Δευτέρα 10 Ιανουαρίου 2011

Γρηγορίου Ἐπισκόπου Νύσσης - Εἰς τὸ Γενέθλιον τοῦ Σωτῆρος




Gregorius Nyssenus Theol. - Oratio in diem natalem Christi
Die Weihnachtspredigt Gregors von Nyssa.
Überlieferungsgeschichte
(1975), pp. 263­292, Diss. Münster, F. Mann
Ὁμιλία τοῦ Ἁγίου Γρηγορίου Ἐπισκόπου Νύσσης εἰς τὸ ἄχραντον
καὶ θεῖον Γενέθλιον τοῦ Μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
καὶ εἰς τὰ νήπια ποὺ ἐφονεύθησαν εἰς τὴν Βηθλεὲμ ἀπὸ τὸν Ἡρῴδη.
(νεοελληνικὴ ἀπόδοσις: Πατερικὸν Κυριακοδρόμιον, σσ. 632-634).
τί βούλεται τῷ δεσπότῃ ἡ ἐν σπηλαίῳ καταγωγή, ἡ ἐπὶ φάτνης κατάκλισις, τὸ ἐν τῷ καιρῷ τῆς τῶν φόρων ἀπογραφῆς καταμιχθῆναι τῷ βίῳ; —ἢ δῆλόν ἐστιν, ὅτι ὥσπερ τῆς νομικῆς ἡμᾶς ἐξαιρεῖται κατάρας αὐτὸς ὑπὲρ ἡμῶν κατάρα γενόμενος καὶ τοὺς ἡμετέρους μώλωπας εἰς ἑαυτὸν μετατίθησιν, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν, οὕτως καὶ ἐν φόρῳ γίνεται, ἵνα ἡμᾶς τῶν πονηρῶν δασμῶν ἐλευθερώσῃ, οἷς ὑπέκειτο τὸ ἀνθρώπινον ὑπὸ τοῦ θανάτου φορολογούμενον; τὸ δὲ σπήλαιον, ἐν ᾧ τίκτεται ὁ δεσπότης, τὸν ἀφεγγῆ καὶ ὑπόγειον τῶν ἀνθρώπων νόησον βίον, ἐν ᾧ γίνεται ὁ τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἐπιφαινόμενος. σπαργάνοις δὲ διασφίγγεται ὁ τὰς σείρας τῶν ἡμετέρων ἁμαρτημάτων περιβαλλόμενος. ἡ δὲ φάτνη τὸ τῶν ἀλόγων ἐστὶν ἐνδιαίτημα, ἐν ᾖ γίνεται ὁ λόγος, ἵνα γνῷ βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, βοῦς ὁ ὑπεζευγμένος τῷ νόμῳ, ὄνος τὸ ἀχθοφόρον ζῷον, τὸ τῇ ἁμαρτίᾳ τῆς εἰδωλολατρείας πεφορτισμένον. ἀλλ᾿ ἡ μὲν κατάλληλος τροφὴ τῶν ἀλόγων ζῴων χόρτος ἐστίν. ἀνατέλλων γὰρ χόρτον τοῖς κτήνεσί, φησι ὁ προφήτης. τὸ δὲ λογικὸν ζῷον ἄρτῳ τρέφεται. διὰ τοῦτο τοίνυν τῇ φάτνῃ, ἥτις ἐστὶ τῶν ἀλόγων ἑστία, ὁ ἐξ οὐρανοῦ καταβὰς ἄρτος προστίθεται, ἵνα καὶ τὰ ἄλογα τῆς λογικῆς μεταλαβόντα τροφῆς ἐν λόγῳ γένηται. μεσιτεύει τοίνυν ἐπὶ τῆς φάτνης τῷ βοὶ καὶ τῷ ὄνῳ ὁ ἀμφοτέρων κύριος, ἵνα τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον καὶ τούτου τὸν βαρὺν ζυγὸν τοῦ νόμου περιελὼν, κἀκεῖνον τοῦ τῆς εἰδωλολατρείας ἄχθους ἀποφορτίσας. Ἀλλ᾿ ἀναβλέψωμεν εἰς τὰ οὐράνια θαύματα. ἰδοὺ γὰρ οὐ προφῆται μόνον καὶ ἄγγελοι τὴν χαρὰν ἡμῖν ταύτην εὐαγγελίζονται, ἀλλὰ καὶ οἱ οὐρανοὶ διὰ τῶν οἰκείων θαυμάτων τὴν τοῦ εὐαγγελίου δόξαν ἀνακηρύττουσιν. ἐξ Ἰούδα ἡμῖν ὁ Χριστὸς ἀνατέλλει, καθώς φησιν ὁ ἀπόστολος, ἀλλ᾿ οὐ καταυγάζεται ὁ Ἰουδαῖος ὑπὸ τοῦ ἀνατείλαντος. ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας οἱ μάγοι καὶ τῆς τῶν πατέρων εὐλογίας ἀλλότριοι, ἀλλὰ προφθάνουσι τῇ γνώσει Ἰσραηλίτην λαὸν καὶ τὸν οὐράνιον φωστῆρα γνωρίσαντες καὶ τὸν ἐν τῷ σπηλαίῳ βασιλέα μὴ ἀγνοήσαντες. ἐκεῖνοι δωροφοροῦσιν, οὗτοι ἐπιβουλεύουσιν. ἐκεῖνοι προσκυνοῦσιν, οὗτοι διώκουσιν. ἐκεῖνοι εὑρόντες τὸν ζητούμενον χαίρουσιν, οὗτοι ἐπὶ τῇ γεννήσει τοῦ μηνυθέντος ταράσσονται. ἰδόντες γάρ φησιν οἱ μάγοι τὸν ἀστέρα ἐπὶ τοῦ τόπου, οὗ ἦν τὸ παιδίον ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. Ἡρώδης δὲ ἀκούσας τὸν λόγον ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ. οἱ μὲν ὡς θεῷ προσάγουσι λίβανον καὶ τὴν βασιλικὴν ἀξίαν τῷ χρυσῷ δεξιοῦνται, τὴν δὲ κατὰ τὸ πάθος οἰκονομίαν προφητικῇ τινὶ χάριτι διὰ τῆς σμύρνης ἀποσημαίνουσιν. οἱ δὲ πανωλεθρίαν τῆς νεολαίας πάσης καταδικάζουσιν. ὅ μοι δοκεῖ μὴ πικρίας μόνον ἀλλὰ καὶ τῆς ἐσχάτης ἀνοίας αὐτῶν τὴν κατηγορίαν ἔχειν. τί γὰρ βούλεται αὐτοῖς ἡ παιδοφονία, καὶ ἐπὶ τίνι σκοπῷ τὸ τοιοῦτον ἄγος τοῖς μιαιφόνοις τετόλμηται; ἐπειδὴ καινόν τι σημεῖόν φησιν τῶν κατ᾿ οὔρανον θαυμάτων τὴν τοῦ βασιλέως ἀνάδειξιν τοῖς μάγοις ἐμήνυσε, —τί οὖν; ὡς ἀληθεῖ πιστεύεις τῷ μηνύσαντι σημείῳ ἢ μάταιον ὑπονοεῖς τὸ θρυλούμενον; εἰ μὲν γὰρ τοιοῦτός ἐστιν, οἶος τοὺς οὐρανοὺς ἑαυτῷ συνδιατιθέναι, ὑπὲρ τὴν σὴν χεῖρα πάντως ἐστίν. εἰ δὲ ἐπὶ σοὶ τὸ ζῆν αὐτὸν ἢ τεθνάναι ποιεῖ, μάτην πεφόβησαι τὸν τοιοῦτον. ὁ γὰρ οὕτω πράττων, ὥστε ὑποχείριος εἶναι τῇ σῇ ἐξουσίᾳ, ὑπὲρ τίνος ἐπιβουλεύεται; διὰ τί τὸ φρικτὸν ἐκεῖνο καταπέμπεται πρόσταγμα, ἡ πονηρὰ κατὰ τῶν νηπίων ψῆφος, ἀναιρεῖσθαι τὰ δείλαια βρέφη, —τί ἀδικήσαντα; —τίνα θανάτου καὶ κολάσεως αἰτίαν καθ᾿ ἑαυτῶν παρασχόμενα, ἓν ἔγκλημα ἔχοντα μόνον τὸ γεννηθῆναι καὶ εἰς φῶς ἐλθεῖν; καὶ ὑπὲρ τούτων ἔδει καταπληρωθῆναι δημίων τὴν πόλιν καὶ συναχθῆναι δῆμον μητέρων καὶ νηπίων λαὸν συμπαρόντων αὐτοῖς τῶν γεννησαμένων καὶ πάντων ὡς εἰκὸς τῶν κοινωνούντων τοῦ γένους ἐπὶ τὸ πάθος ἀθροιζομένων; Τίς ἂν ὑπογράψειε τῷ λόγῳ τὰς συμφοράς; τίς ἂν ὑπ᾿ ὄψιν ἀγάγοι διὰ τῶν διηγημάτων τὰ πάθη, τὸν σύμμικτον ἐκεῖνον θρῆνον, τὴν γοερὰν συνῳδίαν παίδων, μητέρων, πατέρων, συγγενῶν πρὸς τὴν τῶν δημίων ἀπειλὴν ἐλεεινῶς ἐκβοώντων; πῶς ἄν τις διαγράψειε γυμνῷ τῷ ξίφει παρεστῶτα τῷ νηπίῳ τὸν δήμιον ἐμβλέποντα δριμύ τε καὶ φονικὸν καὶ φθεγγόμενον ἄλλα τοιαῦτα καὶ τῇ χειρὶ τὸ βρέφος πρὸς ἑαυτὸν ἕλκοντα καὶ τῇ ἑτέρᾳ τὸ ξίφος ἀνατεινόμενον; —τὴν δὲ μητέρα ἑτέρωθεν πρὸς ἑαυτὴν τὸ παιδίον ἀνθέλκουσαν καὶ τὸν ἴδιον αὐχένα τῇ τοῦ ξίφους ἀκμῇ προυπέχουσαν, ὡς ἂν μὴ ἴδοι τοῖς ὀφθαλμοῖς τὸ δείλαιον τέκνον ταῖς χερσὶ τοῦ δημίου διαφθειρόμενον, πῶς ἄν τις τὰ τῶν πατέρων ἐκδιηγήσαιτο, τὰς ἀνακλήσεις, τὰς οἰμωγὰς, τὰς τελευταίας τῶν τέκνων περιπλοκὰς—καὶ πολλῶν ἅμα τοιούτων κατὰ ταὐτὸν γινομένων; τίς ἂν τὸ πολυειδὲς καὶ πολύτροπον τῆς συμφορᾶς τραγῳδήσειε, τὰς διπλὰς τῶν ἀρτιτόκων ὠδῖνας, τοὺς δριμεῖς καυτῆρας τῆς φύσεως, —ὅπως τὸ ἄθλιον βρέφος ὁμοῦ τε τῷ μαζῷ προσεφύετο καὶ διὰ τῶν σπλάγχνων τὴν καιρίαν ἐλάμβανεν, ὅπως ἡ δειλαία μήτηρ καὶ τὴν θηλὴν ἐπεῖχε τῷ τοῦ νηπίου στόματι καὶ τὸ αἷμα τοῦ τέκνου τοῖς κόλποις ἐδέχετο; πολλάκις δέ που τῇ ῥύμῃ τῆς χειρὸς ὁ δήμιος μιᾷ τοῦ ξίφους ὁρμῇ τὸ τέκνον τῇ μητρὶ συνδιήλασε καὶ ἓν τοῦ αἵματος τὸ ῥεῖθρον ἐγένετο ἔκ τε τῆς μητρῴας πληγῆς καὶ ἐκ τῆς καιρίας τοῦ τέκνου καταμιγνύμενον. ἐπειδὴ δὲ καὶ τοῦτο πρόσκειται τῇ μιαρᾷ τοῦ Ἡρώδου φωνῇ τὸ μὴ μόνον κατὰ τῶν ἀρτιγενῶν τὴν θανατηφόρον ἐξενεχθῆναι ψῆφον, ἀλλ᾿ εἴ τις καὶ εἰς δεύτερον προῆλθεν ἔτος καὶ τοῦτον ἀνάρπαστον γενέσθαι—γέγραπται γὰρ, ὅτι ἀπὸ διετοῦς καὶ κατωτέρω—ἕτερον ἐν τούτοις κατὰ τὸ εἰκὸς πάθος ὁ λόγος βλέπει, ὅτι πολλάκις ὁ μεταξὺ χρόνος δύο τέκνων μητέρα τὴν αὐτὴν ἐποίησεν. οἷον οὖν ἢν ἐπὶ τῶν τοιούτων πάλιν τὸ θέαμα δύο δημίων περὶ μίαν ἀσχολουμένων μητέρα, τοῦ μὲν τὸν παραθέοντα πρὸς ἑαυτὸν ἕλκοντος, τοῦ δὲ τὸ ὑπομάζιον ἀνασπῶντος τῶν κόλπων; τί πάσχειν εἰκὸς ἐπὶ τούτοις τὴν ἀθλίαν μητέρα πρὸς δύο τέκνα σχιζομένης τῆς φύσεως ἑκατέρου κατὰ τὸ ἴσον τοῖς μητρῴοις σπλάγχνοις τὸ πῦρ ἀναφλέγοντος—οὐκ ἔχουσαν, ποίῳ ἢ τίνι τῶν πονηρῶν ἀκολουθήσει δημίων, τοῦ μὲν ἔνθεν, τοῦ δὲ ἑτέρωθεν πρὸς τὴν σφαγὴν ἐφελκομένων τὰ νήπια; προσδράμῃ ἐπὶ τῷ νεογενεῖ ἄσημον ἔτι καὶ ἀδιάρθρωτον τὸν ὀδυρμὸν ἀφίεντι; ἀλλ᾿ ἀκροᾶται τοῦ ἄλλου ἤδη φθεγγομένου καὶ ψελλιζομένῃ τῇ φωνῇ τὴν μητέρα μετὰ δακρύων ἀνακαλοῦντος. τί πάθῃ; τίς γένηται; τῇ τίνος ἀντιβοήσει φωνῇ; τῇ τίνος οἰμωγῇ ἀντοδύρηται; ποίῳ ἀποθρηνήσει θανάτῳ ἴσως ἐφ᾿ ἑκατέρῳ μαστιζομένη τοῖς κέντροις τῆς φύσεως; Ἀλλ᾿ ἀπαγάγωμεν τὴν ἀκοὴν τῶν ἐπὶ τοῖς παισὶ θρήνων καὶ πρὸς τὰ εὐθυμότερα καὶ μᾶλλον τῇ ἑορτῇ πρέποντα τὴν διάνοιαν τρέψωμεν, κἂν ὑπερβοῶσα κατὰ τὴν προφητείαν ἡ Ῥαχὴλ τὴν σφαγὴν τῶν τέκνων ἀπολοφύρηται. ἐν γὰρ ἡμέρᾳ ἑορτῆς, καθώς φησιν ὁ σοφὸς Σολομὼν, ἀμνηστία πρέπει κακῶν. τίς δ᾿ ἂν γένοιτο τῆς ἑορτῆς ἡμῖν ταύτης εὐσημοτέρα, ἐν ᾖ τὴν πονηρὰν τοῦ διαβόλου σκοτόμαιναν διαχέας ὁ τῆς δικαιοσύνης ἥλιος δι᾿ αὐτῆς τῆς ἡμετέρας φύσεως ἐπιλάμπει τῇ φύσει, ἐν ᾖ τὸ πεπτωκὸς ἀνεγείρεται, τὸ ἐκπεπολεμωνένον εἰς καταλλαγὰς ἄγεται, τὸ ἀποκηρυχθὲν ἐπανάγεται, τὸ ἀποπεπτωκὸς τῆς ζωῆς εἰς τὴν ζωὴν ἐπανέρχεται, τὸ τῇ αἰχμαλωσίᾳ δεδουλωμένον εἰς τὴν τῆς βασιλείας ἀξίαν ἐπαναλαμβάνεται, τὸ τοῖς δεσμοῖς τοῦ θανάτου πεπεδημένον ἄνετον πρὸς τὴν χώραν τῶν ζώντων ἐπανατρέχει; νῦν κατὰ τὴν προφητείαν αἱ χαλκαῖ πύλαι τοῦ θανάτου συντρίβονται, οἱ σιδηροῖ συγκλῶνται μοχλοὶ, οἷς πρότερον κατειργμένον ἦν τὸ ἀνθρώπινον γένος ἐν τῇ τοῦ θανάτου φρουρᾷ. νῦν ἀνοίγεται, καθώς φησιν ὁ Δαβὶδ, ἡ πύλη τῆς δικαιοσύνης. νῦν ὁμόφωνος κατὰ πᾶσαν τὴν οἰκουμένην ὁ ἦχος τῶν ἑορταζόντων ἀκούεται. —δι᾿ ἀνθρώπου θάνατος, δι᾿ ἀνθρώπου ἡ σωτηρία. ὁ πρῶτος εἰς ἁμαρτίαν ἔπεσεν, ὁ δεύτερος τὸν πεπτωκότα ἀνώρθωσεν. ἀπολελόγηται ὑπὲρ τῆς γυναικὸς ἡ γυνή. ἡ πρώτη τῇ ἁμαρτίᾳ τὴν εἴσοδον ἔδωκεν, αὕτη δὲ τῇ εἰσόδῳ τῆς δικαιοσύνης ὑπηρετήσατο. ἐκείνη τοῦ ὄφεως τὴν συμβουλὴν ἐπεσπάσατο, αὕτη τὸν ἀναιρέτην τοῦ ὄφεως παρεστήσατο. ἐκείνη διὰ τοῦ ξύλου τὴν ἁμαρτίαν εἰσήνεγκεν, αὕτη διὰ τοῦ ξύλου τὸ ἀγαθὸν ἀντεισήνεγκε. ξύλον γὰρ ἦν ὁ σταυρός. ὁ δὲ τοῦ ξύλου τούτου καρπὸς ἀειθαλὴς καὶ ἀμάραντος ζωὴ τοῖς γευομένοις γίνεται. Καὶ μηδεὶς τῷ κατὰ τὸ πάσχα μυστηρίῳ μόνην τὴν τοιαύτην εὐχαριστίαν πρέπειν ὑπονοείτω. λογιζέσθω γὰρ, ὅτι τὸ πάσχα πέρας τῆς οἰκονομίας ἐστί. πῶς δ᾿ ἂν ἐγένετο τὸ πέρας, εἰ μὴ ἡ ἀρχὴ καθηγήσατο; τί τίνος ἐστὶν ἀρχηγικώτερον; ἡ γέννησις δηλαδὴ τῆς κατὰ τὸ πάθος οἰκονομίας. οὐκοῦν καὶ τὰ τοῦ πάσχα καλὰ τῶν περὶ τὴν γέννησιν εὐφημιῶν μέρος ἐστί, κἂν τὰς εὐεργεσίας τῶν ἐν τοῖς εὐαγγελίοις ἱστορηθέντων τις καταλέγῃ κἂν διεξέρχηται τὰ κατὰ τὰς ἰάσεις θαύματα, τὴν ἐξ ἀπόρων τροφὴν, τὴν τῶν τεθνηκότων ἐκ τῶν μνημάτων ὑποστροφὴν, τὴν αὐτοσχέδιον γεωργίαν τοῦ οἴνου, τὴν τῶν δαιμόνων φυγὴν, τὴν τῶν ποικίλων παθημάτων εἰς ὑγιείαν μεταβολὴν, τὰ τῶν χωλῶν ἅλματα τοὺς ἐκ πήλου ὀφθαλμοὺς, τὰς θείας διδασκαλίας, τὰς νομοθεσίας, τὴν διὰ τῶν παραβολῶν ἐπὶ τὰ ὑψηλότερα μυσταγωγίαν. πάντα ταῦτα τῆς παρούσης ἡμέρας χάρις ἐστίν. αὕτη γὰρ ἦρξε τῶν ἐφεξῆς ἀγαθῶν. οὐκοῦν ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ μὴ φοβούμενοι τὸν ὀνειδισμὸν τῶν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττώμενοι, καθὼς παρεγγυᾷ ὁ προφήτης, οἳ καταχλευάζουσι τῆς οἰκονομίας τὸν λόγον, ὡς οὐκ εὐπρεπὲς ὂν σώματος ὑπελθεῖν φύσιν καὶ διὰ γεννήσεως ἑαυτὸν τῇ ἀνθρωπίνῃ ζωῇ καταμῖξαι τὸν κύριον. οὐ γὰρ ἀγνοεῖς πάντως τὸ περὶ τούτου μυστήριον, ὅπως ἡ τοῦ θεοῦ σοφία τὴν σωτηρίαν ἡμῖν ᾠκονομήσατο. ἑκουσίως ταῖς ἁμαρτίαις ἐπράθημεν, ἀργυρωνήτων δίκην τῷ ἐχθρῷ τῆς ζωῆς ἡμῶν κατεδουλώθημεν. τί σοι γενέσθαι παρὰ τοῦ δεσπότου μάλιστα καταθύμιον ἦν; οὐ τὸ ἐξαιρεθῆναι τῆς συμφορᾶς; τί περιεργάζῃ τὸν τρόπον; τί νομοθετεῖς τῷ εὐεργέτῃ τῆς εὐεργεσίας τὸ εἶδος, ὥσπερ ἂν εἴ τις καὶ τὸν ἰατρὸν ἀπωθούμενος τῆς εὐποιίας μέμφοιτο, ὅτι μὴ οὕτως ἀλλ᾿ ἑτέρως τὴν θεραπείαν ἐνήργησεν; εἰ δὲ τὸν λόγον τῆς οἰκονομίας ὑπὸ φιλοπραγμοσύνης ἐπιζητεῖς, ἀρκεῖ σοι τοσοῦτον μαθεῖν, ὅτι τὸ θεῖον οὐχ ἕν τι μόνον ἔχει τῶν ἀγαθῶν, ἀλλὰ πᾶν, ὅτιπέρ ἐστι κατ᾿ ἐπίνοιαν ἀγαθὸν, ἐκεῖνο ἐστι, —δυνατὸν, δίκαιον ἀγαθὸν, σοφὸν, πάντα, ὅσα τῆς θεοπρεποῦς σημασίας ἐστὶν ὀνόματά τε καὶ νοήματα. σκόπησον δὴ τοίνυν, εἰ μὴ πάντα περὶ τὸ γενόμενον ἡμῖν τὰ εἰρημένα συνέδραμεν. ἡ ἀγαθότης, ἡ σοφία, ἡ δικαιοσύνη, ἡ δύναμις. ὡς ἀγαθὸς τὸν ἀποστάτην ἠγάπησεν. ὡς σοφὸς τὴν ἐπίνοιαν τῆς ἐπανόδου τῶν καταδεδουλωμένων ἐμηχανήσατο. ὡς δίκαιος οὐ βιάζεται τὸν καταδουλωσάμενον, τὸν ὠνῆς δικαίως κτησάμενον, ἀλλ᾿ ἑαυτὸν δίδωσιν ἀντὶ τῶν κεκρατημένων ἀντάλλαγμα, ἵνα καθάπερ τις ἐγγυητὴς εἰς ἑαυτὸν μεταθεὶς τὴν ὀφείλην ἐλευθερώσῃ τῶν κρατούντων τὸν κατεχόμενον. ὡς δυνατὸς οὐκ ἐνεκρατήθη τῷ ᾅδῃ οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. οὐδὲ γὰρ ἦν δυνατὸν κρατηθῆναι ὑπὸ τῆς φθορᾶς τὸν ἀρχηγὸν τῆς ζωῆς. ἀλλ᾿ αἰσχρὸν τὸ εἰς γένεσιν ἀνθρωπίνην ἐλθεῖν καὶ τῶν τῆς σαρκὸς παθημάτων ὑποστῆναι τὴν πεῖραν; τὴν τῆς εὐεργεσίας λέγεις ὑπερβολήν. ἐπειδὴ γὰρ ἄλλως οὐκ ἦν ἐξαιρεθῆναι τῶν κακῶν τὸ ἀνθρώπινον, ὑπέμεινεν ὁ πάσης ἀπαθείας βασιλεὺς τὴν ἰδίαν δόξαν τῆς ἡμετέρας ζωῆς ἀνταλλάξασθαι. καὶ ἡ μὲν καθαρότης ἐν τῷ ἡμετέρῳ γίνεται ῥύπῳ, ὁ δὲ ῥύπος τῆς καθαρότητος οὐ προσάπτεται, καθώς φησι τὸ εὐαγγέλιον, ὅτι τὸ φῶς ἐν τῇ σκοτίᾳ ἔλαμψεν, ἡ δὲ σκοτία αὐτὸ οὐ κατέλαβεν. ἀφανίζεται γὰρ τῇ παρουσίᾳ τῆς ἀκτῖνος ὁ ζόφος, οὐκ ἐναμαυροῦται τῷ ζόφῳ ὁ ἥλιος. τὸ θνητὸν ὑπὸ τῆς ζωῆς καταπίνεται, καθώς φησι ὁ ἀπόστολος, οὐκ ἐνδαπανᾶται ἡ ζωὴ τῷ θανάτῳ. τὸ κατεφθαρμένον τῷ ἀφθάρτῳ συνδιασῴζεται, ἡ δὲ φθορὰ τῆς ἀφθαρσίας οὐ προσάπτεται. διὰ ταῦτα κοινὴ πάσης γίνεται συνῳδία τῆς κτίσεως ὁμόφωνον πάντων τὴν δοξολογίαν ἀναπεμπόντων τῷ δεσπότῃ τῆς κτίσεως πάσης γλώσσης ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων βοώσης, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Βλέποντας λοιπὸν τὸ σπήλαιο στὸ ὁποῖον ἐγεννήθη ὁ Δεσπότης, φέρε στὸν νοῦ σου τὸν σκοτεινὸν καὶ ὑπόγειον βίο τῶν ἀνθρώπων, στὸν ὁποῖον ἔρχεται αὐτὸς ποὺ φανερώνεται στοὺς «ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους». Καὶ περιτυλίσσεται σφιχτὰ μὲ σπάργανα αὐτὸς ποὺ ἔχει φορέσει τὰ δεσμὰ τῶν ἰδικῶν μας ἁμαρτιῶν. Ἡ δὲ φάτνη εἶναι ὁ σταῦλος τῶν ἀλόγων ζώων. Σ᾿ αὐτὴν γεννᾶται ὁ Λόγος, ὥστε νὰ «γνωρίσῃ ὁ βοῦς τὸν κτησάμενον (τὸν ἰδιοκτήτην του) καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ». Βοῦς εἶναι αὐτὸς ποὺ εὑρίσκεται στὸν ζυγὸν τοῦ Νόμου, καὶ ὄνος τὸ ἀχθοφόρον ζῶο ποὺ εἶναι φορτωμένο μὲ τὴν ἁμαρτία τῆς εἰδωλολατρίας. Ἀλλὰ ἡ κατάλληλος γιὰ τὰ ἄλογα τροφὴ καὶ ζωὴ εἶναι τὸ χόρτο. «Ὁ ἑξανατέλλων χόρτον τοῖς κτήνεσι», λέγει ὁ Προφήτης. Ἐνῶ τὸ λογικὸν ζῶον τρέφεται μὲ ἄρτον. Γι᾿ αὐτὸ λοιπὸν «ὁ ἐξ οὐρανοῦ καταβὰς ἄρτος τῆς ζωῆς», τοποθετεῖται στὴν φάτνη, ποὺ εἶναι ἡ ἑστία τῶν ἀλόγων ζώων, ὥστε καὶ τὰ ἄλογα νὰ γευθοῦν τὴν λογικὴν τροφή, καὶ νὰ γίνουν ἔλλογα. Μεσιτεύει λοιπὸν στὴν φάτνη μεταξύ του βοὸς καὶ τοῦ ὄνου ὁ Κύριος καὶ τῶν δύο, «ἵνα τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τοὺς δύο κτίσῃ ἐν ἐαυτῷ εἰς ἕναν καινὸν ἄνθρωπον», ἐλευθερώνοντας τὸν ἕνα ἀπὸ τὸν βαρὺ ζυγὸ τοῦ Νόμου καὶ ἀπαλλάσσοντας τὸν ἄλλον ἀπὸ τὸ φορτίον τῆς εἰδωλολατρίας. Ἀλλὰ ἂς ὑψώσωμε τὸ βλέμμα στὰ οὐράνια θαύματα. Κοίτα, δὲν μᾶς εὐαγγελίζονται μόνο Προφῆτες καὶ ἄγγελοι αὐτὴν τὴν χαράν, ἀλλὰ καὶ οἱ οὐρανοὶ ἀνακηρύττουν μὲ τὰ ἰδικὰ τοὺς θαύματα τὴν δόξαν τοῦ Εὐαγγελίου. Ἀπὸ τὴν φυλὴ τοῦ Ἰούδα ἀνέτειλεν ὁ Χριστός μας, ὅπως λέγει ὁ Ἀπόστολος, ἀλλὰ οἱ Ἰουδαῖοι δὲν φωτίζονται ἀπὸ τὴν ἀνατολή του. Καὶ οἱ μάγοι, ἐνῶ εἶναι ἄσχετοι μὲ τὶς διαθῆκες τῆς ἐπαγγελίας καὶ ξένοι ἀπὸ τὴν εὐλογία τῶν πατέρων, προηγοῦνται ὅμως στὴν γνώση ἀπὸ τὸν Ἰσραηλιτικὸν λαό. Καὶ τὸν οὐράνιον ἀστέρα ἀνεγνώρισαν, καὶ τὸν Βασιλέα ποὺ ἐγεννήθη στὸ σπήλαιο δὲν ἠγνόησαν. Ἐκεῖνοι τοῦ φέρουν δῶρα, αὐτοὶ τὸν ἐπιβουλεύονται. Ἐκεῖνοι τὸν προσκυνοῦν, αὐτοὶ τὸν καταδιώκουν. Ἐκεῖνοι εὑρίσκουν τὸν ζητούμενον καὶ χαίρονται, αὐτοὶ μὲ τὴν γέννηση τοῦ προσδοκωμένου ταράττονται. «Ἰδόντες», λέγει, «οἱ Μάγοι τὸν ἀστέρα ἐπὶ τοῦ τόπου οὗ ἦν τὸ παιδίον, ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. Ἡρώδης δὲ ἀκούσας τὸν λόγον ἐταράχθη καὶ πάσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ». Οἱ μάγοι τοῦ προσφέρουν λίβανον ὡς Θεὸν καὶ τιμοῦν τὸ βασιλικὸν ἀξίωμα μὲ τὸν χρυσόν, καὶ μὲ κάποιαν προφητικὴν χάρη δηλώνουν τὴν οἰκονομία τοῦ Πάθους μὲ τὴν σμύρνα. Ἐνῶ οἱ ἄλλοι καταδικάζουν σὲ ἐξόντωσιν ὅλα τὰ νήπια της περιοχῆς, πράγμα ποὺ θεωρῶ ὅτι τοὺς ἐνοχοποιεῖ ὄχι μόνο γιὰ σκληρότητα, ἀλλὰ καὶ γιὰ τὴν ἐσχάτην ἀνοησία. Τί νόημα ἔχει δηλαδὴ ἡ παιδοκτονία; Καὶ γιὰ ποῖον σκοπὸν ἐτόλμησαν οἱ μιαιφόνοι αὐτὸ τὸ ἀνοσιούργημα; Ἐπειδή, λέγει, ἕνα νέο θαυμαστὸν φαινόμενο τοῦ οὐρανοῦ ἐμήνυσε στοὺς Μάγους τὴν ἀνάδειξη τοῦ Βασιλέως. - Τί λοιπόν; Πιστεύεις ὅτι τὸ σημεῖο ποῦ τὸν ἀνήγγειλε εἶναι ἀληθινὸν ἢ τὸ θεωρεῖς ὡς ἀνυπόστατη διάδοση; Ἂν εἶναι ἱκανὸς νὰ κάνῃ ὑποχειρίους τους οὐρανούς, τότε βεβαίως δὲν εἶναι στὸ χέρι σου νὰ τὸν πειράξῃς. Ἂν ὅμως δίδῃ στὴν ἐξουσία σου τὴν ζωὴ καὶ τὸν θάνατό του, ματαίως τότε τὸν φοβεῖσαι. Διότι αὐτὸς ποὺ φέρεται ἔτσι, ὥστε νὰ εἶναι ὑποχείριος στὴν ἐξουσία σου, γιὰ ποῖον λόγο κατατρέχεται; Γιατί ἐξαπολύεται τὸ φριχτὸν ἐκεῖνο πρόσταγμα, ἡ ἀποτρόπαια ἀπόφασις κατὰ τῶν νηπίων, νὰ ἐξοντωθοῦν τὰ καημένα τὰ βρέφη; Ποίαν ἀδικία ἔκαμαν; Ποίαν ἀφορμὴν ἔδωσαν, ὥστε νὰ καταδικασθοῦν σὲ θάνατο ἢ σὲ ἄλλην τιμωρία; Ἕνα μόνον ἦταν τὸ ἔγκλημά τους, ὅτι ἐγεννήθησαν καὶ ἦλθαν στὴν ζωή. Καὶ γιὰ τὸν λόγον αὐτὸν ἔπρεπε νὰ γεμίσῃ ὅλη ἡ πόλις ἀπὸ δημίους καὶ νὰ συναχθῇ πλῆθος μητέρων καὶ νηπίων, ὁ κόσμος νὰ τοὺς συμπαρίσταται, καὶ οἱ πατέρες τους καὶ ὅλοι, ὅπως εἶναι φυσικό, νὰ συγκεντρώνονται στὸ δράμα τῶν συγγενῶν τους. Ποῖος ἠμπορεῖ νὰ περιγράψῃ μὲ τὸν λόγο τὶς συμφορές; Ποιὸς θὰ παρουσιάσῃ ἐνώπιόν μας μὲ τὴν διήγηση τὰ πάθη τους; Τὸν ἀνάμικτον ἐκεῖνον ὀδυρμό, τὴν γοερὰ θρηνωδία παιδίων, μητέρων, συγγενῶν, πατέρων ποῦ ἐκραύγαζαν ἀξιολύπητα ἐνώπιόν της ἀπειλῆς τῶν δημίων; Πῶς νὰ ζωγραφίσῃ κανεὶς τὸν δήμιον ἐμπρὸς στὸ νήπιο μὲ γυμνὸ τὸ ξίφος, μὲ βλέμμα ἀγριεμένο καὶ φονικό, καὶ μὲ τὶς ἀνάλογες φωνές, νὰ σύρη μὲ τὸ ἕνα χέρι τὸ βρέφος πρὸς τὸν ἑαυτόν του καὶ μὲ τὸ ἄλλο νὰ ὑψώνῃ τὸ ξίφος; Καὶ ἀπὸ τὸ ἄλλο μέρος τὴν μητέρα νὰ προσπαθῇ νὰ πάρη τὸ παιδὶ ἀπὸ τὰ χέρια του, καὶ νὰ ἐκτείνῃ στὴν κόψη τοῦ ξίφους τὸν ἰδικόν της τράχηλο, γιὰ νὰ μὴν ἀντικρύσῃ μὲ τὰ μάτια της τὸ κακόμοιρο παιδί της, βρέφος ἀκόμη νὰ χάνῃ τὴν ζωή του στὰ χέρια τοῦ δημίου; Πῶς πάλι θὰ ἠμποροῦσε κάποιος νὰ διηγηθῇ τὸ δράμα τῶν πατέρων; Τὶς παρακλήσεις τῶν τέκνων τους, τὶς κραυγές, τὰ τελευταία σφιχταγκαλιάσματά τους, καὶ πολλὰ παρόμοια ποῦ συνέβαιναν ἐκεῖνες τὶς στιγμές; Ποῖος ἠμπορεῖ νὰ διεκτραγωδήσῃ τὴν πολύμορφο καὶ πολυτρόπον ἐκείνη συμφορά, τὶς διπλὲς ὠδίνες τῶν μητέρων ποὺ μόλις προσφάτως ἐγέννησαν, τὴν ἀνυπόφορον φλόγα τῆς μητρικῆς στοργῆς; Πῶς τὸ καημένο τὸ βρέφος ἐδέχετο τὸ θανάσιμον κτύπημα, ἐνῶ ἦταν προσκολλημένο στὸν μαστὸν τῆς μητέρας του; Πῶς ἡ ἀθλία μητέρα προσέφερε τὸ γάλα στὸ στόμα τοῦ νηπίου καὶ συγχρόνως ἐδέχετο τὸ αἷμα του στὴν ἀγκάλη της; Πολλὲς φορὲς μάλιστα μὲ τὴν ὁρμὴ ποὺ εἶχε τὸ χέρι τοῦ δημίου, διεπέρασε μὲ ἕνα κτύπημα τοῦ ξίφους μαζὶ μὲ τὸ παιδὶ καὶ τὴν μητέρα, καὶ τὸ αἷμα ἔκανε κοινὸ αὐλάκι ποὺ ἐσχηματίσθη ἀπὸ δύο πηγές. Ἀπὸ τὴν μητρικὴν πληγὴν καὶ τὸ θανάσιμο τραῦμα τοῦ τέκνου της. Καὶ ἐπειδὴ ἡ ἀνόσιος διαταγὴ τοῦ Ἡρώδου περιελάμβανε καὶ τοῦτο, νὰ μὴν ἐφαρμοσθῆ ἡ θανατηφόρος ἀπόφασις μόνο στὰ νεογέννητα, ἀλλὰ καὶ ἂν κάποιο εἶχε φθάσει στὸ δεύτερον ἔτος νὰ φονευθῇ καὶ αὐτὸ μαζί, διότι γράφει «ἀπὸ διετοῦς καὶ κατωτέρω», θέλει ὁ λόγος νὰ ἐκφράσῃ καὶ ἄλλην ἀκόμη συμφορὰ πού, ὅπως ἦταν φυσικό, συνέβη. Διότι πολλὲς φορὲς τὸ διάστημα τῶν δύο ἐτῶν ἔκαμε τὴν ἴδια γυναίκα δύο φορὲς μητέρα. Τί ἀπερίγραπτο πάλι αὐτὸ τὸ θέαμα, δύο δήμιοι νὰ ἀσχολοῦνται μὲ μίαν μητέρα. Ὁ ἕνας νὰ τραβᾶ κοντά του τὸ νήπιο ποὺ τρέχει γύρω της καὶ ὁ ἄλλος νὰ ἀποσπᾷ τὸ βρέφος ἀπὸ τὴν ἀγκάλη της; Πόσο θὰ ὑπέφερε τότε, ὅπως εἶναι φυσικόν, ἡ ἀθλία μητέρα, τὴν στιγμὴ ποὺ ἐσχίζετο ἡ καρδία της στὰ δύο τέκνα της, καὶ ἔκαιε ὁ πόνος καὶ τῶν δύο τὰ μητρικά της σπλάγχνα; Δὲν ἤξερε ποῖον ἀπὸ τοὺς δύο κακοὺς δημιοὺς νὰ ἀκολουθήσῃ, ἀφοῦ ἔσυραν τὰ παιδιὰ ὁ ἕνας ἀπὸ ἐδῶ καὶ ὁ ἄλλος ἀπὸ ἐκεῖ γιὰ νὰ τὰ σφάξουν. Νὰ τρέξῃ στὸ νεογέννητο, ποὺ τὸ κλάμα του ἦταν ἀκόμη ἄναρθρο καὶ δὲν ἠμποροῦσε νὰ ἐκφρασθῇ; Ἀκούει ὅμως τὸ ἄλλο ποὺ ἔχει ἀρχίσει ἤδη νὰ ὁμιλῇ, νὰ προσκαλῇ ψελλίζοντας καὶ κλαίοντας τὴν μητέρα του. Τί νὰ κάνῃ; Πῶς νὰ ἀνταποκριθῇ; Σὲ ποίου φωνὴ νὰ ἀπαντήσῃ; Μὲ ποίου τὴν κραυγὴ νὰ ἑνώσῃ τὴν ἰδική της; Γιὰ ποίου θάνατο νὰ θρηνήσῃ, ἀφοῦ ἐξ ἴσου της σχίζουν καὶ τὰ δύο βέλη τὴν καρδία; Ἂς ἀπομακρύνωμε ὅμως τὴν ἀκοὴν ἀπὸ τοὺς θρήνους γιὰ τὰ νήπια, καὶ ἂς στρέψωμε τὸν νοῦ μας στὰ εὐθυμότερα, σ᾿ αὐτὰ ποὺ ἁρμόζουν στὴν ἑορτήν, ἂν καὶ ἡ Ραχήλ, μὲ τὶς δυνατὲς φωνές της, ὅπως λέγει ὁ Προφήτης, ὀδύρεται γιὰ τὴν σφαγὴν τῶν τέκνων της. Κατὰ τὴν ἡμέρα ὅμως τῆς ἑορτῆς, ὅπως λέγει ὁ σοφὸς Σολομῶν, πρέπει νὰ λησμονοῦνται οἱ συμφορές. Καὶ ποία ἑορτὴ ἄραγε ἔχουμε ἐπισημοτέρα ἀπὸ αὐτήν, κατὰ τὴν ὁποίαν ὁ ἥλιος τῆς δικαιοσύνης διέλυσε τὰ πονηρὰ σκότη τοῦ διαβόλου, καὶ ἀναλαμβάνοντας τὴν ἰδικήν μας φύση, φωτίζει μὲ αὐτὴν τὴν κτίση, κατὰ τὴν ὁποία αὐτὸ ποὺ εἶχε πέσει ἀνεστήθη, καὶ ἔτσι αὐτὸ ποὺ εὐρίσκετο σὲ πόλεμο συμφιλιώνεται, τὸ ἀποκηρυγμένον ἐπαναφέρεται, αὐτὸ ποὺ εἶχε ἐκπέσει ἀπὸ τὴν ζωὴν ἐπανέρχεται στὴν ζωήν, αὐτὸ ποὺ εἶχε ὑποδουλωθεῖ καὶ εὐρίσκετο σὲ αἰχμαλωσίαν ἀποκαθίσταται στὸ βασιλικὸν ἀξίωμα, αὐτὸ ποὺ ἐκρατεῖτο δεμένο μὲ τὰ δεσμὰ τοῦ θανάτου ἐπιστρέφει ἀπελευθερωμένο στὴν χώρα τῶν ζώντων; Τώρα, σύμφωνα μὲ τὴν προφητεία, «αἱ χαλκαῖ πύλαι τοῦ θανάτου συντρίβονται, καὶ συνθλίβονται οἱ σιδηροῖ μοχλοί», οἱ ὁποῖοι ἐκρατοῦσαν τὸ ἀνθρώπινον γένος δεσμευμένο μέσα στὴν φυλακὴ τοῦ θανάτου. Τώρα «ἀνοίγεται», ὅπως λέγει ὁ Δαβίδ, «ἡ πύλη τῆς δικαιοσύνης». Τώρα ἀντηχεῖ σ᾿ ὅλη τὴν οἰκουμένην ὁμόφωνος ὁ «ἦχος τὸν ἑορταζόντων». Ἀπὸ ἄνθρωπον ἦλθεν ὁ θάνατος, ἀπὸ ἄνθρωπο καὶ ἡ σωτηρία. Ὁ πρῶτος ἔπεσε στὴν ἁμαρτία, ὁ δεύτερος ἀνέστησε αὐτὸν ποὺ εἶχε πέσει. Ἡ γυναίκα ὑπερασπίσθη τώρα τὴν γυναίκα. Ἡ πρώτη εἶχε ἀνοίξει τὴν εἴσοδο στὴν ἁμαρτία, ἐνῶ αὐτὴ ὑπηρέτησε τὴν ἐπάνοδο τῆς δικαιοσύνης. Ἐκείνη ἐδέχθη τὴν συμβουλὴν τοῦ ὄφεως, αὐτὴ ἐπαρουσίασε τὸν ἀναιρέτην τοῦ ὄφεως, καὶ ἐγέννησε τὴν πηγὴν τοῦ φωτός. Ἐκείνη διὰ τοῦ ξύλου εἰσήγαγε τὴν ἁμαρτία, αὐτὴ διὰ τοῦ ξύλου ἔφερε στὴν θέση τῆς ἁμαρτίας τὸ ἀγαθόν. Ξύλον ἐννοῶ τὸν σταυρόν, καὶ ὁ καρπὸς τοῦ ξύλου τούτου γίνεται γι᾿ αὐτοὺς ποὺ τὸν γεύονται ἀειθαλὴς καὶ ἀμάραντος ζωή. Καὶ κανεὶς νὰ μὴ νομίζῃ ὅτι μόνο στὸ μυστήριον τοῦ Πάσχα ἁρμόζει τέτοια εὐχαριστία. Ἂς σκεφθῇ ὅτι τὸ Πάσχα εἶναι τὸ τέλος τῆς Οἰκονομίας. Πῶς θὰ ἐπραγματοποιεῖτο τὸ τέλος, ἐὰν δὲν εἶχε προηγηθῇ ἡ ἀρχή; Ποῖον εἶναι ἀρχικώτερον ἀπὸ τὸ ἄλλο; Ἀσφαλῶς ἡ Γέννησις ἀπὸ τὴν Οἰκονομία τοῦ Πάθους. Καὶ τοῦ Πάσχα λοιπὸν τὰ καλὰ εἶναι μέρος τῶν ἐγκωμίων τῆς Γεννήσεως. Καὶ ἂν ὑπολογίσῃ κανεὶς τὶς εὐεργεσίες ποὺ ἐξιστορεῖ τὸ Εὐαγγέλιον, καὶ διηγηθῇ λεπτομερῶς τὶς θαυματουργικὲς θεραπεῖες, τὴν ἄνευ τροφίμων διατροφή, τὴν ἐπάνοδο τῶν νεκρῶν ἀπὸ τὰ μνήματα, τὴν αὐτοσχέδιο παρασκευὴν τοῦ οἴνου, τὴν ἀποκατάστασιν τῆς ὑγείας τῶν κάθε εἴδους ἀσθενῶν, τὴν ἐκδίωξιν τῶν δαιμονίων, τὰ ἅλματα τῶν χωλῶν, τοὺς ὀφθαλμοὺς ποὺ ἐπλάσθησαν ἀπὸ πηλόν, τὶς θεῖες διδασκαλίες, τὶς νομοθεσίες, τὴν μύησιν στὰ ὑψηλότερα διὰ μέσου τῶν παραβολῶν, ὅλα αὐτὰ εἶναι δωρεὰ τῆς παρούσης ἡμέρας. Διότι αὐτὴ ἔγινε ἀρχὴ τῶν ἀγαθῶν ποὺ ἠκολούθησαν. «Ἀγαλλιασώμεθα», λοιπόν, «καὶ εὐφρανθῶμεν ἐν αὐτῇ». Μὴ φοβηθοῦμε τὶς εἰρωνεῖες τῶν ἀνθρώπων, καὶ ἂς μὴ νικηθοῦμε ἀπὸ αὐτοὺς ὅταν προσπαθοῦν νὰ μᾶς ἐξευτελίσουν, ὅπως μᾶς παρακινεῖ ὁ Προφήτης. Αὐτοὶ χλευάζουν τὸν λόγο τῆς Οἰκονομίας, λέγοντας ὅτι δὲν ἁρμόζει στὸν Κύριο νὰ λάβη ἀνθρώπινο σῶμα καὶ νὰ ἀναμιχθῇ μὲ τὴν γέννησι στὴν ζωὴ τῶν ἀνθρώπων. Ἀγνοοῦν, καθὼς φαίνεται, τὸ μέγα μυστήριον, πῶς δηλαδὴ ἡ σοφία τοῦ Θεοῦ οἰκονόμησε τὴν σωτηρία μας. Εἴχαμε πωληθεῖ ἑκουσίως γιὰ τὶς ἁμαρτίες μας, καὶ εἴχαμε ὑποδουλωθῆ στὸν ἐχθρὸν τῆς ζωῆς μας σὰν ἀγορασμένοι δοῦλοι. Τί μεγαλύτερον ἐπιθυμοῦσες νὰ σοὺ προσφέρει ὁ Δεσπότης; Ὄχι τὸ νὰ ἀπαλλαγῆς ἀπὸ τὴν συμφορά; Τί περιεργάζεσαι τὸν τρόπο; Γιατί θέτεις νόμους στὸν εὐεργέτη καὶ δὲν ἀντιλαμβάνεσαι τὶς εὐεργεσίες του; Εἶναι σὰν νὰ ἀπωθῇ κάποιος τὸν ἰατρὸ καὶ νὰ μέμφεται τὴν εὐεργεσία του, ἐπειδὴ ἐπραγματοποίησε τὴν θεραπεία μὲ αὐτὸν καὶ ὄχι μὲ τὸν ἄλλον τρόπο. Ἂν ἐπιζητῇς ἀπὸ περιέργεια νὰ ἐρευνήσῆς τὸ μέγεθος τῆς Οἰκονομίας, σοῦ ἀρκεῖ νὰ μάθῃς τόσο μόνον, ὅτι τὸ θεῖον δὲν εἶναι ἕνα μόνον ἀπὸ τὰ ἀγαθά, ἀλλὰ ὅποιο ἀγαθὸ ἠμπορεῖ νὰ φαντασθῇ κανείς, ἐκεῖνο εἶναι. Τὸ δυνατόν, τὸ δίκαιον, τὸ ἀγαθόν, τὸ σοφόν, ὅλα τὰ ὀνόματα καὶ τὰ νοήματα ποὺ ἔχουν σημασία θεοπρεπῆ. Ἀναλογίσου λοιπὸν μήπως δὲν συνδυάσθησαν στὸ γεγονὸς αὐτὸ ὅλα αὐτὰ ποὺ εἴπαμε. Ἡ ἀγαθότης, ἡ σοφία, ἡ δύναμις, ἡ δικαιοσύνη. Ὡς ἀγαθός, ἠγάπησε τὸν ἀποστάτη. Ὡς σοφός, ἐπινόησε τὸν τρόπον ἐπανόδου τῶν ὑποδουλωμένων. Ὡς δίκαιος, δὲν κακομεταχειρίζεται αὐτὸν ποὺ ὑπεδούλωσε τὸν ἄνθρωπο, καὶ τὸν ἀπέκτησε σύμφωνα μὲ τὸ δίκαιόν της ἀγορᾶς, ἀλλὰ ἔδωσεν ὡς ἀντάλλαγμα τὸν ἑαυτόν του ὑπὲρ τῶν κρατουμένων, ὥστε, μεταθέτοντας ὡς ἐγγυητὴς τὴν ὀφειλὴ στὸν ἑαυτόν του, νὰ ἐλευθερώσῃ τὸν αἰχμάλωτον ἀπὸ τὸν ἐξουσιαστήν του. Ὡς δυνατός, δὲν ἐκρατήθη ἀπὸ τὸν ἅδη, οὔτε τὸ σῶμα του ἐγνώρισε φθορά. Διότι δὲν ἦταν δυνατὸν νὰ νικηθῇ ἀπὸ τὴν φθορὰν ὁ ἀρχηγὸς τῆς ζωῆς. Ἀλλὰ ἦταν ἐντροπὴ νὰ δεχθῇ ἀνθρωπίνην γέννηση, καὶ νὰ ὑποστῇ τὴν ἐμπειρία τῶν παθημάτων τοῦ σώματος; Χαρακτηρίζεις ἔτσι τὴν ὑπερβολὴ τῆς εὐεργεσίας; Πράγματι, ἐπειδὴ δὲν ἦταν δυνατὸν νὰ ἀπαλλαγῇ τὸ ἀνθρώπινο γένος μὲ ἄλλον τρόπον ἀπὸ τὰ τόσο μεγάλα δεινά, κατεδέχθη ὁ Βασιλεὺς τῆς ἀπαθείας νὰ ἀνταλλάξῃ τὴν ἴδια του τὴν δόξα μὲ τὴν ἰδική μας ζωή. Καὶ εἰσέρχεται μὲν ἡ καθαρότης στὸν ἰδικόν μας ρύπον, ὁ ρύπος ὅμως δὲν ἐγγίζει τὴν καθαρότητα, ὅπως λέγει τὸ Εὐαγγέλιον. Τὸ κατεφθαρμένο σώζεται ἀπὸ τὴν ἕνωσή του μὲ τὸ ἄφθαρτο. Ἡ φθορὰ δὲν ἐπηρεάζει τὴν ἀφθαρσία. Γιὰ ὅλα αὐτὰ γίνεται ἁρμονικὴ χορωδία ἀπὸ τὴν σύμπασα κτίσι. Ὅλοι ἀναπέμπουν ὁμόφωνον δοξολογία στὸν Κύριον τῆς κτίσεως, καὶ κάθε γλώσσα, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ἀναβοᾶ ὅτι «εὐλογητὸς Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρὸς εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν».


nektarios.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου