Κυριακή 15 Απριλίου 2012

Κυριακή τοῦ Πάσχα. Ἁγίου Ἐπιφανίου Κύπρου


Λόγος εἰς τὴν Ἀγίαν τοῦ Χριστοῦ Ἀνάστασιν
Κυριακή τοῦ Πάσχα
 Ἰωάν. α΄, 1-17

Ὁ τῆς δικαιοσύνης τριήμερος Ἥλιος ἀνέτειλε σήμερον, καὶ πᾶσαν τὴν κτίσιν ἐφώτισεν· ὁ τριήμερος καὶ προαιώνιος Χριστός ὁ βότρυς ἐβλάσησε, καὶ τὴν οἰκουμένην εὐφροσύνης ἐπλήρωσε.  Τὸν ἀνέσεπερον ὄρθρον ἴδωμεν, πρὸ ὄρθρου ἐγείρωμεν σήμερον, καὶ φωτὸς χαρᾶς ἐπληρώθημεν.  Πύλαι ἅδου ὑπὸ Χριστοῦ ἠνοίχθησαν, καὶ νεκροὶ ὡς ἔξ ὕπνου ἀνέστησαν. Ἀνέστη Χριστὸς ἡ τῶν πεσόντων ἀνάστασις, καὶ τὸν Ἀδάμ συνήγειρεν· ἀνέστη Χριστὸς ἡ πάντων ἀνάστασις, καὶ τὴν Εὔαν τῆς κατάρας ἀπάλλαξεν· ἀνέστη Χριστὸς ἡ ἀνάστασις, καὶ τὸν πρὶν ἄκοσμον, κατακοσμήσας ἐφαίδρυνεν· ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, καὶ τοὺς ἐχθροὺς αὐτοῦ πάντας πατάξας κατήσχυνεν. Ἀνέστη, καὶ χαρὰν πάσῃ τῇ κτίσει ἐδωρήσατο· ἀνέστη, καὶ τὸ τοῦ ἄδου δεσμωτήριον ἐκενώθη· ἀνέστη, καὶ τὴν φθορὰν τῆς φύσεως εἰς ἀφθαρσίαν μετήγαγεν· ἀνέστη Χριστὸς καὶ τὸν Ἀδάμ εἰς τὸ ἀρχαῖον ἀξίωμα τῆς ἀθανασίας κατέστησεν. Ἥτις ἐν Χριστῷ καινὴ κτίσις τῇ ἀναστάσει ἀνακαινίζηται· ἥτις ἐν Χριστῷ καινὸς κόσμος κοσμηθῶμεν οἱ ἄκοσμοι· ἥτις ἐν Χριστῷ Ἐκκλησία, καινὸς οὐρανὸς σήμερον· οὐρανὸς τοῦ ὁρωμένου οὐρανοῦ ὡραιότερος. Οὐ γὰρ ἥλιον περίκειται καθημερινὸν δύνοντα, Ἥλιον δ’ ὅν ἐπὶ σταυροῦ αἰδεσθεὶς ἔδυσεν ὁ δοῦλος οὗτος ἥλιος, Ἥλιον, περὶ οὗ φησιν ὁ προφήτης. Ἀνατελεῖ τοῖς φοβουμένοις τὸν Ἰησοῦν Ἥλιος δικαιοσύνης, Ἥλιον, ὅν ἡ Ἐκκλησία ἀειλαμπῆ περιβέβληται, δι’ ὅν φησιν ἡ Γραφή· Ἥλιος ἐξῆλθεν εἰς γῆν, καὶ Λωτὸν εἰς τύπον τοῦ νόμου, εἰσῆλθεν εἰς Σιγώρ, ὅπερ σμικρότης ἑρμηνεύεται. Οὗτος ὁ Ἥλιος σοφίζων τὰ ἄσοφα· οὗτος ὁ Ἥλιος ἐν τῷ στερεῷ μετὰ τῆς ἡμῶν πίστεως τεθεμελίωται.  Διὰ τοῦτον τὸν τῆς δικαιοσύνης Ἥλιον Χριστὸν οὐρανὸς ἡ Ἐκκλησία γεγένηται· οὐ σελήνην αὔξουσαν καὶ λήγουσαν, ἀλλὰ χάριν ἀειλαμπῆ ἔχουσα·  οὐκ ἀστέρας τινὰς πλανήτας ἀνατέλλουσα ἀλλ’ ἀστέρας νεοφωτίστους ἐκ κολυμβήθρας ἀναφέρουσα οὐ νεφέλας ὀμβροφόρους, ἀλλὰ διδασκάλους θεολόγους ἡ Ἐκκλησία ἔχουσα· οὐκ ἐπὶ τῶν θολερῶν ὑδάτων κρεμαμένη, ἀλλ’ ἐπὶ τῶν ἰερῶν δογμάτων τεθεμελιωμένη· οὐκ ὄμβρον χειμωνικὸν ἀναπέμπουσα, οὐκ ὀρνέων κλαγγαῖς, ἀλλὰ διδασκάλου φωναῖς ἀνθρώπους καταλέγουσα.
Αὕτη ἡμέρα, ἥν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα πνευματικῶς, καὶ εὐφρανθῶεν θεοπρεπῶς ἐν αὐτῇ.  Αὕτη ἡμῖν ἡ πασῶν  τῶν ἑορτῶν ὑπερεόρτιος· αὕτη ἡ ἑορτή, περῖ ἧς τὸ Πνεῦμα τὸ ἅγιον παρεκελεύεται λέγον·  Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ὁμοῦ τε καὶ θάλπουσιν, ἕως τῶν κεράτων του θυσιαστηρίου· αὕτη ἡ ἑορτή του παντὸς κόσμου, ἐγκαίνιον ὁμοῦ καὶ σωτήριον. Αὕτη ἡ ἑορτὴ πασῶν τῶν ἑορτῶν κορυφὴ καὶ ἀκρόπολις· αὕτη ἡ ἡμέρα ἥν εὐλόγησεν ὁ Θεός, ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, τελειώσας τὴν σωτηρίαν τῶν ἐπιγείων ὁμοῦ καὶ καταχθονίων. Ἐν αὐτῇ κατέπαυσεν εἰδώλων καὶ κνωδάλων τελετὰς καὶ ὀρχήσεις· ἐν   αὐτῇ κατέπαυσεν τὴν δύναμιν πάντων ἐναντίων. Ἐν ταύτῃ κατέπαυσεν ἑορτὰς καὶ δαιμονικὰς πανηγύρεις· ἐν ταύτῃ κατέπασυε εἰδωλικῶν αἱμάτων κνίσσας καὶ θυσίας· ἐν ταύτῃ κατέπαυσε τὴν πλάνην τῆς ἀσεβείας· ἐν ταύτῃ κατέπαυσε τὸ κράτος τοῦ τυράννου, καὶ τοῦ λαοῦ τὸ κέντρον· ἐν ταύτῃ κατέπαυσεν νομικὰς θυσίας καὶ νεομηνίας· ἐν ταύτῃ καινοὺς ἐπήξατο τῇ κτίσει ὅρους καὶ νόμους· ἐν ταύτῃ κατέπαυσε τὸ Πάσχα τοῦ νόμου, καὶ Ἰουδαίων· ἐν ταύτῃ ἐπλήρωσε πάντα τὸν τύπον, σκιὰν καὶ προφητείαν.  Τὸ Πάσχα ἡμῶν, τὸ Πάσχα τὸ ἀληθινόν, ἐτύθη Χριστὸς, καὶ ἥτις ἐν Χριστῷ καινὴ πίστις, καινοὶ νόμοι, καινὸς ὁ τοῦ Θεοῦς λαός· καινός, ἀλλ’ οὐ παλαιὸς Ἰσραήλ, καὶ καινὸν Πάσχα· καινὴ καὶ πνευματικὴ περιτομή·  καινὴ και ἀναίμακτος θυσία· καινὴ καὶ θεία διαθήκη. Ἐγκαινίαζεσθε σήμερον, καὶ πνεῦμα εὐθὲς ἐγκαινίσατε ἐν ταῖς καρδίαις ὑμῶν, ὅπως δέξησθε τὰ τῆς ἑορτῆς τῆς νέας καὶ ἀληθινῆς μυστήρια καὶ τρυφήσετε σήμερον τρυφὴν τὴν ὄντως οὐράνιον, καὶ ἀπέλθητε φωτισθέντες τὰ μὴ παλαιούμενα τοῦ νέου Πάσχα ἀντὶ παλαιοῦ μυστήρια ἀντίτυπα· ὅπως συνήσητε ὅσον τὸ μέσον, καὶ διάφορον τῶν Ἰουδαίων τὰ ἡμέτρα καὶ τὶς σύγκρισις τῶν τύπων πρὸς τὴν ἀλήθειαν. Ἀρξώμενα τὰ τῆς Χριστοῦ Πάσχα ἀναστάσεως, καὶ θεωρίας, ἐκ τῶν ἐντεῦθεν.
Ἀπεστέλλετό ποτε πρὸς σωτηρίαν λαοῦ ἀπὸ Θεοῦ ἐξ ὄρου ὑψηλοῦ ὁ νομοθέτης Μωϋσῆς πρὸς τὸν τοῦ νόμου τύπον· ἀπεστάλη καὶ ὁ Κύριος ὁ νομθέτης, καὶ Θεὸς ἀπὸ Θεοῦ, καὶ ὄρος ἀπ’ὄρους οὐρανίων ὀρέων, εἰς σωτηρίαν τοῦ ἡμετέρου λαοῦ, τὸ τῆς ἀληθείας. Ἀλλὰ Μωϋσῆς ἐκ Φαραὼ καὶ Αἰγυπτίων ἐλυτρώσατο· ὁ Χριστὸς δὲ ἐκ διαβόλου, καὶ δαιμόνων ἐλυτρώσατο ἡμᾶς. Ἀλλὰ πεφόνευκε Μωϋσῆς χώσας ἐν τῇ ἅμμῳ τὸν ἀδικοῦντα τὸν Ἰουδαῖον· τεθανάτωκε καὶ Χριστὸς διαβόλου παραπέμψας αὐτὸν τῇ ἀβύσσῳ. Εἰρήνευσε Μωϋσῆς τοὺς δύο ἀδελφοὺς αὐτοῦ μαχομένους· εἰρήνευσε καὶ ὁ Χριστὸς τοὺς δύο λαοὺς αὐτοῦ, ἑνώσας τὰ οὐράνια τοῖς ἐπιγείοις. Ἐκεῖ ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπερχομένη εὗρε λαβοῦσα τὸν Μωϋσῆν· ἡ δὲ τοῦ Χριστοῦ Ἐκκλησία καὶ θυγάτηρ βαπτίζεσθαι λαμβάνει Χριστὸν, οὐκ ἀπὸ θίβης τριμηνιαΐον, ὡς Μωϋσῆν, ἀλλ’ ἐκ τοῦ τάφου τριήμερον ἀντὶ Μωϋσῆ. Ἐκεῖ τυπικῶς καὶ νυκτερινῶς τὸ Πάσχα ὁ Ἰσραήλ ἐποίησεν· ἐνταῦθα φωτεινῶς τε καὶ ἡμερινῶς τὸ Πάσχα ἑορτάζομεν. Ἐκεῖ πρὸς ἐσπέραν τῆς ἡμέρας· ἐνταῦθα πρὸς ἐσπέραν τῶν χρόνων τοῦ αἰῶνος. Ἐκεῖ αἱ τῶν φλιῶν θύραι τῷ αἵματι ἐχρίοντο· ἐνταῦθα αἱ τῶν πιστῶν  καρδίαι τῷ τοῦ Χριστοῦ σφαγίζονται αἵματι. Ἐκεῖ νυκτερινὴ ἧν θυσία, καὶ νυκτὶ ἡ τῆς Ἐρυθρᾶς θαλάσσης διάβασις· ἐνταῦθα σωτηρία, καὶ φωτεινὴ ἡ τῆς Ἐρυθρᾶς τοῦ βαπτίσματος θάλασσα, καὶ πυριζούσης τὸ πῦρ τοῦ Πνεύματος·  ἐν ὧ καὶ Πνεῦμα τοῦ Θεοῦ ἀληθῶς ἐπιφέρεται ὁμοῦ, καὶ ἐπιφαίνεται, καὶ ἐπὶ τοῦ αὐτοῦ ὕδατος, ἐν ὧ συντρίβεται ἡ κεφαλὴ τοῦ δράκοντος, καὶ ἄρχοντος τῶν δρακόντων τῶν δαιμονικῶν τοῦ διαβόλου λαῶν. Ἐκεῖ τὸν Ἰσραήλ νυκτερινῷ Μωϋσῆς βαπτίσματι· ἐκεῖ νεφέλη τὸν λαὸν σκέπει· τὸν δὲ Χριστοῦ λαὸν ἡ δύναμις τοῦ Ὑψίστου ἐπισκιάζει. Ἐκεῖ τοῦ λαοῦ σωθέντος ἡ Μωϋσέως Μαρία ἐχόρευσεν·  τὰ τοῦ λαοῦ τῶν ἐθνῶν σωζομένου ἡ τοῦ Χριστοῦ Ἐκκλησία σὺν πάσαις αὐτῆς ταῖς Ἐκκλησίαις ἑορτάζει. Ἐκεῖ τῆς κτίσεως πέρᾳ προσφεύγει Μωϋσῆς· ἐνταῦθα τῆς πίστεως πέτρᾳ προσφεύγει ὁ λαός. Ἐκεῖ αἱ πλάκες αἱ νομικαὶ συντρίβονται τὴν τοῦ νόμου διάβασιν μηνύουσαι ὁμοῦ, καὶ παλαίωσιν· ἐνταῦθα δὲ οἱ θεῖοι νόμοι ἀδιάρρηκτοι σώζονται. Ἐκεῖ μόσχος ἐχωνεύετο εἰς τὴν του λαοῦ τιμωρίαν· ἐνταῦθα δὲ ὁ Ἀμνὸς τοῦ Θεοῦ θύεται εἰς τὴν τοῦ λαοῦ σωτηρίαν. Ἐκεῖ ράβδῳ πέτρα τύπτεται· ἐνταῦθα δὲ Χριστὸς ἡ πέτρα τὴν πλευρὰν νύττεται. Ἐκεῖ ὕδωρ ἐκ τῆς πέτρας ἐξέρχεται· ἐνταῦθα αἷμαι καὶ ὕδωρ ἐκ ζωοποιοῦ πλευρᾶς πηγάζεται. Ἐκεῖνοι ὀρτυγομήτραν κρέα ἐξ οὐρανοῦ ἐδέξαντο· ἡμεῖς δὲ περιστερὰν τοῦ Πνεύματος ἐξ ὕψους δεχόμεθα. Ἐκεῖνοι μάννα πρόσκαιρον ἔφαγον, καὶ ἀπέθανον·  ἡμεῖς (γὰρ) ἄρτον ἐσθιόμεν εἰς ζωὴν αἰώνιον.
Ἀλλ’ ἐκεῖνα ὡς παλαιὰ καὶ σκιώδη πεπαλαίωτε καὶ τετέλεσται· τὰ δὲ τοῦ ἡμετέρου λαοῦ αὔξει, καὶ ἐπανθεῖ, εἰς ἀεὶ διαμένοντα. Αὕτη τοῦ Πάσχα ἡμῶν ἡ πρότυπος·  αὕτη τῶν νομικῶν πραγμάτων ἡ σκιώδης διάβασις. Οὕτω τὰ τῆς ἑορτῆς νόησον· οὕτω τὰ τοῦ Μωϋσέως καὶ τῶν προφητῶν περὶ τῆς ἡμέρας σκόπησον, ἵνα πεισθῇς τῇ ἀναστάσει.  Ἀπιστίας γὰρ πάντες τὸ κάλυμμα περίκεινται. Ἔχει πολλοὺς τοὺς τύπους, καὶ ἀπεριγράπτους τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ ἀναβιώσεως.  Ταύτης μάρτυς ἀξίοπιστος Ἰσαάκ ἡ σφαγή· ταύτης τύπος ὁ λάκκος τοῦ Ἰωσήφ, ἐν ὧ ὑπὸ τῶν ἀδελφῶν ἐνεβλήθη, ἔνθεν ἀνῆλθεν ἀθάνατος·  ταύτης τύπος Ἱερεμίου ὁ λάκκος, ὅθεν ἅπαξ ἐκ τῆς φθορᾶς, καὶ τοῦ βορβόρου ἀνῆλθε. Χριστοῦ τῆς ἀναστάσεως τύπος τοῦ Ἰωνᾶ τὸ κῆτος, ἐξ οὖ προῆλθε τριήμερος. Ἔχεις καὶ ἄλλον τοῦ ἐν ἄδου δεσμωτήριον, ἔνθα αὐτὸν ἡ μοιχαλὶς συναγωγὴ κατέκλεισεν, ἐξ οὗ προῆλθεν ἀβλαβὴς καὶ τριετής, ὡς Χριστὸς τριήμερος ἐκ νεκρῶν. Μεθ’ ὧν καὶ Δανιὴλ τὸν τῶν λεόντων λάκκον προτυποῖ τὸν τοῦ Σωτήρος τάφον, ἐξ οὗ ζῶν Ἰησοῦς ἀνῆλθεν, ὡς ἐκ λεόντων ρυσθεὶς τοῦ ἄδου, καὶ τοῦ θανάτου. Διὰ τούτων Ἰουδαίους ἔλεγξον·  διὰ τούτων αὐτοὺς ἐπιτίμησον·  οὕτως ὑπὲρ του Χριστοῦ πάθους καὶ ἀναστάσεως ἀπολόγησαι. Ταῦτά σοι πρὸς συμμαχίαν σήμερον τὰ ὅπλα ὁ λόγος χαρίζεται·  ταῦτά σε ἡ ἑορτὴ ἐπιδιδάσκει μυστήρια.
Εἶτα τί καὶ μετὰ ταῦτα; Ἡμεῖς μόνοι ἐορτάζομεν, ἤ καὶ τοῦ πλησίον μεριμνήσομεν; Ἡμεῖς πανηγυρίσωμεν, ἤ καὶ περὶ ἄλλων ἡμῖν ὁ λόγος; Ἀναγκαίως τῆς ἡμῶν ἑορτῆς θεαρέστως ὁμοῦ καὶ εὐπρόσδεκτος γενέσθω τις κοινὸς τῆς Ἐκκλησίας στεναγμὸς πρὸς τὸν Θεόν, καὶ ὑπὲρ τῶν ἐνάγκαις ἡμῶν ἀδελφῶν μνημονεύσωμεν, τῶν ἐν ἐρήμοις ἐνάγκαις ἐξεταζομένων ἰδίων ἡμῶν. Γενώμεθα ὡς συνδεδεμένοι τοῖς δεδεμένοις γενώμεθα ὡς  συμπάσχοντες τοῖς τὴν ἀνάγκην πάσχουσιν·  ὅτι ἐὰν ἕν μέλος πάσχῃ, συμπάσχει πάντα τὰ μέλη. Συμπαθήσωμεν τοίνυν τοῖς ἡμῶν ἀδελφοῖς, τοῖς ἡμῶν μέλεσιν· οἱ μὲν διὰ χρημάτων, οἱ δὲ διὰ ρημάτων, καὶ ἄλλοι δι’ εὐποιίας, πάντε δὲ διὰ τῆς πρὸς Θεὸν ὑπὲρ αὐτῶν ἱκεσίας.  Κοινὴ πάντων, παρακαλῶ, σήμερον γενέσθω πρὸς Θεὸ πρεσβεία, ὅτι κοινὴ ἡμῶν καὶ ἡ αἰχμαλωσία.  Κοινή, παρακαλῶ, γενέσθω ἡ δέησις, ὅτι κοινὴ ὑπάρχει ἡ παίδευσις. Ἀκούσωμεν τοῦ λέγοντος, ὅτι Εὔξασθε ὑπὲρ ἀλλήλων ὅπως ἐσθῆτε. Ἀκούσωμεν Χριστοῦ λέγοντος, ὅτι Ἐὰν δύο ἤ τρεῖς συμφωνήσουσιν εἰς εὐχὴν περὶ παντὸς αἰτήματος οὗ αἰτήσονται, γενήσεται αὐτοῖς. Μέγα, ἀδελφοί, ὅπλον εὐχὴ Ἐκκλησίας· μέγα τεῖχος, ἀδελφοί, πρὸς Θεὸν εὐχὴ συμφωνίας, καὶ μάλιστα λαοῦ πιστοῦ αἰχμαλωσίας.  Μηδεὶς εἰπεῖν τολμήσει, ὅτι οὐκ εἰσακούει ὁ Θεὸς ἁμαρτωλῶν.  Πλεῖον δέχεται τὴν δέησιν τῶν ταπεινῶν, καὶ μάλιστα διὰ τὸ ὄνομα αὐτοῦ καταπονουμένων, μαστιζομένων, φυλακιζομένων, θλιβομένων, ὑπὸ ἐχθρῶν ὀνειδιζομένων, καὶ τὴν πίστιν Χριστοῦ μὴ ἀρνησαμένων. Ἐξ ὧν ὑπάρχουσι πολλοὶ καὶ πολλαὶ ἐν τῷ παρόντι ἡμῶν λαῷ τοῦ Χριστοῦ ὁμολογηταὶ γενόμενοι καὶ παρ’ αὐτοῦ ταχέως εἰσακουόμενοι.  Μέγα ὅπλον, ἀγαπητοί, ἡ ἐκείνων εὐχή· αἰδεῖται γὰρ αὐτοὺς πάντας ὁ Χριστὸς, δι’ὧν καὶ καθ’ ἡμέραν κινδυνεύσουσι.
Διὸ  ταῖς τούτων ἡμεῖς θαρροῦντες εὐχαῖς, καὶ εἰς τὴν τούτων παρρησίαν πρὸς Θεὸν ἀποβλέποντες, κοινῶς καὶ ἐκτενῶς ὑπὲρ τῶν ἐν ἀνάγκαις ἀδελφῶν ἡμῶν προσευξώμεθα, διότι πολλάκις φιλανθρωπία βασιλικὴ ἐν ταῖς ἑορταῖς πολλοῖς καταδίκοις ἄφεσιν καὶ ἀπολύτρωσιν χαρίζεται. Μέγα, πάλιν λέγω, ἀδελφοί, εὐχὴ Ἐκκλησίας, καὶ μάλιστα πίστις αἰχμαλωσίας.  Καὶ γὰρ καὶ βασιλεὺς πολλάκις αἰδεῖται παράκλησιν δήμου, καὶ χαρίζεται καταδίκους δυσωποῦντι ὄχλου. Οὐκοῦν δεόμεθα πᾶσαν τὴν ὑμετέραν ἀγάπην ἐκτενῶς μηνονεῦσαι τῶν ἀδελφῶν ἡμῶν τῶν ἐν ἀνάγκη καὶ κατ’ αὐτὴν ἐκείνην τὴν φρικωδεστάτην ὥραν, ἐν ἧ τὸν ἀτίμητον μαργαρίτην τοῦ Χριστοῦ σώματος ὑποδεξόμεθα ἐν ταῖς χερσὶν ἡμῶν. Οὕτως ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν ἐκτενῶς προσευξώμεθα, καὶ τῷ Χριστῷ εἴπωμεν· Αὐτὸς ὁ μόνος ὁ τότε καὶ νῦν ἀγαθὸς Θεός, καὶ φιλάνθρωπος Δεσπότης, ὁ διὰ τοῦ Πάσχα τὸν Ἰσραήλ ἐκ δουλείας Αἰγύπτου ρυσάμενος καὶ διὰ τοῦ αἵματος τοῦ ἀμνοῦ ἐλευθερίαν αὐτῷ χαρισάμενος, αὐτὸς καὶ νῦν διὰ τοῦ ἀχράντου σου σώματος, καὶ τοῦ τιμίου αἵματος, τῆς πικρᾶς δουλείας ἐλευθερίαν τῷ κόσμῳ σου δώρησαι. Ὁ προσδεξάμενος τῆς ἁμαρτωλοῦ πόρνης τὸν κλαυθμόν, πρόσδεξαι σήμερον καὶ τὴν σὴν Ἐκκλησίαν· καὶ αἰχμαλωσίας τὸν στεναγμόν· ὁ προδεξάμενος τοῦ ληστοῦ τοῦ πιστοῦ τὴν παράκλησιν, πρόσδεξαι τοῦ λαοῦ σου τοῦ πιστοῦ τὴν δέησιν· ὁ προσδεξάμενος τοῦ Πέτρου τὴν μετάνοιαν, καὶ τὸν στεναγμόν, πρόσδεξαι καὶ ἡμῶν τὸν κλαυθμὸν τῶν πτωχῶν· ὁ μὴ ἀποστρέψας Χαναναίας τὰ δάκρυα, δέξαι καὶ μικρὰν ἐκκλησίαν ὑπὲρ μεγάλης αἰχμαλωσίας πρεσβεύουσαν, καὶ πρὸς σε τὸν Θεὸν σήμερον βοῶσαν καὶ λέγουσαν· Ὁ Θεὸς, ὁ τριήμερος ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἐκ τῶν ἐχθρῶν τὸν πιστόν σου λαόν·  ὁ τὸν Ἀδὰμ ἐγείρας ἐκ τῶν θνητῶν, ἔγειρον τὸ κέρας τῶν Χριστιανῶν· αὐτὸς ὁ τότε καὶ νῦν Θεὸς, ὁ τὴν μορφῆν τοῦ δούλου ἀναλαβών, λύτρωσαι ἐκ δουλείας τὸν ταπεινόν σου λαόν· ὁ νήπιος γενέσθαι καταξιώασας ὑπὲρ ἡμῶν, σῶσον μαχαίρας τὸ πλῆθος τῶν νηπίων ἡμῶν.
Αὐτὸς ὁ τότε Θεός, ὁ μετὰ μητρὸς ἐν Αἰγύπτῳ ξενιτεύσας, ἀνακάλεσαι τῆς μακρᾶς ξενιτείας τὰς μητέρας καὶ τὰ τέκνα· ὁ πραθεὶς ὑπὲρ πολλῶν  ἑκουσίως, παῦσον τὴν πράσιν τοῦ λαοῦ τῶν Ἐκκλησιῶν· ὁ δι’ ἡμᾶς ἐν τῷ νώτῳ δεξάμενος τὰς τοῦ Πιλάτου μάστιγας, καὶ ἀπειλὰς, αὐτὸς ὁ κοπιάσας δι’ ἡμᾶς ἐκ τῆς ὁδοιπορίας, παῦσον τοῦ λαοῦ σου τοὺς κόπους καὶ ταλαιπωρίας· ὁ ἐν σταυρῷ βοήσας· Διψῶ, δρόσισον ψυχὰς δεινῶς διψώσας καὶ πεινώσας· ὁ μετὰ ἀνόμων ὑπὸ ἀνόμων κατακριθεῖς, ρῦσαι καὶ ἡμᾶς ἐκ τῶν ἀνόμων βουλῆς·  ὁ γυμνωθεὶς ὡς κακοῦργος ὑπὸ ἀνόμων, αὐτὸς ἐκεῖνος, Δέσποτα, ὑπὸ παρανόμων δεσμευθεῖς λῦσον τοὺς ἐν δεσμοῖς πεπεδημένους· ὁ τὴν ἄχραντὸ σου μητέρα παρακαλέσας ἀπὸ τοῦ σταυροῦ ὀδυρμοῦ, καὶ τοῦ κλαυθμοῦ· αὐτὸς ὁ τότε βοήσας ταῖς μυροφόροις τό, Χαίρετε, αὐτὸς καὶ νῦν βόησον ταῖς Ἐκκλησίαις σου, Χαίρετε· αὐτὸς ὁ τοῖς ἥλοις τοῖς τιμίοις προσηλωθεὶς τὰς χεῖρας καὶ τοὺς πόδας, λῦσον σιδηροδέσμων λαῶν τὰς χεῖρας καὶ τοὺς πόδας. Ναὶ, Δέσποτα φιλάνθρωπε, ὁ εἰπών· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου, ρῦσαι τὸν λαόν σου τῆς λύπης καὶ του θανάτου·  αὐτὸς ὁ τῇ ρομφαίᾳ νυγεὶς τὴν πλευράν σου, σύντριψον τῶν ἐχθρῶν τὴν ρομφαίαν τῇ χειρί σου τῇ κραταιᾷ, καὶ μνήσθητι, Δέσποτα, ὡς τοῦ ληστοῦ σου τοῦ πιστοῦ καὶ τοῦ λαοῦ σου· ὁ χύσας τὸ ἄχραντον αἷμα ὑπὲρ ἡμῶν, παῦσον τὴν σύγχυσιν τῶν αἱμάτων ἡμῶν. Σῶσον τὸν λαόν σου, Δέσποτα· φεῖσαι τῆς κληρονομίας σου. Ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, Κύριε; Ἵνα τι τοῖς ἐχθροῖς μακροθυμεῖς· Ἵνα τί ἀποστρέφεις τὸ πρόσωπόν σου ἀφ’ ἡμῶν; Ἀνάστηθι, καὶ ἀπώση εἰς τέλος· μὴ παρίδῃς τὶς πλήρης.  Μνήσθητι τοῦ σταυροῦ σου, μνήσθητι τοῦ λαοῦ σου, μνήσθητι τῶν οἰκτιρμῶν σου. Ὁ τεσσαράκοντα ἡμέρας ἑκουσίως δι’ ἡμᾶς πειρασθείς, Δέσποτα, μνήσθητι τῶν ἐν ἐρήμοις πειραζομένων λαῶν σου, τῶν ἐν ἀβάτοις καὶ ἀνύδροις· ἐκείνων μνήσθητι μεθ’ ἡμῶν καὶ πρὸ ἡμῶν, ἀγαθὲ φιλάνθρωπε. Ἐκείνους συμβοήθησον, ἐκείνους πρόφθασον· ἐκείνους λοιπὸν ἐπίσκεψαι· ἐκείνους τοὺς ὑπὲρ πάντας ἐλεινοὺς, τοὺς παρὰ πάντας ὄντας ἐπὶ τῆς γῆς ταπεινοὺς· ἐκείνους τοὺς ἐν ἐρήμοις παρὰ ἀνθρώπων ἀπεγνωσμένους· οἴτινες μακρὰν ἐκ τῆς χειρός σου ἐδιώχθησαν· οἴτινες μεγάλως τῷ θυμῷ σου ἐπαιδεύθησαν· οἴτινες μεγάλως τῇ ὀργῇ σου ἠλέχθησαν·οἴτινες πρὸ θανάτου νεκροὶ ὡς νερκοὶ ἀπὸ ἄνθρωπο ἐπλήσθησαν·  οἴτινες μετὰ θηρίων ἀγρίων οἰκεῖν κατεκρίθησαν· ὧν τὴν βίαν οὐδεὶς καθορᾷ, εἰ μὴ μόνος ὁ σὸς ἀκοίμητος ὀφθαλμός·  ὧν τὴν ἀνάγκην σύ, Δέσποτα, γινώσκεις, καὶ ἄλλος οὐδεὶς εἰς αἰῶνα· λοιπὸν δι’ὧν χωρισθέντες τῆς οἰκουμένης τέλος μακρυθέντες, τῶν ἐκκλησιῶν λοιπὸν ἐπιληθέντες, τῶν ἐορτῶν τὴν ἡμέραν ἁγνοοῦντες.
Ἐκείνους μικρὸν ἔλεος ποίησον, Δέσποτα· οὐ γὰρ αἰτοῦμαι πολύ. Φθάσον ἐκείνους, ὁ Θεὸς, ὁ παιδαύσας ἐκείνους· φθάσον τὰ ποτε τέκνα σου, ὅτι καὶ αὐτοί ποτε τέκνα σου, ὅτι καὶ αὐτοὶ ποτε Χριστιανοὶ ὑπῆρχον, καὶ αὐτοὶ ποτε ποίμνη σου, καὶ αὐτοὶ ποτε μέλη σου, καὶ αὐτοί ποτε τοῦ ἀχράντου σου μετελάμβανον σώματος, καὶ νῦν σωμάτων ἀλόγων μεταλαμβάνουσι.  Διὸ δή, Δέσποτα, ἐπίβλεψον ἐπ’ αὐτοὺς ἐν ἐλέοις καὶ οἰκτιρμοῖς σου, Ἴδε ἐκείνων τῶν ἐλεεινῶν τὴν βίαν, καὶ δὸς φιλανθρωπίαν· ἴδε τὴν γύμνωσιν, καὶ δὸς τὴν ἀνάρρυσιν· ἴδε τὴν βαθεῖαν ἐρημίαν, καὶ ποίησον τὴν σὴν εὐσπλαχνίαν. Εἰ γὰρ καὶ δικαίως ἐπαίδευσας, ἀλλ’ ὅμως ἴασαι· εἰ καὶ ἀξίως παρέδωκας, ὅμως συνάγαγε. Ἐμάστιξας, παρακάλεσον παρέδωκας, λύτρωσαι. Εἰ καὶ πολλάκις ἡμάρτομεν, ἀλλ’ ὅμως πάλιν ἡμῶν μνήσθητι, καὶ πάλιν ἡμῶν τῇ δέησει πείσθητι, καὶ μάλιστα τοῖς ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ὀπαῖς τῆς γῆς ἀβάστοις τόποις ἡμῶν ἀδελφοῖς (σου) Χριστιανοῖς, σοῦ δὲ λαοῖς. Εἰ γὰρ καὶ ἡμεῖς ἐν ἐκκλησίαις μετὰ τῶν πιστῶν, ἀλλ’ ἐκεῖνοι ἐν ἐρημίαις μετὰ τῶν ἐχθρῶν· εἰ καὶ ἡμεῖς φαιδροὶ ἐν ταῖς ἑορταῖς, ἀλλ’ ἐκεῖνοι ἐν μεγάλῃ σκοτίᾳ. Μεγάλη ἡ ἐκείνων δυστυχία· μέγα τὸ ἐκείνων ὕποπτον· δεινόν τὸ ἐκείνων τραῦμα, πικρά ἡ ἐκείνων συμφορά· ἀδιήγητος ἡ αὐτῶν καταφθορά, μέγα τὸ ἐκείνων κέντρον, πολλὴ ἡ ἐκείνων τραγῳδία, Δέσποτα. Μὴ ἀφήσῃς ἕως ἔξω, ἀλλὰ μετὰ τῆς παιδείας δεῖξον καὶ τὴν σὴν φιλανθρωπίαν, ἵνα μὴ εἰς τέλος οἱ Ἰουδαῖοι, καυχήσωνται, ἵνα μὴ τὰ ἔθνη περὶ ἡμῶν εἴπωσι· Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν;  Ποῦ ἔστιν ὁ Χριστὸς αὐτῶν; Ποῦ ἔστιν ὁ σταυρὸς αὐτῶν; Ποῦ ἔστιν ἡ ἐλπὶς αὐτῶν; Ποῦ ἡ πίστις τῶν Χριστιανῶν; Ἵνα μὴ ταῦτα εἴπωσι, ταχὺ τὰ ἐλεή σου εἰς ἡμᾶς θεωρήσουσι· Ταχὺ προσκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτριμοί  σου, Κύριε, ὅτι ἐπτωχεύσαμε σφόδρα, ὅτι ἐταπεινώθημεν σφόδρα, ὅτι ὠλιγώθημεν σφόδρα. Λοιπὸν εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων· δυσωπήσει σε τὰ δάκρυα τῶν ἀκώκων νηπίων, τῶν κατασφαζομένων· ἱκετεύσει δὲ ὀδυρμὸς μητέρων τῶν ἀτεκνουμένων. Ταῦτα λέγοντες δεόμεθα, οὐ μαχόμεθα, Δέσποτα· δεόμεθα, ἀλλ’ οὐ πρὸς σὲ δικαζόμεθα. Δεόμεθα, ὅτι ὑπὸ τῶν ἀνόμων ὀνειδιζόμεθα, ὅτι ἐξ Ἑλλήνων καταπονούμεθα· οὐ μαχόμεθα, ἀλλὰ ἐξομολογούμεθα.  Κλαίομεν, ὅτι καὶ οἰ λοιποὶ κινδυνεύουσιν. Εἰ γὰρ καὶ ἁμαρτωλοί, ἀλλ’ ὅμως χριστιανοὶ τυγχάνωμεν·  εἰ καὶ ταπεινοί, ἀλλ’ ὅμως τῆς πίστεώς σου λαός·  εἰ καὶ ἀνάξιοι φιλανθρωπίας, ἀλλ’ ὅμως πρόβατα τῆς σῆς Ἐκκλησίας ἐσμὲν ἐν ἑνὶ συνηθρισμένοι. Ταύτην σοι τὴν ἱκεσίαν οἱ πτωχοὶ ὑπὲρ πλήθους λαοῦ αἰχμαλωσίας, ἐν τῇ σῇ τριημέρῳ ἀναστάσει προσάγομεν ἱερεῖς καὶ λαοί, νεανίσκοι καὶ παρθένοι, πρεσβῦται μετὰ νεωτέρων, νήπια μετὰ μητέρων, πᾶσα ψυχὴ τῶν πιστευόντων εἰς σέ· οὕς λύτρωσαι πάντας πάσης τῆς ἐπικειμένης ἀπειλῆς, καὶ τῆς σῆς βασιλείας ἀξίους ποίησον, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Δεσπότου Θεοῦ καὶ Σωτῆρος ἡμῶν  Ἰησοῦ Χριστοῦ, σὺν τῷ παναγίῳ αὐτοῦ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἥλιος τῆς δικαιοσύνης ὁ τριήμερος ἀνέτειλε σήμερα κι’ ὁλόκληρη ἐφώτισε τὴν πλάση. Ὁ τριήμερος καὶ προαιώνιος Χριστός, τὸ τσαμπὶ τοῦ σταφυλιοῦ, βλάστησε καὶ τὸν κόσμο πλημμύρισε ἀπὸ χαρά. Τὴν ἀβασίλευτην αὐγὴν ἄς δοῦμε. Πρὶν ἔρθη ἡ αὐγή, ἄς τῆ δοῦμε σήμερα καὶ ἀπ’ τὴ φωτοπλημμύρα ἄς γεμίσουμε ἀπὸ χαρά. Τίς πόρτες τοῦ Ἅδη ἀνοίγει ὁ Χριστὸς καὶ οἱ νεκροὶ σήκώθηκαν σὰ νὰ κοιμοῦνταν. Ἀναστήθηκε ὁ Χριστὸς ποὺ ἀνασταίνει τοὺς πεσμένους καὶ ἀνάστησε μαζί του τὸν Ἀδάμ. Ἀναστήθηκε ὁ Χριστός, αὐτὸς ποὺ ἀνασταίνει ὅλους καὶ ἐλευθέρωσε τὴν Εὔα ἀπ’ τὴν κατάρα. Ἀναστήθηκε ὁ Χριστὸς αὐτὸς μόνος ἀνασταίνει καὶ χαροποίησε τὸν ἀκατάστατο πρῶτα κόσμο, σὲ ὅλα τὰ πάντα τὸ ρυθμὸ καὶ τὴν τάξη ἐγκαθιστῶντας. Σηκώθηκε ὁ Κύριος, ὅπως αὐτὸς ποὺ κοιμᾶται καὶ τοὺς ἐχχθροὺς του ὅλους τοὺς χτύπησε καὶ τοὺς ντρόπιασε. Ἀναστήθηκε κι’ εἶναι ἡ χαρὰ τὸ δῶρο του σ’ ὅλη τὴν χτίση. Ἀναστήθηκε κι’ ἄνοιξε τοῦ Ἅδη ἡ φυλακή. Ἀναστήθηκε καὶ τὴ φθορὰ τῆς φύσης σὲ ἀφθαρσία τὴ μετάλλαξε. Ἀναστήθηκε ὁ Χριστὸς, κι ἀποκατάστησε τὸν Ἀδὰμ στὴ παλιὰ δόξα τῆς ἀθανασίας. Ἡ νέα χτίση, ποὺ φέρνει ὁ Χριστὸς, μὲ τὴν ἀνάστασή του ἀνανεώνεται. Μὲ τὴ νέα ὀμορφιὰ  τοῦ Χριστοῦ ἄς στολισθοῦμε· ἡ Ἐκκλησία τοῦ Χριστοῦ ὁ καινούργιος οὐρανὸς γίνεται σήμερα, ἕνας οὐρανὸς πιὸ λαμπερὸς ἀπὸ τὸν οὐρανὸ ποὺ ἀντικρύζουμε.  Γιατὶ δὲν περιμένει τὸν ἥλιο ποὺ κάθε μέρα βασιλεύει, ἀλλὰ τὸν Ἥλιο ποὺ ὑψωμένο στὸν σταυρὸ τὸν ντράπηκε τοῦτος ὁ δοῦλος ἥλιος καὶ χάθηκε. Ἔχει τὸν ἥλιο ποὺ γι’  αὐτὸν εἶπε ὁ προφήτης · θ’ ἀνατέλῃ γιὰ τοὺς φοβισμένος τὸν Ἥλιον τῆς Δικαιοσύνης, τὸν Ἰησοῦ, Ἥλιο ποὺ τὴν Ἐκκλησία καταυγάζει φωτεινὸς καὶ αἰώνιος. Γι’ αὐτὸν λέει ἡ Γραφή· Ἥλιος βγῆκε στὴ γῆ καὶ Λωτὸς φύτρωσε, γιὰ νὰ ὑποτυπώσῃ τὸ νόμο, μπῆκε στὴ Σιγώρ, ποὺ σημαίνει μικρότητα. Αὐτὸς ὁ Ἥλιος κάνει σοφοὺς τοὺς ἀσόφους καὶ αὐτὸς ὁ Ἥλιος στὴν ἀκλόνητη πέτρα μαζὶ μὲ τὴν πίστη ἔχει ρίξει θεμέλιο.  Γι’ αὐτὸν τὸν Ἥλιο τῆς δικαιοσύνης, τὸ Χριστό, ἔχει γίνει οὐρανὸς ἡ Ἐκκλησία καὶ δὲν ἔχει φεγγάρι που μεγαλώνει καὶ μικραίνει παρὰ τὴ χάρη ποὺ λάμπει πάντα· δὲν ἀνατέλλει κάποια ἀστέρια πλανητικὰ ἀλλὰ ἀστέρια νεοφώτιστα μέσα ἀπὸ τὴν λολυμβήθρα.  Δὲ βγάζει σύννεφα ποὺ προκαλοῦν τὴ βροχή·  ἔχει ἡ Ἐκκλησία θεολόγους διδασκάλους· δὲν κρέμεται πάνω σὲ θολὰ νερά, ἀλλὰ ἔχει θεμελιωθῆ πάνω στὰ ἱερὰ δόγματα· δὲν φέρνει χειμωνιάτικη βροχὴ καὶ συγκινεῖ τοὺς ἀνθρώπους ὄχι μὲ κρωγμοὺς ἀγριοπουλιῶν ἀλλὰ μὲ τὶς ὁμιλίες τῶν δασκάλων.

Αὐτὴ εἶναι ἡμέρα, ποὺ βγῆκε ἀπ’ τὰ χέρια τοῦ Κυρίου. Ἄς νιώσωμε τὴν πνευματική της ἀναγάλλια καὶ τὴ θεϊκὴ ἐυφροσύνη της. Αὐτὴ εἶναι γιὰ μᾶς ἡ πιὸ γιορτινὴ ἀπ’ ὅλες τὶς ἑορτές. Αὐτὴ εἶναι ἡ ἑορτή, γιὰ τὴν ὁποία τὸ ἅγιο Πνεῦμα μᾶς προτρέπει καὶ μᾶς λέει·  Ἑτοιμάσετε ἑορτὴ μὲ πυκνόφυλλα, χαρούμενα κλαδιὰ ὥς τὶς ἄκρες του θυσιαστηρίου·  αὐτὴ εἶναι ὅλου τοῦ κόσμου ἡ ἑορτή, ποὺ τὸν ἀνακαινίζει καὶ τὸν σώζει. Αὐτὴ ἡ ἑορτὴ εἶναι ὅλων τῶν ἑορτῶν ἡ κορυφὴ καὶ ἡ ἀκρόπολη· αὐτὴ εἶναι ἡμέρα ποὺ τὴν εὐλόγησε ὁ Θεὸς καὶ τὴν ἁγίασε, γιατὶ αὐτὴ τὴ μέρα σταμάτησε ἀπὸ ὅλα τὰ ἔργα του, ὁλοκληρώνοντας τὴ σωτηρία τῶν ζωντανῶν μαζὶ καὶ τῶν νεκρῶν. Τὴ μέρα αὐτὴ σταμάτησε τῶν μολυσμένων εἰδωλολατρῶν τὶς τελετὲς καὶ τοὺς χορούς·  τὴ μέρα αὐτὴ σταμάτησε τὴ δύναμη ὅλων τῶν ἀνηθίκων. Τὴ μέρα αὐτὴ σταμάτησε τὶς ἑορτὲς καὶ τὰ δαιμονικὰ πανηγύρια·  τὴ μέρα αὐτὴ σταμάτησε τὴν κνίσσα καὶ τὶς θυσίες τῶν εἰδωλικῶν αἱμάτων·  αὐτὴ τὴ μέρα σταμάτησε τὴ δύναμη τοῦ τυράννου καὶ τὸ κεντρὶ ποῦ κέντρωνε τοὺς ἀνθρώπους. Σ’ αὐτὴ σταμάτησε τὶς ἰουδαϊκὲς θυσίες καὶ τῖς πρωτομηνίες·  σ’ αὐτὴ ἔβαλε καινούργιους νόμους καὶ κανόνες στὴ χτίση·  σ’ αὐτὴ σταμάτησε τὸ Πάσχα του Μωσαϊκοῦ νόμου καὶ τῶν Ἰουδαίων·  σ’ αὐτὴν ὡλοκλήρωσε κάθε τύπο, σκιὰ καὶ προφητεία.  Κατὰ τὸ Πάσχα μας, τὸ Πάσχα τὸ ἀληθινό, θυσιάστηκε ὁ Χριστὸς καὶ ἰδοὺ ἡ καινούργια χτίση τοῦ Χριστοῦ,  ἡ καινούργια πίση τοῦ Χριστοῦ, οἱ καινούργιοι νόμοι, ὁ καινούργιος λαὸς τοῦ Θεοῦ.  Καινούργιος, ὄχι παλιὸς Ἰσραήλ καὶ νέο Πάσχα, νέα καὶ πνευματικὴ περιτομή· νέα καὶ ἀναίμακτη θυσία· νέα καὶ θεϊκὴ διαθήκη. Σήμερα ἀνανεωθῆτε καὶ ἴσιο φρόνημα, νέο ἐγκαταστῆστε στὶς καρδιὲς σας καὶ γιὰ νὰ δεχθῆτε τῆς νέας κι ἀληθινῆς ἑορτῆς τὰ μυστικὰ καὶ νὰ δοκιμάσετε σήμερα τρυφὴν οὐράνια, πραγματικὴ καὶ νὰ φύγετε φωτισμένοι στὰ μυστικὰ τοῦ νέου Πάσχα καὶ ποὺ δὲν παλιώνουν, καὶ πῆραν τὴ θέση τῶν ἀντίστοιχων μυστικῶν τοῦ παλιοῦ, γιὰ νὰ ἀντιληφθῆτε πόση εἶναι ἡ ἀπόσταση καὶ ἡ διαφορὰ τῶν δικῶν μας ἀπὸ τὰ Ἰουδαϊκὰ καὶ ποιὰ σύγκριση μπορεῖ νὰ σταθῆ τῶν ἄδειων τύπων μὲ τὴν ἀλήθεια. Ἄς ἀρχίσωμε τὸ λόγο γιὰ τὴν ἀνάσταση τοῦ Χριστοῦ καὶ τὴν ἐμφάνισή του ἀπ’ αὐτὸ τὸ σημεῖο.


Ἔστειλε κάποτε ὁ Θεὸς ἀπὸ ψηλὸ βουνὸ γιὰ τὴ σωτηρία τοῦ λαοῦ τὸ νομοθέτη Μωυσῆ, γιὰ νὰ φέρη τὸν τύπο τοῦ νόμου. Στάλθηκε κι ὁ νομοθέτης Κύριος, Θεὸς ἀπὸ Θεό, ὄρος ἀπὸ ὄρος τῆς οὐρανίας ὀροσειρᾶς γιὰ τὴ σωτηρία τοῦ λαοῦ μας, ποὺ εἶναι ἡ ἀλήθεια. Ἀλλὰ ὁ Μωυσῆς ἔδωσε ἐλευθερία ἀπὸ τὸ Φαραώ καὶ τοὺς Αἰγυπτίους, ἐνῶ ὁ Χριστὸς μᾶς ἐλευθέρωσε ἀπὸ τὸν διάβολο καὶ τοὺς δαίμονες. Ἀλλὰ ὁ Μωυσῆς ἐσκότωσε κι ἔθαψε στὴν ἄμμο ἐκεῖνον ποὺ ἐνίκησε Ἰουδαῖο. Ἔδωσε κι ὀ Χριστὸς τὸν θάνατο στὸ διάβολο, στὴν ἄβυσσο ἐξαποστέλλοντάς τον. Συμφιλίωσε ὁ Μωυσῆς τοὺς δύο ἀδελφούς του ποὺ φιλονικοῦσαν·  συμφιλίωσε κι ὀ Χριστὸς τοὺς δύο λαούς του, ἑνώνοντας τὰ οὐράνια μὲ τὰ γήϊνα. Ἐκεῖ ἡ κόρη τοῦ Φαραὼ ἦρθε νὰ λουστῆ καὶ βρῆκε τὸ Μωυσῆ καὶ ἡ Ἐκκλησία κόρη τοῦ Χριστοῦ μὲ τὸ βάπτισμα παίρνει τὸ Χριστό, ὄχι τριῶν μηνῶν ἀπὸ τὸ κοφίνι, ὅπως τὸ Μωυσῆ ἀλλὰ τριῶν ἡμερῶν ἀπὸ τὸν τάφο ἀντὶ τοῦ Μωυσῆ. Ἐκεῖ τυπικὰ καὶ σὲ νυχτερινὸ σκοτάδι ἔκαμε ὁ Ἰσραὴλ τὸ Πάσχα του·  ἐδῶ φωτεινὰ καὶ μέσα στὴν ἡμέρα τὸ Πάσχα ἑορτάζομε. Ἐκεῖ στῆς ἡμέρας τὸ βράδιασμα· ἐδῶ στὸ βράδιασμα τοῦ χρόνου καὶ τῶν καιρῶν. Ἐκεῖ τὰ πορτόφυλλα σημαδεύτηκαν μὲ τὸ αἷμα· ἐδῶ τῶν πιστῶν οἱ καρδιὲς σφραγίζονται μὲ τὸ αἷμα τοῦ Χριστοῦ. Ἐκεῖ ἦταν θυσία νυχτερινὴ καὶ σὲ ὥρα νύχτας ἔγινε τῆς Ἐρυθρᾶς τὸ πέρασμα· ἐδῶ εἶναι σωτηρία φωτερὴ ἡ Ἐρυθρᾶ θάλασσα τοῦ βαπτίσματος καὶ μὲ τὴ φωτιὰ τοῦ πνεύματος φωτίζει, ἐδῶ ἀληθινᾶ πνεῦμα Θεοῦ πνέει καὶ φανερώνεται πάνω στὸ ἴδιο νερὸ καὶ συντρίβει τὴν κεφαλὴ τοῦ δράκοντα ἄρχοντα τῶν δρακόντων, τῶν δαιμονικῶν λαῶν του διαβόλου. Ἐκεῖ ὁ Μωυσῆς σώζει τοὺς Ἰσραηλῖτες μὲ νυχτερινὸ βάπτισμα· ἐκεῖ τὸ σύννεφο γίνεται σκέπη τοῦ λαοῦ· στὸ λαὸ τοῦ Χριστοῦ ἡ δύναμη τοῦ Ὑψίστου ρίχνει τὸν εὐεργετικὸ  ἴσκιο της. Ἐκεῖ γιὰ τὴ σωτηρία τοῦ λαοῦ χόρεψε ἡ Μαρία, τοῦ Μωυσῆ ἡ ἀδελφή· ἐδῶ ποὺ γίνεται ἡ σωτηρία τῶν Ἐθνικῶν ἡ Ἐκκλησία του   Χριστοῦ στὸ σύνολό της γιορτάζει. Ἐκεῖ στὴν πέτρα τὴ φυσικὴ καταφεύγει ὁ Μωυσῆς· ἐδῶ στὴν πέτρα τῆς πίστεως καταφεύγει ὁ λαὸς. Ἐκεῖ οἱ πλάκες τοῦ νόμου συντρίβονται καὶ μηνᾶνε συνάμα τὸ πέρασμα τοῦ νόμου καὶ τὸ πάλιωμα, ἐδῶ ἀρράγιστοι θεϊκοὶ νόμοι σώζονται. Ἐκεῖ τὸ μοσχάρι καιγόταν  στὴ φωτιὰ γιὰ τιμωρία τοῦ λαοῦ·  ἐδῶ θυσιάζεται ὁ ἀμνὸς τοῦ Θεοῦ γιὰ τοῦ λαοῦ τὴ σωτηρία. Ἐκεῖ μὲ τὸ ραβδὶ ἡ πέτρα δέχεται κτύπημα· ἐδῶ ἡ πέτρα Χριστὸς δέχεται τρύπημα στὴν πλευρά. Ἐκεῖ βγαίνει ἀπ’ τὴν πέτρα νερό· ἐδῶ αἷμα καὶ νερὸ πηγάζει ἀπ’ τὴν ζωοποιὸ πλευρά. Ἐκεῖνοι δέχτηκαν ἀπ’ τὸν οὐρανὸ τὸ κρέας τῶν ὀρτυκιῶν·  ἐμεῖς ἀπ’τὰ ὕψη δεχόμαστε τὸ περιστέρι τοῦ Πνεύματος. Ἐκεῖνοι ἐφήμερο μάννα ἔφαγαν καὶ πέθαναν· ἐμεῖς τὸν Ἄρτο τρῶμε γιὰ νὰ ζοῦμε στὸν αἰῶνα.







Μὰ ἐκεῖνα, παλιὰ πράγματα καὶ ἵσκιοι ψεύτικοι πάλιωσαν καὶ τέλειωσαν· τοῦ δικοῦ μας λαοῦ ἡ πίστη αὐξάνει καὶ θάλλει καὶ μένει παντοτεινά. Αὑτὴ εἶναι ἡ προτύπωση του δικοῦ μας Πάσχα· τὸ σκιερὸ πέρασμα τῶν διαταξεων τοῦ νόμου. Ἔτσι πρέπει νὰ κοιτάξης τὴν ἑορτὴ καὶ ἔτσι νὰ ἐξετάσεις τὰ ὅσα ὁ Μωυσῆς καὶ οἱ προφῆτες λένε γιὰ τὴν ἡμέρα καὶ ἡ ἀνάσταση θὰ σὲ πείση. Γιατὶ ὅλους τοὺς ἔχει ἡ ἀπιστία τυλίξει. Εἶναι πολλοὶ οἱ τύποι τῆς ἐορτῆς καὶ ἀπερίγραπτοι γιὰ τὴν ἀνάσταση ἀπὸ τοὺς νεκροὺς καὶ τὴ συνέχιση τῆς ζωῆς. Μάρτυράς της, ποὺ ἀξίζει νὰ τὸν πιστέψης, εἶναι ἡ σφαγὴ τοῦ Ἰσαάκ· τύπος της ὁ λάκκος τοῦ Ἰωσήφ, ὅπου τὸν ἔρριξαν τ’ ἀδέλφια του καὶ ἀπ’ ὅπου βγῆκε ἀθάνατος· τύπος τῆς ὁ λάκκος τοῦ Ἱερεμία, ὅπου μιὰ φορὰ ἀπὸ τὴ φθορὰ καὶ τὸ βόρβορο βγῆκε. Τοῦ Χριστοῦ τὴν ἀνάσταση ὑποτυπώνει τὸ κῆτος τοῦ Ἰωνᾶ, ἀπὸ ὅπου βγῆκε σὲ τρεῖς μέρες. Ἔχεις στὴ διαθεσή σου κι ἄλλο σημάδι γιὰ τὸ δεσμωτήριο τοῦ Ἅδη, τὸ δεσμωτήριο του Ἰωσήφ, ὅπου τὸν κατασφάλισε ἡ παράνομη συναγωγὴ κι ἀπ’ ὅπου βγῆκε ἀπείρακτος ἔπειτα ἀπὸ τρία χρόνια, ὅπως βγῆκε ὁ Χριστὸς σὲ τρεῖς μέρες ἀπὸ τοὺς νεκρούς. Μαζί μ’ αὐτοὺς κι ὁ Δανιήλ μὲ τὸ λάκκο τῶν λεόντων προτυπώνει τὸν τάφο τοῦ Σωτῆρα, ἀπ’ ὅπου βγῆκε ὁ Ἰησοῦς καὶ σώθηκε ἀπὸ τὸν Ἅδη καὶ τὸν θάνατο, ὅπως ἀπὸ λεοντάρια. Μὲ αὐτὰ νὰ ἐλέγξης τοὺς Ἰουδαίους καὶ νὰ τοὺς ἐπιτιμήσης. Ἔτσι ν’ ἀπολογηθῆς γιὰ τὸ πάθος καὶ τὴν Ἀνάσταση τοῦ Χριστοῦ. Αὐτὰ τὰ ὅπλα σύμμαχος σοῦ χαρίζει ὁ λόγος· αὐτὰ τὰ μυστήρια σοῦ διδάσκει ἡ ἑορτή.


Κι ἔπειτα τί ἄλλο ἐκτὸς ἀπὸ αὐτά; Ἐμεῖς γιορτάζουμε μόνο ἤ θὰ φροντίσωμε καὶ γιὰ τὸν ἀδελφό μας; Ἐμεῖς θὰ πανηγυρίσωμε ἤ θὰ μιλήσωμε καὶ γιὰ τοὺς ἄλλους;  Εἶναι ἀνάγκη μέσα στὴ δική μας ἑορτὴ ν’ ἀκουσθῆ ἕνας θεάρεστος καὶ καλόδεκτος, κοινὸς στεναγμὸς τῆς ἐκκλησίας πρὸς τὸν Θεὸ κι ἄς θυμηθοῦμε τοὺς ἀδελφοὺς μας ποὺ βρίσκονται σ’ ἀνάγκες, τοὺς δικοὺς μας ποὺ βασανίζονται ἀπὸ τὶς στερήσεις στὶς ἐρημιές. Ἄς μποῦμε στὰ δεσμὰ τῶν δεσμωτῶν, ἄς ἀναδεχτοῦμε τὸν πόνον ὅσων πονοῦν· γιατὶ ἄν ὑποφέρη ἕνα μέλος, ὑποφέρουν μαζὶ ὅλα τὰ μέλη. Ἄς συμμεριστοῦμε λοιπὸν τὸ πάθος τῶν ἀδελφῶν μας, τῶν ἴδιων μελῶν μας· ἄλλοι μὲ χρήματα, ἄλλοι μὲ λόγους, ἄλλοι μὲ εῦεργεσίες, ὅλοι μὲ τὴν ἱκεσία μας γι’ αὐτοὺς στὸ Θεό. Ἄς γίνωμε πρεσβευταί, παρακαλῶ, ὅλοι ἀπὸ κοινοῦ σήμερα πρὸς τὸ Θεό, γιατὶ κοινὴ εἶναι ἡ αἰχμαλωσία μας.  Κοινὴ παρακαλῶ ἄς εἶναι ἡ δέησή μας, ἀφοῦ κοινὴ εἶναι καὶ ἡ τιμωρία. Ἄς ἀκούσωμε αὐτὸν ποὺ λέει: προσευχηθῆτε ὁ ἕνας γιὰ τὸν ἄλλον, γιὰ νὰ σωθῆτε. Ἄς ἀκούσωμε τὸ Χριστὸ ποὺ λέει· ἄν δύο ἤ τρεῖς συμφωνήσουν στὴν προσευχή, κάθε αἴτημα ποὺ θὰ ζητήσουν, θὰ τοὺς δοθῆ. Μεγάλο ὅπλο, ἀδελφοί, ἡ εὐχὴ τῆς Ἐκκλησίας· μεγάλο τεῖχος ἀδελφοί, ἡ σύμφωνη προσευχὴ ὅλων προσευχὴ ὅλων πρὸς τὸν Θεὸ καὶ μάλιστα τοῦ λαοῦ ποὺ στὴν αἰχμαλωσία του ἔμεινε πιστός. Κανεὶς ἄς μὴν τολμήση νὰ πῆ ὅτι ὁ Θεὸς δὲν ἀκούει τοὺς ἁμαρτωλούς. Περισσότερο δέχεται τὴ δέηση τῶν ταπεινῶν καὶ μάλιστα ἐκείνων ποὺ καταπονοῦνται γιὰ τὸ ὄνομά του, ποὺ μαστιγώνονται, ποὺ φυλακίζονται, ποὺ θλίβονται, ποὺ τοὺς κατηγοροῦν οἱ ἐχθροὶ τους κι ὅμως δὲν ἀρνήθηκαν τὴν πίστη τοῦ Χριστοῦ. Ἀπ’ αὐτοὺς ὑπάρχουν πολλοὶ καὶ πολλὲς μέσα στὶς τάξεις μας κι ἔγιναν τοῦ Χριστοῦ ὁμολογηταί, καὶ ποὺ ἐκεῖνος ἀμέσως τοὺς ἀκούει.  Μεγάλο ὅπλο, ἀγαπητοί, ἡ εὐχὴ ἐκεῖνων·  ὅλους αὐτοὺς τοὺς λογαριάζει ὁ Χριστὸς γιὰ τοὺς κινδύνους ποὺ καθημερινὰ διατρέχουν.




Γι’ αὐτὸ καὶ  θαρραλέοι ἐμεῖς ἀπὸ τὶς προσευχές τους καὶ βλέποντας τὸ θάρρος ποὺ ἔχουν μπροστὰ στὸ Θεὸ αὐτοί, ἀπὸ κοινοῦ, μ’ ἐπιμονὴ ἄς προσευχηθοῦμε γιὰ τοὺς ἀδελφούς μας ποὺ βρίσκονται σὲ ἀνάγκες.  Γιατὶ πολλὲς φορὲς ἡ βασιλικὴ φιλανθρωπία κατὰ τὶς ἑορτὲς σὲ πολλοὺς καταδίκους χαρίζει τὴν ἄφεση καὶ τὴν ἀπελευθέωση.  Μεγάλη, τὸ ξαναλέω, ἀδελφοί, ἡ εὐχή τῆς Ἐκκλησίας, καὶ μάλιστα ἡ πίστη ποὺ δὲν χάνεται κατὰ τὴν αἰχμαλωσία.  Γιατὶ κι ὁ βασιλιὰς πολλὲς φορὲς λογαριάζει τὴν παράκληση τοῦ λαοῦ καὶ χαρίζει τοὺς κατάδικους στὸν ὄχλο ποὺ παρακαλεῖ.  Γι’ αὐτὸ παρακαλοῦμε τὴν ἀγάπη ὅλων σας μ’ ἐπιμονὴ νὰ θυμᾶστε (στὶς προσευχὲς σας) τοὺς ἀδελφοὺς μας ποὺ βρίσκονται σ’ ἀνάγκη· ἀκόμα καὶ ἐκείνη τὴν ὥρα τὴν φρικτή, ποὺ τὸ ἀτίμητο μαργαρίτη τοῦ σώματος του Χριστοῦ θὰ δεχτοῦμε στὰ χέρια μας. Ἔτσι μ’ ἐπιμονὴ γιὰ τοὺς ἀδελφούς μας ἄς προσευχηθοῦμε καὶ ἄς ποῦμε στὸ Χριστὸ. «Σὺ  ὁ μόνος καὶ τότε καὶ τώρα ἀγαθὸς Θεὸς καὶ φιλάνθρωπος κυρίαρχος, ποὺ μὲ τὸ Πάσχα τοὺς Ἰσραηλίτες ἀπὸ τὴ σκλαβιὰ τῆς Αἰγύπτου   ἔσωσες καὶ μὲ τὸ αἷμα τοῦ ἀμνοῦ τοὺς χάρισες τὴν ἐλευθερία.  Σὺ καὶ τὴν ὥρα τούτη μὲ τὸ ἄχραντο σῶμα σου καὶ ἀκριβὸ σου αἷμα δώρησε στὸν κόσμο σου ἐλευθερία ἀπὸ τὴν πικρὴ σκλαβιά Σὺ ποὺ δέχτηκες τὸ κλάμα τῆς ἁμαρτωλῆς πόρνης, δέξου σήμερα καὶ τῆς Ἐκκλησίας σου τὸ στεναγμὸ  τῆς αἰχμαλωσίας της.  Σὺ ποὺ δέχτηκες τοῦ πιστοῦ ληστῆ τὴν παράκληση, δέξου καὶ τοῦ πιστοῦ λαοῦ σου τὴν δέηση· σὺ ποὺ δέχτηκες τὴ μετάνοια καὶ τοὺς στεναγμοὺς τοῦ Πέτρου, δέξου καὶ μᾶς τῶν φτωχῶν τὸ κλάμα, σὺ ποῦ δὲν ἔστρεψες τὸ πρόσωπο στὰ δάκρυα τῆς Χαναναίας, δέξου καὶ τὴν μικρὴ Ἐκκλησία νὰ πρεσβεύεη γιὰ μεγάλη αἰχμαλωσία καὶ κραυγάζοντας σὲ σένα τὸ Θεὸ σήμερα νὰ λέη·  Θεέ μου, ποὺ σὲ τρεῖς μέρες ἀναστήθηκες ἀπὸ τοὺς νεκροὺς, σήκωσε τὸν πεσμένο ἀπ’τῶν ἐχθρῶν τὰ χτυπήματα πιστὸ λαὸ σου· σὺ ποὺ τὸν Ἀδὰμ ἀπ’ τοὺς νεκροὺς ἀνάστησες , τόνωσε τὸ φρόνημα τῶν Χριστιανῶν, σὺ ὁ τότε καὶ τώρα Θεὸς, ποὺ πῆρες τὴ μορφὴ τοῦ δούλου σου, λύτρωσε ἀπ’ τοὺς ἄλλους τὸν ταπεινὸ λαό σου. Σὺ ποὺ ἔκρινες ἄξιο νὰ γίνης παιδὶ γιὰ μᾶς, σῶσε ἀπὸ τὸ μαχαίρι τὸ πλῆθος τῶν παιδιῶν μας.






Σὺ ὁ τότε Θεός, ποὺ ξενιτεύθηκες μὲ τὴ μητέρα σου στὴν Αἴγυπτο, φέρε πίσω ἀπὸ τὴν ξενιτειὰ τὶς μάννες καὶ τὰ παιδιὰ τους. Σὺ ποὺ θεληματικὰ πουλήθηκες γιὰ τὴν σωτηρία τῶν πολλῶν σταμάτησε τὴν ἀγοραπωλησία τοῦ λαοῦ τῶν Ἐκκλησιῶν. Σὺ ποὺ δέχτηκες στὴν πλατη γιὰ μᾶς τὸ μαστίγωμα, τοῦ Πιλάτου τὶς φοβέρες, σὺ ποὺ κοπίασες γιὰ μᾶς μὲ ὁδοπορίες, παῦσε τὰ βάσανα τοῦ λαοῦ σου καὶ τὶς ταλαιπωρίες.  Σὺ ποὺ φώναξες στὸ σταυρὸ «Διψῶ» δρόσισε ψυχὲς ποὺ διψοῦν καὶ πεινοῦν φοβερὰ. Σὺ ποὺ μαζί μὲ τοὺς ἀνόμους ἀπὸ ἀνόμους καταδικάστηκες σῶσε κι ἐμᾶς ἀπ’ τὸ συνέδριο τῶν ἀνόμων. Σὺ ποὺ γυμνώθηκες ἀπὸ τοὺς ἀνόμους σὰν κακοῦργος, σὺ ὁ ἴδιος Κύριε, ποὺ   φυλακίστηκες ἀπὸ τοὺς ἀνόμους ἐλευθέρωσε τοὺς ριγμένους στῆς φυλακῆς τὰ δεσμά. Σὺ ποὺ ἔδωσες παράκληση στὴ μητέρα σου ἀπὸ τὸ θρῆνο καὶ τὸ κλάμα τοῦ Σταυροῦ, σὺ ποὺ τότε κραύγασες στὶς Μυροφόρες τὸ «Χαίρετε» σὺ φώναξε καὶ τώρα «Χαίρετε» στὶς Ἐκκλησίες σου. Σὺ ποὺ καρφώθηκες μὲ τὰ τίμια καρφιὰ στὰ πόδια καὶ τὰ χέρια, ἐλευθέρωσε χέρια καὶ πόδια λαῶν σιδηροδεμένων. Ναί, Κύριε, φιλάνθρωπε, ποὺ εἶπες «περίλυπη εἶναι ἡ ψυχή μου ὡς τὸ θάνατο», λύτρωσε τὸ λαό σου ἀπὸ τὴ λύπη καὶ τὸ θάνατο. Σὺ ποὺ ἡ λόγχη τρύπησε τὴ πλευρά σου, ἀπὸ τὴ λόγχη τῶν ἐχθρῶν σου μὲ τὸ χέρι σου τὸ δυνατὸ καὶ θυμήσου, Κύριε, ὅπως τὸν πιστὸ ληστή καὶ τὸ λαό σου. Σὺ ποὺ ἔχυσες τὸ ἄχραντο αἷμα σου γιὰ μᾶς, σταμάτησε τὸ ἄφθονο χύσιμο τοῦ αἵματός μας. Σῶσε τὸ λαό σου Δέσποτα, λυπήσου τοὺς κληρονόμους σου. Σηκώσου, γιατί, Κύριε, ἔχεις παραδοθῆ στὸν ὕπνο; Γιατὶ δείχνεις μακροθυμία στοὺς ἐχθρούς; Γιατὶ παίρνεις ἀπὸ μᾶς τὸ πρόσωπό σου; Σηκώσου, μὴ μᾶς κρατᾶς σ’ ἀπόσταση ὡς τὸ τέλος· μὴ μᾶς παραβλέπης ὁλότελα, θυμήσου τὸ σταυρό σου, θυμήσου τὸ λαό σου, θυμήσου τὴν εὐσπλαχνία σου.  Σὺ, Κύριε, ποὺ βάσταξες γιὰ χάρη μας σαράντα ἡμέρες τὸν πειρασμό, θυμήσου τοὺς λαούς σου ποὺ πειράζονται στὴν ἀπάτη καὶ ξηρὴ ἐρημία. Αὐτοὺς θυμήσου μαζί μὲ μᾶς, Κύριε, καὶ πρὶν ἀπὸ μᾶς, φιλάνθρωπε. Σ’ αὐτοὺς δῶσε πρὶν ἀπὸ μᾶς τὴ βοήθειά σου· ἐκείνους τέλος νὰ ἐπισκεφθῆς. Ἐκείνους τοὺς πιὸ ἀξιολύπητους ἀπ’ ὅλους, ποὺ εἶναι πιὸ ταπεινοὶ πάνω στὴ γῆ· ἐκείνους ποὺ στὴν ἔρημο ξεχάστηκαν ἀπ’ τοὺς ἀνθρώπους· ποὺ ἀπὸ τὸ χέρι σου διώχτηκαν μακρυὰ πρὶν ἀπὸ τὸ θάνατό τους.  Αὐτοὺς ποὺ βαριὰ τοὺς παίδεψε ὁ θυμὸς σου κι ἡ ὀγή σου τοὺς ἤλεγξε· ἐκεῖνοι ποὺ σὰ νεκροὶ ἀπὸ τοὺς ἀνθρώπους λησμονήθηκαν, ποὺ καταδικάστηκαν καὶ ζοῦν μὲ τὰ ἄγρια θηρία. Αὐτοὶ ποὺ τὴ στένεψή τους κανεὶς δὲν παρατηρεῖ παρὰ μόνο τ’ ἀκοίμητό σου μάτι· ποὺ τὴν ἀνάγκη τους, σύ, Κύριε, γνωρίζεις καὶ κανεὶς ἄλλος δὲν ἄκουσε, ἀφοῦ χωρισμένοι ἀπὸ τοὺς δικοὺς τους, μακρυὰ ἀπὸ τοὺς ἀνθρώπους, ζοῦνε ἔχοντας ξεχάσει τὶς ἐκκλησίες καὶ μὴ ξαίροντας τὶς μέρες τῶν ἑορτῶν.




Λίγη καλωσύνη, σ’ αὐτοὺς δεῖξε, Κύριε· δὲ γυρεύω πολλή. Ἔλα σ’ ἐκείνους Θεέ μου, ποὺ τοὺς ἐπαίδεψες· ἔλα στὰ ἄλλοτε παιδιὰ σου, γιατὶ κι αὐτοὶ κάποτε ἦσαν κοντά σου, ἦσαν κι αὐτοὶ χριστιανοί, κι αὐτοὶ κοπάδια σου κι αὐτοὶ μέλη τοῦ σώματός σου κι αὐτοὶ κοινωνοῦσαν τὸ ἄχραντο σῶμα σου καὶ τώρα κοινωνοῦν τὸ σῶμα ἀλόγων ζώων. Γι’ αὐτὸ Κύριε, ρίξε σ’ αὐτοὺς τὸ βλέμμα σου γεμᾶτο ἔλεος καὶ εὐσπλαχνία. Κοίταξε αὐτῶν τῶν ἀθλίων τὴ στένεψη καὶ δεῖξε τους φιλανρθωπία. Κοίταξε τὴ γύμνωσή τους  καὶ δῶσε τους τὴ σωτηρία· κοίταξε τὴ βαθειὰ ἐρημιά τους καὶ κάμε τὴν εὐσπλαχνία σου. Ἄν καὶ δίκαια τοὺς παίδεψες, σῶσε τους ὅμως. Ἄν καὶ τοὺς παρέδωσες στὸν ἐχθρὸ ἄξια, ὅμως μάζεψέ τους. Τοὺς ἐχτύπησες, παρηγόρησέ τους, τοὺς παρέδωσες, λύτρωσέ τους. Ἄν πολλὲς φορὲς ἁμαρτήσαμε, ὅμως ξαναθυμήσου μας πάλι, καὶ πάλι σκῦψε στὴ δέσή μας καὶ πιὸ πολὺ ἄκουσε ὅσους βρίσκονται στὶς ἐρημιές, στὰ σπήλαια καὶ τὰ βαθουλώματα τῆς γῆς, σ’ ἀπάτητους τόπους, ἀδελφούς μας χριστιανοὺς καὶ λαὸ δικό σου. Γιατὶ ἄν ἐμεῖς εἴμαστε στὶς ἐκκλησίες μαζί μὲ τοὺς πιστούς, ἐκεῖνοι ζοῦν στὴν ἐρημιὰ μαζὶ μὲ τοὺς ἐχθρούς· ἄν ἐμεῖς χαιρώμαστε τὶς ἑορτές, ἐκεῖνοι βρίσκονται σὲ μέγα σκότος. Ὑπέρμετρη εἶναι ἡ δυστυχία τους, μεγάλος ὁ φόβος τους, τὸ τραῦμα τους φοβερό, πικρὴ ἡ συμφορά τους, ἀνεκδιήγητη ἡ καταστροφή τους, μεγάλο τὸ ἀγκάθι, πολλὴ ἡ τραγωδία τους, ἀνεκδιήγητη ἡ καταστροφή τους, μεγάλο τὸ ἀγκάθι, πολλὴ ἡ τραγωδία τους, Κύριε. Μὴ μᾶς ἀφήσης γιὰ πάντα ἔξω, ἀλλὰ μαζὶ μὲ τὴν παιδεία δεῖξε μας καὶ τὴ φιλανθρωπία σου, γιὰ νὰ μὴ μείνη ἡ τελευταία καύχηση στοὺς Ἰδουδίους, γιὰ νὰ μὴ ποὺν γιὰ μᾶς οἱ εἰδωλολάτρες: ποῦ εἶναι ὁ Θεός τους, δὲν εἶναι ὁ Χριστὸς τους, δὲν εἶναι ὁ σταυρός τους; Ποῦ εἶναι ἡ ἐλπίδα τους; Ποῦ εἶναι ἡ πίστη τῶν Χριστιανῶν; Γιὰ νὰ μὴν τὰ ποῦνε αὐτὰ, γρήγορα ἄς δοῦν τὰ ἐλεή σου σ’ ἐμᾶς. Ἄς μᾶς προφτάση γρήγορα ἡ εὐσπαλχνία σου Κύριε, Κύριε, γιατὶ εἴμαστε πολὺ φτωχοί, γιατὶ εἴμαστε πολὺ ταπεινοί, γιατὶ λιγοστέψαμε πολύ. Ἄς φτάση λοιπὸν ὡς ἐσένα ὁ στεναγμὸς τῶν δεμένων· θὰ σὲ μαλακώσουν τὰ δάκρυα τῶν ἄκακων νηπίπων, ποὺ τὰ κατασφάζουν, θὰ σὲ συγκινήση ὁ θρῆνος τῶν μητέρων ποὺ χάνουν τὰ παιδιά τους. Εἶναι παρακλήσεις τὰ ὅσα λέμε Κύριε κι ὄχι ἀντιλογίες. Σὲ παρακαλοῦμε, δὲν ἀντιδικοῦμε μὲ σένα. Παρακαλοῦμε, γιατὶ οἱ ἄνομοι μᾶς βρίζουν καὶ οἱ Ἕλληνες μᾶς καταπονοῦν. Δὲ φιλονικοῦμε, ἐξομολογύμαστε, κλαῖμε γιατὶ καὶ οἱ ἄλλοι εἶναι σὲ κίνδυνο. Εἴμαστε ἁμαρτωλοί, ἀλλὰ εἴμαστε καὶ Χριστιανοί.  Εἴμαστε τιποτένιοι ἀλλὰ ὀπαδοὶ τῆς δικῆς σου πίστεως. Δὲν ἀξίζομε τὴ φιλανθρωπία σου ἀλλὰ εἴμαστε πρόβατα τῆς Ἐκκλησίας σου στὴν ἴδια μάντρα μαζεμένοι. Αὐτὴν τὴν ἱκεσία σὲ σένα οἱ φτωχοὶ γιὰ τὸν ἀμέτρητο λαὸ τῆς αἰχμαλωσίας προσφέρομε στὴν τριήμερη ἀνάστασή σου, κλῆρος καὶ λαός, νέοι καὶ νέες, γέροντες μὲ νεώτερους, τὰ παιδιὰ μὲ τὶς μητέρες τους, κάθε ψυχὴ ὅσων πιστεύουν σὲ σένα. Αὐτοὺς ὅλους λύτρωσέ τους ἀπὸ τὴ φοβέρα ποὺ σιμώνει, καὶ κάνε τους, ἄξιους τῆς βασιλείας σου μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ καὶ κυριάρχου Θεοῦ καὶ Σωτῆρα μας Ἰησοῦ Χριστοῦ, μαζὶ μὲ τὸ Πανάγιο καὶ ζωοποιό του Πνεῦμα. Τώρα καὶ πάντα καὶ στοὺς αἰῶνες τῶν αἰώνων, Ἀμήν.


Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.9-18

Άναβάσεις - http://anavaseis.blogspot.com


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου