’ ἐλεημοσυνῶν, διὰ θείων ἱερουργιῶν. Δύνασαι γὰρ, ὦ γύναι, καὶ θανόντα τὸν ἄνδρα σῶσαι διὰ τῶν τοιούτων. Ἀλλ’ ὅτι καὶ νῦν εἰσί τινες τῆς Κοπρωνύμου βδελυρίας ἀποσκυβαλίσματα, καὶ ἀποτολμῶσιν οἱ λυσσητῆρες κύνες καὶ φιλοβόρβοροι χοῖροι κατὰ τῶν προσκυνητῶν καὶ ἱερῶν χαρακτήρων τοῦ Χριστοῦ καὶ τῶν ἁγίων πάντων κόπρια ἐναποπτεύειν (οὕτω γὰρ ἐγὼ καλῶ τὰ ἐκείνων βλάσφημα ρήματα οὗτοι δὲ εἰσιν οἱ νῦν Βογόμιλοι κεκλημένοι, οἱ γνήσιοι μαθηταὶ τοῦ Ἀντιχρίστου, καὶ τοῦ προδόδου Ἰούδα συμμαθηταί)· πρὸς αὐτοὺς τὸ τοῦ λόγου πρόσωπον τρέφω· καὶ γὰρ αὐτοῖς ἐγὼ πολλάκις κατὰ πρόσωπον ἀντέστην, καὶ τὰ μιαρὰ τούτων κατῄσχυνα πρόσωπα, συνεργείᾳ τοῦ παρ’ αὐτῶν ὑβριζομένου Χριστοῦ. Ὀλίγα δὲ τινα τῆς τότε διαλέξεως ἀποτεμόμενος καὶ πρὸς τὴν ὑμετέραν ἀγάπην ἐρῶ, ὡς ἄν ἐν εἰδήσει τῆς πλάνης ἐκείνων ὄντες, μὴ λάθητε, τοῖς ἀπατηλοῖς ρήμασι τούτων ἐξ ἀγνοίας περιπαρέντες. Πολλοὶ γὰρ ἀρτίως περιπατοῦσι, καὶ τὰς οἰκίας εἰσδύουσιν ἐν σκότει διαπορευόμενοι, καὶ σχήματι εὐλαβείας, πολλοὺς συναρπάζουσι· σκοτεινόμορφοι γὰρ ὄντες διάβολοι εἰς ἀγγέλους φωτὸς μετασχηματίζοντες.
Ἠρωτησέ μέ τις τῶν δαιμονοπροσώπων τούτων Βογομίλων. Διὰ τί, φησί, προσκυνεῖτε τοίχους, καὶ σανίδας, καὶ ἄσβεστον, καὶ διάφορα χρώματα; Τοῦτο δὲ οὕτω λέγων τὰς ἁγίας εἰκόνας ᾐνίττετο. Καὶ ἐγὼ πρὸς αὐτόν· Πότε δὲ εἶδες τινα τῶν τῆς ἡμετέρας Ἐκκλησίας τρόφιμων ἐπὶ τὰς καμίνους πορευόμενον, ὅπου ἡ ἄσβεστος, ἤ ἐπὶ ἐρείπια, ὅπου αἱ τῶν λίθων σωρεῖαι, ἤ ἐπὶ τῶν χρωμάτων πωλητήρια, καὶ προσκυνοῦντα ταῦτα καὶ σέβοντα; Εἰ γὰρ τοῖς λίθοις καὶ τοῖς χρώμασι τὸς σέβας ἐνέμομεν, ἀνάγκη, ἔνθα ἄν εἴδομεν ἤ λίθον ἤ σανίδα, προσκυνεῖν αὐτά. Νῦν δὲ τοῦτο μὲν οὐκ ἔστιν, οὐδὲ σὺ ὁ τῆς ἀληθείας ἐχθρὸς τολμήσεις τοῦτο εἰπεῖν, ἀπονέμομεν δὲ τὸ σέβας οὐχ ἁπλῶς ταῖς ὕλαις, ἀλλὰ τῇ ἐμφαινομένῃ ταῖς ὕλαις μορφῇ, καὶ οὐ πάσῃ μορφῇ, ἀλλὰ τῇ τοῦ Χριστοῦ, τῆς ὑπεράγνου Θεομήτορος καὶ τῶν ἄλλων ἁγίων. Ἡ γὰρ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει. Καὶ ἱστόρηται μὲν ὁ Χριστὸς τυχὸν ἐπὶ τῆς σανίδος ταύτης, ἤ ἐπὶ τοῦ τοίχου, ἐπὶ τοῦ σταυροῦ ἡπλωμένος γυμνός· Ἰουδαῖοι δὲ παρίστανται ποτίζοντες ὄξος μετὰ χολῆς, τὴν πλευρὰν κεντοῦντες αὐτοῦ· ὁ Πιλᾶτος καθήμενος ἐπὶ θρόνου, παριστάμενων αὐτῷ πολλῶν δορυφόρων. Ταῦτα πάντα ἐν χρώμασι καὶ ἐν ἱστορίαις.  Καὶ ἡμεῖς ἀφέντες τὸν καθήμενον ἐπὶ θρόνου, τοὺς ἐμπαίζοντας Ἰουδαίους, τοὺς τιτρώσκοντας δορυφόρους, τὸν ἐπὶ τοῦ σταυροῦ κρεμάμενον γυμνὸν καὶ ὑπ’ αὐτῶν ἐμπαιζόμενον προσκυνοῦμενον καὶ ἀσπαζόμεθα. Ἐνταῦθα χρώματα κἀκεῖ χρώματα, ἐνταῦθα μορφαί, κἀκεῖ μορφαί. Διὰ τί γοῦν τὰς μὲν μισοῦμεν καὶ ἀποστρεφόμεθα, τὰς δὲ ἀγαπῶμεν καὶ ἀσπαζόμεθα; Διὰ τί;
Ἐγὼ σοι ἐρῶ. Οἴδαμεν, ὅτι ν τὰ πρωτότυπα ἅγια, τὰ εἰκονίσματα ἅγια· ὧν δὲ τὰ πρωτότυπα μιαρά, καὶ τὰ εἰκονίσματα μιαρά.  Πάλιν οὖν ἐρωτῶ σε· καὶ πάλιν μοι ἀποκρίθητι. Τὴν βίβλον τῶν Εὐαγγελίων ἁγίαν εἶναι λέγεις, καὶ σέβῃ ταύτην ὡς θησαυρὸν τῶν αἰωνίων ἀγαθῶν, ἤ καὶ ταύτην ἀποστρέφεις καὶ ἐν τοῖς ἀτίμοις τάττεις; Οὐχί, φησίν, ἄτιμον, ἀλλὰ πολλῆς ἀξίαν τιμῆς ταύτην ἡγούμενος καὶ προσκυνῶ καὶ ἀσπάζομαι. Τοῦτο καλῶς εἶπες. Ἔστι γὰρ ἀληθῶς καὶ τιμωτάτη, καὶ ἁγιωτάτη, καὶ βίβλος ὄντως ζωῆς διαιωνιζούσης. Ἰδοὺ οὖν ἐκ τοῦ στόματός σου κατακριθήσῃ, Βογόμιλε. Εἰπὲ τοίνυν, ἡ βίβλος αὕτη οὐκ ἀπὸ σανίδων σύγκειται; οὐκ ἀπὸ δερμάτων; οὐκ ἀπὸ νημάτων τῶν τὰ δέρματα συσφιγγόντων; οὐκ ἀπὸ μέλανος καὶ ἑτέρων πολλάκις χρωμάτων; Ἇρ’ οὖν καὶ σὺ τὸ βιβλίον τῶν Εὐαγγελίων προσκυνῶν καὶ ἀσπαζόμενος, τὰς σανίδας, καὶ τὸ μέλαν, καὶ τὰ δέρματα προσκυνεῖς καὶ ἀσπάζῃ, ἤ τοὺς λόγους τοῦ Θεοῦ τοὺς ἐγγεργαμμένους τῇ βίβλῳ; Ναί, φησί, τοὺς λόγους τοὺς ἐγεγγραμμένους τῇ βίβλῳ. Δύνασαι δὲ ἄλλως τοὺς λόγους τούτους γραφῇ παραδοῦναι καὶ εἰς ἀνάγνωσιν χωρὶς μέλανος καὶ χάρτου; Οὐχί φησί. Τι οὖν λοιπὸν τὸ συναγόμενον; Ὅτι πρὸς τὴν τῶν εὐαγγελικῶν ρημάτων ἀναγραφὴν παραλαμβάνονται τὰ δέρματα, τὸ μέλαν, καὶ τἄλλα· τὸ δὲ τιμώμενον οἱ λόγοι εἰσὶ τοῦ Κυρίου οἱ τῇ βίβλῳ ἀνάγραπτοι. Ὥστε εἴ τις ἀπαλείψει τοὺς λόγους, συναπήλειψε καὶ τὴν τῆς βίβλου τιμήν, καὶ τὸ ἐναπομεῖναν ἀσέβαστον καὶ ἀπροσκύνητον. Οὕτω μοι νόησον, αἱρετικὲ καὶ ἀνόητε, κἀπὶ ταῖς τῶν ἁγίων ζωγραφίαις εἰκόνων, ὅτι τὸ τιμώτερον καὶ προσκυνούμενον ὁ χαρακτήρ ἐστι καὶ τὸ ὄνομα εἴτε τοῦ Χριστοῦ, εἴτε τῆς Θεοτόκου, εἴτε τινὸς τῶν ἁγίων. Ταῦτα δὲ μορφωθῆναι ἤ γραφῆναι ἀδύνατον, εἴ μὴ ἐκ διαφόρων χρωμάτων τοῦ δὲ χαρακτῆρος ἀπαλειφθέντος, ἄτιμος τὸ ἀπὸ τοῦδε ἡ ὕλη καὶ κεκοίνωται.
Ὡς ἐν παραδείγματι δὲ εἰπεῖν, ἔστω που ἱστάμενον ἔσοπτρον ἤ ἐξ ὑέλου ἤ ἐκ σιδήρου, καὶ ὑπόθου τὸν Χριστὸν ἵστασθαι ἀντὶ προσώπου τινὸς τῶν τοιούτων ἐσόπτρων. Εἰδοποιείσθω δὲ καὶ ὁ χαρακτὴρ αὐτοῦ τῇ τοῦ ἐσόπτρου στιλπνότητι καὶ ἐμφαινέσθω καθαρῶς ἐν αὐτῇ. Ἐὰν οὖν ἐκ πόθου τις προσιὼν τῷ ἐσόπτρῳ, ἐν ἡ μορφὴ ἐμφαίνεται τοῦ Χριστοῦ, καὶ προσφαύσῃ τοῦτο τοῖς χείλεσι καὶ ἀσπάσεται, ἇρ’  οὖν τὸ ἔσοπτρον ἐτίμησεν ἤ τὴν ἐν τῷ ἐσόπτρῳ μορφὴν τοῦ Χριστοῦ; Εὔδηλον, ὅτι τὴν μορφήν. Εἰ γὰρ τὴν φύσιν ἐτίμησε τοῦ ἐσόπτρου, καὶ τὸ σέβας ταύτῃ ἀπένειμεν· ἀκόλουθον ἦν αὐτῷ πάντα ὕελον καὶ πάντα σίδηρον προσκυνεῖν. Εἰ δὲ τοῦτο μὲν οὐκ ἐποίησε πώποτε, ἐκεῖνο δὲ μόνον ἠσπάσατο, ἐν ἐφάνῃ τὸ μόρφωμα τοῦ Χριστοῦ· δῆλόν ἐστι καὶ τυφλῷ, ὅτι τὴν ἐν τῇ ὕλῃ ἐμφαινομένην μορφὴν ἐτίμησε τοῦ Χριστοῦ. Τὸν ὅμοιον τρόπον καὶ ἐπὶ τῶν ἁγίων εἰκόνων λογίζου. Ἀλλὰ σὺ ὁ αἱρετικὸς οὐχ ἁπλῶς οὕτως Εἰκονομάχος, εἶ, ἀλλ’ ἄντικρυς Χριστομάχος, καὶ διὰ τοῦτο κατὰ τῆς ἁγίας αὐτοῦ εἰκόνος ἐκπεπολέμωσαι, καὶ ἐκτεθηρίωσαι ὑπὸ τοῦ ἐνοικοῦντός σοι δαίμονος. Καὶ γὰρ καὶ τὰς παρδάλεις φησὶν ἀπεχθῶς ἔχειν πρὸς τὰ τῶν ἀνθρώπων, πρόσωπα, καὶ λυττᾷν κατ’ αὐτῶν μανικῶς, κἄν που ἱστορουμένην ἴδοι ἐναθρωπείαν μορφήν, ἐπιμαίνεσθαι ταύτῃ, καὶ ἐκθύμως καθάλλεσθαι, καὶ ἐπτύσσειν τοὺς ὄνυχας. Τοιοῦτοί εἰσι καὶ οἱ τῆς ἀπωλείας υἱοί, καὶ τοῦ Ἀντιχρίστου πρόδρομοι οἱ διαβολιανοί τῷ ὄντι Βογόμιλοι, οἱ τῶν Χριστὸν μισοῦντες ἐκτόπως, οὐδὲ τὴν πανσέβαστον αὐτοῦ μορφὴν ἀνέχονται καθορᾷν, ἀλλὰ καὶ εἴδωλον αὐτὴν ὀνομάζωσιν.
Ἀληθῶς «τάφος ἀνεωγμένος ὁ λάρυγξ αὐτῶν», πολλὴν ἀποπνέων τὴν δυσωδίαν τῆς βλασφημίας υἱοὶ τοῦ σκότους καὶ περὶ τοῦ φῶς τῆς ἀληθείας, τυφλοί. Ὁ Χριστός, ὁ ποιητής τοῦ κόσμου, ὁμοίωμα θεασάμενος του Τιβερίου Καίσαρος, ἀνθρώπου δυσεβοῦς καὶ εἰδωλολάτρου, οὐχ ὕβρισεν, οὐδὲ εἴδωλον κατωνόμασε, ἀλλὰ εἰκόνα. Σὺ δὲ φρίττεις, ἄθλιε, τὸν Βασιλέα τῶν οὐρανῶν, καὶ τοῖς ἁγίοις ἀγγέλοις ἀπρόσιτον, καὶ τὴν εἰκόνα τούτου εἴδωλον εἶναι βλασφημῶν; Ποῦ δὲ τὴν μορφὴν τοῦ Καίσαρος ὁ Χριστὸς εἰκόνα κατονομάζει, ἄκουσον. Ἠρώτησάν ποτε τὸν Χριστὸν οἱ σοι φίλοι, καὶ ἀδελφοί, καὶ ὁμόφρονες. Οὐδὲν γὰρ διαφέρει Ἑβραίου Βογόμιλος, μᾶλλον δὲ καὶ παντὸς Ἑβραίου δυσεβέστερός ἐστιν ὁ Βογόμιλος. Ἑβραῖος μὲν γὰρ, κἄν τἄλλα εἴη κακός, ὅμως ποιητὴν τῶν κτισμάτων τὸν Θεὸν εἶναι ὁμολογεῖ· ὁ Βογόμιλος δὲ τῷ διαβόλῳ τὴν δημιουργίαν ἀποχαρίζται. Ἔκστηθι, οὐρανὲ, ἐπὶ τούτω, καὶ τῆς γῆς σαλεύθητε τὰ θεμέλια, καὶ διαρραγέντα καταπίετε τοὺς ἀποστάτες τούτους καὶ ὑβριστὰς τοῦ κοινοῦ Ποιητοῦ Δημιουργοῦ, ὡς πάλαι τοὺς περὶ Δαθάν τε καὶ Ἀβειρών.
Ὅπερ οὖν ἐλέγομεν, ἠρώτησάν ποτε τὸν Χριστὸν οἱ Ἰουδαίοι, «Εἰ ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἤ οὔ;» Ὁ δὲ ἀπεκρίθη λέγων· «Ἐπίδειξατέ μοι τὸ νόμισμα τοῦ κήνσου». Κἀκείνων ἐπιδειξάντων,  πάλιν ἀπεκρίνατο· «Τίνος ἡ εἰκὼν αὕτη καὶ ἐπιγραφή; Λέγουσιν αὐτῷ· Καίσαρος.» Καὶ ὁ Χριστός· «Ἀπόδοτε, ἔφη, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ». Ἤκουσας, Βογόμιλε βδελυρέ, εἰπόντος τοῦ Χριστοῦ, Τίνος ἡ εἰκὼν αὕτη, καὶ ἡ ἐπιγραφή; καὶ ὅτι ὁ ἐν τῷ νομίσματι τύπος Καίσαρος εἴη εἰκών, ἀλλ’ οὐκ εἴδωλον. Ἀλλὰ λέγει, φησὶν ἡ Γραφή· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον·» καὶ ὅτι τὰ τοιαῦτα οὔτε λαλοῦσιν, οὔτε βλέπουσιν, οὔτε περιπατοῦσιν. Ἐπεὶ οὖν καὶ αἱ εἰκόνες οὐδὲν τι τῶν καθ’ ὁρμὴν κινουμένων, καὶ λαλούντων, καὶ περιπατούντων ἐνεργοῦσιν ἤ ποιοῦσιν, οὐκ ἀπεοικέναι λέγομεν τῶν εἰδώλων. Ἀνόητε καὶ τὴν καρδίαν ἀναίσθητε!  Ἐὰν ἐλάλουν αἱ εἰκόνες, ἐᾶν ἔβλεπον, ἐὰν ἤκουον, ἐὰν περιεπάτουν, οὐκ ἄν ἦσαν εἰκόνες, οὐδὲ ὁμοιώματα, ἀλλὰ πρωτοτύπου καὶ ἄνθρωποι τέλειοι. Ἡ δὲ εἰκὼν ὁμοιωμα μόνον ἐστὶ πρωτοτύπου καὶ μίμημα χαρακτῆρος. Ἡ δὲ θεία Γραφὴ εἴδωλα τὰ τῶν δαιμόνων ὁμοιώματα λέγει· Δαίμονες γὰρ ἦσαν οἱ τῶν Ἑλλήνων Θεοί. Λέγει γὰρ οὕτως
«Οἱ Θεοὶ τῶν ἐθνῶν δαιμόνια» Ἇρ’οὖν διότι δαιμόνια ἦσαν τῶν ἐθνῶν οἱ Θεοί, ἀρνησόμεθα ἡμεῖς τὸν Θεὸν τὸν ἀληθινόν, καὶ ὡς ἄθεοι ἐν τῷ κόσμῳ τούτῳ περιπατήσομεν; Τῆς σῆς γάρ ἐστι τοῦτο εἰπεῖν ζοφώδους φρενός· ὡς ἐπεὶ οἱ Θεοὶ τῶν ἐθνῶν δαιμόνια ἦσαν, μηδ’ ὑμεῖς τιμήσετε Θεόν, ἵνα μὴ νομισθείητε δαιμονολάτραι, ἀλλ’ ἔστε ἄθεοι. Εἰ δὲ τοῦτο ἄθεον καὶ ἀσεβές, ὁμοίως ἔσται καὶ περὶ τῶν ἐκτυπωμάτων. Οἱ γὰρ Ἕλληνες δαιμόνων μορφὰς προσεκύνουν· ἡμεῖς δὲ τοῦ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ. «Τίς (γὰρ) κοινωνία φωτὶ πρὸς σκότος, ἤ συμφώνησις Χριστῶ πρὸς Βελίαλ;»
«Εἰ γοῦν ἐστι τὸ φῶς καὶ τὸ σκότος ἕν καὶ τὸ αὐτό, ἔσται ἡ εἰκὼν τοῦ Χριστοῦ, καὶ τὸ εἴδωλον ἕν. Ἀλλὰ τρέποιτο κατὰ τῆς σῆς βδελυρᾶς κεφαλῆς ἡ βλασφημία, Βογόμιλε τρισκατάρατε. Μάθε τοιγαροῦν τὴν ἀλήθειαν, τῆς ἀληθείας ἐχθρέ, ὅτι τὰ ἔθνη ἐκεῖνα τὰ πολύθεα καὶ ἄθεα δαιμόνων γλυπτὰ ὁμοιώματα κατασκευάζοντα ὡς θεοῖς τούτοις ἐλάτρευον, καὶ κηδεμόνας τῆς ζωῆς αὐτῶν τὰ ἐστερημένα ζωῆς ὑπετόπαζον· καὶ ἦσαν ὁμοῦ, καὶ τὰ πρωτότυπα καὶ τὰ ὁμοιώματα, δαίμονες, καὶ δαιμόνων ὁμοιώματα. Ὁ δὲ Χριστὸς Θεὸς ὤν ἀληθινὸς, ὡς μονογενὴς Υἱός, καὶ Λόγος τοῦ ἀνάρχου Πατρός, γίγονε δι’ ἡμᾶς ἄνθρωπος κατὰ ἀλήθειαν, καὶ οὐ κατὰ φαντασίαν, μείνας ὅπερ ἦν, καὶ τὸ εἶδος τῆς ἀνθρωπείας αὐτοῦ μορφῆς καθιστομοῦμεν, καὶ τιμῶμεν, ὡς ἅγιον· ὅτι καὶ ὁ Χριστὸς πανάγιος. Ὁμοίως δὲ τοῦτο ποιοῦμεν καὶ ἐπὶ τῶν ἄλλων ἁγίων, ἀλλὰ καὶ τιμῶντες, καὶ προσκυνοῦντες τὰς ἁγίας εἰκόνας, διὰ τὴν τῶν πρωτοτύπων ὁμοιόματα, οὐχ ὡς Θεοὺς ταύτας σεβόμεθα, μὴ γένοιτο· ἀλλὰ καὶ ἀναθέματι καθυποβάλλομεν τοὺς εἰς τοῦτο συκοφαντοῦντας ἡμᾶς· ἐπεὶ τοῦ Χριστοῦ ὑπεξηρημένου, οὐδὲ αὐτὰ τὰ τῶν ἁγίων εἰκόνων πρωτότυπα Θεοὺς κατὰ φύσιν ἡγούμεθα· δούλους δὲ μᾶλλον γνησίους τοῦ Θεοῦ, καὶ ἀγαπῶμεν αὐτούς, διότι ἐν ἀληθείᾳ τὸν Θεὸν ἠγάπησαν, καὶ τιμῶμεν, ἐφ’ οἷς ὑπὲρ τῆς τιμῆς τοῦ Χριστοῦ μέχρι τέλους ἠγωνίσαντο.
Πάλιν οὖν ἐρωτῶ σε· Τίς ἐστιν ὁ λέγων· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον», καὶ τὰ ἑξῆς; Ὁ Δαυΐδ, πάντως ἐρεῖς. Αὐτὸς δὲ ὁ Δαυΐδ ποίου νόμου μαθητής τε ἦν καὶ λατρευτής; Τοῦ παλαιοῦ καὶ σκιώδους, ἤ τοῦ νέου καὶ φωτοειδοῦς; Τοῦ παλαιοῦ φαινερῶς.  Καὶ πῶς ὁ Βογόμιλος σὺ τὰ βιβλίου τοῦ παλαιοῦ νόμου ἐξοβελίζων, καὶ τὴν νομοθεσίαν ἐκείνην τοῦ πονηροῦ λέγων εἶναι, ἀλλ’ οὐχὶ τοῦ ἀγαθοῦ Θεοῦ, καὶ πάντων τούτων σιγὴν καταψηφισάμενος, μόνον τὸ τεμάχιον τοῦτο τῶν στίχων ἀποδιελών, προτείνεις ἡμῖν; Δεῖ γὰρ σὲ ὅλον τὸν νόμον καταδέξασθαι, ἤ ἐκεῖνον μὴ κατεδεχόμενον, μηδὲ τὸ βραχυσύλλαβον τοῦτο διάψαλμα καταδέξασθαι. Ἀνόητον γὰρ μίαν ἀκτῖνα ἐξ ὅλου τοῦ ἡλίου ἐπαινέσαντα ὡς λαμπρὰν, ὡς χρυσοειδῆ, τῶν ἄλλων ὅλων ἀκτίνων ζόφωσιν καταγνῶναι. Ἤ πῶς δυνήσῃ τῆς μιᾶς πηγῆς τὸ ρεῦμα διελεῖν ὡς γλυκὺ καὶ πικρόν; Τοῦτο δὲ πῶς ἑκὼν παρατρέχεις, ὅτι ὁ παλαιὸς νόμος, μᾶλλον δὲ ὀ ἐν τῷ νόμῳ λαλήσας ἀληθινὸς Θεὸς διατατόμενος τῷ Ἰσραὴλ καὶ λέγων, «Οὐ ποιήσεις πᾶν ὁμοίωμα οὔτε τῶν ἐν οὐρανῷ, οὔτε τῶν ἐν τῇ γῇ», ὁ αὐτὸς διετάξατο δύο Χερουβεὶμ κατασκευάσαι χρυσᾶ τορευτά, καὶ στῆσαι τῆς ἱερᾶς κιβωτοῦ παρ’ ἑκάτερα; Συμμαρτυρεῖ μοι τῷ λόγῳ καὶ Παῦλος ὁ οὐρανοβάμων ἀπόστολος, μνημονεύω τούτων ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, καὶ λέγων οὕτω ρητῶς·  «Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγόμενη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυσιαστήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ράβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβεὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον», ἐφ’ ὧν δὴ Χερουβεὶμ πολλάκις ὁ Θεὸς τῆς δόξης ἐνεφανίζετο τοῖς ἀξίοις. Διὰ γὰρ τοῦτο καὶ Παῦλος Χερουβεὶμ δόξης, ταῦτα κατανωνόμασε.
Βλέπεις, τυφλέ, πῶς, καθὼς ἀνωτέρω ἐλέγομεν, ἅγιά εἰσι τὰ ὁμοιώματα τῶν ἁγίων πρωτοτύπων. Οἱ δὲ δαίμονες μιαροὶ καὶ παμμίαροι, καὶ τὰ τούτων εἴδωλα μιαρὰ καὶ παμμίαρα, καὶ οἱ σέβοντες αὐτοὺς καὶ τὰ τούτων εἴδωλα σὺν αὐτοῖς τὸ πῦρ τὸ αἰώνιον κληρονομήσουσι. Τὸ δὲ πῦρ σχοίνισμα κληρονομίας τῶν Βογομίλων ἐστὶν ἐπεὶ καὶ αὐτοῖς ἁρμόδιον τό, «Οἱ Θεοὶ τῶν ἐθνῶν δαιμόνια». Καὶ πρόσχες τῇ τοῦ λόγου σκευῇ.  Πᾶς ἄνθρωπος νοΐ καὶ λόγῳ διοικούμενος, τὸν Θεὸν ὅν σέβεται, τὸν αὐτὸν ὁμολογεῖ καὶ ποιητὴν οὐρανοῦ, καὶ γῆς, καὶ πάντων τῶν ἐν τῇ γῇ καὶ ὅς ἦν ἀληθείᾳ τούτων δημιουργὸς αὐτός ἐστι καὶ Θεός. Οἱ Βογόμιλοι τὴν δημιουργίαν τοῦ κόσμου τῷ διαβόλῳ ἀποχαρίζονται, ὡς ἀκόλουθον εἶναι αὐτοῖς, καὶ Θεὸν τοῦτον ἡγεῖσθαι καὶ προσκυνεῖν, καὶ ἔστιν ὁ Θεὸς τῶν Βογομίλων δαιμόνιον, καὶ εἴδωλα τούτον ἕκαστος τῶν Βογομίλων παρομοιούμενος πρὸς τὸ πρωτότυπον ἄντιρκυς· Σκοτεινόμορφοι γάρ καὶ οὗτοι καὶ δυσειδεῖς, καὶ ἁπλῶς εἰπεῖν, δαιμονοπρόσωπου. Ὅμοιοι αὐτοῖς γένοιτο οἱ τιμῶντες αὐτούς, καὶ τὰς βλασφημίας τούτων παραδεχόμενοι, καὶ ἔστωσαν οἱ τοιοῦτοι πάντες ὑπὸ τὸ αἰώνιον ἀνάθεμα.
Εἶχον μὲν οὖν καὶ ἕτερα προστιθέναι τοῖς προειρημένοις εἰς ἔλεγχον τῆς τῶν Βογομίλων παραφροσύνης, ἀλλ’ ἡ τῆς θείας μυσταγωγίας πανίερος τελετή, ἄρτι προσκαλεῖται ἡμᾶς τελεῖσθαι ἀπαρχομένης, πάντες οἱ τῆς ἀληθείας ἐχθροὶ καὶ φίλοι τοῦ ψεύδους ὑπὸ ταῖς ἁπάντων τῶν Χριστωνύμων γλώσσαις ὑποπεσοῦνται τῷ ἀναθέματι. Ἐγὼ δὲ μικρὰν παραίνεσιν πρὸς τὴν ἡμετέραν ἀγάπην, ὧ τέκνα τριπόθητα, προβαλλόμενος εἰς ὠφέλειαν τῶ ψυχῶν καταπαύσω τὸν λόγον, Μέμνημαι καὶ ἄλλοτέ ποτε κατηχηκέναι παραινέσας ὑμῖν ἐν αὐταῖς πέντε τῆς ἑβδομάδος ἡμέραις τῆς ἁγίας νηστείας μονοφαγίαν ἀσπάζεσθαι καθ’ὥραν ἐννάτην· καὶ νῦν αὖθις περὶ τούτου τὴν ὑμετέραν ἀγάπην παρακαλῶ. Τοῦτο γὰρ ἐστι νηστεία, ἡ περὶ τὸ βραδύτερον τῆς ἡμέρας μετρία τροφή. Εἰ δ’ οὐχ οὕτω ποιεῖς, ἀλλὰ κατὰ τὴν συνήθη πάλιν ὥραν ἐσθίεις, νηστείας τοῦτο κατάλυσις, οὐχὶ σύστασις, κἄν τῶν εὐτελῶν ἡ τράπεζα εἴη, καὶ τῶν ἀπερίττων. Οὐδὲ γὰρ ὅτι ἀπέχεις κρεῶν, ἤδη καὶ νηστείαν ἄγεις· μὴ ἀπατῶ, ἀλλὰ δεῖ σε τὴν γαστέρα πρὸ τῆς ὥρας εἰς βρῶσιν ὀργῶσαν ἐπέχειν. Δοῦλος εἰ τοῦ Χριστοῦ. Πρότερόν σου τὸν Δεσπότην θεράπευσον· παράστηθι προσευχόμενος· δὸς αὐτῷ φαγεῖν τὴν φροντίδα τῆς σῆς σωτηρίας· ταύτην γὰρ σφόδρα πεινᾷ. ἴθ’ οὕτω τράπηθι πρὸς τὴν σῆς γαστρὸς ἐπιμέλειαν. Εἱ δὲ ταύτην τοῦ σοῦ Δεσπότου προτιμοτέραν ἡγῇ, οὐκ εἶ Χριστόδουλος, ἀλλὰ κοιλιόδουλος. Καὶ τοῦτο πάντοτε μὲν ποιεῖν ὀφείλομεν, εἴτουν προτιμᾶσθαι τὴν θείαν παράστασιν, καὶ δοξολογίαν τῆς σωματικῆς τροφῆς· ἀλλ’ὅτι ἀσθενεῖς ἐσμεν μᾶλλον δὲ ῥάθυμοι καὶ νωχελεῖς, κἄν γοῦν ἐν ταῖς νηστίμοις ταύταις ἡμέραις τοῦτο ποιήσωμεν, καὶ στήσομεν τὸ καθ’ ἡμῶν ὄνειδος τῶν Λατίνων, ὅ περὶ τῆς διφαγίας ἡμῖν ἐπάγουσιν, ἅπαξ τῆς ἡμέρας καὶ βραδύτερον ἐσθίοντες.
Ἀλλ’ ἐκεῖνοί φασιν· Εἰ καὶ βραδύτερον πρὸς τροφὴν τρέπονται, ἀλλὰ καὶ βραδύτερον τῆς τραπέζης ἀνιστάντες, λιπαρώτερον τὸ ἑστιατόριον ἔχοντες, φύρδην ὁμοῦ ἰχθύας, λάχανα, ὄσπρια ἐλαίῳ λιπαινόμενα καθ’ ἑκάστην κατακόρως, ἐσθίοντες, ὥστε σχολῇ γ’ ἄν περὶ τὸ τῆς αὔριον βραδύτερον τὰ βεβρωμένα πρὸς πέψιν ἐλθεῖν. Ἔπεχε τὴν γλῶτταν, ἄνθρωπε, πρὸς τοὺς λόγους, ὡς καὶ πρὸς τὴν βρῶσιν τὸ στόμα, καὶ ὁ μὴ ἐσθίων σὺ τὸν ἐσθίοντα μὴ κρῖνε. Πλὴν ἐγὼ οὐ λέγω σοι, Ὅλην τὴν κατάστασιν ζήλωσον τῆς Λατινικῆς νηστείας, ἀλλὰ τὸ ἐν αὐτῇ ὁπωσοῦν θεωρούμενον ἀγαθόν. Οἶδε γὰρ πολλάκις ὁ νουνεχὴς οὐ μικρὰν ὠφέλειαν ἐκπορίζεσθαι τοῦ ἐχθροῦ τε καὶ βλαπτικοῦ. Ὅταν οὖν ἡμῖν ὁ Κύριος παραγγέλη, «Γίνεσθε, λέγων, φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς περιστεραί», οὐχὶ τὸ ἰόβολον καὶ ἀναιρετικὸν τοῦ ὄφεως ἐκμιμεῖσθαι ἡμᾶς συμβουλεύει, οὐδὲ τὸ ἄνουν τῆς περιστερᾶς ἀλλ’ ἐκ μὲν τοῦ ὄφεως τὸ περὶ τὴν ἰδίαν κεφαλὴν προφυλακτικόν τε καὶ προμηθὲς ἐπεδείκνησθαι· σπουδὴ γὰρ τῷ ὄφει τὴν κεφαλὴν πρὸ παντὸς τοῦ ὅλκου ἀνεπιβούλευτον διατηρεῖν· ἐκ δὲ τῆς περιστερᾶς τὸ ἄκακον, καὶ τὸ ἀνέχεσθαι τῶν ἀδικούντων, καὶ μὴ ἀμύνασθαι· ἀφαιρουμένη γὰρ τὰ νεόττια στέργει τὴν ἀδικίαν, τῆς οἰκίας οὐκ ἐξισταμένῃ· καὶ ταῦτα μόνα ζηλοῦν, τὰ δ’ ἄλλα πόρρω που ἀπορρίπτεται. Τοῦτο καὶ σὺ ποίησον· καὶ τὸ εὑρισκόμενον ἐν τοῖς Λατίνοις καλόν, τὸ δὲ ἐστι τὸ βραδύτερον ἐσθίειν, ζήλωσον· τὸ δὲ πολυφαγεῖν ἔασον παρ’ ἐκείνοις.
Εἰ δὲ λέγεις, Ἀλλὰ νικῶμαι ὑπὸ τῆς πείνης καὶ πεινῶν ἐσθίειν καταναγκάζομαι, ἄλλως γὰρ τὸ δεινὸν θηρίον, ἡ κοιλία, οὐχ ἡμεροῦται· ἐμοῦ ἀποκρινομένου σοι ἄκουε. Διὰ τοῦτο, ἀγαπητέ, ὁ καιρὸς οὑτοσὶ νήστιμος λέγεται καὶ ἔστιν, ἵνα πεινῶμεν, Ὁ δὲ φεύγων τὴν πεῖναν φεύγει καὶ τὴν νηστείαν καὶ τὸν κόρον μεταδιώκει· κόρος δὲ καὶ νηστεία οὕτως ἐναντία, ὡς ὕδωρ καὶ πῦρ. Ὅταν δὲ πεινᾷς, ἀναλογίζου τὴν τοῦ παραδείσου τρυφήν, καὶ τὴν τῶν ἐκεῖ ἀπόλαυσιν ἀγαθῶν, καὶ τὴν μέλλουσαν δόξαν, καὶ ἄνοιξον σου τὸ στόμα, καὶ πλήρωσον ἀσμάτων Δαυϊδικῶν, καὶ εἰπὲ πρὸς τὸν Χριστὸν μετὰ παρρησίας· «Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναι μοι τὴν δόξαν σου», ὅταν ἔλθῃς μετὰ ἁγίων ἀγγέλων ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Κεφάλαιον τοῦ λόγου·  Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπεὶ «στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα πρὸς τὴν ζωήν, πλατεῖα δὲ καὶ εὐρύχωρος ἡ φέρουσα εἰς τὴν ἀπώλειαν». Ἐὰν θέλῃς καταντῆσαι εἰς τὴν αἰώνιαν ζωή, κατάδεξαι τὰ θλιβερὰ καὶ λυποῦντα τὴν αἴσθησιν· ἀλλαχόθεν γὰρ εἰς ταύτην ἐπενεχθῆναι ἀδύνατον. Ἐὰν δὲ φεύγων τὸ τραχὺ καὶ ἐπίπονον πρὸς τὴν εὐρύχωρον παρεκνεύῃς, γίνωσκε, ὅτι τὸ τέλος τῆς τοιαύτης ὁδοῦ πῦρ ἐστιν ἄσβεστον, καὶ σκώληξ ἀκοίμητος. Ἰδοὺ διεμαρτυράμην καὶ ὑπέδειξά σοι τὰς δύο ὁδούς, καὶ τὰ ἀμφοτέρων καταντήματα· ἥν ἄν θέλῃς βάδιζε. Ἕν δὲ τοῦτο θέλω εἰδέναι σε, ὅτι κἄν ὅλους ἑκατὸν χρόνους κακοπαθήσῃ τις ἐν τῷ κόσμῳ τούτῳ, οὐδὲν ἐστι πρὸς μίαν ἡμέραν τοῦ ἐν τῇ γεέννῃ βασανισμοῦ. Γένοιτο δὲ ἡμῖν διὰ μικρῶν τινων θλίψεων καὶ  μετρίας τῆς κακουχίας αἰωνίαν εὑρέσθαι ἀνάπαυσιν ἐν τοῖς οὐρανοῖς χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· αὐτῷ ἡ δόξα σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀληθῶς ζωοποιῷ Πνεύματι νῦ καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
«Πόσο ἀγαπημένες εἶναι οἱ σκηνὲς σου Κύριε τῶν δυνάμεων. Λειώνει ἀπὸ τὸν πόθο καὶ χάνεται ἡ ψυχή μου νὰ βρεθῆ στὶς αὐλὲς τοῦ Κυρίου»· ὄχι γιὰ τὴν ὀμορφιὰ τῶν κτιρίων καὶ τὸ καλὸ χτίσιμο τῶν τοίχων καὶ τὴ στιλπνότητα τῶν μαρμάρων καὶ γιὰ ὅλα ὅσα φιλοτέχνησε μὲ ἔξυπνες ἐπινοήσεις ἐπδέξιος τεχνίτης. Ὅλα αὐτὰ σὲ δεύτερη μοῖρα τὰ θέτει ὁ Θεὸς κι εἶναι μικρὴ ἡ ἀξία τῶν ἄψυχων τούτων. Αὑτὸ ποὺ εἶναι στὴ πρώτη γραμμὴ του μετώπου γιὰ τὸν Κύριο καὶ κρίνεται ἄξιο γιὰ κάθε φροντίδα εἶναι ὁ ἄνθρωπος, τὸ πολύτιμο ὄν ποὺ εἶναι ὁ κόσμος ὅλος ἡ τιμή του, κατὰ τὴν κρίση τοῦ Θεοῦ, ὁ ἄνρθωπος ὁ οὐράνιος  κι ἐπίγειος, ὁ σύνδεσμος τοῦ οὐρανοῦ καὶ τῆς γῆς αὐτὸς ὁ μικρόκοσμος, γιὰ τὸν ὁποῖον ἔγινε ὅλος ὁ κόσμος. Ἄν λοιπὸν οἱ σκηνὲς τοῦ Θεοῦ εἶναι γεμάτες ἀπὸ ἀνθρώπους καὶ στὸ σπίτι τοῦ Κυρίου καὶ στὶς αὐλὲς τοῦ Θεοῦ μας ἔχουν φυτευθῆ ὅσοι ἐδικαιώθηκαν μὲ τὸ αἷμα τοῦ Χριστοῦ καὶ ἀνθίζουν σὰν τὸ φοίνικα καὶ σὰν τὰ κέδρα τοῦ Λιβάνου πληθαίνουν, εἶναι ἀληθινὰ ἀγαπητὲς οἱ σκηνὲς αὐτές. Καὶ θὰ ἔχη δίκιο κάποιος νὰ μὴν τὶς καλέση οὐτε κἄν ἐπίγειες. Γιατὶ ὁ ἔνοικός τους εἶναι ὁ βασιλεὺς τῶν ὅλων κι ὅπου εἶναι αὐτὸς, ἐκεῖ θὰ βρῆς τὰ οὐράνια τάγματα καὶ τῶν φλογόμορφων ἀγγέλων τὴ στρατιά. Γιατὶ ἐγῶ περισσότερο ἀπὸ κάθε ἄλλη ἡμέρα τοῦ ἔτους σήμερα ἀγάπησα τὴ θεϊκὴ ἱερὴ αὐτὴ σκηνή· ἔχει γεμίσει μὲ τόσο πολλοὺς ἀνθρώπους, ὥστε νὰ ξεχειλίζη σχεδὸν ὁ ναὸς. Κι εἶναι ἔτσι ἑνωμένοι μὲ τὸ σύνδεσμό τους, πρὸς τὸ Θεὸ καὶ πρὸς τὸν ἑαυτό τους, ὥστε καὶ τὰ σώματά τους νὰ παραβιάζουν, γιὰ νὰ ἑνωθοῦν καὶ νὰ συσφιχθοῦν καὶ νὰ συνενωθοῦν σὲ μιὰ μᾶζα.

Καὶ ἡ πελώρια αυτὴ πανηγυρικὴ συγκέντρωση σκοπό της ἔχει τὴν ἀνάμνηση τῆς ἀναστηλώσεως τῶν παναγίων εἰκόνων.  Κοιτόταν ὄχι γιὰ τρεῖς μέρες ἡ εἰκόνα τοῦ Χριστοῦ ἀλλὰ πολὺν καιρὸ στὸ τόπο τῆς ἀφάνειας ἀπὸ τὴ ζήλεια τῶν αἰρετικῶν μὲ ἰουδαϊκὰ φρονήματα. Ἀλλὰ τώρα σηκώνεται ἀπὸ κεῖ μὲ τὴν εὐδοκία τοῦ Πατέρα καὶ πρώτη εὐαγγελίστρια τῆς ἀναστάσεως αὐτῆς εἶναι ἡ πιὸ σεβαστὴ μέσα στὶς γυναῖκες, ἡ μαθήτρια τοῦ Χριστοῦ, ἡ βασίλισσα ποὺ ἔχει ὄνοα τῆς θείας δωρεᾶς (Θεοδώρα). Κι ἔπειτα ἀπ’ αὐτὴ περνᾶ τὸ μήνυμα σ’ ὅλους τοὺς τότε ἀποστολικοὺς πατέρες καὶ κήρυκες τῆς ἀναστάσεως τοῦ Χριστοῦ καὶ ξανὰ ὀμορφαίνει πάλι ἡ Ἐκκλησία τοῦ Χριστοῦ μὲ τὶς ἱερόμορφες εἰκόνες καὶ εὐωδιάζει ὁλόκληρη, ἐλευθερωμένη ἀπὸ τὴν εἰκονομχικὴ ἀηδία. Ἀφοῦ ἔλαβε θέση μυροφόρου ἡ καλὴ αὐτὴ μαθήτρια καὶ θεόστεπτη βασίλισσα, ὅσους ἔλαβαν μέρος στὴν αἵρεση τοῦ Κοπρώνυμου, σὰν κοπρογέννητα σκαθάρια τοὺς ἔπνιξε καὶ τοὺς ἐξώντωσε. Τὸν ἴδιο τὸν σύζυγό της, τὸ βασιλέα Θεόφιλο, ἄθλια αἰχμαλωτισμένο ἀπὸ τὴν τυραννικὴ αἵρεση, τὸν σήκωσε ὅπως φτωχὸν ἀπὸ τὴν κόπρο, αὐτὴ ποὺ μοιραζόταν τὴ ζωὴ του ὄχι ὅμως καὶ τὴ γνώμη του. Ὥ ἐξαίρετη γυναῖκα, ποὺ ἐπανώρθωσε τὶς πτώσεις πολλῶν γυναικῶν. Ἡ Εὔα διώχνει τὸν ἄνδρα ἀπὸ τὸν Παράδεισο, μολύνοντας τὴν εἰκόνα τοῦ Θεοῦ μὲ τὴν παρακοή της. Στὴν κοπριὰ κοιτόταν ὁ Ἰὼβ μὲ δύσοσμο σῶμα καὶ εὐωδιαστὴ ψυχὴ καὶ ἡ κακὴ ἐκείνη γυναῖκα τὸν συμβούλευσε νὰ σπιλώση καὶ τὴν ψυχὴ του μὲ τὴ βλασφημία.  Δὲν ἔκαμε ἔτσι ἡ θεοφίλητη αὐτὴ γυναῖκα (σ’ αὐτὴν πιὸ πολὺ ταιριάζει τοῦ ἀνδρὸς της τὸ ὄνομα). Ἐπειδὴ ἀγάπησε τὸ Θεό, τὴν ἀγάπησε καὶ κεῖνος καὶ γιὰ χάρη τοῦ Θεοῦ, ἀγάπησε τόσο σφοδρὰ τὸν ἄνδρα της, ὥστε ἀπὸ τὸν Ἄδη νὰ τὸν ἐξαρπάση κι ἀπὸ τὶς ἐκεῖ τιμωρίςε καὶ μὲ φιλόθεο ζῆλο καὶ μόχθο πνευματικὸ νὰ τὸν εἰσαγάγη στὸν παράδεισο.  Καὶ τὸν ἔσωσε ἀπὸ τὴν βλασφημία τῆς σιχαμερῆς αἱρέσεως του Κοπρώνυμου, ποὺ στὴν κοπριὰ της καθόταν, καὶ ἄρχισε θερμὸν ἀγῶνα νὰ τὸν πλησιάση στὸν Χριστό, ποὺ τὄνομά του μῦρο εἶναι χυμένο.


Ἔτσι γυναῖκες, ν’ ἀγαπᾶτε τοὺς ἄνδρες σας, ἔτσι νὰ τοὺς βοηθᾶτε. Μὴν ἐπικοινωνῆτε μὲ τοὺς ἄνδρες σας σαρκικὰ μονάχα, ἀγαπῶντας τους γιὰ τὴν ἡδονὴ. Βοηθεῖτε τους καὶ σ’ ὅ,τι ὠφελεῖ τὴν ψυχὴ καὶ συμβουλεύτέ τους τὰ κατάλληλα γιὰ τὴ σωτηρία. Κι ἄν πρὶν ἀπὸ σᾶς τοὺς ἁρπάση ὁ θάνατος μὲ ἀκάθραρτη ψυχή, κάμετε φροντίδα σας τὴν σωτηρία τους μὲ προσευχὲς, μὲ δάκρυα, μὲ ἐλεημοσύνες, μὲ ἱερὲς τελετές. Μπορεῖς, γυναῖκα καὶ νεκρὸ νὰ σώσης τὸν ἄνδρα σου μὲ τοῦτα. Ἀλλὰ ὑπάρχουν καὶ τώρα κάποιοι, σκύβαλα τῆς αἱρέσεως τοῦ Κοπρωνύμου, κι ἀποτολμοῦν οἱ λυσσαλέοι νὰ ρίχνουν κοπριὰ ἐπάνω στοὺς προσκυνητὰς τῶν ἱερῶν εἰκόνων τοῦ Χριστοῦ καὶ τῶν ἁγίων. Ἔτσι ἐγὼ ὀνομάζω τοὺς βλάσφημους λόγους ἐκείνων καὶ εἶναι αὐτοὶ οἱ σύγχρονοι Βογόμιλοι, οἱ γνήσιοι μαθηταὶ τοῦ Ἀντιχρίστου, συμμαθηταὶ τοῦ προδότη Ἰούδα. Σ’ αὐτοὺς τώρα στρέφω τὸ πρόσωπο τοῦ λόγου. Γιατὶ πολλὲς φορὲς ἐγὼ τοὺς ἀντιμετώπισα κατὰ πρόσωπο καὶ ἐξευτέλισα τὰ μιαρὰ πρόσωπά τους, μὲ τὴ βοήθεια τοῦ Χριστοῦ, ποὺ ὑβρίζουν αὐτοί. Ὀλίγα κομμάτια ἀπὸ τὸ διάλογο ἐκεῖνον ἀφοῦ ἀποσπάσω, θὰ τὰ μεταφέρω στὴ δική σας ἀγάπη, γιὰ νὰ εἶστε ἐνήμεροι τῆς πλάνης τους καὶ νὰ μὴν ἐξασθενήσετε ἀπὸ ἄγνοια χωρὶς νὰ τὸ καταλάβετε μὲ τοὺς ἀπατηλοὺς λόγους τούτων. Γιατὶ πολλοὶ τώρα περιφέρονται καὶ μπαίνουν στὰ σπίτια γυρίζοντας στὰ σκοτεινὰ καὶ μὲ τὸ ἐξωτερικὸ τῆς εὐλάβειας συναρπάζουν πολλούς. Ἐνῶ εἶναι διάβολοι σκοτεινόμορφοι, μετασχηματίζονται σ’ ἀγγέλους φωτός.


Μὲ ρώτησε κάποιος ἀπὸ τοὺς δαιμονοπρόσωπους τούτους Βογομίλους. Γιατί, μοῦ εἶπε, προσκυνᾶτε τοίχους, καὶ σανίδες καὶ ἀσβέστη καὶ διάφορα χρώματα; Μ’ αὐτὰ ἐννοῦσε τὶς ἅγιες εἰκόνες. Κι ἐγὼ τοῦ εἶπα· Πότε εἶδες κάποιοιν ἀπὸ τοὺς πιστοὺς τῆς δικῆς μας Ἐκκλησίας νὰ πηγαίνη στὰ ἀσβεστοκάμινα, ἤ στὰ ἐρείπια, ὅπου οἱ σωροὶ ἀπὸ πέτρες ἤ στὰ χρωματοπωλεῖα καὶ νὰ τὰ προσκυνᾶ καὶ νὰ τὰ σέβεται; Ἄν ἀπονέμαμε σεβασμὸ στὶς πέτρες καὶ τὰ χρώματα, εἶνα ἀνάγκη, ὅπου βλέπαμε ἤ πέτρα ἤ σανίδα, νὰ τὰ προσκυνοῦμε. Τώρα ὅμως αὐτὸ δὲ γίνεται κι οὔτε ὁ ἐχθρὸς τὴς ἀλήθειας θὰ τολμήση νὰ πῆ. Ἀπονέμομε τὸ σεβασμὸ ὄχι στὰ ὑλικὰ ἀλλὰ στὴ μορφὴ ποὺ τὰ ὑλικὰ σχηματίζουν καὶ ὄχι σὲ κάθ μορφὴ ἀλλὰ στοῦ Χριστοῦ, τῆς ὑπεραγίας Μήτερας τοῦ Θεοῦ καὶ τῶν ἄλλων ἁγίων. Ἡ τιμὴ τῆς εἰκόνας πηγαίνει στὸ πρότυπο. Κι ἀπεικονίζεται ὁ Χριστὸς ἐπάνω σ’ αὐτὴ τὴ σανίδα ἤ πάνω στὸ τοῖχο γυμνὸς μ’ ἁπλωμένα τὰ χέρια στὸν σταυρό.  Καὶ στέκονται κοντὰ Ἰουδαῖοι ποὺ τὸν ποτίζουν ξίδι καὶ χολὴ καὶ τὸν κεντοῦν στὴν πλευρὰ, ἐνῶ ὁ Πιλᾶτος κάθεται σὲ θρόνο μὲ πολλοὺς δορυφόρους. Ὅλα αὐτὰ ἱστορημένα μὲ χρώματα. Ἐμεῖς ὅμως παραβλέποντας τὸν καθισμένο στὸν θρόνο, τοὺς Ἰουδαίους ποὺ τὸν περιγελοῦν, τοὺς δορυφόρους ποὺ τὸν πληγώνουν, τὸν κρεμασμένο στὸ σταυρὸ ἐπάνω γυμνὸ ποὺ αὐτοὶ περιγελοῦν ἐμεῖς προσκυνοῦμε κι ἀσπαζόμαστε. Κι ἐδῶ κι ἐκεῖ ὑπάρχουν χρώματα κι ἐδῶ κι ἐκεῖ ὑπάρχουν μορφές.  Γιατὶ ὅμως ἄλλες μισοῦμε κι ἀποστρεφόμαστε καὶ τὶς ἄλλες τὶς ἀγαποῦμε καὶ τὶς ἀσπαζόμαστε; Γιατί;


Νὰ σοῦ πῶ. Γνωρίζομε ὅτι τὰ ἅγια πρότυπα ἔχουν καὶ ἅγιες ἀπεικονύσεις.  Τὰ μιαρὰ πάλι πρότυπα ἔχουν καὶ μιαρὲς ἐπεικονίσεις. Πάλις σὲ ρωτῶ κι ἀποκρίσου μου πάλι, Τὸ βιβλίον τῶν Εὐαγγελίων τὸ θεωρεῖς ἅγιο καὶ τὸ σέβεσαι σὰ θησαυροφυλάκιο τῶν αἰωνίων ἀγαθῶν ἤ κι αὐτὸ τὸ ἀποστρέφεσαι καὶ τὸ κατατάσσεις στὰ ἀνάξια τιμῆς; Ὄχι, ἀπαντᾶ, ἀνάξιο, ἀλλὰ τὸ θεωρῶ ἄξιο γιὰ μεγάλη τιμὴ καὶ τὸ προσκυνῶ καὶ τὸ ἀσπάζομαι. Τουτο τὸ εἶπες καλά. Εἶναι στ’ ἀληθινὰ πολυτιμότατο καὶ ἁγιώτατο πραγματικὰ βιβλίο τῆς ζωῆς ποὺ μεταφέρει στοὺς αἰῶνες. Ἀπὸ τὸ λόγο σου λοιπόν, Βογόμιλε, θὰ καταδικαστῆς.  Πές μου λοιπόν· τὸ βιβλίο αὐτὸ δὲν ἀποτελεῖται ἀπὸ σανίδες καὶ δέρματα καὶ κλωστὲς ποὺ σφίγγουν τὰ δέρματα καὶ μελάνι καὶ ἄλλα χρώματα; Ὅταν λοιπὸν καὶ σὺ προσκυνῆς καὶ ἀσπάζεσαι τὸ βιβλίο τῶν Εὐαγγελίων, προσκυνεῖς κι ἀσπάζεσαι τὶς σανίδες καὶ τὸ μελάνι καὶ τὰ δέρματα ἤ τοὺς λόγους τοῦ Θεοῦ ποὺ εἶναι γραμμένοι στὸ βιβλίο; Ναί, ἀπάντησε, τοὺς λόγους ποὺ εἶναι γραμμένοι στὸ βιβλίο. Καὶ μπορεῖς μ’ ἄλλο τρόπο νὰ παραδώσης τοὺς λόγους αὐτοὺς στὴ γραφὴ καὶ στὴν ἀνάγνωση χωρὶς μελάνι ἤ καὶ χαρτί; Ὄχι, λέγει. Ποιὸ εἶναι λοιπὸν τὸ συμπέρασμά μας; Ὅτι γιὰ νὰ γραφοῦν οἱ Εὐαγγελικοὶ λόγοι χρησιμοποιοῦνται τὰ δέρματα, τὸ μελάνι καὶ τ’ ἄλλα. Καὶ ὅ,τι τιμᾶται εἶναι οἱ λόγοι τοῦ Κυρίου ποὺ ἔχουν γραφτῆ στὸ βιβλίο. Ὥστε ἄν κάποιος σβήση τοὺς λόγους, σβήνει καὶ τὴν τιμὴ τοῦ βιβλίου κι ὅ,τι ἀπομείνη εἶναι ἀνάξιο σεβασμοῦ καὶ προσκυνήσεως. Παρόμοια στοχάσου, αἱρετικὲ καὶ ἀνόητε, καὶ γιὰ τὶς ζωγραφιὲς τῶν ἁγίων εἰκόνων. Αὐτὸ ποὺ τιμοῦμε καὶ προσκυνοῦμε εἶναι ἡ εἰκόνα καὶ τὸ ὄνομα εἴτε τοῦ Χριστοῦ εἴτε τῆς Παναγίας εἴτε κάποιου ἁγίου.  Κι αὐτὰ εἶναι ἀδύνατο νὰ μορφοποιηθοῦν καὶ νὰ ἀπεικονισθοῦν παρὰ μὲ διάφορα χρώματα· ἄν σβηστῆ ἡ εἰκόνα, γίνονται στὸ ἑξῆς κοινὰ τὰ ὑλικὰ καὶ ἀνάξια γιὰ τιμή.

Γιὰ νὰ μεταχειριστοῦμε ἕνα παράδειγμα, ἄς ὑποθέσωμε ὅτι κάπου ὑπάρχει ἕνας καθρέφτης ἀπὸ γυαλὶ ἤ μέταλλο καὶ φαντάσου ὅτι ὁ Χριστὸς ἀντί κάποιος ἄλλος στέκεται μπροστὰ σ’ αὐτοὺς τοὺς καθρέφτες. Καὶ σχηματίζεται ἡ εἰκόνα του στὴ στιλπνότητα τοῦ καθρέπτη καὶ νὰ φαίνεται σ’ αὐτὴν καθαρά. Ἄν λοιπὸν κάποιος πλησιάση μὲ πόθο στὸν καθρέπτη, ὅπου διαγράφεται ἡ μορφὴ τοῦ Χριστοῦ καὶ τὸν ἀγγίση μὲ τὰ χείλη του καὶ τὸν ἀσπαστῆ, τὸν καθρέφτη τάχα τιμᾶ ἤ τὴ μορφὴ τοῦ Χριστοῦ ποὺ καθρεφτίζεται; Γιατὶ ἄν τιμοῦσε τὴν ὕλη τοῦ καθρέφτη καὶ ἀπέδιδε σ’ αὐτὴ σεβασμὸ θὰ ἦταν συνακόλουθο νὰ προσκυνῆ κάθε γυαλὶ καὶ κάθε μέταλλο. Ἄν ὅμως τέτοιο πρᾶγμα δὲν ἔκαμε ποτὲ καὶ ἀσπάστηκε ἐκεῖνο μόνο, ὅπου παρουσιάστηκε ἡ μορφὴ τοῦ Χριστοῦ, εἶναι φανερὸ καὶ σὲ τυφλὸ ὅτι ἐτίμησε τὴ μορφὴ τοῦ Χριστοῦ ποὺ φαίνεται ἐπάνω στὴν ὕλη. Κατὰ τὸν ὅμοιο τρόπο νὰ σκέφτεσαι καὶ γιὰ τὶς ἅγιες εἰκόνες. Ἀλλὰ σὺ ὁ αἱρετικὸς δὲν εἶσαι μόνο εἰκονομάχος ἀλλὰ πέρα πέρα Χριστομάχος καὶ γι’ αὐτὸ εἶσαι γεμᾶτος πολεμικὸ μένος κατὰ τῆς ἁγίας εἰκόνας του κι ἔχεις ἀποθηριωθῆ ἀπὸ τὸ δαίμονα ποὺ κατοικεῖ μέσα σου. Γιατὶ κι οἱ παρδάλεις λένε ὅτι μισοῦν τὰ πρόσωπα τῶν ἀνθρώπων καὶ λυσσοῦν μὲ μανία ἐναντίον τους, κι ἄν κάπου δοῦνε ζωγραφισμένη ἀνθρώπινη μορφή, μανιάζουν μ’ αὐτὴ καὶ πηδοῦν κατὰ πάνω της ἔξαλλα καὶ δείχουν τὰ νύχια τους. Τέτοιοι εἶναι καὶ οἱ γιοὶ τῆς ἀπώλειας, οἱ πρόδρομοι τοῦ Ἁντιχρίστου, οἱ διαβολικοὶ πραγματικὰ Βογόμιλοι. Τὸ Χριστὸ μισοῦν ἄτοπα κι ὄχι μόνο δὲν ἀνέχονται νὰ ἀντικρύζουν τὴν πανσέβαστη μορφή του ἀλλὰ τῆς δίνουν καὶ τὴν ὀνομαίσα τοῦ εἰδώλου.

Ἀληθινὰ «τάφος ὁλάνοιχτος εἶναι ὁ λάρυγγάς τους» καὶ βγάζει πολλὴ κακοσμία ἀπὸ βλασφημία· εἶναι γιοὶ τοῦ σκότους καὶ δὲν βλέπουν τὸ φῶς τῆς ἀλήθειας. Ὁ Χριστὸς, ὁ δημιουργὸς τοῦ κόσμου, ὅταν εἶδε τὸ ὁμοίωμα τοῦ αὐτοκράτορα Τιβέριου, ἀνθρώπου ἀπίστου καὶ εἰδωλολάτρη, οὔτε τὸ ὕβρισε οὔτε τὸ ἀποκάλεσε εἴδωλο ἀλλὰ εἰκόνα. Καὶ συ δυστυχισμένε δὲ νιώθες φρίκη, τὸ βασιλέα τῶν οὐρανῶν, τὸν ἀπλησίαστο ἀπὸ τοὺς ἁγίους ἀγγέλους καὶ τὴν εἰκόνα του νὰ τὴ θεωρῆς βλάσφημα εἴδωλο; Καὶ ποῦ ὁ Χριστὸς ἀποκαλεῖ τοῦ αὐτοκράτορα τὴ μορφὴ εἰκόνα, ἄκουσε. Κάποτε ἐρώτησαν τὸ Χριστὸ οἱ φίλοι σου καὶ ἀδελφοί σου καὶ ὁμόφωνες. Δὲ διαφέρει σὲ τίποτα ἀπὸ τὸν Ἑβραῖο ὁ Βογόμιλος ἤ καλύτερα εἶναι ὁ Βογόμιλος ἀπὸ κάθε Ἑβραῖο πιὸ ἀσεβής. Γιατὶ ὁ Ἑβραῖος κι ἄν εἶναι κατὰ τὰ ἄλλα κακός, παραδέχεται ὡστόσο ὅτι ὁ Θεὸς εἶναι ὁ δημιουργὸς τῆς πλάσης. Ἐνῶ ὁ Βογόμιλος ἀποδίδει τὴ δημιουργία στὸ διάβολο. Ἄλλαξε θέση γι’ αὐτὸ, οὐρανέ, καὶ ταραχτῆτε, θεμέλια τῆς γῆς.  Ἄνοίξετε καὶ καταπιῆτε τοὺς ἀποστάτες καὶ ὑβριστὰς τοῦ Πλάστη καὶ Δημιουργοῦ ὅλων, ὅπως στὸ παρελθὸν τοὺς φίλους τοῦ Δαθὰν καὶ τοῦ Ἀβειρών.
Ἄς γυρίσωμε σ’ αὐτὸ ποὺ λέγαμε. Ρώτησαν κάποτε τὸν Χριστὸ οἱ Ἰουδαῖοι «ἄν ἐπιτρέπεται νὰ δίνουν στὸν αὐτοκράτορα τὸ νόμισμα τοῦ κήνσου ἤ ὄχι». Κι ὁ Χριστὸς ἀπάντησε: «Δείξατέ μου τὸ νόμισμα τοῦ   κήνσοου». Κι ὅταν τοῦ τὸ ἔδιξαν τοὺς  εἶπε πάλι· «Τίνος εἶναι ἡ εἰκόνα αὐτὴ καὶ ἡ ἐπιγραφή»;  τοῦ αὐτοκράτορα ἀπάντησαν. Καὶ ὁ Χριστὸς εἶπε· Ἀποδώσετε στὸν Καίσαρα ὅ,τι ἀνήκει στὸν Καίσαρα καὶ στὸ Θεὸ ὅ,τι  ἀνήκει στὸ Θεό». Ἄκουσες κακοήθη Βογόμιλε, τὸ Χριστό, ποὺ εἶπε· τίνος εἶναι ἡ εἰκόνα αὐτὴ καὶ ἡ ἐπιγραφή; Κι ὅτι τὸ ἀποτύπωμα πάνω στὸ νόμισμα εἶναι τοῦ Καίσαρα εἰκόνα κι ὄχι εἴδωλο. Ἀλλὰ  γράφει ἡ Γραφή, μᾶς λέει: «Τὰ εἴδωλα τῶν ἐθνῶν εἶναι ἀσήμι καὶ χρυσάφι καὶ ὅτι αὐτὰ οὔτε λόγο ἔχουν , οὔτε ὅραση οὔτε κίνηση». Ἐπειδὴ λοιπὸν καὶ οἱ εἰκόνες οὔτε κάμουν οὔτε προκαλοῦν κάτι ἀπ’ ὅ,τι τὰ ὄντα ποὺ συναισθάνονται καὶ μιλοῦν καὶ κινοῦνται, λέμε ὅτι δὲν εἶναι ἀνόμοια ἀπὸ τὰ εἴδωλα. Ἀνόητε κι ἀσυναίσθητε! Ἄν οἱ εἰκόνες μιλοῦσαν, ἄν ἔβλεπαν,  ἄν ἄκουαν, ἄν περπατοῦσαν δὲ θὰ ἦσαν εἰκόνες οὔτε ὁμοιώματα ἀλλὰ πρότυπα καὶ τέλειοι ἄνθρωποι. Ἐνῶ ἡ εἰκόνα εἶναι μονάχα ὁμοίωμα ἑνὸς προτύπου καὶ ἀπομίμηση μιᾶς μορφῆς. Ἡ Ἁγία Γραφὴ ἀποκαλεῖ εἴδωλα τὰ ὁμοιώματα τῶν δαιμόνων. Δαίμονες ἦσαν οἱ θεοὶ τῶν Ἑλλήνων. Ἐκφράζεται ἔτσι «Οἱ θεοὶ τῶν ἐθνῶν εἶναι δαιμόνια». Κι ἐπειδὴ τάχα τῶν ἐθνῶν οἱ θεοὶ εἶναι δαιμόνια, θὰ ἀρνηθοῦμε ἐμεῖς τὸν ἀληθινὸ Θεὸ καὶ θὰ ζήσωμε στὸν κόσμο σὰν ἄθεοι; Τὸ δικὸ σου σκοτεινὸ πνεῦμα μόνο μπορεῖ νὰ τὸ πῆ αὐτό· ἐπειδὴ οἱ θεοὶ τῶν ἐθνῶν ἦσαν δαιμόνια, μήτε σεῖς νὰ μὴν τιμήσετε τὸ  Θεὸ, γιὰ νὰ μὴ θεωρηθῆτε δαιμονολάτρες ἀλλὰ μείνετε ἄθεοι. Ἄν αὐτὸ εἶναι ἀθεΐα καὶ ἀσέβεια, τὸ ἴδιο θὰ ἐπαναληφθῆ καὶ στ’ ἀποτυπώματα. Οἱ Ἕλληνες ἐλάτρευαν μορφὲς τῶν δαιμόνων· ἐμεῖς τοῦ Χριστοῦ καὶ τῶν ἁγίων του. «Τὶ σχέση ἔχει τὸ φῶς μὲ τὸ σκοτάδι ἤ πῶς νὰ συμφωνήση ὁ Χριστὸς μὲ τὸ Βελίαλ»;

Ἄν τὸ σκοτάδι καὶ τὸ φῶς εἶναι τὸ ἴδιο πρᾶγμα θὰ εἶναι ἐπίσης τὸ ἴδιο ἡ εἰκόνα τοῦ Χριστοῦ καὶ τὸ εἴδωλο. Ἀλλὰ μακάρι νὰ στραφῆ ἡ βλασφημία ἐπάνω στὸ σιχαμερὸ κεφάλι σου, τρισκατάρατε Βογόμιλε. Μάθε λοιπὸν τὴν ἀλήθεια, ἔχθρὲ τῆς ἀλήθειας. Τὰ ἔθνη ἐκεῖνα τὰ πολύθεα καὶ τὰ ἄθεα ἔφτιαχναν γλυπτὰ ὁμοιώματα τῶν δαιμόνων καὶ τὰ ἐλάτρευαν σὰν θεοὺς καὶ λογάριαζαν αὐτὰ τὰ ἄψυχα σὰν κηδεμόνες τῆς ζωῆς. Κι ἦσαν μαζὶ καὶ τὰ πρότυπα καὶ τὰ ὁμοιώματά τους δαίμονες καὶ ὁμοιώματα δαιμόνων. Ὁ Χριστὸς ὅμως ὁ ἀληθινὸς Θεὸς ἀφοῦ εἶναι μονογενὴς Γιὸς καὶ Λόγος τοῦ ἄναρχου Πατέρα, ἔγινε γιὰ χάρη μας ἄνθρωπος στ’ ἀληθινὰ κι ὄχι μὲ τὴ φαντασία, κι ἔμεινε συνάμα αὐτὸ ποὺ ἦταν καὶ τὸ σχῆμα ἀκριβῶς τῆς ἀνθρωπίνης μορφῆς του ἀπεικονίζομε καὶ σὰν ἅγιο τὸ τιμοῦμε, γιατὶ κι ὁ Χριστὸς εἶναι πανάγιος. Ὅμοια συμπεριφερόμαστε καὶ πρὸς τοὺς ἁγίους. Ἀλλὰ κι ὅταν τιμοῦμε καὶ προσκυνοῦμε τὶς ἅγιες εἰκόνες γιὰ τὴν ὁμοιότητά μὲ τὰ πρότυπά τουυυς, δὲν σεβόμαστε –μὴ γένοιτο- σὰν νὰ ἦσαν θεοί. Ἀλλὰ καὶ σὲ ἀνάθεμα ὑποβάλλομε αὐτοὺς ποὺ μᾶς ἀποδίδουν συκοφαντία.  Γιατὶ, μὲ ἐξαίρεση τὸ Χριστὸ, δὲ θεωροῦμε θεοὺς ἀπὸ τὴν φύση τους μήτε τὰ  ἴδια τὰ πρότυπα τῶν ἁγίων εἰκόνων. Τοὺς νομίζουμε μᾶλλον γνήσιους δούλους τοῦ Θεοῦ καὶ τοὺς ἀγαποῦμε, γιατὶ ἀγάπησαν ἀληθινὰ τὸ Θεὸ καὶ τοὺς τιμοῦμε, ἐπειδὴ ὠς τὸ τέλος ἀγωνίστηκαν, γιὰ νὰ τιμήσουν τὸν Χριστό.
Σοῦ ξαναθέτω τὴ ἐρώτηση, Ποιός λέει «Τὰ εἴδωλα τῶν ἐθνῶν εἶναι ἀσήμι καὶ τὸ χρυσάφι» καὶ τὰ παρακάτω;  Ὁ Δαυΐδ, θ’ ἀπαντήσης. Κι ὁ Δαυΐδ ποιοῦ νόμου μαθητὴς καὶ τηρητὴς ἦταν; Τοῦ παλιοῦ νόμου, τῆς σκιᾶς ἤ τοῦ νέου, τοῦ φωτός; Βέβαια τοῦ παλιοῦ. Καὶ πῶς σὺ ὁ Βογόμιλος ἄν καὶ ἀπορρίπτης τὰ βιβλία τοῦ Παλιοῦ νόμου κι ἀποδίδης στὸν πονηρὸ τὴ νομοθεσία αὐτὴ κι ὄχι στὸν ἀγαθὸ Θεὸ κι ὅλα αὐτὰ καταδικάζης στὴ σιγή, πῶς ἀποσπᾶς ἀπὸ τὴ σειρά του τὸ ἐδάφιο αὐτὸ καὶ τὸ προβάλεις σ’ ἐμᾶς; Πρέπει νὰ παραδεχθῆς τὸ νόμο στὸ σύνολό του, ἀλλιῶς ἄν δὲ τὸν παραδεχτῆς ἐκεῖνον, νὰ μὴν παραδεχτῆς μήτε τὸ λιγόλογο τοῦτο διάψαλμα (μεσῳδό).  Εἶναι ἀνοησία μιὰ μόνο ἀκτῖνα ἀπ’ ὅλο τὸν ἥλιο νὰ ἑπαινέσης σὰν λαμπρή, σὰν χρυσωπὴ καὶ ν’ ἀποδώσης ζόφωση σ’ ὅλες τὶς ἄλλες. Ἤ πῶς θὰ μπορέσης μιᾶς πηγῆς τὸ ρεῦμα νὰ τὸ χωρίσης σὲ γλυκὺ καὶ πικρό; Καὶ πῶς παρατρέχεις θεληματικὰ τοῦτο; Ὅτι ὁ παλιὸς νόμος ἤ μᾶλλον ὁ ἀληθινὸς Θεὸς ποὺ μίλησε μέσα στὸ νόμο δίνοντας παραγγελίες στὸν Ἰσραὴλ καὶ λέγοντας «Δὲ θὰ κάμης κανένα ὁμοίωμα οὔτε ὅσων εἶναι στὸν οὐρανό, οὔτε ὅσων εἶναι στὴν γῆ», ὁ ἴδιος ὥρισε νὰ κατασκευάσουν δύο Χερουβεὶμ χρυσοστόλιστα καὶ νὰ τὰ στήσουν ἀπ’ τὴ μιὰ καὶ τὴν ἄλλη στὴν ἱερή κιβωτό; Μάρτυρας στὸ λόγο μου γίνεται καὶ ὁ Παῦλος, ὁ ἀπόστολος ποὺ ἀνέβηκε στὸν οὐρανό, μιλῶντας γι’ αὐτὸ τὸ θέμα στὴν Ἐπιστολή του πρὸς τοὺς Ἑβραίους καὶ λέγοντας κατηγορηματικά «Μετὰ τὸ δεύτερο χώρισμα εἶναι σκηνὴ ποὺ λέγεται Ἅγια τῶν Ἁγίων, ἔχει χρυσὸ θυμιατήρι καὶ τὴν κιβωτὸ τῆς διαθήκης, σκεπασμένη μὲ χρυσάφι ἀπὸ παντοῦ, ὅπου βρίσκεται ἡ χρυσῆ στάμνα μὲ τὸ μάννα καὶ τὴ ράβδο τοῦ Ἀαρών, ποὺ βλάστησε καὶ οἱ πλάκες τῆς διαθήκης·  πάνω ἀπ’ αὐτὴν Χερουβεὶμ τῆς θείας δόξας κάνουν ἴσκιο στὸ κάλυμμα». Πάνω σ’ αὐτὰ δὰ τὰ Χερουβεὶμ παρουσιαζόταν συχνὰ στοὺς ἄξιους ὁ Θεὸς τῆς δόξας. Γιὰ τοῦτο κι ὁ Παῦλος τὰ ὠνόμασε Χερουβείμ τῆς δόξας.

Βλέπεις, τυφλὲ, πῶς καθῶς ἐλέγαμε πιὸ πάνω, εἶναι ἅγια τὰ ὁμοιώματα τῶν ἁγίων προτύπων;  Καὶ πῶς εἶναι δαίμονες μιαροὶ καὶ παμμίαροι καὶ μιαρὰ καὶ παμμίαρα τὰ εἴδωλὰ τους, κι ὅποιοι σέβονται τούτους καὶ τὰ εἴδωλά τους θὰ κληρονομήσουν μαζὶ μ’ αὐτοὺς τὴν αἰώνια φωτιά; Κι ἡ φωτιὰ εἶναι μερίδα τῆς κληρονομίας τῶν Βογομίλων, γιατὶ καὶ γι’ αὐτοὺς εἶναι κατάλληλη ἠ φράση «Οἱ Θεοὶ τῶν Ἐθνῶν εἶναι δαιμόνια». Πρόσεξε τὴν ἀρματωσιὰ τοῦ λόγου. Κάθε ἄνθρωπος ποὺ κυβερνᾶται ἀπὸ τὸ νοῦ καὶ τὸ λογικό, τὸ Θεὸ ποὺ λατρεύει τὸν παραδέχεται καὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς δημιουργὸ κι ὅλων ὅσα βρίσκονται στὴ γῆ, κι ὅποιος ἦταν στ’ ἀλήθεια ὁ δημιουργός τους, αὐτὸς εἶναι καὶ ὁ Θεός. Οἱ Βογόμιλοι ἀποδίδουν τὴ δημιουργία τοῦ κόσμου στὸ διάβολο, ὥστε συμφωνεῖ μὲ τὴ γνώμη τους καὶ Θεὸ αὐτὸν τὸν νομίζουν καὶ νὰ τὸν προσκυνοῦν κι εἶναι ὁ Θεὸς τῶν Βογομίλων δαιμόνιο καὶ εἴδωλα τούτου καθένας ἀπὸ τοὺς Βογομίλους, ποὺ γίνεται πέρα γιὰ πέρα ὅμοιος μὲ τὸ πρότυπό του. Εἶναι καὶ τοῦτοι σκοτεινόμορφοι δαιμονοπρόσωποι. Ὅμοιοι μ’ αὐτοὺς νὰ γίνουν ὅσοι τοὺς τιμοῦν καὶ τὶς βλασφημίες τους παραδέχονται κι ἄς εἶναι οἱ παρόμοιοι ὅλοι κάτω ἀπὸ αἰώνιο ἀνάθεμα.
Μποροῦσα νὰ προσθέσω κι ἄλλα σ’ ὅσα ἔχουν ὡς τώρα λεχθῆ, γιὰ νὰ φανῆ ἡ παραφροσύνη τῶν Βογομίλων ἀλλὰ ἡ πανιέρη ἀκολουθία τῆς θείας μυσταγωγίας, μᾶς προσκαλεῖ τώρα νὰ τὴν ὁλοκληρώσωμε. Ὅλοι οἱ ἐχθροὶ τῆς ἀλήθειας καὶ φίλοι τοῦ ψεύδους θὰ δεχθοῦν τὸ ἀνάθεμα ἀπὸ ὅσους ἔχουν τὸ ὄνομα τοῦ Χριστιανοῦ. Ἐγώ, τρισαγαπητά παιδιά μου, ἀφοῦ κάμω μιὰ  σύντομη παραίνεση στὴν ἀγάπη σας γιὰ τὴ σωτηρία τῶν ψυχῶν σας θὰ σταματήσω. Θυμοῦμαι ὅτι καὶ κάποια ἄλλη φορὰ σᾶς ἐδίδαξα καὶ σᾶς συμβούλεψα νὰ ἀκολουθῆτε τὴ συνήθεια τοῦ ἑνὸς φαγητοῦ τὴν ἐνάτη ὥρα τὶς πέντε ἡμέρες τῆς ἑβδομάδος κατὰ τὴν ἁγία νηστεία. Γιὰ τὸ ἴδιο πάλι παρακαλῶ τὴν ἀγάπη σας. Αὐτὸ εἶναι νηστεία· ἡ μέτρια τροφὴ τὸ ἀπομεσήμερο. Ἄν δὲν κάμης ἔτσι ἀλλὰ γευματίζης τὴ συνηθισμένη ὥρα, αὐτὸ εἶναι κατάλυση κι ὄχι καθιέρωση τῆς νηστείας, ἀκόμα κι ἄν τὸ τραπέζι μας ἀποτελεῖται ἀπὸ ἁπλᾶ καὶ λιτὰ φαγητά· οὔτε νηστεύεις ἄν δὲν χρησιμοποιῆς τὸ κρέας. Μὴ γελιέσαι· πρέπει τὸ στομάχι ποὺ ἐπιθυμεῖ φαγητὸ πρὶν τῆς ὥρας νὰ τὸ συγκρατῆς. Εἶσαι τοῦ Χριστοῦ δοῦλος. Ὑπηρέτησε πρῶτα τὸν Κύριό σου. Στάσου κοντά του μὲ τὴν προσευχή. Τροφή του πρόσφερέ του τὴ φροντίδα τῆς σωτηρίας σου, αὐτὴ εἶναι ἡ δικὴ του δυνατὴ πεῖνα. Ὕστερα ἀσχολήσου μὲ τὴ φροντίδα τοῦ δικοῦ σου στομαχιοῦ. Ἐνῶ ἄν θεωρῆς αὐτὴ προτιμότερη ἀπὸ τὴν ὑπηρεσία τοῦ Κυρίου σου, δὲν εἶσαι δοῦλος τοῦ Χριστοῦ ἀλλὰ τοῦ στομαχιοῦ. Καὶ τοῦτο, ὀφείλουμε νὰ τὸ κάνωμε πάντοτε, νὰ προτιμοῦμε τὴν ὑπηρεσία καὶ τὴ δοξολογία τοῦ Θεοῦ ἀπὸ τὴ σωματικὴ τροφή. Ἀλλὰ ἐπειδὴ εἴμαστε ἀσθενεῖς ἤ καλύτερα ὀκνηροὶ καὶ βαρεῖς, ἄς τὸ ἐφαρμόσωμε τουλάχιστο σ’ αὐτὲς τὶς ἡμέρες τῆς νηστείας καὶ ἄς σταματήσωμε τὴν κατηγορία τῶν Λατίνων ἐναντίον μας ποὺ μᾶς ἐκτοξεύουν, ἐνῶ ἐκεῖνοι τρῶνε πιὸ ἀργὰ καὶ μιὰ φορὰ τὴν ἡμέρα.


Ἀλλὰ ἐκείνοι, λένε μερικοί, ἄν τρῶνε πιὸ ἀργά, πιὸ ἀργὰ ἐπίσης σηκώνονται ἀπὸ τὸ τραπέζι. Κι εἶναι ἀφθονώτερα τὰ φαγητὰ τους. Ψάρια καὶ χορταρικὰ καὶ ὄσπρια μὲ λάδι καθημερινὰ τρῶνε κατὰ κόρον, ὥστε ἀργὰ τὸ βράδυ τῆς ἄλλης ἡμέρας νὰ γίνη ἡ χώνεψη τῶν φαγητῶν. Κράτησε τὴ γλῶσσα σου, ἄνθρωπε, ἀπὸ τοὺς λόγους, ὅπως καὶ τὸ στόμα ἀπὸ τὴν τροφὴ καὶ σὺ ποὺ δὲν τρῶς, μὴν κρίνης ἐκεῖνον ποὺ τρώει. Δὲ σοῦ λέγω βέβαια νὰ ζηλέψης γενικὰ τὸν τρόπο τῆς Λατινικῆς νηστείας, ἀλλὰ τὸ σχετικὸ καλὸ ποὺ περιέχει. Ὁ φρόνιμος γνωρίζει νὰ ἀντλῆ ὄχι μικρὴ ὠφέλεια ἀπὸ τὸ ἐχθρικὸ καὶ τὸ βλαβερό. Ὅταν λοιπὸν ὁ Κύριος μᾶς παραγγέλη «Νὰ γίνετε φρόνιμοι ὅπως τὰ φίδια καὶ ἀθῶοι ὅπως τὰ περιστέρια», δὲ μᾶς συμβουλεύει νὰ μιμηθοῦμε τὴν ἱκανότητα τοῦ φιδιοῦ νὰ δηλητηριάζει καὶ νὰ σκοτώνη, οὔτε τὴν ἀνοησία τοῦ περιστεριοῦ. Ἀλλὰ ἀπὸ τὸ φίδι τὴν προφυλακτικότητα καὶ τὴ φροντίδα ποὺ δείχνει γιὰ τὸ κεφάλι του –φροντίζει τὸ φίδι νὰ προφυλάξη ἀπ’ ὅλο τὸ σῶμα τὸ κεφάλι- Κι ἀπὸ τὸ περιστέρι τὴν ἀκακία του, τὴν ἀνοχὴ πρὸς ἐκείνους ποὺ τὸ ἀδικοῦν, τὴν πραοότητά του· ὅταν τοῦ παίρνουν τὰ μικρὰ του ὑπομένει τὴν ἀδικία, δὲν φεύγει ἀπὸ τὸ σπίτι. Αὐτὰ νὰ ζηλεύωμε, τὰ ἄλλα νὰ τ’ ἀπορρίπτωμε μαρκυά. Τοῦτο κάνε καὶ σύ. Τὸ πλεονέκτημα ποὺ ἔχουν οἱ Λατίνοιοι -ὅτι γευματίζουν ἀργά-μιμήσου το. Τὴν πολυφαγία χάρισέ τους την. 


Ἄν ὅμως δικαιολογῆσαι· «Μὲ καταβάλλει ἡ πεῖνα κι ἀναγκάζομαι νὰ τρώγω, δὲν ἡμερώνεται ἀλλοιώτικα τὸ φοβερὸ θηρία, τὸ στομάχι, ἄκουσε νὰ σοῦ πῶ. Γι’ αὐτὸ, ἀγαπητέ μου, ἡ περίοδος αὐτὴ λέγεται νηστεία κι εἶναι γιὰ νὰ περιμένουμε. Ὅποιος ἀποφεύγει τὴν πεῖνα, ἀποφεύγει καὶ τὴ νηστεία καὶ ἐπιζητεῖ τὸ χορτασμό. Ὁ χορτασμός κι ἡ νηστεία εἶναι τόσο ἀντίθετα ὅσο τὸ νερὸ καὶ ἡ φωτιά. Ὅταν πεινᾶς, συλλογίζεσαι τὴν τρυφή τοῦ Παραδείσου, τὴν ἀπόλαυση τῶν ἀγαθῶν, τὴ μελλοντικὴ δόξα. Ἄνοιξα τότε τὸ στόμα σου καὶ γέμισέ το ἀπὸ ὕμνους Δαυϊτικούς. Μίλησε μὲ παρρησία στὸ Χριστὸ «Ἐγὼ θὰ παρουσιασθῶ μὲ δικαιοσύνη ἀπέναντί σου, θὰ χορτάσω ἀντικρύζοντας τὴ δόξα σου», ὅταν ἔρθης μὲ τὴ συνοδεία τῶν ἁγίων ἀγγέλων νὰ ἀμείψης καθέναν ἀνάλογα μὲ τὰ ἔργα του.Ἡ συγκεφαλαίωση τοῦ λόγου. Ἀνάμεσα ἀπὸ πολλὲς θλίψεις πρέπει νὰ μποῦμε στὴ βασιλεία τῶν οὐρανῶν, ἐπειδὴ εἶπε «στενὸς καὶ θλιμμένος ὁ δρόμος ποὺ ὁδηγεῖ στὴ ζωή, πλατὺς κι εὐρύχωρος αὐτὸς ποὺ μᾶς πηγαίνει στὴν καταστροφή». Ἄν θέλης νὰ φτάσης στὴν αἰώνια ζωή, νὰ ὑποφέρης ὅσα εἶναι θλιβερὰ καὶ προκαλοῦν λύπη στὶς αἰσθήσεις. Εἶναι ἀδύνατο νὰ φτάσης σ’ αὐτὴν ἀπὸ ἄλλο δρόμο. Ἄν ὅμως ἀποφεύγης τὸν τραχὺ καὶ τὸ δύσκολο καὶ ξεκλίνης στὸν εὐρύχωρο δρόμο, γνώριζε ὅτι τὸ τέλος του εἶναι ἡ ἄσβεστη φωτιὰ καὶ τὸ ἀκοίμητο σκουλήκι. Σοῦ ἔκαμα τὴ διάκριση διαμαρτυρήθηκα, ὅπως βλέπεις, καὶ σοῦ παρουσίασα τοὺς δύο δρόμους καὶ τὴν κατάληξη καὶ τῶν δύο. Ὅποιον θέλεις ἀκολούθησε. Τοῦτο τὸ ἕνα θέλω μόνο νὰ γνωρίζης· κι ἄν ἑκατὸ ὁλόκληρα χρόνια κακοπαθήση κανένας στὸν κόσμο τοῦτο, δὲν εἶναι τίποτα μπροστὰ στὸ βασανιστήριο τῆς γέενας. Μακάρι ἐμεῖς μὲ μερικὲς μικρὲς θλίψεις κι ἀσήμαντη ταλαιπωρία νὰ βροῦμε τὴν αἰώνια ἀπόλαυση στοὺς οὐρανοὺς μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρα μας Ἰησοῦ Χριστοῦ. Σ’ αὐτὸν ἀνήκει ἡ δόξα, μαζὶ μὲ τὸ ἄναρχο Πατέρα του καὶ τὰ πανάγιο καὶ ἀληθινὰ ζωοποιὸ Πνεῦμα τώρα καὶ πάντοτε καὶ στοὺς αἰῶνες. Ἀμήν.


Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.165-180

Άναβάσεις - http://anavaseis.blogspot.com

Διαβάστε περισσότερα πατῶντας 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου