Σάββατο 28 Ιανουαρίου 2012

Κυριακὴ ΙΖ Ματθαίου. Ι. Χρυσοστόμου. Ὑπόμνημα εἰς τὸν Ἁγιον Εὐαγγελιστήν Ματθαῖον ὁμιλία ΝΒ΄


Κυριακὴ ΙΖ΄ τοῦ Ματθαίου
(Ματθ. ιε΄, 21-28)


Ὑπόμνημα εἰς τὸν Ἁγιον Εὐαγγελιστήν Ματθαῖον ὁμιλία ΝΒ΄



α΄. Ὁ δὲ Μάρκος φησίν, ὅτι ἠδυνήθη λαθεῖν. ἐλθῶν εἰς τὴν οἰκίαν. Τί δὲ ὅλως ἀπήει εἰς τὰ μέρη ταῦτα; Ὅτε τῆς τῶν βρωμάτων παρατηρήσεως ἀπήλλαξε, τότε καὶ τοῖς ἔνθεσι θύραν ἀνοίγει λοιπὸν ὁδῷ προβαίνων· ὥσπερ οὖν καὶ Πέτρος πρότερον τοῦτον ἐπιταγεῖς λῦσαι τὸν νόμον, πέμπεται πρὸς τὸν Κορνήλιον. 
Εἰ δὲ λέγοι τις, Πῶς οὖν τοῖς μαθηταῖς λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, ταύτην προσίεται; πρῶτον μὲν ἐκεῖνο ἄν εἴπομεν, ὅτι οὐχ ὅπερ ἐπέταξε τοῖς μαθηταῖς τούτῳ καὶ αὐτὸς ὑπεύθυνος ἦν· δεύτερον δέ, ὅτι οὐδὲ ὡς κηρύξων ἀπῆλθεν· ὅπερ οὖν καὶ ὁ Μάρκος αἰνιτόμενος ἔλεγεν, ὅτι καὶ ἔκρυψεν ἑαυτόν, καὶ οὐχ ἔλαθεν.
Ὥσπερ γὰρ τὸ μὴ δραμεῖν ἐπ’ αὐτοὺς πρώτους τῆς ἀκολουθίας τῶ πραγμάτων ἦν· οὕτω τὸ προσερχομένους διώκειν ἀνάξιον αὐτοῦ τῆς φιλανθρωπίας. Εἰ γὰρ τοὺς φεύγοντας διώκειν ἐχρῆν, πολλῶ μᾶλλον τοὺς διώκοντας φεύγειν οὐκ ἔδει. 
Ὅρα γοῦν πῶς ἐστιν εὐεργεσίας ἁπάσης ἀξία ἡ γυνή. Οὐδὲ γὰρ ἐτόλμησεν ἐλθεῖν εἰς τὰ Ἱεροσόλυμα φοβουμένη καὶ ἀναξίαν ἑαυτὴν τιθεμένη. Ὅτι γάρ, ἐι μὴ τοῦτο ἦν, ἐκεῖ παρεγένετο ἄν, δῆλον καὶ ἀπὸ τῆς παρούσης σφοδρότητος, καὶ ἐκ τοῦ τῶν ὁρίων αὐτῆς ἐξελθεῖν.  
Τινὲς δὲ καὶ ἀλληγοροῦντες φρασιν, ὅτι, ὅτε ἐξῆλθεν ἐκ τῆς Ἰουδαίας ὁ Χριστός, τότε αὐτῷ προσελθεῖν ἐτόλμησεν ἡ Ἐκκλησία, καὶ αὐτὴ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθοῦσα. Ἐπιλάθου γάρ, φησί, τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου.  
Καὶ γὰρ ὁ Χριστός ἐκ τῶν ὁρίων αὐτοῦ ἐξῆλθε, καὶ ἠδυνήθησαν συντυχεῖν ἀλλήλοις. Ἰδοὺ ἡ γυνὴ ἐκ τῶν ὁρίων αὐτῆς· καὶ οὕτω γὰρ γυνὴ Χαναναία, φησίν, ἐξελθοῦσα ἐκ τῶν ὁρίων αὐτῆς.  Κατηγορεῖ τῆς γυναικὸς ὁ εὐαγγελιστής, ἵνα δείξῃ τὸ θαῦμα, καὶ αὐτὴν ἀνακηρύξη μειζόνως.  Καὶ γὰρ ἀκούσας Χαναναίαν, ἀναμνήσθητι τῶν παρανόμων ἐκείνων ἐθνῶν, οἵ καὶ τοὺς τῆς φύσεως νόμους ἐκ βάθρων ἀνέτρεψαν.  Μνησθεὶς δὲ αὐτῶν, ἐννόει καὶ τῆς τοῦ Χριστοῦ παρουσίας τὴν δύναμιν. 
Οἱ γὰρ ἐκβληθέντες, ἵνα μὴ διαστρέψωσιν Ἰουδαίους, οὗτοι τοσοῦτον τῶν Ἰουδαίων ἐφάνησαν ἐπιτηδειότεροι, ὡς καὶ ἐξιέναι ἐκ τῶν ὁρίων,  καὶ προσιέναι τῷ Χριστῷ, ἐκεῖνων καὶ πρὸς αὐτοὺς ἐρχόμενον ἐλαυνόντων.  Προσελθοῦσα τοίνυν οὐδὲν ἕτερὸν φησιν, ἀλλ’, Ἐλέησόν με καὶ πολὺ διὰ τῆς κραυγῆς περιίστησι τὸ θεάτρον.  Καὶ γὰρ ἦν θέαμα ἐλεεινόν, γυναῖκα ἰδεῖν βοῶσαν μετὰ συμπαθείας τοσαύτης, καὶ γυναῖκα μητέρα, καὶ ὑπὲρ θυγατρὸς  δεομένην, καὶ θυγατρὸς οὕτω κακῶς διακειμένης. Οὐδὲ γὰρ ἐτόλμησεν εἰς ὄψιν Διδασκάλου τὴν δαιμονῶσαν ἀγαγεῖν· ἀλλ’ ἀφεῖσα οἴκοι κεῖσθαι, αὕτη τίθησι τὴν ἱκετήριαν.  Καὶ λέγει τὸ πάθος μόνον, καὶ οὐδὲν πλέον προστίθησιν, οὐδὲ ἕλκει τὸν ἰατρὸν εἰς τὴν οἰκίαν, καθάπερ ὁ βασιλικὸς ἐκεῖνος, λέγων· Ἐλθὼν ἐπίθεις τὴν χεῖρά σου καί, Κατάβηθι πρὶν ἤ ἀποθανεῖν τὸ παιδίον μου. Ἀλλὰ καὶ τὴν συμφορὰν διηγησαμένη, καὶ τῆς νόσου τὴν ἐπίτασιν τὸν ἔλεον τοῦ Δεσπότου προβάλλεται, καὶ κράζει μεγάλα·  καὶ οὐ λέγει, Ἐλέησον τὴν θυγατέρα μου, ἀλλ’ Ἐλέησόν με. Ἐκείνη μὲ γὰρ ἀνεπαίσθητός ἐστι τῆς νόσου· ἐγὼ δὲ ἡ τὰ μυρία πάσχουσά εἰμι δεινά, ἡ μετὰ αἰσθήσεως νοσοῦσα, ἡ μετὰ τοῦ εἰδέναι μαινομένη. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον.  Τί τὸ καινὸν καὶ παράδοξον; τοὺς μὲν Ἰουδαίους καὶ ἀγνωμονοῦντας ἐνάγει, καὶ βλασφημοῦντας παρακαλεῖ, καὶ πειράζοντας οὐ ἀφίησι· τὴν δὲ ἐπιτρέχουσαν αὐτῷ καὶ παρακαλοῦσαν καὶ δεομένην, καὶ οὔτε νόμῳ οὔτε προφήταις ἐνταφεῖσαν, καὶ τοσαύτην εὐλάβειαν ἐπιδεικνυμένην, ταύτην οὐδὲ ἀποκρίσεως ἀξιοῖ.  
Τίνα οὐκ ἄν τοῦτο ἐσκανδάλισεν, ὁρῶντα ἐναντία τῇ φήμῃ τὰ γινόμενα; Καὶ γὰρ ἤκουσαν, ὅτι περιῆγε τὰς κώμας θεραπεύων· ταύτην δὲ ἐλθοῦσαν διακρούεται.  Τίνα δὲ οὐκ ἄν ἐπέκλασε τὸ πάθος καὶ ἡ ἱκετηρία, ἥν ἐποιεῖταο ὑπὲρ θυγαρὸς οὕτω κακῶς διακειμένης; Οὐδὲ γὰρ ὡς ἀξία οὗσα, οὐδὲ ὡς ὀφειλῆν ἀπαιτοῦσα, οὕτω προσῆλθεν ἀλλ’ ἐλεηθῆναι ἐδεῖτο, καὶ τὴν συμφορὰν τὴν οἰκείαν ἐξετραγώδει μόνον, καὶ οὐδὲ ἀποκρίσεως ἀξιοῦται.  Τάχα πολλοὶ τῶν ἀκουόντων ἐσκανδαλίσθησαν· ἐκείνη δὲ οὐκ ἐσκανδαλίσθη.  
Καὶ τί λέγω, τῶν ἀκουόντων; Καὶ γὰρ οἶμαι καὶ τοὺς μαθητὰς αὐτοὺς παθεῖν τι πρὸς τὴν συμφορὰν τῆς γυναικός, καὶ διαταραχθῆναι καὶ ἀθυμῆσαι. 
Ἀλλ’ ὅμως οὐδὲ ταραχθέντες ἐτόλμησαν εἰπεῖν· Δὸς αὐτῇ τὴν χάριν· ἀλλά, Προσελθόντες οἱ μαθηταὶ ἠρώτων αὐτὸν λέγοντες·  Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἠμῶν. Καὶ γὰρ ἡμεῖς ὅταν βουληθῶμέν τινα πεῖσαι, τἀναντία πολλάκις λέγομεν. 
Ὁ δὲ Χριστὸς φησιν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.


β΄ Τὶ οὖν ἡ γυνή, ἐπειδὴ ταῦτα ἤκουσεν; ἐσίγησε καὶ ἀπέστη: ἤ καθυφῆκε τῆς προθυμίας; Οὐδαμῶς· ἀλλὰ μᾶλλον ἐπέκειτο. Ἀλλ’ οὐχ ἡμεῖς οὕτως· ἀλλ’ ὅταν μὴ τύχωμεν, ἀφιστάμεθα, δέον διὰ τοῦτο ἐπικεῖσθαι μᾶλλον.  Καίτοι τινα οὐκ ἄν ἐξηπόρησε τοῦτο τὸ τότε ρηθέν; Ἱκανὴ μὲ οὖν καὶ ἡ σιγὴ εἰς ἀπόγνωσιν αὐτὴν ἐμβαλεῖν· ἡ δὲ ἀπόκρισις καὶ πολλῷ μᾶλλον ἐποίει, Τὸ γὰρ μεθ’ ἑαυτῆς καὶ τοὺς συνηγόρους ἐξαπορηθέντας ἰδεῖν, καὶ τὸ ἀκοῦσαι, ὅτι καὶ τὸ πρᾶγμα γενέσθαι ἀμήχανον, εἰς ἄφατον ἀπορίαν ἐνέβαλεν.  
Ἀλλ’ ὅμως οὐκ ἠμπορεῖτο ἡ γυνή·  ἀλλ’ ἐπειδὴ εἶδεν οὐδὲν ἰσχύοντος τοὺς προστάτας, ἀπηναισχύντησε καλὴν ἀναισχυντίαν.  Πρὸ τούτου μὲν γὰρ οὐδὲ εἰς ὄψιν ἐλθεῖν ἐτόλμα·  Κράζει γάρ, φησίν, ὄπισθεν ἡμῶν· ὅτε δὲ εἰκὸς ἦν αὐτὴν καὶ πορρωτέρω ἀπελθεῖν ἐξαπορηθεῖσαν, τότε καὶ ἐγγυτέρω ἔρχεται, καὶ προσκυνεῖ λέγουσα·  Κύριε, βοήθει μοι.  Τί τοῦτο, ὦ γύναι; μὴ γὰρ μείζονα  παρρησίαν ἔχεις τῶν ἀποστόλων; μὴ γὰρ πλείονα ἰσχὺν; Παρρησίαν μὲν καὶ ἰχὺν φησίν, οὐδαμῶς, ἀλλὰ καὶ αἰσχύνης γέμω·  ἀλλ’ὅμως αὐτὴν τὴν ἀναισχυντίαν ἀντὶ ἱκετηρίας προβάλλομαι αἰδεσθήσεται μου τὴν παρρησίαν. Καὶτί τοῦτο; οὐκ ἤκουσας αὐτοῦ λέγοντος, ὅτι Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ; Ἤκουσα, φησίν, ἀλλ’ αὐτὸς Κύριος ἐστι.  Διόπερ οὐδὲ ἔλεγε, Παρακάλεσον καὶ δεήθητιϊ ἀλλά, Βοήθει μοι. Τί οὖν ὁ Χριστός; Οὐδὲ τούτοις ἠρκέσθη, ἀλλ’ ἐπιτείνει τὴν ἐξαπόρησιν πάλιν λέγων· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκων καὶ δοῦναι τοῖς κυναρίοις.  
Καὶ ὅτε ἠξίωσεν αὐτῆν λόγου, τότε μειζόνως ἐπέπληξεν ἤ διὰ τῆς σιγῆς.  Καὶ οὐκέτι ἐφ’ ἕτερον μεταφέρει τὴν αἰτίαν, οὐδὲ λέγει, Οὐκ ἀπεστάλλην· ἀλλ’ὅσῳ ἐπέτεινεν ἐκείνη τὴν ἱκετηρίαν, τοσούτῳ καὶ αὐτὸς τὴν παραίτησιν ἐπιτείνει.  Καὶ οὐκέτι πρόβατα αὐτοὺς καλεῖ, ἀλλὰ τέκνα, καὶ αὐτὴν κυνάριον.  Τί οὖν ἡ γυνή; 
Ἀπ’ αὐτῶν τῶν αὐτοῦ ρημάτων πλέκει τὴν συνηγορίαν. 
Εἰ γὰρ κυνάριόν εἰμι, φησίν, οὐκ εἰμὶ ἀλλοτρία.  Δικαίως ἔλεγεν ὁ Χριστὸς· Εἰς κρῖμα ἐγὼ ἦλθον. Ἡ γυνὴ φιλοσοφεῖ, καὶ καρτερίαν ἐπιδείκνυται πᾶσαν καὶ πίστιν καὶ ταῦτα ὑβριζομένη·  ἐκεῖνοι δέ, θεραπευόμενοι καὶ τιμώμενοι, τοῖς ἐναντίοις ἀμείβονται. 
Ὅτι μὲν γὰρ ἀναγκαία ἡ τροφὴ τοῖς τέκνοις, φησίν, οἶδα κἀγώ· πλὴν οὐδὲ ἐγὼ κεκώλυμαι, κυνάριον οὖσα. Εἰ μὲν γὰρ μὴ θέμις λαβεῖν,  οὐδὲ τῶν ψυχίων μετασχεῖν θέμις·  εἰ δὲ κἄν ἐκ μικροῦ δεῖ κοινωνεῖν, οὐδὲ ἐγὼ κεκώλυμαι, κἄν κυνάριον ὦ· ἀλλὰ καὶ ταύτῃ μάλιστα μετέχω, εἰ κυνάριόν εἰμι.  Διὰ τοῦτα ἀνεβάλλετο ὁ Χριστός· ἐροῦσαν γὰρ ταῦτα ἤδει· διὰ ταῦτα ἠρνεῖτο τὴν δόσιν, ἵνα δείξῃ αὐτῆς τὴν φιλοσοφίαν. Εἱ γὰρ μὴ δοῦναι ἔμελλεν, οὐδ’ ἄν μετὰ τοῦτο ἔδωκεν, οὐδ ’ ἄν ἐπιστόμησεν αὐτὴν πάλιν· ἀλλ’ ὅπερ ἐπὶ τοῦ ἑκατοντάρχου ποιεῖ, λέγων·  Ἐγὼ ἐλθῶν θεραπεύσω αὐτόν, ἵνα μάθωμεν ἐκείνου τὴν εὐλάβειαν, καὶ ἀκούσωμεν αὐτοῦ λέγοντος· 
Οὐ εἰμὶ ἄξιος ἴνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς·  καὶ ὅπερ ἐπὶ τῆς αἰμορρούσης ποιεῖ, λέγων·  Ἐγὼ οἶδα δύναμιν ἐξ ἐμοῦ ἐξελθοῦσαν, ἵνα κατάδηλον αὐτῆς τὴν πίστιν ποιήσῃ· καὶ ὅπερ ὑπὲρ τῆς Σαμαρείτιδος, ἵνα δείξῃ πῶς οὐδὲ ἐλεγχομένη ἀφίσταται· οὕτω δὴ καὶ ἐνταῦθα. Οὐ γὰρ ἐβούλετο κρυβῆναι τοσαύτην γυναικὸς ἀρετήν. Ὥστε οὐχ ὑβρίζοντος ἦν ἄπερ ἔλεγεν, ἀλλὰ ἐκκαλουμένου, καἰ τὸν ἐναποκείμενον θησαυρὸν ἐκκαλύπτοντος.

Σὺ δὲ μοι μετὰ τῆς πίστεως ὅρα καὶ τὴν ταπεινοφροσύνην. Αὐτὸς μὲν γὰρ τέκνα ἐκάλεσε τοὺς Ἰουδαίους· αὕτη δὲ οὐκ ἠρκέσθη τούτῳ ἀλλὰ καὶ κυρίους ὠνόμασε· τοσοῦτον ἀπέσχεν ἀγλῆσαι τοῖς ἐτέρων ἐγκωμίοις.  Καὶ γὰρ τὰ κυνάρια, φυσίν, ἐσθίει ἀπὸ τὼν ψυχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Εἶδες γυναικὸς σύνεσιν, πῶς οὐδὲ ἀντειπεῖν ἐτόλμησεν, οὐδε ἐδήχθη τοῖς ἑτέρων ἐπαίνοις, οὐδὲ ἠγανάκτησε τῇ ὕβρει; Εἶδες εὐτονίαν; Αὐτὸς ἔλεγεν, Οὐ ἔστι καλόν· αὕτη δὲ ἔλεγε, Ναί, Κύριε· αὐτὸς τέκνα ἐκάλει, αὕτη δὲ κυρίους· αὐτὸς κυνάριον ὠνόμασεν, αὕτη δὲ καὶ τὸ ἔργον τοῦ κυναρίου προσέθηκεν.  Εἶδες ταύτης τὴν ταπεινοφροσύνην; Ἄκουσον Ἰδουδαίων μεγαληγορίαν. Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· καὶ, Ἐκ τοῦ Θεοῦ γεγεννήμεθα. 
Ἀλλά  οὐχ αὕτη ἀλλὰ κυνάριον ἑαυτὴν καλεῖ, καὶ κυρίους ἐκείνους· διὰ δὴ τοῦτο γέγονο τέκνον.  
Τί οὖν ὁ Χριστός; Ὦ γύναι, μεγάλη σου ἡ πίστις.  Διὰ γὰρ τοῦτο ἀνεβάλλετο, ἵνα ἀναβοήσῃ τὸ ρῆμα, ἵνα στεφανώσῃ τὴν γυναῖκα. Γενηθήτω σοι ὡς  θέλεις. 
Ὁ δὲ λέγει, τοιοῦτον ἐστιν· Ἡ μὲν πίστις σου καὶ μείζονα τούτων ἀνύσαι δύναται· πλὴν γενηθήτω σοι ὡς θέλεις. 
Αὕτη συγγενὴς ἐκείνῃ φωνῇ τῇ λέγουσῃ·  Γενηθήτω ὁ οὐρανὸς καὶ ἐγένετο.  Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. 
Εἶδες πῶς οὐ μικρὸν καὶ αὕτη εἰσήνεγκεν εἰς τὴν ἰατρείαν τοῦ θυγατρίου; Διὰ τοῦτο γὰρ οὐδὲ εἶπεν ὁ Χριστός, Ἰαθήτω σου τὸ θυγατήριον· ἀλλὰ, Μεγάλη σου ἡ πίστις, γενηθήτο σοι ὡς θέλεις· ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς οὐδὲ κολακείας ἦν τὰ ρήματα, ἀλλὰ πολλὴ πίστεως ἡ δύναμις.  Τὴν γοῦν ἀκριβῆ βάσανον αὐτῆς καὶ ἀπόδειξιν τῇ τῶν πραγμάτων ἐπέτρεψεν ἐκβάσει, Ἰάθη γοῦν τὸ θυγάτριον αὐτῆς εὐθέως.

γ΄. Σὺ δὲ μοι σκόπει, πῶς τῶν ἀποστόλων ἡττηθέντων καὶ οὐκ ἀνυσάντων, αὕτη ἤνυσε.  Τοσοῦτόν ἐστι προσεδρεία εὐχῆς.  Καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων παρ’ ἡμῶν βούλεται μᾶλλον τῶν ὑπευθύνων ἀξιοῦσθαι ἤ παρ’ ἑτέρων ὑπὲρ ἡμῶν.  Καίτοι μείζονα παρρησίαν εἶχον ἐκεῖνοι· ἀλλὰ πολλὴν καρτερίαν ἐπεδείξατο αὕτη.  Διὰ δὲ τοῦ τέλους πρὸς τοὺς μαθητὰς ἀπελογήσατο τῆς ἀναβολῆς ἕνεκα, καὶ ἔδειξεν, ὅτι δικαίως αὐτῶν ἀξιωσάντων οὐκ ἐπένευσε.  Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς, ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος, ἐκάθητο ἐκεῖ.  Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν χωλούς, τυφλοὺς, κολλούς, κωφούς· καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ· καὶ ἐθεράπευσεν αὐτοὺς ὥστε τοὺς ὄχλους θαυμάσαι, βλέποντας κωφοὺς λαλοῦντας, κολλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας·  καὶ ἐδόξαζον τὸν Θεὸν Ἰσραήλ.  Ποτὲ μὲν αὐτὸς περίεισι, ποτὲ δὲ κάθηται περιμένων τοὺς κάμνοντας, καὶ χωλοὺς εἰς τὸ ὄρος ἀνάγει.  Καὶ οὐκέτι ἅπτονται οὐδὲ τοῦ ἱματίου αὐτοῦ, ἀλλ’ ἐπὶ ὑψηλότερον ἀναβαίνουσι, ριπτόμενοι πρὸς τοὺς πόδας αὐτοῦ· καὶ διπλῆν τὴν πίστιν τὴν ἑαυτῶν ἐπεδείκνυντο, καὶ τῷ χωλεύοντες εἰς τὸ ὄρος ἀναβαίνειν, καὶ τῷ μηδενὸς δέεσθαι ἑτέρου, ἀλλὰ τοῦ ριφθῆναι πρὸς τοὺς πόδας μόνον.  Καὶ ἦν πολὺ τὸ θαῦμα καὶ παράδοξον, τοὺς φερομένους περιπατοῦντας ἰδεῖν, τοὺς πηροὺς οὐ χρείαν ἔχοντας χειραγωγούντων.  Καὶ γὰρ τὸ πλῆθος τῶν θεραπευομένων καὶ τὸ εὔκολον τῆς ἰατρείας αὐτοὺς ἐξέπληττεν. Εἶδες πῶς τὴν μὲν γυναῖκα μετὰ τοσαύτης μελλήσεως ἐθεράπευσε, τούτους δὲ εὐθέως; οὐκ ἐπειδὴ βελτίους ἐκείνης οὗτοι, ἀλλ’ ἐπειδὴ πιστοτέρα ἐκείνη τούτων.  Διὰ τοῦτο ἐπ’ ἐκείνης μὲν ἀναβάλλεται καὶ μέλλει, τὸ εὔτονον, αὐτῆς ἐνδεικνύμενος·  τούτοις δὲ εὐθέως παρέχει τὴν δωρεάν, ἐμφράττων τῶν ἀπίστων Ἰουδαίων τὰ στόματα, καὶ πᾶσαν αὐτῶν ἐκκόπτων ἀπολογίαν. Ὅσῳ γὰρ ἄν τις μείζονα εὐεργετῆται, τοσούτῳ μᾶλλον ἐστιν ὑπεύθυνος κολάσει ἀγνωμονῶν, καὶ μηδὲ τῇ τιμῇ γενόμενος βελτίων Διὰ δὴ τοῦτο καὶ οἱ πλουτοῦντες τῶν πενομένων μᾶλλον κολάζονται κακοὶ ὄντες, ὅτι μηδὲ ἐν εὐθηνίᾳ γεγόνασιν ἥμεροι.
Μὴ γὰρ μοι λέγε, ὅτι ἔδωκαν ἐλεημοσύνην. Εἰ γὰ μὴ κατ’ ἀξίαν ἔδωκαν τῆς οὐσίας, οὐδ’ οὕτω διαφεύξονται.  Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων ἡ ἐλεημοσύνη κρίνεται, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης. Εἰ δὲ οὗτοι δίκην διδόασι, πολλῷ μᾶλλον οἰ περὶ τὰ περιττὰ ἐπτοημένοι,  οἱ τριώροφα καὶ τετραώροφα οἰκοδομοῦντες, τῶν δὲ πεινώντων καταφρονοῦντες, οἱ φιλαργυρίας μὲ ἐπιμελούμενοι, ἐλεημοσύνης δὲ ἀμελοῦντες. Ἀλλ’ ἐπειδὴ περὶ ἐλεημοσύνης λόγος ἐνέπεσε, φέρε δὴ τὸν λόγον ἐκεῖνον, ὅν πρὸ τριῶν ἡμερῶν περὶ φιλανθρωπίας ποιούμενος ἀτέλεστον εἴασα, ἀναλάβωμεν σήμερον.  Μέμνησθε, ὅτε πρώην περὶ ὑποδημάτων περιεργίας διελεγόμην, καὶ τῆς ματαιοπονίας ἐκείνης, καὶ τῆς τῶν νέων βλακείας, τότε ἀπὸ ἐλεημοσύνης ἡμῖν εἰς ἐκεῖνα ὁ λόγος ἐξέπεσε τὰ ἐγκλήματα.  Τίνα οὖν ἦν τὰ τὸτε κινούμενα; Ὅτι τέχνη τίς ἐστιν ἡ ἐλεημοσύνη, ἐν οὐρανῷ τὸ ἐργαστήριον ἔχουσα, καὶ διδάσκαλον οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. Εἶτα ζητοῦντες, τί τέχνη, καὶ τὶ οὐ τέχνη εἰς ματαιοπονίας καὶ κακοτεχνίας ἐνεπέσομεν, ἐν αἷς καὶ τῆς τέχνης ταύτης ἐμνηνονεύσαμεν τῆς τῶν ὑποδημάτων. Ἆρα ἀνεπολήσατε; Φέρε οὖν καὶ σήμερον τὰ τότε εἰρημένα ἀναλάβωμεν, καὶ δείξωμεν πῶς τέχνη καὶ ἀμείνων πασῶν τεχνῶν ἡ ἐλεημοσύνη. Εἰ γὰρ τέχνης ἴδιον τὸ πρὸς τι χρήσιμον τελευτᾶν, ἐλεημοσύνης δὲ οὐδὲν χρησιμώτερον, εὔδηλον ὅτι καὶ τέχνη καὶ τεχνῶν ἁπασῶν αὕτη ἀμείνων. Οὐ γὰρ ὑποδήματα ἡμῖν ἐργάζεται, οὐδὲ ἱμάτια ὑφαίνει, οὐδὲ οἰκίας οἰκοδομεῖ τὰς πηλίνας· ἀλλὰ ζωὴν αἰώνιον προξενεῖ, καὶ τῶν τοῦ θανάτου χειρῶν ἐξαρπάξει, καὶ ἐν ἑκατέρᾳ τῇ ζωῇ λαμπροὺς ἀποφαίνει, καὶ οἰκοδομεῖ τὰς μονὰς τὰς ἐν οὐρανοῖς, καὶ τὰς σκηνὰς ἐκείνας τὰς αἰωνίους. Αὕτη τὰς λαμπάδας ἡμῶν οὐκ ἀφίησι σβεσθῆναι, οὐδὲ ρυπαρὰ ἔχοντας ἱμάτια φανῆναι ἐν τῷ γάμῳ, ἀλλὰ πλύνει, καὶ χίονος καθαρώτερα ἐργάζεται. Ἐὰν γὰρ ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Οὐκ ἀφίησιν ἡμᾶς ἐμπεσεῖν ἔνθα ὁ πλούσιος ἐκεῖνος, οὐδὲ ἀκοῦσαι τῶν φοβερῶν ρημάτων, ἀλλ’ εἰς κόλπους χειραγωγεῖ τοῦ Ἀβραάμ.  Καίτι τῶν τεχνῶν τῶν βιοωτικῶν ἕν ἑκάστη ἀπολαβοῦσα ἔχει κατόρθωμα· οἷον ἡ γεωργία, τὸ τρέφειν ἡ ὑφαντική, τὸ ἐνδύειν· μᾶλλον δὲ οὐδὲ τοῦτο· οὐδὲ γὰρ ἀρκεῖ μόνη τὰ παρ’ ἑαυτῆς ἡμῖν συνεισενεγκεῖν.

δ΄. Καὶ εἰ βούλει, τὴν γεωργικὴν ἐξετάσωμεν πρώτην. Ἄν γὰρ μὴ ἔχῃ τὴν χαλκευτικήν, ἵνα δίκελλαν καὶ ὕνην καὶ δρεπάνην καὶ πέλεκυν, καὶ ἕτερα πλείονα δανείζηται παρ’ αὐτῆς· καὶ τὴν τεκτονικήν, ὥστε καὶ ἄροτρον πῆξαι, καὶ ζεύγλην κατασκευάσαι, καὶ ἅμαξαν, ὥστε τρίβειν ἀστάχυας· καὶ τὴν σκυτοτομικήν, ὥστε καὶ ἄροτρον πῆξαι, καὶ ζεύγλην κατασκευάσαι, καὶ ἅμαξαν, ὥστε τρίβειν ἀστάχυας· καὶ τὴν σκυτοτομική, ὥστε και ἱμάντα ἐργάσασθαι· καὶ τὴν οἰκοδομικὴν, ὥστε καὶ τοῖς ἀροτριῶσι ταύροις βουστάσιον οἰκοδομῆσαι, καὶ τοῖς σπείρουσι, γεωργοῖς οἰκίας· καὶ τὴν δρυμοτομική, ὥστε ξύλα τέμνειν· καὶ τὴν ἀρτοποιητικὴν μετὰ ταῦτα πάντα, οὐδαμοῦ φαίνεται. Οὕτω καὶ ἡ ὑφαντική, ὅταν τι ποιῇ, πολλὰς μεθ’ ἑαυτῆς καλεῖ τέχνας, ὥστε αὐτῇ συνεφάψασθαι τῶν προκειμένων· κἄν μὴ παραγένωνται καὶ χεῖρα ὀρέξωσιν, ἔστηκε καὶ αὕτη κατ’ ἐκείνην ἀπορουμένη.  Καὶ ἑκάστη δὲ τῶν τεχνῶν τῆς ἑτέρας δεῖται. Ὅταν δὲ ἐλεῆσαι δέῃ, οὐδενὸς ἠμῖν δεῖ ἑτέρου, ἀλλὰ γνώμης δεῖται μόνον. Εἰ δὲ λέγοις, ὅτι χρημάτων δεῖται, καὶ οἰκημάτων, καὶ ἱματίων, καὶ ὑποδημάτων, ἀνάγνωθι τὰ ρήματα τοῦ Χριστοῦ ἐκεῖνα, ἅ περὶ τῆς χήρας εἶπε, καὶ παῦσαι ταύτης τῆς ἀγωνίας.  Κἄν γὰρ σφόδρα πένης ἧς, καὶ τῶν προσαιτούντων, δύο λεπτὰ ἄν βάλῃς τὸ πᾶν ἀπήρτισας· κἄν δῷς μάζαν, ταύτην ἔχων μόνον, πρὸς τὸ τέλος ἦλθες τῆς τέχνης.  Ταύτην τοίνυν δεξώμενθα τὴν ἐπιστήμην, καὶ κατορθώσωμεν. Καὶ γὰρ βέλτιον ταύτην εἰδέναι, ἤ βασιλέα εἶναι, καὶ διάδημα περικεῖσθαι. Οὐ γὰρ δὴ τοῦτό ἐστι τὸ πλεονέκτημα αὐτῆς μόνον, ὅτι οὐ δεῖται ἑτέρων, ἀλλὰ καὶ ποικίλων πραγμάτων ἐστὶν ἀνυστική, καὶ πολλῶν καὶ παντοδαπῶν.  Καὶ γὰρ οἰκίας οἰκοδομεῖ τὰς ἀεὶ μενούσας ἐν οὐρανοὶς, καὶ διδάσκει τοὺς κατωρθωκότας, αὐτήν, πῶς ἄν τὸν ἀθάνατον θάντον, διαφύγοιεν·  καὶ θησαυρούς σοι δωρεῖται μηδέποτε δαπανωμένους, ἀλλὰ πᾶσαν διαφυγόντας βλάβην, καὶ τὴ ἀπὸ ληστῶν, καὶ τὴν ἀπὸ σκωλήκων, καὶ τὴν ἀπὸ σητῶν, καὶ τὴν ἀπὸ τοῦ χρόνου.  Καίτοιγε εἰ ἐπὶ πυρῶν φυλακῇ τοῦτο μόνον σέ τις ἐδίδαξε, τί οὐκ ἄν ἔδωκας, ὥστε σε δυνηθῆναι ἐπῖ πολλοῖς ἔτεσιν, ἀνάλωτον διατηρῆσαι τὸν σῖτον; Ἀλλ’ ἰδού σε αὕτη οὐκ ἐπὶ πυροῦ μόνον, ἀλλἀ ἐπὶ πάντων παιδεύει, καὶ πῶς ἄν καὶ τὰ ὑπάρχοντα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀνάλωτα μένοιεν δείκνυσι. Καὶ τί δεῖ κατὰ μέρος ἅπαντα λέγειν τῆς τέχνης ταύτης τὰ κατορθώματα; Αὕτη γὰρ σε διδάσκει, πῶς ἄν γένοιο Θεῷ ὅμοιος, ὅ πάντων ἐστὶ κεφάλαιον τῶν ἀγαθῶν. Ὁρᾷς πῶς οὐχ ἕν αὐτῆς τὸ ἔργον, ἀλλὰ πολλὰ; Οὐ δεομένη τέχνης ἑτέρας, οἰκίας οἰκοδομεῖ, ἱμάτια ὑφαίνει, θησαυροὺς ἀναλώτους κατασκευάζει, θανάτου περιγενέσθαι ποιεῖ, διαβόλου κρατεῖν, Θεῷ κατασκευάζει ὁμοίους.  Τί τοίνυν τῆς τέχνης χρησιμώτερον γένοιτ’ ἄν; Αἰ μὲν γὰρ ἄλλαι, μετὰ τῶν εἰρημένων, καὶ τῷ παρότνι συγκαταλύονται βίῳ, καὶ νοσούντων τῶν τεχνιτῶν οὐδαμοῦ φαίνονται, καὶ τὰ ἔργα αὐτῶν διακρατεῖν οὐκ ἰσχύουσι, καὶ πόνου δέονται καὶ χρόνου πολλοῦ, καὶ μυρίων ἑτέρων· αὕτη δέ, ὅταν ὁ κόσμος παρέλθῃ τότε μάλιστα φαίνεται· ὅταν ἀποθάνωμεν, τότε μάλιστα διαλάμπει, καὶ τὰ ἔργα αὐτῆς τὰ γεγενημένα δείκνυσι· καὶ οὔτε χρόνου, οὔτε πόνου, οὔτε ἄλλης τινός δεῖται ἐργωδίας τοιαύτης ἀλλὰ καὶ νοοῦντός σου ἐνεργεῖ, καὶ γεγηρακότος, καὶ πρὸς τὴν μέλλουσάν σοι ζωὴν συναποδημεῖ, καὶ οὐδέποτέ σε ἀπολιμπάνει. Αὕτη σὲ καὶ σοφιστῶν καὶ ρητόρων δυνατώτερον κατασκευάζει. Οἱ μὲν γὰρ ἐν ἐκείναις εὐδοκιμοῦντες ταῖς τέχναις, πολλοὺς ἔχουσι τοὺς φθονοῦντας· οἱ δὲ ἐν ταύτῃ λάμποντες, μυρίους τοὺς εὐχομένους.  Κἀκεῖνοι μὲν ἀνθρώπων παρεστήκασι βήματι, συνηγοροῦντες τοῖς ἀδικουμένοις, πολλάκις δὲ καὶ τοῖς ἀδικοῦσιν αὕτη δὲ βήματι παρέστηκε τοῦ Χριστοῦ, οὐ μόνον συνηγοροῦσα, ἀλλὰ καὶ αὐτὸν τὸν δικάζοντα πείθουσα συνηγορεῖν τῷ κρινομένῳ, καὶ τὰς ψήφους ὑπὲρ αὐτοῦ φέρειν· κἄν μυρία ἡμαρτηκώς ἦ, καὶ στεφανοῖ καὶ ἀνακηρύττει.  Δεῦτε γὰρ ἐλεημοσύνην, καὶ πάντα ἔσται καθαρά.  Καὶ τί λέγω τὰ μέλλοντα; Ἐν γὰρ τῷ παρόντι βίῳ, εἰ τοὺς ἀνθρώπους ἐροίμεθα, τί βούλονται μᾶλλον, σοφιστὰς εἶναι πολλοὺς καὶ ρήτορας, ἤ ἐλεήμονας καὶ φιλανθρώπους, ἀκούσῃ τὸ δεύτερον αἱρουμένους· καὶ μάλα εἰκότως. Εὐγλωττίας μὲν γὰρ ἀναιρεθείσης, οὐδὲν ὁ βίος βλαβήσεται· καὶ γὰρ καὶ πρὸ ταύτης συνειστήκει χρόνον πολὺν· ἐάν δὲ τὸ ἐλεεῖν περιέλῃς πάντα οἴχεται καὶ ἀπόλωλε.  Καὶ καθάπερ τὴν θάλατταν οὐκ ἔνι πλεῖσθαι, λιμένων καὶ ὅρμων προσκεχωσμένων, οὕτως οὐδὲ τὸν βίον συνεστηκέναι τοῦτον, ἄν ἔλεον καὶ σγυγνώμην καὶ φιλανθρωπία ἀνέλῃς.

ε΄. Διὰ τοῦτο οὐδὲ λογισμῷ μόνον αὐτὰ ἐπέτρεψεν ὁ   Θεὸς, ἀλλὰ πολλὰ μέρη αὐτοῦ καὶ τῇ τῆς φύσεως ἐνέσπειρε τυραννίδι. Οὕτω καὶ πατέρες παῖδας ἐλεοῦσιν, οὕτω μητέρας, οὕτω τέκνα γονεῖς· οὐκ ἐπ’ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀλόγων ἁπάντων· οὕτως ἀδελφοὺς ἀδελφοί, καὶ συγγενεῖς, καὶ προσήκοντες· οὕτως ἄνθρωπος ἄνθρωπον. Ἔχομεν γὰρ τι καὶ ἀπὸ φύσεως πρὸς ἔλεον ἐπιρρεπές. Διὸ καὶ ὑπὲρ τῶν ἀδικουμένων ἀγνανακτοῦμεν, καὶ σφαττομένους ὁρῶντες ἐπικαμπτόμεθα, καὶ πενθοῦντος βλέποντες δακρύσομεν. Ἐπειδὴ γὰρ σφόδρα αὐτὸ κατορθοῦσθαι βούλεται ὁ Θεός, ἐκέλευσε τῇ φύσει πολλὰ εἰς τοῦτο συνεινεγκεῖν, διεκνὺς ὅτι σφόδρα αὐτῷ τοῦτό ἐστι περισπούδαστον.  Ταῦτ’ οὖν ἐννοοῦντες, καὶ ἡμᾶς αὐτοὺς καὶ τὰ παιδιὰ καὶ τοὺς προσήκοντας, εἰς τὸ τῆς ἐλεημοσύνης ἀγάγωμεν διδασκαλεῖον καὶ τοῦτο πρὸ πάντων ἄνθρωπος μανθανέτω, ἐπειδὴ καὶ τοῦτο ἄνθρωπος.  Μέγα γὰρ ἄνθρωπος· καὶ τίμιον ἀνήρ ἐλεήμων· ὡς ἄν μὴ τουτο ἔχῃ καὶ τοῦ εἶναι ἄνθρωπος ἐξέπεσε. Τοῦτο σοφοὺς ἐργάζεται.  Καὶ τί θαυμάζεις, εἰ τοῦτο ἄνθρωπος; Τοῦτο Θεός.  Γίνεσθε γάρ, φησίν, οἰκτίρμονες, ὡς ὁ Πατήρ ὑμῶν.  Μάθωμεν τοίνυν εἶναι ἐλεήμονες ἁπάντων ἕνεκα·  μάλιστα δέ, ὅτι καὶ ἡμεῖς πολλοῦς δεόμεθα ἐλέους. Καὶ μηδὲ ζῇν ἡγώμεθα τὸν καιρὸν ἐκεῖνον, ὅταν μὴ ἐλεῶμεν. Ἐλεημοσύνην δὲ λέγω τὴν πλεονεξίας καθαράν. Εἰ γὰρ ὁ τοῖς αὐτοῦ ἀρκούμενος καὶ μηδενὶ μεταδιδούς, οὐκ ἐλεήμων· ὁ τὰ ἑτέρων λαμβάνων πῶς ἐλεήμων, κἄν μυρία δῷ; Εἰ γὰρ τὸ ἀπολαύειν μόνον τῶν ὄντων, ἀπανθρωπίας, πολλῷ μᾶλλον τὸ ἑτέρους ἀφαιρεῖσθαι. Εἰ οἱ μηδὲν ἀδικήσαντες κολάζονται, ὅτι οὐ μετέδωκαν, πολλῷ μᾶλλον οἱ καὶ τὰ ἑτέρων λαμβάνοντες.  Μὴ τοίνυν τοῦτο εἴπῃς, ὅτι ἄλλος ἠδίκηται, καὶ ἄλλος ἐλεεῖται.  Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν Ἔδει γὰρ τὸν ἀδικούμενον αὐτὸν εἶναι καὶ τὸν ἐλεούμενον· νυνὶ δὲ ἑτέρους τραυματίζων, οὕς οὐκ ἐτραυμάτισας θεραπεύεις, δέον ἐκείνους θεραπεύειν·  μᾶλλον δὲ μηδὲ τραυματίζειν.  Φιλάνθρωπος γὰρ οὐχ ὁ πλήττων καὶ θεραπεύων, ἀλλ’ ὁ τοὺς παρ’ ἑτέρων πληγέντας ἰώμενος.  Τὰ σαυτοῦ τοίνυν ἴασαι κακά, μὴ τὰ ἑτέρου· μᾶλλον δὲ μηδὲ πλῆττε, μηδὲ κατάλβαλλε (τοῦτο γὰρ παίζοντός ἐστιν) , ἀλλ’ ἀνάστησον τοὺς καταβληθέντας. Οὐδὲ γὰρ δυνατὸν τῷ αὐτῷ μέτρῳ τῆς ἐλεημοοσύνης θεραπεῦσαι τὸ ἀπὸ τῆς πλεονεξίας κακόν. Ἄν γὰρ πλεονεκτήσῃς ὀβολόν, οὐκ ὀβολοῦ σοι δεῖ πάλιν εἰς ἐλεημοσύνην, ἵνα ἀνέλῃς τὸ ἀπὸ τῆς πλεονεξίας ἕλκος, ἀλλὰ ταλάντου.  Διὰ τοῦτο ὁ κλέπτης ἁλοὺς τετραπλάσιον καταβάλλει·  τοῦ δὲ κλέπτοντος ὁ ἁρπάζων χείρων. Εἰ δὲ ἐκεῖνον τετραπλασίονα δοῦνε δεῖ ν ἔκλεψε, τὸ ἁρπάζοντα δεκαπλασίονα καὶ πολλῷ πλέον·  καὶ ἀγαπητὸν τὸ καὶ οὕτω δυνηθῆναι τὴν ἀδικίαν ἐξιλεώσασθαι·  ἐλεημοσύνης γὰρ οὐδὲ τότε λήψεται καρπὸν.  Διὰ τοῦτο ὁ Ζακχαῖος, Ἀποτίσω, φησίν ὧν ἐσυκοφάντησα τετραπλασίονα, καὶ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δώσω πτωχοῖς. Εἰ δὲ ἐν τῷ νόμῳ τετραπλασίονα δοῦναι δεῖ, πολλῷ μᾶλλον ἐν τῇ χάριτι· εἰ τὸν κλέπτοντα  πολλῷ μᾶλλον τὸν ἁρπάζοντα.  Μετὰ γὰρ τῆς ζημίας ἐνταῦθα καὶ ἡ ὕρβις πολλή. Ὥστε κἄν ἑκατονταπλασίονα δῷς, οὐδέπω τὸ πᾶν ἔδωκας. Ὁρᾷ ὡς οὐ μάτην ἔλεγον, Κἄν ὀβολὸν ἁρπάσῃς καὶ τάλαντον ἐπιδῷς μόλις καὶ οὕτω θεραπεύεις; 
Εἰ δὲ τοῦτο ποιῶν μόλις· ὅταν ἀντιστρέψῃς τὴν τάξιν, καὶ ἁρπάσης μὲ οὐσίας ὁλοκλήρους, ὁλίγα δὲ παράσχῃς καὶ μηδὲ ἐκείνοις τοῖς ἀδικηθεῖσιν, ἀλλ’ ἑτέροις ἀντὶ ἐκείνων, ποπιαν ἕξεις ἀπολογίαν; 
Τίνα  συγγνώμην; ποίαν σωτηρίας ἐλπίδα; Βούλει μαθεῖν ὅσον ἐργάζῃ κακὸν οὕτως ἐλεῶν; Ἄκουσον τῆς Γραφῆς λεγούσης·  
Ὡς ὁ ἀποκτένων τὸν υἱὸν ἔμπροσθεν τοῦ πατρὸς αὐτοῦ, οὕτως ὁ προσάγων θυσίαν ἐκ χ ρημάτων πενήτων.  Ταύτην τοίνυν τὴν ἀπειλὴν ἐγγράψαντες τῇ διανοίᾳ, ἀπελάθωμεν· ταύτηννν ἐν τοῖς τοίχοις, ταύτην ἐν ταῖς χερσί, ταύτην ἐν τῷ συνειδότι, ταύτη πανταχοῦ· ἵνα κἄν ὁ φόβος οὗτος ἀκμάζων ἡμῶν ἐν τῇ διανοίᾳ κωλύῃ τὰς χεῖρας ἡμῶν καθημερινῶν φόνων.  
Φόνου γὰρ ἁρπαγὴ χαλεπώτερον, κατὰ μικρὸν τὸν πένητα ἀναλίσκουσα.  Ἵν’ οὖν καθαρεύωμεν τοῦ μιάσματος τούτου, μελετῶμεν καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς ἀλλήλους ταῦτα. 
Οὕτω γὰρ καὶ πρὸς ἔλεον ἐσόμεθα προθυμότερον, καὶ καθαροὺς τοὺς ἐπὶ ταύτῃ ληψόμεθα μισθούς, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ  ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμὴν.
  
α΄. Ὁ Μάρκος λέει ὅτι δὲν  μπόρεσε νὰ μπῆ στὸ σπίτι ἀπαρατήρητος Καὶ γιατί πήγαινε πάντα στὰ μέρη αὐτὰ; ἀφοῦ ἐλευθέρωσε ἀπὸ τὴ φροντίδα τῆς τροφῆς, προχωρῶντας ἀνοίγει τὴν πόρτα καὶ στὰ ἔθνη. Ἔτσι κι ὁ Πέτρος ὅταν ἔλαβε διαταγὴ νὰ καταργήση αὐτὸ τὸ νόμο στέλεται στὸν Κορνήλιο. Πῶς λοιπὸν ἐνῶ παραγγέλλει στοὺς μαθητάς του· Μὴν πάρετε τὸν δρόμο τῶν εἰδωλολατρῶν, δέχται αὐτὴ τὴ γυναῖκα; Πρῶτα θὰ μπορούσαμε νὰ ποῦμε ὅτι δὲν ἦταν ὑποχρεωμένος σὲ ὅ,τι πρόσταζε τοῦς μαθητάς του.  Κι ἔπειτα ὅτι δὲν ἦρθε γιὰ νὰ κηρύξη ὅπως ὑπαινίσσεται κι ὁ Μᾶρκος λέγοντας ὅτι κρύφτηκε ἀλλὰ δὲν πέρασε ἀπαρατήρητος. Ὅπως ἦταν σύμφωνο μὲ τὰ πράγματα νὰ μὴν τρέξη σ’ αὐτοὺς πρῶτα, ἔτσι ἦταν καὶ τῆς φιλανθρωπίας του ἀνάξιο νὰ διώξη αὐτοῦς ποὺ τὸν πλησίαζαν. Ἄφοῦ ἔπρεπε νὰ κυνηγήση αὐτοὺς ποὺ ἔφευγαν πολὺ περισσότερο δὲν ἔπρεπε νὰ ἀποφεύγη αὐτοὺς ποὺ τὸν κυνηγοῦσαν.  Προσέξετε πόσο ἡ γυναῖκα ἄξιζε γιὰ κάθε καλωσύνη.  Δὲν ἐτόλμησε νὰ ἔρθη στὰ Ἱεροσόλυμα, γιατὶ φοβόταν καὶ θεωροῦσε ἀνάξιο τὸν ἑαυτό της. Ὅτι κι ἄν δὲν ἦταν ἔτσι θὰ ἔφτανε κι ἐκεῖ φαίνεται κι ἀπὸ τὴν τωρινὴ ἐπιμονή της κι ἀπ’ τὸ ὅτι βγῆκε ἔξω ἀπὸ τὴν περιοχή τους.  Μερικοὶ ἐφαρμόζοντας ἀλληγορικὴ ἐξήγηση ὑποστηρίζουν ὅτι ὅταν βγῆκε ὁ Χριστὸς ἀπὸ τὴν Ἰουδαία τότε τόλμησε νὰ τὸν πλησιάση ἡ Ἐκκλησία ἀφοῦ βγῆκε κι αὐτὴ ἀπὸ τὴ δική της περιοχή.  Ξέχασε λέει ὁ θεῖος λόγος, τὸ λαό σου καὶ τὸ σπίτι τοῦ πατέρα σου.  Γιατὶ κι ὁ Χριστὸς βγῆκε ἀπὸ τὴν περιοχὴ του καὶ ἡ γυναῖκα ἀπὸ τὴν δική της περιοχή·  Κι ἔτσι μπόρεσαν νὰ συναντηθοῦν.  Νὰ μιὰ Χαναναία, λέει, ποὺ βγῆκε ἀπὸ τὴν περιοχή της.  Κατηγορεῖ τὴ γυναὶκα ὁ Εὐαγγελιστής γιὰ νὰ φανερώση τὸ θαῦμα καὶ νὰ τὴν ἐξυψώση περισσότερο. Ἄν ἀκούσης Χαναναία, φέρε στὸ νοῦ σου τὰ παράνομα ἐκεῖνα εἰδωλολατρικὰ ἔθνη, ποὺ ἀνέτρεψαν ἀπὸ τὸ θεμέλιο τοὺς νόμους τῆς φύσεως. Κι ἔπειτα ἀναλογίσου καὶ τὴ δύναμη τῆς παρουσίας τοῦ Χριστοῦ.  Αὐτοὶ ποὺ εἶχαν ἐκδιωχθῆ, γιὰ νὰ μὴ διαφθείρουν τοὺς Ἰουδαίους, φάνηκαν τόσο πιὸ κατάλληλοι ἀπὸ τοὺς Ἰουδαίους, ὥστε κι ἀπὸ τὴ χώρα τους βγῆκαν καὶ τὸ Χριστὸ πλησίασαν, ἐνῶ ἐκεῖνοι κι ἄς πήγαινε κοντά τους τὸν ἀπόδιωχναν. Πλησίασε λοιπὸν καὶ τίποτ’ ἄλλο δὲν λέει παρὰ ἐλέησέ με καὶ κόσμο πολὺ μαζεύει γύρο της μὲ τὶς κραυγὲς της.  Τὸ θέαμα προκαλοῦσε τόσο ἀλήθεια τὸν οἶχτο· μιὰ γυναῖκα νὰ κραυγάζη τόσο πονεμένα, μιὰ μητέρα νὰ παρακαλῆ γιὰ τὴ θυγατέρα της ποὺ ἦταν σὲ κακὴ κατάσταση. Οὔτε ποὺ τόλμησε νὰ φέρη τὴ δαιμονισμένη μπροστὰ στὰ μάτια τοῦ Δασκάλου.  Τὴν ἀφήνει πλαγιασμένη στὸ σπίτι καὶ κάμει ἐκείνη τὶς παρακλήσεις της. Ἀναφέρει μόνο τὴν ἀρρώστεια καὶ δὲν προσθέτει τίποτ’ ἄλλο. Οὔτε τραβᾶ τὸ γιατρὸ στὸ σπίτι της, ὅπως ὁ παλατιανὸς ἐκεῖνος ποὺ ἔλεγε·  Ἔλα καὶ βάλε ἐπάνω του τό χέρι σου, καὶ κατέβα πρὶν πεθάνη τὸ παιδὶ μου. Ἀλλὰ κι ἀφοῦ διηγήθηκε τὴ συμφορὰ της καὶ τὴν ἔνταση τῆς ἀρρώστειας, προβάλλει τὴν εὐσπλαχνία τοῦ Κυρίου καὶ φωνάζει δυνατά.  Καὶ δὲν λέει Σπλαχνίσου τὴ θυγατέρα μου ἀλλὰ Σπλαχνίσου με. Ἐκείνη δὲν αἰσθάνεται τὴ νόσο της ἐγὼ εἶμαι ποὺ πάσχω μύρια δεινά, γιατὶ εἶμαι ἄρρωστη καὶ τὸ νιώθω, μανιακή, καί τὸ γνωρίζω. Ἐκεῖνος δὲν τῆς ἔδωσε ἀπάντηση.  Γιατὶ αὐτὸ τὸ πρωτοφανέρωτο καὶ παράδοξο; Τοὺς Ἰουδαίους, ἀγνωμοῦν καὶ τοὺς φέρνει κοντά του, τὸν βλασφημοῦν καὶ τοὺς παρακαλεῖ, τὸν πειράζουν καὶ τοὺς ἀφήνει.  Δὲν θεωρεῖ ὅμως ἄξια οὔτε γι’ ἀπάντηση αὐτὴν ποὺ ἔρχεται τρέχοντας κοντά του καὶ παρακαλεῖ καὶ ἱκετεύει καὶ δείχνει τόση εὐλάβεια ἐνῶ δὲν ἔχει μεγαλώσει μὲ τὴ συντροφιὰ τοῦ νόμου καὶ τῶν προφητῶν.  Ποιὸν δὲ θὰ ἐσκανδάλιζε αὐτὴ ἡ συμπεριφορὰ ποὺ ἦταν ἀντίθετη μὲ τὴν φήμη; Εἶχαν ἀκούσει ὅτι περιώδευε στὰ χωριὰ καὶ σκορποῦσε τὶς θεραπεῖες του αὐτὴν ὅμως τὴν ἀποκρούει ἐνῶ εἶχε ἔρθει ἡ ἴδια.  Καὶ ποιὸν δὲ θὰ συγκινοῦσε ἡ ἀσθένεια καὶ ἡ παράκληση, ποὺ ἔκανε γιὰ τὴ θυγατέρα της ποὺ ἦταν σ’ αὐτὴ τὴν κατάσταση; Δὲν εἶχε ἔρθει ἐπειδὴ ἦταν ἄξια, οὔτε ἐπειδὴ ζητοῦσε κάποια ὀφειλή. Εἶχε ἀνάγκη νὰ τῆς δείξουν ἀγάπη καὶ παρουσιάζει τὴν τραγικὴ συμφορά της.  Κι ὅμως δὲν τὴν κάνουν ἄξια οὔτε γι’ ἀπάντηση. Ἴσως πολλοὶ ἀπ’  αὐτοὺς ποὺ ἄκουαν σκανδαλίστηκαν. Δὲν σκανδαλίστηκε ὅμως ἐκείνη. Τί λέγω ἀπ’ αὐτοὺς ποὺ ἄκουαν; Νομίζω ὅτι οἱ ἴδιοι οἱ μαθηταί του θὰ ἐπηρεάστηκαν ἀπὸ τὴ συμφορὰ τῆς γυναίκας, θὰ ταράχτηκαν καὶ θὰ λυπήθηκαν.  Καὶ μὲ ὅλη τὴν ταραχή τους ὅμως δὲν ἐτόλμησαν νὰ ποῦν, Κάμε της τὴ χάρη. Ἀλλὰ πῆγαν κοντά του καὶ τὸν παρακαλοῦσαν, Ἐλευθέρωσέ τήν γιατὶ φωνάζει πίσω μας. Κι ἐμεῖς ὅταν θέλωμε νὰ πείσωμε κάποιον, πολλὲς φορὲς λέμε τ’ ἀντίθετα. Κι ὁ Χριστὸς ἀπάντησε, Ἡ ἀποστολὴ μου δὲν ἔγινε παρὰ γιὰ τὰ χαμένα πρόβατα τοῦ Ἰουδαϊκοῦ ἔθνους.
β΄. Κι ὅταν τ’ ἄκουσε αὐτὰ ἡ γυναῖκα σώπασε κι ἀποσύρθηκε κι ἐγκατάλειψε τὴν προθυμία της; Καθόλου· ἔγινε πιὸ ἐπιθετική.  Δὲν κάνομε ἐμεῖς ἔτσι. Ὅταν δὲν ἐπιτύχωμε, ἀπομακρυνόμαστε, ἐνῶ πρέπει γι’ αὐτὸ νὰ γίνωμε πιὸ ἀπαιτητικοί. Καὶ ποιὸν δὲ θὰ ἔρριχνε στὴν ἀπελπισία αὐτὸς ὁ λόγος; Ἦταν κι ἡ σιγὴ του ἀρκετὴ νὰ τὴν ὁδηγήση στὴν ἀπόγνωση· ἡ ἀπόκριση προχωροῦσε πολὺ περισσότερο.  Νὰ διαπιστώση ὅτι μαζί της εἶχαν ἀποστομωθῆ κι οἱ συνήγοροί της καὶ ν’ ἀκούση ὅτι τὸ πρᾶγμα εἶχε καταλήξει σ’ ἀδιέξοδο θὰ ἦταν δυνατὸ νὰ τὴ ρίξη σὲ ἀπέραντη ἀμηχανία. Ἡ γυναῖκα ὅμως δὲν ἀφοπλιζόταν. Ἀλλὰ ὅταν εἶδε ὅτι οἱ προστάτες της δὲν εἶχαν καμμιὰ δύναμη, ἔδειξε ὡραία ἀναισχυντία. Πρὶν ἀπ’ αὐτὸ μήτε στὰ μάτια τους νὰ φανῆ δὲν τολμοῦσε.  Φωνάζει πίσω μας, λένε. Κι ὅταν ἦταν φυσικὸ νὰ πάη ἀκόμα πιὸ μακριὰ ἀπὸ τὴν ἀμηχανία, τότε πλησιάζει περισσότερο καὶ πέφτει στὰ πόδια του. Κύριε, βοήθησέ με. Πῶς αὐτὸ, γυναῖκα; Ἔχεις μεγαλύτερο θάρρος ἀπὸ τοὺς ἀποστόλους; Μεγαλύτερη δύναμη; Θάρρος καὶ δύναμη καθόλου βέβαια δὲν ἔχω κι ἀπὸ ντροπὴ εἶμαι γεμάτη. Ἀλλὰ αὐτὴν τὴν ἀναισχυντία τὴ χρησιμοποιῶ σὰν προπέτασμα· θὰ σεβαστῆ τὸ θάρρος μου. Τὶ σημαίνει αὐτό; Δὲν τὸν ἄκουσε νὰ λέη ὅτι  Ἡ ἀποστολή μου δὲν ἔγινε παρὰ γιὰ τὰ χαμένα πρόβατα τοῦ Ἰουδαϊκοῦ ἔθνους; Τὸν ἄκουσα, ἀπαντᾶ. Ἀλλὰ αὐτὸς εἶναι ὁ Κύριος.  Γι’ αὐτὸ καὶ δὲν τοῦ ἔλεγε, Παρακάλεσε καὶ προσευχήσου, ἀλλὰ Βοήθησέ με. Κι ὁ Χριστός; Οὔτε μ’ αὐτὰ δὲν ἱκανοποιήθηκε παρὰ ἐπιτείνει τὴν ἀμηχανία της λέγοντας πάλι.  Δὲν εἶναι καλὸ νὰ πάρης τὸ ψωμὶ ἀπὸ τὰ παιδιὰ καὶ νὰ τὸ δώσης στοὺς σκύλους.  Κι ὅταν τὴν ἔκαμε ἄξια νὰ τῆς μιλήση, τότε χειρότερα τὴν ἐπείραξε ἀπὸ ὅ,τι μὲ τὴ σιγή.  Δὲν μεταφέρει πιὰ σ’ ἄλλον τὴν αἰτία οὔτε λέει «ἡ ἀποστολή μου ἔγινε». Ὅσο ἐντείνει αὐτὴ τὴν παράκλησή της, τόσο δυναμώνει κι αὐτὸς τὴν ἄρνησή του.  Καὶ δὲν τοὺς ἀποκαλεῖ πιὰ πρόβατα παρὰ παιδιὰ καὶ κείνην σκυλί. Μὰ ἡ γυναῖκα ἀπὸ τὶς ἴδιες τὶς λέξεις του συναρμολογεῖ τὴν ὑπεράσπισή της. Ἄν εἶμαι σκυλί, δὲν εἶμαι ξένη. Δίκαια ἔλεγε ὁ Χριστός, Ἐγὼ ἦρθα στὸν κόσμο γιὰ νὰ γίνη ξεχώρισμα. Κι ἡ γυναῖκα φιλοσοφεῖ καὶ δείχνει κάθε καρτερία καὶ πίστη καὶ μάλιστα ἐνῶ δέχεται προσβολές. Ἐνῶ ἐκεῖνοι μ’ ὅλο ποὺ τοὺς γίνονται θεραπεῖες καὶ τιμὲς πληρώνουν μὲ τὰ ἀντίθετα.  Ξέρω κι ἐγὼ πῶς εἶναι ἀπαραίτητη ἡ τροφὴ στὰ παιδιά· αὐτὸ ὅμως δὲν μ’ ἐμποδίζει ἐμένα, ἄν εἶμαι σκυλί. Ἄν δὲν εἶναι δίκαιο νὰ πάρω, δὲν εἶναι σωστὸ νὰ ἔχω μερίδιο οὔτε στὰ ψίλουλα; Ἄν ὅμως πρέπει νὰ ἔχω μερίδιο ἄς εἶναι καὶ μικρὸ, δὲν ἐμποδίζομαι κι ἄν εἶμαι σκυλί. Ἀλλὰ κι ἔτσι ἔχω μεγαλύτερο μέρος, ἄν εἶμαι σκυλί.  Γι’ αὐτὸ ἀνέβαλλε ὁ Χριστός· ἤξερε ὅτι θὰ μιλοῦσε ἔτσι καὶ γι’ αὐτὸ ἀρνιόταν τὴ δωρεά· γιὰ νὰ δείξη τὴν πίστη της. Ἄν δὲν ἦταν νὰ τῆς δώση, δὲ θὰ τῆς ἔδιδε κι ὕστερ’ ἀπ’ αὐτό· οὔτε θὰ τὴν ἀποστόμωνε πάλι. Ὅπως εἶπε στὸν ἑκατόνταρχο, Ἐγὼ θαρθῶ καὶ θὰ τὸν θεραπεύσω, γιὰ νὰ μάθωμε τὴν εὐλάβειά του καὶ νὰ τὸν ἀκούσωμε νὰ λέη, Δὲν εἶμαι ἄξιος νὰ μπῆς στὸ σπίτι μου. Ὅπως ἔκαμε στὴν αἱμορροῦσα ποὺ τῆς λέει, ἐγὼ ἔνιωσα νὰ φεύγη ἀπὸ μένα κάποια δύναμη, γιὰ νά κάμη τὴν πίστη της καταφάνερη.  Κι ὅ,τι κάμει μὲ τὴ Σαμαρείτισσα, γιὰ νὰ δείξη πὼς καὶ μὲ τὸν ἔλεγχο ποὺ τῆς γίνεται δὲν ἀπομακρύνεται.  Τὰ ἴδια κάμει κι ἐδῶ.. Δὲν ἤθλε νὰ μείνη κρυφὴ τόση ἀρετὴ τῆς γυναίκας. Ὥστε δὲν ἤθελε νὰ προσβάλη μὲ τοὺς λόγους του ἀλλὰ νὰ προκαλέση καὶ τὸν κρυμμένο θηρσαυρὂ νὰ φανερώση.
Σεῖς ὅμως μαζὶ μὲ τὴν πίστη προσέξετε καὶ τὴν ταπεινοφροσύνη. Ἐκεῖνος ἀποκάλεσε παιδιά, τοὺς Ἰουδαίους.  Αὐτὴ δὲ περιωρίσθηκε σ’ αὐτὸ ἀλλὰ τοὺς χαρακτηρίζει Κυρίους.  Τόσο πολὺ δὲν τὴν πείραξαν οἱ ἔπαινοι γιὰ τοὺς ἄλλους.  Τὰ σκυλιὰ παρατηρεῖ τρῶνε ἀπὸ τὰ ψίχουλα ποὺ πέφτουν ἀπὸ τὸ τραπέζι τοῦ Κυρίου τους. Εἵδατε τὴ φρόνηση τῆς γυναίκας; Μήτε ἀντίρρηση δὲν τόλμησε νὰ φέρη, οὔτε τὴν πείραξαν οἱ ἔπαινοι γιὰ τοὺς ἄλλους, οὔτε ἀγανάκτησε μὲ τὴν προσβολή.  Βλέπετε εὐψυχία;  Αὐτὸς ἔλεγε δὲν εἶναι καλό.  Ναί, Κύριε, ἔλεγε ἐκείνη. Αὐτὸς τοὺς ἔλεγε παιδιά, κι ἐκείνη Κυρίους. Αὑτὸς ἀνέφερε τὸ ὄνομα τοῦ σκυλιοῦ ἐκείνη πρόσθεσε καὶ τὸ ἔργο του. Εἴδατε τὴν ταπεινοφροσύνη της; Ἀκοῦστε καὶ τὰ μεγάλα λόγια τῶν Ἰουδαίων. Εἴμαστε ἀπόγονοι τοῦ Ἀβραὰμ καὶ κανενὸς δὲν ἐγίναμε δοῦλοι ὡς τώρα. Καί, ἔχομε γεννηθῆ ἀπὸ τὸ Θεό.  Αὐτὴ ἀντίθετα αὐτοαποκαλεῖται σκυλὶ κι ἐκείνους τοὺς λέει κυρίους· καὶ γι’ αὐτὸ ἀκριβῶς ἔγινε παιδί.  Κι ὁ Χριστὸς τῆς λέει· Γυναῖκα, μεγάλη ἡ πίστη σου.  Γι’ αὐτὸ ἔκαμε τὴν ἀναβολὴ, γιὰ νὰ φωνάξη αὐτὸ τὸ λόγο, γιὰ νὰ στεφανώση τὴ γυναῖκα. Ἄς γίνη ὅπως θέλεις. Ὁ λόγος του τοῦτο σημαίνει. Ἡ πίστις σου μπορεῖ καὶ μεγαλύτερα νὰ κατορθώση ἀλλὰ ἄς γίνη ὅπως θέλεις. Ἡ φράση αὐτὴ συγγενεύει μὲ τὴ φράση ποὺ ἔλεγε. Ἄς γίνη ὁ οὐρανός, καὶ ἔγινε.  Καὶ θεραπεύτηκε ἡ κόρη της ἀπὸ τὴν ὥρα ἐκείνη. Εἴδατε πὼς δὲν βοήθησε κι ἐκείνη λίγο στὴ θεραπεία τῆς κόρης;  Γι’ αὐτὸ δὲν εἶπε ὁ Χριστὸς· Ἄς θεραπευτῆ ἡ κόρη σου· ἀλλὰ Μεγάλη ἡ πίστη σου, ἄς γίνη ὅπως θέλεις.  Γιὰ νὰ μάθωμε ὅτι δὲν ἦσαν λόγοι τυχαῖοι καὶ λόγοι κολακείας ἀλλὰ ὅτι εἶναι μεγάλη ἡ δύναμη τῆς πίστης. Τὸν ἀκριβῆ ἔλεγχο καὶ τὴν ἀπόδειξη ἄφησε στὴν ἔκβαση τὼν πραγμάτων. Θεραπεύτηκε ἀμέσως τὸ κοριστάκι.
γ΄. Σεῖς προσέξατε πῶς, ἐνῶ νικήθηκαν οἱ ἀπόστολοι καὶ δὲν ἐπέτυχαν, πέτυχε αὐτὴ. Τόσο μεγάλλη εἶναι ἡ ἐπιμονὴ τῆς προσευχῆς. Γιὰ τὶς ἀνάγκες μας θέλει νὰ τὸν παρακαλοῦμε περισσότερο ἐμεῖς παρὰ οἱ ἄλλοι γιὰ χάρη μας.  Εἶχαν ἐκεῖνοι μεγαλύτερο θάρρος ἀλλὰ αὐτὴ ἔδειξε περισσότερη καρτερία. Μὲ τὸ τέλος διακαιολογήθηκε στοὺς μαθητάς του γιὰ τὴν ἀναβολὴ καὶ ἔδειξε ὅτι δίκαια ἀρνήθηκε ὅταν τοῦ ζήτησαν ἐκεῖνοι. Ἔφυγε ἀπὸ κεῖ ὁ Ἰησοῦς καὶ πῆγε κοντά στὴ θάλασσα τῆς Γαλιλαίας· ἀνέβηκε καὶ κάθησε στὸ βουνό. Ἦρθε τότε κοντά του πολὺς κόσμος κουβαλῶντας μαζί του κουτσούς, τυφλούς, κουλλούς, κωφάλαλους ποὺ τοὺς ἔρριξαν στὰ πόδια του. Ἐκεῖνος τοὺς ἔκαμε καλὰ ὥστε θαύμασε ὁ κόσμος βλέποντας  τοὺς βουβοὺς νὰ μιλοῦν, γεροὺς τοὺς κουλλοὺς, κουτσοὺς νὰ περπατοῦν, τοὺς τυφλοὺς νὰ βλέπουν. Γι’ αὐτὰ εὐχαριστοῦσαν τὸν Θεὸ τοῦ Ἰσραήλ. Πότε πηγαίνει ὁ ἴδιος, πότε κάθεται καὶ περιμένει ἀρρώστους καὶ τοὺς κουτσοὺς ἀνεβάζει στὸ βουνό. Καὶ μήτε τὸ ροῦχο δὲν ἀγγίζουν πιά, ἀνεβαίνουν ὅμως στὴν κορυφὴ καὶ πέφτουν στὰ πόδια του.  Δείχνουν ἔτσι διπλὰ τὴν πίστη τους κι ὅτι ἄνεβαίνουν ἄν καὶ κουτσοὶ στὸ βουνό, κι ὅτι δὲ χρειάζονται τίποτ’  ἄλλο παρὰ νὰ ριχτοῦν μονάχα στὰ πόδια του. Κι ἦταν μεγάλο καὶ πρωτοφάνερο θαῦμα, νὰ βλέπη κανένας αὐτοὺς ποὺ τοὺς ἔφερναν ἄλλοι νὰ περπατοῦν, καὶ τοὺς ἀνάπηρους νὰ μὴν ἔχουν ἀνάγκη ἀπὸ κείνους ποὺ τοὺς κρατοῦσαν.  Προξενοῦσε κατάπληξη τὸ πλῆθος ἐκείνων ποὺ θεραπεύονταν καὶ ἡ εὐκολία τῆς θεραπείας. Βλέπετε μέ πόση βραδύτητα θεράπευσε τὴ γυναίκα ἐνῶ τούτους ἀμέσως; Ὄχι ἐπειδὴ αὐτοὶ ἦσαν καλύτεροι ἀπὸ ἐκείνην ἀλλὰ ἐπειδὴ ἐκείνη ἦταν πιὸ πιστὴ ἀπ’ αὐτοὺς.  Γι’ αὐτὸ στὴν περίπτωσή της ἀναβάλλει καὶ καθυστερεῖ θέλοντας νὰ παρουσιάση τὴν εὐψυχία της.  Σὲ τούτους ὅμως παρέχει τὴ δωρεὰ ἀμέσως καὶ κλείνει ἔτσι τὰ στόματα τῶν ἀπίστων Ἰουδαίων, ἀφαιρῶντας τους κάθε δυνατότητα ἀπολογίας.  Γιατὶ ὅσο μεγαλύτερες εὐεργεσίες δέχεται κάποιος, τόσο περισσότερο ἄξιος τιμωρίας γίνεται, ἐπειδὴ δείχνει ἀγνωμοσύνη, καὶ δὲ γίνεται καλύτερος μὲ τὴν τιμὴ. Γι’ αὐτὸ ἀκριβῶς κι οἱ πλούσιοι τιμωροῦνται περισσότερο ἀπὸ ἐκείνους ποὺ πένονται γιὰ τὴν κακία τους, νὰ μὴ γίνωνται ἥμεροι οὔτε μέσα στὴν ἀφοθνία τῶν ἀγαθῶν τους.
Μὴ μοῦ πῆτε ὅτι ἔδωσαν ἐλεημοσύνη. Ἄν δὲν ἔδωσαν ἀπὸ τὴν περιουσία τους ὅπως πρέπει οὔτε ἔτσι δὲ θὰ διαφύγουν. Ἡ ἐλεημοσύνη δὲν κρίνεται μὲ τὸ μέτρο τῶν ὅσων δίνονται ἀλλὰ ἀνάλογα μὲ τὴ γενναιοδωρία τῆς διαθέσεως  Κι ἄν τιμωροῦνται αὐτοί, πολὺ περισσότερον, αὐτοὶ ποὺ συναρπάζονται ἀπὸ τὰ περιττά, ποὺ χτίζουν τὰ τριώροφα καὶ τετραώροφα μέγαρα, καταφρονοῦν ὅμως τοὺς πεινασμένους, αὐτοὶ ποὺ ἱκανοποιοῦν τὴ φιλαργυρία τους, ἀδιαφοροῦν ὅμως γιὰ τὴν ἐλεημοσύνη. Κι ἀφοῦ ὁ λόγος ἦρθε στὴν ἐλεημοσύνη ἄς συνεχίσω σήμερα τὶς σκέψεις ἐκείνες ποὺ ἄφησα ἀσυμπλήρωτες μιλῶντας πρὶν ἀπὸ τρεῖς μέρες γιὰ τὴ φιλανθρωπία. Θυμᾶστε ὅταν προηγούμενα μιλοῦσα γιὰ τὶς ἰδιοτροπίες τῶν παπουτσιῶν, τὴ μάταιη ἐκείνη ἀσχολία καὶ τὴ βλακεία τῶν νέων·  τότε ὁ λόγος εἶχε παρεκκλίνει ἀπὸ τὴν ἐλεημοσύνη στὰ ἁμαρτήματα ἐκεῖνα. Ἐλέγαμε τότε ἡ ἐλεημοσύνη εἶναι κάποια τέχνη ποῦ ἔχεί στημένο τὸ ἐργαστήρι της στὸν οὐρανὸ καὶ δάσκαλο ὄχι τὸν ἄνθρωπο παρὰ τὸν Θεό. Ἔπειτα ἐρευνῶντας τί εἶναι τέχνη καὶ τί ὄχι τέχνη πέσαμε στὶς ματαιοπονίες καὶ κακοτεχνίες.  Κι ἐκεῖ ἀναφέραμε καὶ τήν τέχνη αὐτὴ τῶν παπουτσιῶν. Θυμηθήκατε; Ἄς ξαναπάρωμε λοιπὸν σήμερα αὐτὸ ποὺ εἴπαμε τότε κι ἄς δείξωμε πῶς ἡ ἐλεημοσύνη εἶναι τέχνη κι ἀπ’ ὅλες τὶς τέχνες ἀνώτερες.  Γιατὶ ἄν χαρακτηριστικὸ τῆς τέχνης εἶναι νὰ καταλήξη σὲ κάτι χρήσιμο κι ἄν τίποτα δὲν εἶναι χρησιμώτερο ἀπὸ τὴν ἐλεημοσύνη, τότε εἶναι φανερὸ ὅτι αὐτὴ εἶναι τέχνη ἀπὸ ὅλες τὶς τέχνες ἀνώτερη.  Γιατὶ δὲ μᾶς φτιάχνει ὑποδήματα, οὔτε μᾶς ὑφαίνει ροῦχα, οὔτε μᾶς χτίζει σπίτια ὑλικὰ. Γίνεται πρόξενος σὲ μᾶς τῆς παντοντινῆς ζωῆς, μᾶς ἁρπάζει ἀπὸ τὰ χέρια τοῦ θανάτου, σὲ κάθε μιὰ ἀπὸ τὶς δυὸ ζωὲς μᾶς παρουσιάζει λαμπρούς, μᾶς στήνει τὶς οὐράνιες κατοικίες μας, τὰ παντοτινὰ ἐκεῖνα σκηνώματά μας. Αὐτὴ δὲν ἀφήνει νὰ σβήσουν τὰ λυχνάρια μας, οὔτε νὰ παρουσιαστοῦμε στὸ γάμο μ’ ἀκάθαρτα φορέματα ἀλλὰ τὰ πλένει καὶ τὰ κάνει καθαρώτερα ἀπὸ τὸ χιονι.  Δὲν μᾶς ἀφήνει νὰ πέσωμε ὅπου ἔπεσε ἐκεῖνος ὁ πλούσιος, οὔτε ν’ ἀκούσωμε τοὺς φοβεροὺς λόγους ἀλλὰ μᾶς ὁδηγεῖ στοὺς κόλπους τοῦ Ἀβραάμ.  Κάθε μιὰ ἀπὸ τὶς τέχνες τῆς ζωῆς ἔχει βάλει καὶ θέλει νὰ κατορθώση ἕνα σκοπό. Ὅπως ἡ γεωργία τὴ διατροφή, ἡ ὑφαντικὴ τὴν ἔνδυση.  Κι οὔτε αὐτὸ ἀκριβῶς· γιατὶ δὲν εἶναι ἀρκετὴ νὰ μᾶς προσφέρη μόνη της τὸ ἐπίτευγμά της.

δ΄. Ἄς ἐξετάσωμε ἄν θέλετε τὴ γεωργία πρώτη. Ἄν δὲν ἔχη σύμμαχό της σιδηρουργικὴ νὰ δανείζεται ἀπ’ αὐτὴ τὸ δικέλλι καὶ τὸ ὑνὶ καὶ τὸ δρεπάνι καὶ τὸ τσεκούρι καὶ ἄλλα πολλά.  Κι ἄν δὲν ἔχη τὴν τεκτονικὴ νὰ τῆς ταιριάση τὸ ἀλέτρι καὶ νὰ τῆς συνδέση τὸ ζυγὸ καὶ τὸ ἁμάξι, γιὰ νὰ τρίβη τὰ στάχυα.  Κι ἄν δὲν ἔχη τὴ σκυτοτομικὴ νὰ τὴς φτιάξη τοὺς ἱμάντες καὶ τὴν οἰκοδομικὴ γιὰ νὰ χτίση τὸ σταῦλο στὰ βόδια ποὺ ὀργώνουν καὶ τὰ σπίτια στοὺς γεωργοὺς ποὺ σπέρνουν καὶ τὴν ὑλοτομικὴ γιὰ τὸ κόψιμο τῶν ξύλων καὶ τὴν ἀρτοποιητικὴ ὕστερ’ ἀπὸ ὅλα αὐτὰ, πουθενὰ δὲ θὰ φαινόταν ἡ γεωργία. Ἔτσι καὶ ἡ ὑφαντικὴ ὅταν κάνη κάτι καλεῖ πολλὲς ἄλλες τέχνες γιὰ βοηθούς, ὤστε νὰ τὴν βοηθήσουν στὸ ἔργο της. Κι ἄν δὲν ἔρθουν καὶ δὲν τῆς ἁπλώσουν χέρι στέκεται μόνη στὴν ἀμηχανία της. Κάθε τέχνη ἔχει ἀνάγκη ἀπὸ τὴν ἄλλη. Ὄταν ὅμως πρέπει νὰ κάνωμε ἐλεημοσύνη, τιποτ’ ἄλλο δὲ χρειαζόμαστε, παρὰ μόνο διάθεση. Κι ἄν νομίζης, πὼς χρειάζεσαι χρήματα καὶ σπίτια καὶ ροῦχα καὶ ὑποδήματα, διάβασε ἐκεῖνα τὰ λόγια τοῦ Χριστοῦ, ποὺ εἶπε γιὰ τὴ χήρα καὶ διῶξε αὐτὴ τὴν ἀγωνία.  Κι ἄν εἶσαι ὁλότελα φτωχός, σὰν τοὺς ζητιάνους, δῶσε δύο λεπτὰ κι αὐτὸ εἶναι τὸ πᾶν. Κι ἄν δώσης ψωμὶ ποὺ αὐτὸ μόνο ἔχεις ἔβαλες τὴν κρηπίδα στὴν τέχνη. Αὐτὴ λοιπὸν τὴν ἐπιστήμη ἄς παραδεχτοῦμε κι ἄς πραγματώσωμε. Εἶναι καλύτερο νὰ γνωρίζης αὐτὴ παρὰ νὰ εἶσαι βασιλιὰς καὶ νὰ φορῆς κορώνα.  Γιατὶ δὲν εἶναι αὐτὸ μονάχα τὸ πλεονέκτημά της, ὅτι δὲν ἔχει ἀνάγκη ἀπὸ ἄλλη τέχνη, ἀλλὰ καὶ πράγματα πετυχαίνει πολλὰ καὶ διάφορα. Οἰκοδομεῖ τὰ σπίτια ποὺ παραμένουν πάντα στὸν οὐρανὸ καὶ μαθαίνει σ’ ἐκείνους ποὺ τὴν κατώρθωσαν, πῶς θὰ ξεφύγουν τὸν αἰώνιο θάνατο. Καὶ σοῦ χαρίζει θησαυροὺς ποὺ ποτὲ δὲν ξοδεύονται καὶ διαφεύγουν κάθε κίνδυνο, εἴτε εἴναι ἀπὸ ληστὲς, εἴτε ἀπὸ σκουλήκια, εἴτε ἀπὸ τὸ σαράκι, εἴτε ἀπὸ τὸ χρόνο. Ἄν μᾶς τὸ δίδασκε αὐτὸ γιὰ τὴ φύλαξη τῶν σιτηρῶν μονάχα, τί δέ θὰ δίναμε, γιὰ νὰ μπορέσωμε νὰ ἐξασφαλίσωμε ἀπρόσβλητο τὸ σιτάρι μας γιὰ πολλὰ χρόνια. Ἀλλὰ νὰ ποὺ ἡ ἐλεημοσύνη ὄχι μόνο σχετικὰ μὲ τὸ σιτάρι ἀλλὰ καὶ μὲ ὅλα σὲ διδάσκει καὶ σοῦ δείχνει πῶς θὰ μείνουν παντοτινὰ ἀπρόσβλητα καὶ ἡ περουσία σου καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα.  Καὶ τί χρειάζεται νὰ ἀναφέρωμε τὶς ἐπιτεύξεις τῆς τέχνης αὐτῆς μέ λεπτομέρειες; Αὐτὴ σὲ διδάσκει, πῶς θὰ γινόσουν ὅμοιος μὲ τὸ Θεό, ποὺ εἶναι ἡ κορωνίδα τῶν ἀγαθῶν. Βλέπετε πὼς δὲν εἶναι ἕνα ἀλλὰ πολλὰ τὰ ἔργα της; Χωρὶς νὰ χρειάζεται ἄλλη τέχνη χτίζει σπίται, ὑφαίνει ροῦχα, δημιουργεῖ θησαυροὺς ἀπρόσβλητους, μᾶς δίνει τὴ δύναμη νὰ νικοῦμε τὸ θάνατο, νὰ ὑπποτάσσωμε τὸ διάβολο, μᾶς κάμει ὅμοιους μὲ τὸν Θεό. Τί θὰ γινόταν χρησιμώτερο ἀπὸ τὴν τέχνη αὐτή;  Οἱ ἄλλες ἐκτὸς ἀπὸ ὅσα εἴπαμε, ἐπιπρόσθετα καταστρέφονται κι αὐτὲς καὶ δὲν μποροῦν νὰ διατηρήσουν τὸ ἔργο τους -ἔχουν ἀνάγκη ἀπὸ κόπο καί χρόνο πολὺ καί ἄπειρα ἄλλα. Ἐκείνη ὅμως ὅταν περάση ὁ κόσμος, τότε ἀκριβῶς παρουσιάζεται. Ὅταν πεθάνωμε τότε λάμπει καὶ φανερώνει τὰ ἔργα της. Καὶ οὔτε ἀπὸ χρόνο ἔχει ἀνάγκη, οὔτε ἀπὸ κόπο, οὔτε ἀπὸ καμμιὰ παρόμοια δυσκολία ἀλλὰ κι ὅταν σὺ εἶσαι ἄρρωστος ἐκείνη ἐργάζεται κι ὅταν γεράσῃς  σὲ ἀκολουθεῖ στὴ μέλλουσα ζωὴ καὶ ποτὲ δὲ σ’ ἐγκαταλείπει. Αὐτὴ σὲ κάμει κι ἀπὸ ρήτορες πιὸ δυνατό. Γιατὶ ὅσους διαπρέπουν σ’ αὐτὲς τὶς τέχνες τοὺς φθονοῦν πολλοί·  γιὰ κείνους ὅμως ποὺ λάμπουν σ’ αὐτή, ἄπειροι προσεύχονται.  Ἐκεῖνοι ἀνεβαίνουν σὲ ἀνθρώπινο βῆμα καὶ γίνονται συνήγοροι ὅσων ἀδικοῦνται καὶ πολλὲς φορὲς καὶ ὅσων ἀδικοῦν. Ἐκείνη ἀνεβαίνει στὸ βῆμα τοῦ Χριστοῦ ὄχι σὰν συνήγορος ἡ ἴδια μόνο, ἀλλὰ πείθοντας καὶ τὸ δικαστὴ νὰ συνηγορήση γι’ αὐτὸν ποὺ δικάζεται καὶ νὰ ψηφίση γιὰ τὴ σωτηρία του. Κι ἄν ἔχη πολλὲς ἁμαρτίες διαπράξει, τὸν στεφανώνει καὶ τὸν ἀνακηρύττει νικητή.  Πράξετε λοιπὸν τὴν ἐλεημοσύνη καὶ ὅλα θὰ εἶναι καθαρά.  Καὶ γιατὶ ν’ ἀποβλέπω στὸ μέλλον; Στὴν παροῦσα ζωὴ ἄν ρωτήσωμε τοὺς ἀνθρώπους, τί θέλουν πιὸ πολὺ, νὰ ὑπάρχουν πολλοὶ σοφιστὲς καὶ ρήτορες ἤ ἐλεήμονες καὶ φιλάνθρωποι, θ’ ἀκούσωμε νὰ ἐκλέγουν τὸ δεύτερο. Πολὺ φυσικά. Ἄν λείψη ἡ εὐγλωττία, τίποτα δὲν ζημιώνεται ἡ ζωή. Γιατὶ ὑπῆρχε καὶ πολὺν καιρὸ πρὶν ἀπ’ αὐτή. Ἄν ὅμως ἀφαιρέσης τὴν ἐλεημοσύνη, τὰ πάντα ἐξαφανίζονται καὶ χάνονται.  Κι ὅπως δὲν εἶναι δυνατὸ νὰ ταξιδέψη κανένας στὴ θάλασσα ἄν γίνη πρόσχωση στὰ λιμάνια καὶ τοὺς ὅρμους, ἔτσι κι ἡ ζωὴ αὐτὴ δὲν εἶναι δυνατὸ νὰ ὑπάρχη ἄν ἀφαιρέσωμε τὴν ἐλεημοσύνη, τὴ συγνώμη καὶ τὴ φιλανθρωπία.

ε΄. Γι’ αὐτὸ ὁ Θεὸς δὲν τὰ ἐμπιστεύτηκε αὐτὰ μόνο στὸ λογισμὸ ἀλλὰ τὰ ἐμφύτευσε μέσα στὴν ἴδια τὴν φύση μας.  Καὶ συμπαθοῦν οἱ πατέρες κι οἱ μητέρες τὰ παιδιὰ τους καὶ τὰ παιδιὰ τοὺς γονεῖς, ὄχι μόνο οἱ ἄνθρωποι ἀλλὰ καὶ τὰ ζῶα ὅλα. Ὅμοια καὶ οἱ ἀδελφοὶ τοὺς ἀδελφοὺς καὶ συγγενεῖς καὶ γνωστοί.  Καὶ ὁ ἄνθρωπος τὸν ἄλλο ἄνθρωπο.  Γιατὶ κι ἀπὸ τὴ φύση μας κάτι μᾶς ὡθεῖ στὴν εὐσπλαχνία.  Γι’ αὐτὸ κι ἀγανακτοῦμε ἄν ἀδικῆται κάποιος, καὶ κλονιζόμαστε ὅταν βλέπωμε φόνους καὶ κλαῖμε ὅταν βλέπωμε λυπημένους. Ἐπειδὴ ἐπιθυμεῖ σφοδρὰ ὁ Θεὸς νὰ πραγματοποιῆται ἡ εὐσπλαχνία, ὥρισε νὰ ἐπικουρήση πολὺ σὲ τοῦτο ἡ φύση, ἀποδεικνύοντας ὅτι αὐτὸ εἶναι σφορδὴ του ἐπιθυμία. Ἔχοντας αὐτὲς τὶς σκέψεις στὸ νοῦ μας τὸν ἐαυτὸ μας, τὰ παιδιὰ μας, τοὺς δικούς μας, ἄς τοὺς ὁδηγήσουμε στὸ διδασκαλεῖο τῆς ἐλεημοσύνης. Αὐτὸ προπάντων ἄς μαθαίνῃ ὁ ἄνθρωπος ἐπειδὴ ἄνθρωπος εἶναι αὐτὸ ἀκριβῶς. Εἶναι μεγάλο πρᾶγμα ὁ ἄνθρωπος, καὶ πολύτιμο ὁ ἄνθρωπος νὰ ἐλεεῖ. Ἄν δὲν ἔχει τὸ χάρισμα αὐτό, ξεπέφτει κι ἀπὸ τὴν ἰδιότητα τοῦ ἀνθρώπου. Αὐτὸ δημιουργεῖ τοὺς σοφούς. Τί ἀπορεῖτε, ποὺ ὁ ἄνθρωπος εἶναι ἐλεημοσύνη; Αὐτὸ εἶναι ὁ Θεός.  Γίνεσθε, λέει, σπλαχνικοί, ὅπως ὁ Πατέρας σας. Ἄς μάθωμε γιὰ ὅλα αὐτὰ νὰ εἴμαστε ἐλεήμονες, καὶ πιὸ πολὺ γιατὶ κι ἐμεῖς ἔχομε πολλὴ ἀνάγκη ἀπὸ εὐσπλαχνία. Κι ἄς νομίζωμε ὅτι οὔτε κἄν ζοῦμε τὸ καιρὸ ποὺ δὲν ἐλεοῦμε. Ἐλεημοσύνη θεωρῶ αὐτὴ ποὺ εἶναι καθαρὴ ἀπὸ πλεονεξία. Ἄν δὲ θεωρῆται ἐλεήμων αὐτὸς ποὺ ἀρκεῖται στὰ δικά του χωρὶς νὰ δίνη σὲ κανέναν πῶς εἶναι ἐλεήμων αὐτὸς ποὺ παίρνει τὰ ξένα ἀκόμα κι ἄν ἀμέτρητα δίνη; Ἄν εἶναι ἀπανθρωπία ν’ ἀπολαμβάνης μόνος τὴν περιουσία σου, πολὺ χειρότερο εἶναι νὰ παίρνης ὅ,τι ἀνήκει στοὺς ἄλλους. Ἄν τιμωροῦνται ἐκεῖνοι ποὺ δὲν διέπραξαν καμμιὰ ἀδικία γιὰ τὸ λόγο ὅτι δὲν ἔδωσαν στοὺς ἄλλους, πολὺ περισσότερο θὰ τιμωρηθοῦν αὐτοὶ ποὺ παίρνουν ὅσα ἀνήκουν σὲ ἄλλους. Μὴν ἀντιτείνης λοιπὸν ὅτι ἄλλος ἔχει ἀδικηθῆ κι ἄλλος δέχεται τὴν ἐλεημοσύνη.  Τοῦτο εἶναι τὸ φοβερό· ἔπρεπε ὁ ἴδιος ποὺ ἀδικεῖται νὰ εἶναι κι αὐτὸς ποὺ δέχεται τὴν ἐλεημοσύνη.  Τώρα ὅμως ἄλλους τραυματίζομε κι αὐτοὺς ποὺ δὲν τραματίσαμε θεραπεύομε, ἐνῶ ἔπρεπε τοὺς πρώτους.  Θὰ μοῦ πῆτε δὲν ἔπρεπε νὰ τοὺς τραυματίσωμε καθόλου.  Φιλάνθρωπος δὲν εἶναι αὐτὸς ποὺ πληγώνει καὶ θεραπεύει, ἀλλὰ αὐτὸς ποὺ ἰατρεύει αὐτοὺς ποὺ ἄλλοι ἐπλήγωσαν. Τὶς πληγὲς ποὺ προξένησες ἐσὺ θεράπευσε, ὄχι αὐτὲς ποὺ προξένησε ἄλλος.  Καλύτερα, μήτε νὰ πληγώνης, μήτε νὰ σωριάζης κάτω (αὐτὸ δὲν τὸ κάμει ἄνθρωπος μὲ συναίσθηση)  ἀλλὰ σήκωσε τὸ σωριασμένο.  Γιατὶ δὲν εἶναι δυνατὸ μὲ τὸ ἴδιο μέτρο τῆς ἐλεημοσύνης νὰ θεραπεύσης τὸ κακό ποὺ προξένησε ἡ πλεονεξία σου. Ἄν πάρης πλεονεκτικά ὀβολό, δὲ θὰ περιοριστῆ στὸν ὀβολὸ ἡ ἐλεημοσύνη σου, γιὰ νὰ ἐξαλείψης τὴν πληγὴ ποὺ ἔκαμε ἡ πλεονεξία σου, ἀλλὰ θὰ φτάσης στὸ τάλαντο. Γι’ αὐτὸ ὁ κλέφτης ποὺ τὸν ἔπιασαν πληρώνει τετραπλάσια· κι αὐτὸς ποὺ ἁρπάζει εἶναι χειρότερος ἀπὸ τὸν κλέφτη.  Κι ἄν αὐτὸς πρέπει νὰ δώση τετραπλάσια ἀπὸ ὅσα ἔκλεψε, αὐτὸς ποὺ ἁρπάζει, δεκαπλάσια καὶ περισσότερα.  Καὶ πρέπει νὰ εἶναι εὐχαριστημένος ἄν ἔτσι μπορέση νὰ συγχωρεθῆ γιὰ τὴν ἁμαρτία. Γιατὶ οὔτε τότε δὲ θὰ πάρη ἀμοιβὴ γιὰ ἐλεημοσύνη. Γι’ αὐτὸ καὶ ὁ Ζακχαῖος λέει, θὰ πληρώσω τετραπλάσια σὲ ὅσους ἐσυκοφάντισα καὶ τὴ μισὴ περιουσία μου θὰ τὴ μοιράσω στοὺς φτωχούς.  Κι ἄν στὴ ἐποχὴ τοῦ (μωσαϊκοῦ) νόμου πρέπει νὰ δοθοῦν τετραπλάσια, στὴν ἐποχὴ τῆς χάριτος πρέπει νὰ δοθοῦν πολὺ περισσότερα κι ἄν πρέπει νὰ δώση ὁ κλέφτης, πολὺ περισσότερα ὁ πλεονέκτης. Γιατὶ ἐκτὸς ἀπὸ τὴ ζημία ὑπάρχει ἐδῶ καὶ πολλὴ ἀσέβεια. Ὥστε κι ἄν ἐπιστρέψης στὸ ἑκατονταπλάσιο, ἀκόμα μένει ὀφειλή. Βλέπετε· ὅτι δὲν εἶπα ἀδικαιολόγητα μόλις ἀποκαθιστᾶς τὰ πράγματα κι ὅταν ἐπιστρέψης τάλαντο ἐνῶ ἔχει ἁρπάξει ὀβολό. Κι ἄν σ’ αὐτὴν τὴν περίπτωση γίνεται πολὺ σχετικὴ ἀποκατάσταση, στὴν ἀντίθεση, ὅταν ἐνῶ ἔχεις ἁρπάξει ὁλόκληρες περιουσίες καὶ δώσης ἐλάχιστα καὶ μάλιστα ὄχι σὲ κείνους ποὺ ἀδικήθηκαν παρὰ σὲ ἄλλους, τί λογῆς ἀπολογία θὰ μπορέσης νὰ κάμης; Τί λογῆς ἐλπίδα θὰ ἔχης καὶ συγνώμη καὶ σωτηρία; Θέλεις νὰ μάθης πόσο μεγάλο κακὸ διαπράττεις ἐλεῶντας κατ’ αὐτὸ τὸν τρόπο; Ἄκουσε τὴ Γραφὴ ποὺ λέει·  Ὅπως αὐτὸς ποὺ σκοτώνει τὸ γιὸ μπροστὰ στὰ μάτια τοῦ πατέρα του, ἔτσι εἶναι αὐτὸς ποὺ προσφέρει θυσία ἀπὸ χρήματα φτωχῶν. Αὐτὴ τὴν ἀπειλὴ ἄς χαράξωμε στὴν ψυχή μας κι ἄς ἀποχωρήσουμε. Αὐτὴν ἄς τὴ χαράξωμε στοὺς τοίχους, αὐτὴν στὴ συνείδηση, αὐτὴν παντοῦ. Ἔτσι αὐτὸς τουλάχιστον ὁ φόβος ζωηρὸς μέσα μας νὰ συγκρατῆ τὰ χέρια μας ἀπὸ καθημερινοὺς φόνους.  Γιατὶ εἶναι χειρότερη ἡ ἀρπαγὴ ἀπὸ τὸ φόνο, σκοτώνοντας σιγά, σιγά τὸ φτωχό.  Γιὰ νὰ εἴμαστε λοιπὸν καθαροὶ ἀπ’  αὐτὸ τὸ μίασμα, ἄς τὰ μελετοῦμε αὐτὰ καὶ μόνοι μας καὶ μεταξύ μας. Ἔτσι καὶ προθυμότεροι στὴν ἐλεημοσύνη θὰ γίνωμε, καὶ ἀμοιβή καθαρή γι’ αὐτὴν θὰ λάβωμε, καὶ τὰ αἰώνια ἀγαθὰ θὰ ἀπολαύσουμε μὲ τὴν χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Σ’ αὐτὸν ἀνήκει ἡ δόξα καὶ ἡ δύναμη μὲ τὸν Πατέρα καὶ τὸ ἅγιο Πνεῦμα τώρα καὶ στοὺς αἰῶνες. Ἀμήν.


Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.312-324

Άναβάσεις - http://anavaseis.blogspot.com

Διαβάστε περισσότερα πατώντας  Κυριακή ΙΖ΄ Ματθαίου 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου