Σάββατο 1 Σεπτεμβρίου 2012

Κυριακή ΙΓ΄Ματθαίου. Ἁγίου Ἰωάννου Χρυσοστόμου


Ὑπόμνημα εἰς τὸν Ἅγιον Εὐαγγελιστὴν Ματθαῖον, ὁμιλία ξη΄
 Κυριακή ΙΓ΄ Ματθαίου (Ματθ. κα΄ 33-42)



α΄. Πολλὰ ἀπὸ τῆς παραβολῆς ταύτης αἰνίττεται· τοῦ Θεοῦ τὴν πρόνοιαν, τὴν εἰς αὐτοὺς ἄνωθεν γεγενημένην· τὸ ἐξ ἀρχῆς αὐτῶν φονικόν· τὸ μηδὲν παραλειφθῆναι τῶν ἠκόντων εἰς ἐπιμέλειαν· τὸ καὶ προφητῶν σφαγέντων μὴ ἀποστραφῆναι αὐτούς, ἀλλὰ καὶ τὸν Υἱὸν πέμψαι· τὸ καὶ τῆς Καινῆς καὶτῆς Παλαιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι Θεόν· τὸ μεγάλα αὐτοῦ τὸν θάνατον κατορθώσειν· τὸν τὴν ἐσχάτην δίκην τοῦ σταυροῦ καὶ τοῦ τολμήματος αὐτοὺς ὑπομένειν· τῶν ἐθνῶν τὴν κλῆσιν, τῶν Ἰουδαίων τὴν ἔκπτωσιν.  Διὰ τοῦτο αὐτὴν μετὰ τὴν ἔμπροσθεν τίθησιν, ἵνα δείξῃ κἀντεῦθεν τὸ ἔγκλημα μεῖζον καὶ σφόδρα ἀσύγνωστον.  Πῶς καὶ τίνι τρόπῳ; Ὅτι τοσαύτης τυχόντες ἐπιμελείας, πορνῶν καὶ τελωνῶν ἡττήθησαν, καὶ παρὰ τοσοῦτον. Θέα δὲ καὶ αὐτοῦ τὴν πρόνοιαν τὴν πολλὴν, καὶ τὴν τούτων ἀργίαν τὴν ἄφατον. Καὶ γὰρ ἅ τῶν γεωργῶν, ἦν, αὐτὸς ἐποίησε· τὸ φραγμὸν περιθεῖναι, τὸ φυτεῦσαι τὸν ἀμπελῶνα, τὰ ἄλλα πάντα· καὶ μικρὸν αὐτοῖς κατέλιπε, τὸ ἐπιμελεῖσθαι τῶν ὄντων, καὶ διαφυλάξαιτὸ δοθέντα. Οὐδὲν γὰρ ἦν ἐλλειφθέν, ἀλλὰ πάντα ἀπηρτισμένα· καὶ οὐδὲ οὕτως ἐκέρδαναν, καὶ ταῦτα τοσούτων ἀπολαύσαντες παρ’ αὐτοῦ. Ὅτε γὰρ ἐξ Αἰγύπτου ἐξῆλθον, καὶ νόμον ἔδωκεν, καὶ πόλιν ἀνέστησε, καὶ ναόν ὠκοδόμησε, καὶ θυσιαστήριον κατασκεύασε.  Καὶ ἀπεδήμησε· τοὐτέστιν, ἐμακροθύμησεν, οὐκ ἀεὶ τοῖς ἁμαρτήμασι παραπόδας ἐπάγων τὰς τιμωρίας· τὴν γὰρ ἀποδημίαν τὴν πολλὴν αὐτοῦ μακροθυμίαν φησί. Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ, τοὐτέστι, τοῦς προφήτας, τὸν καρπὸν λαβεῖν, τοὐτέστι, τὴν ὑπακοήν, τὴν διὰ τῶν ἔργων ἐπίδειξιν. Οἱ δὲ κἀνταῦθα τὴν κακίαν ἐπεδείξαντο, οὐ τῷ μὴ δοῦναι καρπὸν τοσαύτης ἀπολαύσαντας ἐπιμελείας, ὅπερ ἀργίας ἦν, ἀλλὰ καὶ τῷ δυσχερᾶναι πρὸς τοὺς ἐλθόντας.  Τοὺς γὰρ οὐκ ἔχοντας δοῦναι καὶ ὀφείλοντας, οὐκ ἀγανακτεῖν ἐχρῆν, οὐδὲ δυσχεραίνειν, ἀλλὰ παρακαλεῖν. Οἱ δὲ οὐ μόνον ἠγανάκτησαν, ἀλλὰ αἱμάτων τὰς χεῖρας ἐνέπλησαν· καὶ δίκην ὀφείλοντες, αὐτοὶ ἀπήτουν.
Διὰ τοῦτο καὶ δευτέρας ἔπεμψε καὶ τρίτους, ἵνα δειχθῇ καὶ ἡ τούτων κακία, καὶ ἡ τοῦ πέμψαντος φιλανθρωπία. Καὶ διατὶ μὴ τὸν υἱὸν εὐθέως ἀπέστειλεν; Ἵνα ἐκ τῶν εἰς ἐκείνους γενομένων καταγνόντες ἑαυτῶν, καὶ τὸν θυμὸν ἀφέντες, ἐκεῖνον ἐντραπῶσιν ἐλθόντα. Εἰσὶ δὲ καὶ ἕτεροι λόγοι· ἀλλὰ τέως ἐπὶ τὰ ἑξῆς ἴωμεν. Τὶ δὲ ἔστι τό, Ἴσως ἐντραπήσονται; Οὐχὶ ἀγνοοῦντος, ἄπαγε·  ἀλλὰ θέλοντος δεῖξαι τὸ ἁμάρτημα μέγα, καὶ ἀπολογίας πάσης ἐστερημένο. Ἐπεὶ αὐτὸς εἰδώς, ὅτι ἀναιρήσουσιν, ἔπεμψε. Λέγει δὲ, Ἐντραπήσονται, τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλων· ὅτι ἔδει αὐτοὺς ἐντραπῆναι. Ἐπεὶ καὶ ἀλλαχοῦ φησιν, Ἐὰν ἄρα ἀκούσωσιν· οὐδὲ ἐκεῖ ἀγνοῶν· ἀλλ’ ἵνα μὴ λέγωσί τινες τῶν ἀγνωμόνων, ὅτι ἠ πρόρρησις αὐτοῦ γέγονεν ἀναγκαστικὴ τῆς παρακοῆς, διὰ τοῦτο οὔτω σχηματίζει τὰς λέξεις, Ἐὰν ἄρα, λέγων, καί, Ἴσως, Εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμνονες ἐγένοιτο, τὸ τοῦ υἱοῦ ἀξίωμα αἰδεσθῆναι ἐχρῆν. Τὶ οὖν οὗτοι; Δέον προδραμεῖν, δέον αἰτῆσαι συγγνώμην ἐπὶ τοῖς πεπλημμελημένοις, καὶ ἐπαγωνίζονται τοῖς προτέροις ἐπαποδύονται τοῖς μιάσμασιν, ἀεὶ τὰ πρότερα τοῖς δευτέροις ἀποκρύποντες· ὅ καὶ αὐτὸς δηλῶν ἔλεγε· Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ἄνωθεν γὰρ αὐτοῖς ταῦτα ἐνεκάλουν οἱ προφῆται λέγοντες· Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις· καὶ Αἵματα ἐφ’ αἵμασι μίσγουσι· καί, Οἰκοδομοῦντες Σιὼν ἐν αἵμασαιν, Ἀλλ’ οὐκ ἐσωφρονίζοντο καίτοι, ταύτην λαβόντες πρώην τὴν ἐντολήν, τό, Οὐ φονεύσεις, καὶ μυρίων ἑτέρων κελευσθέντες ἀπέχεσθαι διὰ τοῦτο, καὶ διὰ πολλῶν καὶ παντοδαπῶν εἰς τὴν φυλακήν τῆς ἐντολῆς ταύτης ἐναγόμενοι. Ἀλλ’ ὅμως τὴν πονηρὰν ἐκείνη οὐκ ἀπέθεντο συνήθειαν· ἀλλὰ τί λέγουσιν ἰδόντες αὐτόν; Δεῦτε, ἀποκτείνωμεν αὐτόν. Τίνος ἕνεκεν, καὶ διατί; τί ποτε ἔχοντες ἐγκαλεῖν, ἤ μικρὸν, ἤ μέγα; Ὅτι ἐτίμησεν ὑμᾶς, καὶ Θεὸς ὤν, ἄνθρωπος ἐγένετο δι’ ὑμᾶς, καὶ τὰ μυρία ἐκεῖνα εἰργάσατο θαύματα; ἀλλ’ ὅτι τὰ ἁμαρτήματα συνεχώρει; ἀλλ’ ὅτι ἐπὶ βασιλείαν ἐκάλει;  Ὅρα δὲ μετὰ τῆς ἀσεβείας καὶ τὴν ἄνοιαν πολλὴν οὗσαν, καὶ τὴν αἰτίαν τῆς σφαγῆς πολλῆς γέμουσαν παραπληξίας. Ἀποκτείνωμεν γὰρ αὐτὸν, φησί, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. Καὶ ποῦ ἀποκτείναι βουλεύονται; Ἔξω τοῦ ἀμπελῶνος.
β΄ Εἶδες πῶς προφητεύει καὶ τὸν τόπον, ἔνθα ἔμελλε σφάττεσθαι; Καὶ ἐκβάλοντες ἀπέκτειναν. Καὶ ὁ μὲν Λουκᾶς φησιν, ὅτι αὐτὸς ἀπεφήνατο ὅ παθεῖν ἔδει τούτους, κἀκεῖνοι εἶπον, Μὴ γένοιτο· καὶ τὴν μαρτυρίαν ἐπήγαγεν . Ἐμβλέψας γὰρ αὐτοῖς εἶπε· Τί οὖν ἐστι τὸ γεγραμμένον, Λίθον ὅν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· καὶ πῶς ὁ πεσὼν ἐπ’ αὐτὸν συνθλασθήσεται; Ὁ δὲ Ματθαῖος, ὅτι αὐτοὶ τὴν ψῆφον ἐξήνεγκαν. Ἀλλ’ οὐκ ἔστι τοῦτο ἐναντιολογίας. Καὶ γὰρ ἀμφότερα γέγονε· καὶ τὴν ψῆφον αὐτοὶ ἐξήνεγκαν καθ’ ἑαυτῶν, καὶ πάλιν αἰσθόμενοι τῶν εἰρημένων εἶπον, Μὴ γένοιτο· καὶ τὸν προφήτην αὐτοῖς ἐπετείχισε, πείθων αὐτούς, ὅτι πάντως ἔσται τοῦτο. Ἀλλ’ ὅμως οὐδὲ οὕτω τὰ ἔθνη σαφῶς ἀπεκάλυψεν, ὥστε μηδεμίαν αὐτοῖς παρασχεῖν λαβήν, ἀλλ’ ἠνίξατο εἰπών, Δώσει τὸν ἀμπελῶνα ἄλλοις. Διὰ τοῦτο δὴ καὶ διὰ παραβολῆς εἴρηκεν, ἵνα αὐτοὶ τὴν ψῆφον ἐξενέγκωσιν· ὅπερ καὶ ἐπὶ τοῦ Δαυΐδ γέγονεν,  ὅτε ἔκρινε τὴν παραβολὴν  τοῦ Νάθαν. Σὺ δέμοι σκόπει κἀντεῦθεν πῶς δικαία ἡ ψῆφος, ὅταν οἱ μέλλοντες κολάζεσθαι ἑαυτοὺς καταδικάζωσιν. Εἶτα ἵνα μάθωσιν, ὅτι οὐ μόνον ἡ τοῦ δικαίου φύσις ταῦτα ἀπήτει, ἀλλὰ καὶ ἄνωθεν ἡ τοῦ Πνεύματος χάρις προὔλεγε ταῦτα, καὶ ὁ Θεὸς οὕτως ἐψηφίζετο, καὶ προφητείαν ἐπήγαγε, καὶ ἐντρεπτικῶς αὐτοῖς ἐπιτιμᾷ λέγων· Οὐδὲποτε ἀνέγνωτε, ὅτι Λίθον ὅν ἀπεδοκιμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη ἡ κεφαλὴν γωνίας;  παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· διὰ πάντων δεικνύς, ὅτι οἱ μὲν ἐκβάλεσθαι ἔμελλον ἀπιστοῦντες, τὰ δὲ ἔθνη εἰσάγεσθαι. Τοῦτο καὶ διὰ τῆς Χαναναίας, τοῦτο καὶ διὰ τοῦ ὄνου, καὶ διὰ τοῦ ἑκατοντάρχου, καὶ δι’ ἄλλων πολλῶν παραβολῶν ἠνίξατο·  τοῦτο καὶ νῦν. Διὸ καὶ ἐπήγαγε· Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· προδηλῶν, ὅτι τὰ ἔθνη πιστεύοντα, καὶ Ἰουδαίων ὅσοι ἄν καὶ αὐτοὶ πιστεύσωσιν, ἔστονται ἕν, καίτοι τοσούτου τοῦ μέσου ὄντος ἔμπροσθεν. Εἶτα, ἵνα μάθωσιν ὅτι οὐδὲν τῷ Θεῷ ἐναντίον τῶν γινομένων ἦν, ἀλλὰ καὶ σφόδρα εὐαπόδεκτον τὸ συμβαῖνον, καὶ παράδοξον, καὶ τῶν ὁρώντων ἕκαστον ἐκπλῆττον· (καὶ γὰρ ἦν θαῦμα σφόδρα ἄφατον)· ἐπήγαγε λέγων· Παρὰ Κυρίου ἐγένετο αὕτη, Λίθον δὲ ἑαυτὸν καλεῖ, καὶ οἰκοδόμους τοὺς διδασκάλους τῶν Ἰουδαίων· ὅ καὶ Ἰεζεκιήλ φησιν· Οἱ οἰκοδομοῦντες τὸν τοῖχον, καὶ ἀλείφοντες ἀναριτύτως. Πῶς δὲ ἀπεδοκίμασαν; Λέγοντες, Οὗτος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ· Οὗτος πλανᾷ τὸν ὄχλον· καὶ πάλιν, Σαμαρείτης εἰ σύ, καὶ δαιμόνιον ἔχεις. Εἶτα, ἵνα γνῶσιν ὅτι οὐ μέχρι τοῦ ἐκβληθῆνα αὐτοὺς ἡ ζημία, ἐπήγαγε καὶ τὰς κολάσεις, λέγων· Πᾶς ὁ πίπτων ἐπὶ τὸν λίθον τοῦτο, συνθλασθήσεται· ἐφ’ ὅν δ’ ἄν πέσῃ, λικμήσει αὐτόν. Δύο φησὶν ἀπωλείας ἐνταῦθα· μίαν μέν, τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι τοῦτο γὰρ ἐστιν. Ὁ πίπτων ἐπὶ τὸν λίθον τοῦτον· ἑτέραν δέ, τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν, καὶ τῆς συμφορᾶς καὶ πανλεθρίας, ἦν καὶ σαφῶς προεδήλωσεν εἰπών, Λικμήσει αὐτόν.  Διὰ τούτων καὶ τὴν ἀνάστασιν ἠνιξατο τὴν ἑαυτοῦ. Ὁ μὲν οὖν προφήτης  Ἡσαΐας τὸν ἀμπελῶνα αἰτιᾶσθαί φησιν αὐτόν·  ἐνταῦθα δὲ καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ διαβάλλει. Καὶ ἐκεῖ μὲν φησι· Τί ἔδει με ποιῆσαι τῷ ἀμπελῶν μου, καὶ οὐκ ἐποίησα; καὶ ἀλλαχοῦ πάλιν· Τὶ εὗρον οἱ πατέρες ὑμῶν ἐν ἐμοῖ πλημμέλημα; καὶ πάλιν, Λαὸς μου, τί ἐποίησά σοι; ἤ τὶ ἐλύπησά σε; δεικνὺς αὐτὴν τὴν ἀχάριστον γνώμην, καὶ ὅτι πάντων ἀπολαύοντες τοῖς ἐναντίοις ἠμείβοντο· ἐνταῦθα δὲ μετὰ πλείονος τίθησιν αὐτὸ ὑπερβολῆς. Οὐ γὰρ αὐτὸς ἀποφαίνεται λέγων·  Τί ἔδει μὲ ποιῆσαι, καὶ οὐκ ἐποίησα; ἀλλ’ αὐτοὺς ἐκείνους εἰσάγει ψηφιζομένους, ὅτι οὐδὲν ἐνέλιπε, καὶ καταδικάζοντας ἑαυτούς. Ὅταν γὰρ εἴπωσιν, ὅτι Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἑτέροις γεωργοῖς, οὐδὲν ἕτερον ἤ τοῦτο λέγουσι, μετὰ πολλῆς τῆς περιουσίας τὴν ψῆφον ἐκφέροντες. Τοῦτο καὶ Στέφανος αὐτοῖς ὀνειδίζει, ὅ καὶ μάλιστα αὐτοὺς ἔδακνεν, ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ προνοίας, τοῖς ἐναντίοις ἠμείβοντο τὸν εὐεργέτην· ὅπερ καὶ αὐτὸ μέγιστον ἦν σημεῖον τοῦ μὴ τὸν κολάζοντα, ἀλλὰ τοὺς κολαζομένους αἰτίους εἶναι τῆς τιμωρίας τῆς ἐπαγομένης αὐτοῖς. Τοῦτο δὴ καὶ ἐνταῦθα δείκνυται διὰ τῆς παραβολῆς, διὰ τῆς προφητείας. Οὐδὲ γὰρ ἠρκέσθη τῷ παραβολῇ μόνον, ἀλλὰ καὶ προφητείαν, διπλῆν ἐπήγαγε,τὴν μὲν τοῦ Δαυΐδ, τὴν δὲ παρ’ ἑαυτοῦ. Τί οὖν ἐχρῆν ταῦτα ἀκούσαντας ποιεῖν; οὐχὶ προσκυνῆσαι; οὐχὶ θαυμάσαι τὴν κηδεμονίαν, τὴν ἔμπροσθεν, τὴν μετὰ ταῦτα; Εἰ δὲ μηδενὶ τούτων ἐγένοντο βελτίους τῷ γοῦν φόβῳ τῆς κολάσεως οὐκ ἔδει γενέσθαι σωφρονεστέρους; Ἀλλ’ οὐκ ἐγένοντο· ἀλλὰ τι μετὰ ταῦτα; Ἀκούσαντες, φησίν, ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει. Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἀφοβήθησαν διὰ τοὺς ὄχλους, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. Ἠσθάνοντο γὰρ λοιπόν, ὅτι αὐτοὺς ἠνίττετο. Ποτὲ μὲν  οὖν  κατεχόμενος, διὰ μέσου αὐτῶν ἀναχωρεῖ, καὶ οὐχ ὁρᾶται· ποτὲ δὲ φαινόμενος ὠδίνουσαν αὐτῶν τὴν ἐπιθυμίαν ἐπέχει. Ὅ καὶ θαυμάζοντες ἔλεγον· Οὐχ οὗτός ἐστιν  Ἰησοῦς; ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Ἐνταῦτα δὲ, ἐπειδὴ τῷ φόβῳ τοῦ πλήθους κατείχοντο, ἀρκεῖται τούτῳ, καὶ οὐ παραδοξοποιεῖ, ὥσπερ ἔμπροσθεν, διὰ μέσου ἀναχωρῶν καὶ μὴ φαινόμενος. Οὐ γὰρ ἐβούλετο πάντα ὑπὲρ ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονομίαν. Οἱ δὲ οὐδὲ ἀπὸ τοῦ πλήθους ἐσωφρονίζοντο, οὐδὲ ἀπὸ τῶν εἰρημένων·  οὐ τὴν τῶν προφητῶν μαρτυρίαν, οὐ τὴν ἑαυτῶν ἠδοῦντο ψῆφον, οὐ τὴν τῶν πολλῶν γνώμην· οὕτω καθάπαξ αὐτοὺς ἡ φιλαρχία καὶ ὁ τῆς κενοδοξίας ἐπήρωσεν ἔρως, καὶ τὸ τὰ πρόσκαιρα ζητεῖν.
 γ΄.Οὐδὲν γὰρ οὕτως ἐπὶ κεφαλὴν ὠθεῖ, καὶ κατὰ κρημνῶν φέρει, οὐδὲν οὕτω ποιεῖ τῶν μελλόντων ἐκπίπτειν, ὡς τὸ προσηλῶσθαι τοῖς ἐπικήροις τούτοις· οὐδὲν οὕτω ποιεῖ καὶ τούτων κἀκείνων ἀπολαύειν, ὡς τὸ πάντων ἐκεῖνα προτιμᾷν. Ζητεῖτε γάρ, φησὶν ὁ Χριστὸς, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καίτοι εἰ μηδὲ τοῦτο προσέκειτο, οὐδὲ οὕτως αὐτῶν ἐφίεσθαι ἔδει. Νῦν δὲ ἐν τῷ λαβεῖν ἐκεῖνα καὶ ταῦτα ἔστι προσλαβεῖν· καὶ οὐδὲ οὕτως ἔνιοι πείθονται· ἀλλὰ λίθοις ἀναισθήτοις ἐοίκασι, καὶ σκιὰς  διώκουσιν ἡδονῆς.  Τί γὰρ ἡδὺ τῶν ἐν τῷ παρόντι βίω; Τὶ δὲ τερπνόν; Μετὰ γὰρ παρρησίας ὑμῖν πλείονος διαλεχθῆναι βούλομαι σήμερον·  ἀλλὰ ἀνάσχεσθε, ἵνα μάθητε ὅτι ὁ δοκῶν οὗτος φορτικὸς εἶναι βίος καὶ ἐπαχθής, ὁ τῶν μοναχῶν λέγω καὶ τῶν ἐσταυρωμένων, πολὺ τούτο τοῦ δοκοῦντος εἶναι προσηνοῦς καὶ ἀπαλωτέρου γλυκύτερός ἐστι καὶ ποθεινότερος. Καὶ τούτου μάρτυρες ὑμεῖς, οἱ θανάτον πολλάκις αἰτῆσαντες ἐν ταῖς καταλαβούσαις ὑμᾶς περιστάσεσι καὶ ἀθυμίας, καὶ ἐκείνους μακαρίσαντες τοὺς ἐν ὄρεσι, τοὺς ἐν σπηλαίοις, τοὺς μὴ γεγαμηκότας, τὸν ἀπράγμονα βίον ζῶντας, οἵ τε ἐν ταῖς τέχναις, οἵ τε ἐν ταῖς στρατείαις, οἵ τε ἁπλῶς ζῶντες καὶ εἰκῇ, καὶ ἐν τῇ σκηνῇ διημερεύοντες καὶ ταῖς ὀρχήστραις.  Καὶ γὰρ ἐκεῖθεν, εἰ καὶ μυρίαι ἡδοναὶ βρύειν δοκοῦσι καὶ εὐφροσύνης πηγαί, ἀλλὰ μυρία τίκτεται πικρότερα βέλη. Ἄν γὰρ ἁλῷ τις ἔρωτι κόρης τινὸς τῶν ἀρχουμένων ἐκεῖ, ὑπὲρ μυρίας στρατείας, ὑπὲρ μυρίας ἀποδημίας χαλεπωτέραν ὑποστήσεται βάσανον, πάσης πόλεως πολιορκουμένης ἀθλιώτερον διακείμενος.  Πλὴν ἀλλ’ ἵνα μὴ ἐκεῖνα ἐξατάσωμεν τέως, τῷ συνειδότι ταῦτα ἀφέντες τῶν ἑαλωκότων, φέρε περὶ τοῦ τῶν πολλῶν διαλεχθῶμεν βίου· καὶ τοσοῦτον εὑρήσομεν τὸ μέσον ἑκατέρας τῆς ζωῆς ταύτης, ὅσον λιμένος καὶ πελάγους συνεχῶς ἀνέμοις διακοπτομένου τὸ διάφορον. Σκόπει δὲ ἀπὸ τῶν καταγωγίων εὐθέως τὰ προοίμια τῆς εὐημερίας. Ἀγορὰς γὰρ καὶ πόλεις καὶ τοὺς ἐν μέσῳ φυγόντες θορύβους, τὸν ἐν ὄρεσι βίον εἴλοντο, τὸν οὐδὲν ἔχοντα κοινὸν πρὸς τὰ παρόντα, τὸν οὐδὲν ἀνθρώπινον ὑπομένοντα, οὐ λύπην βιωτική, οὐκ ὀδύνην, οὐ φροντίδα τοσαύτην, οὐ κινδύνους, οὐκ ἐπιβουλάς, οὐ βασκανίαν, οὐ ζηλοτυπίαν, οὐκ ἔρωτας ἀτόπους, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ἐντεῦθεν ἤδη τὰ τῆς βασιλείας μελετῶσι, νάπαις ὁμιλοῦντες καὶ ὄρεσι καὶ πηγαῖς, καὶ ἡσυχίᾳ καὶ ἠρεμίᾳ πολλῇ, καὶ πρὸ τούτων ἁπάντων τῷ Θεῷ. Καὶ παντὸς μὲν θορύβου τὸ δωμάτιον αὐτοῖς καθαρόν, παντὸς δὲ πάθους ἡ ψυχὴ καὶ νοσήματος ἐλευθέρα, λεπτὴ καὶ κούφη, καὶ τοῦ λεπτοτάτου ἀέρος σφόδρα καθαρωτέρα. Ἔργον δὲ αὐτοῖς, ὅπερ ἦν καὶ τῷ Ἀδάμ παρὰ τὴν ἀρχὴν καὶ πρὸ τῆς ἁμαρτίας, ὅτε τὴν δόξαν ἠμφιεσμένος ἦν, καὶ τῷ Θεῷ μετὰ παρρησίας ὡμίλει, καὶ τὸ χωρίον ἐκεῖνο τὸ πολλῆς γέμον μακαριότητος ὤκει. Τί γὰρ οὗτοι χεῖρον ἐκείνου διάκεινται, ὅτε πρὸ τῆς παρακοῆς ἐτέθη ἐργάζεσθαι τὸν παράδεισον; Οὐδεμία φροντὶς ἦν αὐτῷ βιωτική; ἀλλ’ οὐδὲ τούτοις, Θεῷ διαλέγετο μετὰ καθαροῦ συνειδότος; τοῦτο καὶ οὗτοι· μᾶλλον δὲ καὶ πολλῷ μείζονα ἔχουσι παρρησίαν ἐκείνου, ὅσῳ καὶ μείζονος ἀπολελαύκασι χάριτος διὰ τῆς τοῦ Πνεύματος χορηγίας. Ἐχρῆν μὲν οὖν ὑμᾶς ὄψει ταῦτα παραλαμβάνειν· ἐπειδὴ δὲ οὐ βούλεσθε, ἀλλ’ ἐν θορύβοις καὶ ἀγοραῖς διατρίβετε, κἄν λόγῳ γοῦν διδάξωμεν ὑμᾶς, ἕν μέρος ἀπλαβόντες αὐτῶν τῆς διαγωγῆς· πάντα γὰρ οὐ δυνατὸν ἐπελθεῖν τὸν ἐκείνων βίον. Οὗτοι οἱ φωστῆρες τῆς οἰκουμένης, ἐπειδὰν ἥλιος ἀνισχῃ, μᾶλλον δὲ πολλῷ πρὸς τῆς ἀκτῖνος ἀπὸ τῆς εὐχῆς ἀναστάντες, ὑγιεῖς καὶ ἐγρηφορότες  καὶ νήφοντες· (οὔτε γὰρ λύπη τις καὶ φροντίς, οὔτε καρηβαρία καὶ πόνος καὶ πραγμάτων ὄχλος, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν αὐτοῖς ἐνοχλεῖ, ἀλλ’ ὡς ἄγγελοι διάγουσιν ἐν οὐρανῷ)·  ἀναστάντες τοίνυν εὐθέως ἀπὸ τῆς εὐχῆς φαιδροὶ καὶ γεγηθότες, καὶ χορὸν ἕνα στησάμενοι, ἐν φαιδρῷ τῶ συνειδότι συμφώνως ἅπαντες ὥσπερ ἐξ ἑνὸς στόματος, ὕμνους εἰς τὸν ὅλων ἄδουσι Θεόν, γεραίροντές τε αὐτόν, καὶ χάριν εἰδότες ὑπὲρ ἁπάντων αὐτῷ, τῶν τε ἰδίων, τῶν τε κοινῶν εὐεργετημάτων. Ὥστε, εἰ δοκεῖ, τὸν Ἀδὰμ ἀφέντες ἐρωτήσωμεν τί τῶν ἀγγέλων οὗτος διέστηκεν ὁ χορὸς τῶν ἐπὶ γῆς ἀδόντων καὶ λεγόντων·  Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.  Καὶ ἡ στολὴ δὲ αὐτοῖς τῆς ἀνδρίας ἀξία. Οὐ γὰρ δὴ κατὰ τοὺς ἐλκεχίτωνας καὶ ἐκνευρισμένους καὶ διακλωμένους εἰσὶν ἐστολισμένους καὶ διακλωμένους εἰσὶν ἐστολισμένοι· ἀλλὰ κατὰ τοὺς μακαρίους ἐκείνους ἀγγέλους, τὸν Ἠλίαν, τὸν Ἐλισσαῖον, τὸν Ἰωάννην, κατὰ τοὺς ἀποστόλους· τῶν ἱματίων κατεσκευασμένων αὐτοῖς, τοῖς μὲν ἀπὸ τριχῶν αἰγῶν, τοῖς δὲ ἀπὸ τριχῶν καμήλων· εἰσὶ δὲ οἷς καὶ δέρματα ἤρκεσε μόνον, καὶ ταῦτα πάλαι πεπονηκότα. Εἶτα ἐπειδὰν τὰς ὠδὰς ἐκείνας εἴπωσι, τὰ γόνατα κάμψαντες, τὸν ὑμνηθέντα Θεὸν παρακαλοῦσιν ὑπὲρ πραγμάτων, ὧν ἔνιοι οὐδὲ εἰς ἔννοια ταχέως ἔρχονται. Αἰτοῦσι γὰρ τῶν μὲν παρόντων οὐδέν· οὐδεὶς γὰρ αὐτοῖς τούτων λόγος· τὸ δὲ μετὰ παρρησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ, ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκροὺς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ· καὶ τὸ μηδένα ἀκοῦσαι τῆς φοβερᾶς ἐκείνης φωνῆς τῆς λεγούσης, Οὐκ οἶδα ὑμᾶς· καὶ ὥστε μετὰ καθαροῦ συνειδότος καὶ πολλῶν τῶν κατορθωμάτων τὸν ἐπίμοχθον τοῦτον διανύσαι βίον, καὶ τὸ χαλεπὸν πλεῦσαι πέλαγος ἐξ οὐρίας. Ἡγεῖται δὲ αὐτοῖς τῆς εὐχῆς, ὁ πατήρ καὶ ὁ προεστηκώς. Εἶτα ἀναστάντες καὶ τελέσαντες τὰς ἁγίας ἐκείνας καὶ συνεχεῖς εὐχὰς, ἀνισχούσης τῆς ἀκτῖνος, εἰς ἔργον ἄπεισιν ἕκαστος, πολλὴν πρόσοδον ἐντεῦθεν τοῖς δεομένοις συνογοντες.
δ΄. Ποῦ νῦν εἰσιν οἱ διαβολικοῖς ἑαυτοὺς ἐκδιδόντες χορεῖς καὶ τοῖς ἄσμασι τοῖς πορνικοῖς, καὶ ἐν θεάτροις καθήμενοι; Αἰσχύνομαι μὲν γὰρ μεμνημένος ἐκείνων· πλὴν διὰ τὴν ἀσθένεια ὑμῶν ἀνάγκῃ καὶ τοῦτο ποιῆσαι. Καὶ γὰρ ὁ Παῦλος φησιν· Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ  εἰς ἁγιασμόν. Καὶ ἡμεῖς τοίνυν, φέρε παρεξετάσωμεν τὸν χορὸν τὸν ἐκ τῶν πορνευομένων γυναικῶν καὶ τῶν ἡτα ρηκότων νέων συνεστῶτα ἐν τῇ σκηνῇ, καὶ τοῦτον αὐτὸν τὸν τῶν μακαρίων τούτων, εἰς ἡδονῆς λόγον δι’ ἥν μάλιστα πολλοὶς τῶν ρᾳθύμων νέων ἁλίσκονται ταῖς ἐκείνων παγίσι. Τοσοῦτον γὰρ τὸ μέσον εὑρήσομεν, ὅσον εἰ ἀγγέλων τις ἤκουσεν ἀδόντων ἄνω τὴν παναρμόνιον μελῳδίαν ἐκείνην, καὶ κυνῶν καὶ χοίρων ἐπὶ τῆς κοπρίας κατωρυομένων καὶ γρυζόντων. Διὰ τούτων μὲν γὰρ τῶν στομάτων ὁ Χριστὸς, δι’ ἐκείνων δὲ τῆς γλώττης ὁ διάβολος φθέγγεται. Ἀλλὰ σύριγγες συνηχοῦσιν ἐκείνοις ἀσήμῳ φωνῇ καὶ ἀτερπεῖ τῇ ὄψει, τῶν γνώθων αὐτοῖς φυσωμένων, καὶ τῶν νεύρων διασπωμένων; Ἀλλ’ ἐνταῦθα ἡ τοῦ Πνεύματος ἐνηχεῖ χάρις, ἀντὶ αὐλοῦ καὶ κιθάρας καὶ σύριγγος τοῖς τῶν ἁγίων στόμαζι κεχρημένη.  Μᾶλλον δὲ ὅσα ἄν εἴπωμεν, οὐ δυνατὸν παραστῆναι τὴν ἡδονὴν διὰ τοὺς τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλωμένους. Διὰ τοῦτο καὶ ἐβουλόμην τινὰ τῶν περὶ ταῦτα μαινομένων λαβεῖν, καὶ ἀπαγαγεῖν ἐκεῖ, καὶ δεῖξαι τῶν ἁγίων τὸν χορὸν τούτων, καὶ οὐκ ἄν ἐδέησέ μοι λόγου λοιπόν.  Πλὴν κἄν πρὸς πηλίνους διαλεγώμεθα, πειρασόμεθα καὶ τῷ λόγῳ κἄν μετὰ μικρὸν αὐτοὺς ἀνασπάσαι τῆς ἰλύος καὶ τῶν τελμάτων. Ἐκεῖθεν μὲν γὰρ εὐθέως πῦρ δέχεται ἔρωτος ἀτόπου ὁ ἀκροατής· ὡς γὰρ οὐκ ἀρκούσης τῆς ὄψεως τῆς πόρνης φλέξαι τὴν διάνοιαν, καὶ τὴν ἀπὸ τῆς φωνῆς προστιθέασι λύμην· ἐνταῦθα δέ, κἄν ἔχῃ τί τοιοῦτον ἡ ψυχή, ἀποτίθεται εὐθέως. Οὐχ ἡ φωνὴ δὲ μόνον, οὐδὲ ἡ ὄψις, ἀλλὰ καὶ τὰ ἱμάτια μᾶλλον τούτω θορυβεῖ τοὺς ὁρῶντας. Κἄν πένης ἧ τις τῶν παχυτέρων καὶ ἠμελημένων, ἀπὸ τῆς θεωρίας μυρία ἀποδυσπετήσῃ πολλάκις, καὶ πρὸς ἑαυτὸν ἐρεῖ, ὅτι Ἡ μὲν πόρνη καὶ ὁ ἡταιρηκώς, μαγείρων τέκαν καὶ σκυτόμων, πολλάκις δὲ καὶ οἰκετῶν, ἐν τοσαύτῃ ζῶσι τρυφῇ· ἐγὼ δὲ ἐλεύθερος καὶ ἐξ ἐλευθέρων, δικαίους πόνους αἰρούμενος, οὐδὲ ὄναρ ταῦτα φαντασθῆναι δύναμαι· καὶ οὕτως ἐμπρησθεὶς ὑπὸ τῆς ἀθυμίας ἄπεισειν. Ἐπὶ δὲ τῶν μοναχῶν οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Ὅταν γὰρ ἴδῃ πολουσίων παῖδας καὶ προγόνων περιφανῶν ἐκγόνους τοιαῦτα ἠμφιεσμένους ἱμάτια, οἷα οὐδὲ οἱ ἔσχατοι τῶν πενήτων, καὶ ἐπὶ τούτῳ χαίροντας, ἐννοήσατε πόσην τῆς πενίας παραμυθίαν δεξάμενος ἄπεισι. Κἄν πλούσιος ἧ, σωφρονισθεὶς ἀναχωρεῖ βελτίων γενόμενος. Πάλιν ἐν μὲ τῷ θεάτρῳ ὅταν ἴδωσι χρυσία περικειμένην τὴν πόρνην, ὁ μὲν πένης οἰμώξεται καὶ θρηνήσει, τὴν ἑαυτοῦ γυναῖκα οὐδὲν τοιοῦτον ἔχουσαν βλέπων· οἱ δὲ πλουτοῦντες ὑπερόψονται καὶ διαπτύσουσιν ἀπὸ τῆς θέας ταύτης τὰς συνοικούσας αὐτοῖς. Ὅταν γὰρ καὶ σχῆμα, καὶ βλέμμα, καὶ φωνήν, καὶ βάδισιν, πάντα διακεκλασμένα ἐκείνη  παρέχῃ τοῖς ὁρῶσιν, ἐμπρησθέντες ἀναχωροῦσι, καὶ αἰχμάλωτοι, λοιπὸν εἰς τὰς οἰκίας εἰσέρχονται τὰς ἑαυτῶν. Ἐντεῦθεν αἱ ὕβρεις καὶ αἱ ἀτιμίαι, ἐντεῦθεν αἱ ἀπέχθεια, οἱ πόλεμοι, οἱ θάνατοι οἱ καθημερινοί· ἐντεῦθεν ἀβίωτος τοῖς ἁλοῦσιν ὁ βίος, καὶ ἡ συνοικοῦσα λοιπὸν ἀηδής, καὶ τὰ παιδία οὐχ ὁμοίως ποθεινά, καὶ πάντα ἄνω καὶ κάτω τὰ τῆς οἰκίας, καὶ ὑπ’ αὐτῆς λοιπὸν τῆς ἀκτῖνος ἐνοχλεῖσθαι δοκεῖ. Ἀλλ’ οὐκ ἀπὸ τῶν χορῶν τούτων ἀηδία τις τοιαύτη· ἀλλ’ ἥμερον καὶ πρᾶον δέξεται ἡ γυνὴ τὸν ἄνδρα, πάσης ἡδονῆς ἀτόπου ἀπηλλαγμένον, καὶ εὐκολώτερον αὐτῷ χρήσεται, ἤ πρὸ τούτου. Τοιαῦτα ὁ μὲν χορὸς ἐκεῖνος τίκτει κακά, οὗτος δὲ ἀγαθά·  ὁ μὲν ἀπὸ προβάτων λύκους ποιῶν, οὗτος δὲ ἀπὸ λύκων ἀρνειοὺς ἐργαζόμενος. Ἀλλ’ οὔπω περὶ τῆς ἡδονῆς οὐδὲν οὐδέπω τάχα εἰρήκαμεν. Καὶ τί γένοιτ’ ἄν ἥδιον τοῦ μὴ θορυβεῖσθαι μηδὲ ὀδυνᾶσθαι τὴν διάνοιαν, μηδὲ ἀθυμεῖν καὶ στένειν; Πλὴν ἀλλὰ καὶ περαιτέρω τὸν λόγον προαγάγωμεν, καὶ ἑκατέρας τῆς ὠδῆς καὶ τῆς θέας τὴν ἀπόλαυσιν ἐξετάσωμεν· καὶ ὀψόμεθα τὴν μὲν μέχρις ἑσπέρας μένουσαν, ἕως ἄν ἐν τῷ θεάτρῳ καθέζηται ὁ θεατής, μετὰ δὲ ταῦτα κέντρον παντὸς χαλεπω΄τερον ἀνιῶσαν αὐτόν· ἐνταῦθα δὲ διηνεκῶς ἐνακμάζουσαν ταῖς ψυχαῖς τῷ ἑωρακότων. Καὶ γὰρ καὶ τῶν ἀνδρῶν τὸν τύπον, καὶ τοῦ τόπου τὸ τερπνόν, καὶ τῆς διαγωγῆς τὸ γλυκύ, καὶ τῆς πολιτείας τὸ καθαρόν, καὶ τῆς καλλίστης ὠδῆς καὶ πνευματικῆς τὴν χάριν, ἔχουσαν ἑαυτοῖς διαπαντὸς ἐνιζάνοντα. Οἱ γοῦν τούτων ἀπολαύοντες διηνεκῶς τῶν λιμένων, ὥσπερ τινὰ χειμῶνα λοιπὸν φεύγουσι τῶν πολλῶν τοὺς θορύβους. Οὐκ ἄδοντες δὲ μόνο καὶ εὐχόμενοι, τερπνόν τι θέαμα τοῖς ὁρῶσίν εἰσιν. Ἐπειδὰν γὰρ τὸ χορὸν διαλύσωσιν, ὁ μὲν τὸν Ἡσαΐαν λαβὼν ἐκείνῳ διαλέγεται, ὁ δὲ τοῖς ἀποστόλοις ὁμιλεῖ, ἕτερος τὰ παρ’ ἑτέρων πονηθέντα ἔπεισι, καὶ φιλοσοφεῖ περὶ Θεοῦ, περὶ τοῦδε τοῦ παντὸς, περὶ τῶν ὁρωμένων, περὶ τῶν ἀοράτων, περὶ αἰσθητῶν, περὶ νοητῶν, περὶ τῆς εὐτελείας τούτου τοῦ βίου, περὶ τῆς τοῦ μέλλοντος μεγαλειότητος.
ε΄. Καὶ τρέφονται τροφὴν ἀρίστην, οὐ σάρκας ἀλόγων ἐψημένας παρατιθέμενοι, ἀλλὰ λόγια Θεοῦ ὑπὲρ μέλι καὶ κηρίον, μέλι θαυμάσιον, καὶ πολλῷ κρεῖττον ἤ κατὰ τὴν ἔρημον ὁ Ἰωάννης τὸ παλαιὸν ἐσιτεῖτο. Τὸ γὰρ μέλι τοῦτο οὐ μέλιτταί τινες ἄγριαι τοῖς ἄνθεσιν ἐφιζάνουσαι συλλέγουσιν, οὐδὲ δρόσον πεπαίνουσαι τοῖς σίμβλοις ἀνιᾶσιν· ἀλλ’ ἡ τοῦ Πνεύματος κατασκευάζουσα χάρις, ἀντὶ κηρίων καὶ σίμβλων καὶ συρίγγων ταῖς τῶν ἁγίων ἐναποτίθεται ψυχαῖς, ὥστε εἶναι τῷ βουλομένῳ μετὰ ἀδείας ἐσθίεν διηνεκῶς. Ταύτας δὴ οὖν τὰς μελίττας καὶ αὐτοὶ μιμούμενοι, περιΐπτανται τοῖς κηρίοις τῶν ἁγίων βιβλίων, πολλὴν ἐντεῦθεν δρεπόμενοι τὴν ἡδονήν. Καὶ εἰ βούλει μαθεῖν τὴν τράπεζαν τὴν ἐκείνων, ἐγγὺς γενοῦ, καὶ ὄψει τοιταῦτα, ἐρευγομένους αὐτούς, προσηνῆ πάντα καὶ ἡδέα, καὶ εὐωδίας γέμονα πνευματικῆς. Οὐδὲν αἰσχρὸν ἐκεῖνα τὰ στόματα ἐξενεγκεῖν δύναται ρῆμα, οὐδὲν εὐτράπελον, οὐδὲν τραχύ, ἀλλὰ πάντα τῶν οὐρανῶν ἄξια. Οὐκ ἄν τις ἁμάρτοι, τὰ μὲν στόματα τῶν πολλῶν τῶν ἐν ἀγοραῖς συρομένων καὶ πρὸς τὰ βιωτικὰ λυσσώντων, βορβόρου τινὸς ὀχετοῖς παραβάλλων, τὰ δὲ τούτων , πηγαῖς μέλι ρεούσαις καὶ νάματα προχεούσαις καθαρά. Εἰ δέ τις ἐδυσχέρανεν, ὅτι τὰ τῶν πολλῶν βορβόρων τινὸς προσεῖπον ὀχετούς, ἴστω ὅτι σφόδρα φειδόμενος εἶπον. Ἡ γὰρ Γραφὴ οὐδὲ τούτῳ κέχρηται τῷ μέτρῳ, ἀλλ’ ἑτέρῳ πολλῷ σφοδροτέρῳ παραδείγματι. Ἰὸς γάρ, φησίν, ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, καὶ τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Ἀλλ’ οὐ τὰ ἐκείνων τοιταῦτα, ἀλλ’ εὐωδίας γέμει πολλῆς. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ ποῖος ὑμῖν παραστήσει λόγος; ποία ἐννοήσει διάνοια; τὴν λῆξιν τὴν ἀγγελικὴν, τὴν μακαριότητα τὴν ἄφραστον, τὰ ἀπόρρητα ἀγαθά; Τάχα πολλοὶ διεθερμάνθητε νῦν, καὶ εἰς ἐπιθυμίαν ἐνεπέσετε τῆς καλῆς ταύτης πολιτείας· ἀλλὰ τί τὸ κέρδος, ὅταν ἐνταῦθα ὄντες μόνον τοῦτο ἔχητε τὸ πῦρ, ἐξελθόντες δὲ σβέσητε τὴν φλόγα, καὶ καταμαρανθῆ οὗτος ὁ πόθος; Πῶς οὖν, ἵνα μὴ τοῦτο γένηται; Ὡς ἔστι σοι θερμὸς οὗτος ὁ ἔρως, ἄπελθε πρὸς αὐτοὺς ἐκείνους τοὺς ἀγγέλους, ἀνάκαυσον αὐτὸν πλέον. Οὐ γὰρ οὕτως ὁ παρ’ ἡμῶν λόγος δυνήσεταί σε ἀνάψαι, ὡς ἡ τῶν πραγμάτων θέα. Μὴ εἴπῃς, Διαλεχθῶ τῇ γυναικί, καὶ διαλύσω τὰ πράγματα πρῶτον. Ἀρχὴ ρᾳθυμίας αὕτη τὴ ἀναβολή. Ἄκουσον ὅτι συντάξασθαι τοῖς ἐν τῇ οἰκίᾳ ἠθέλησέ τις, καὶ οὐκ εἴασεν ὁ πρόφήτης. Καὶ τί λέγω συντάξασθαι; Θάψαι πατέρα ἠθέλησεν ὁ μαθητής, καὶ οὐδὲ τοῦτο συνεχώρησεν ὁ Χριστός. Καίτοι τι σοι πρᾶγμα ἀναγκαῖον οὕτως εἶναι δοκεῖ, ὡς κηδεία πατρός; ἀλλ’ οὐδὲ τοῦτο ἐπέτρεψε. Τί δήποτε; Ὅτι σφοδρὸς ἐφέστηκεν ὁ διάβολος, παρείσδυσίν τινα βουλόμενος λαβεῖν· κἄν ὀλίγης ἀσχολίας ἐπιλάβηται καὶ ἀναβολῆς, μεγάλην ἐργάζεται ρᾳθυμίαν. Διὰ τοῦτο παραινεῖ τις. Μὴ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας. Οὕτω γὰρ δυνήσῃ τὰ πλείονα κατορθοῦν, οὕτω καὶ τὰ κατὰ τὴν οἰκίαν σοι, καλῶς διακείσεται·Ζητεῖτε γάρ, φησί, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Εἰ γὰρ ἡμεῖς τοὺς τὰ ἑαυτῶν ὑπερορῶντας, καὶ τῶν ἡμετέρων τὴν ἐπιμέλειαν προστιθέντας, ἐν πολλῇ καθιστῶμεν ἀμεριμνίᾳ·  πολλῷ μᾶλλον ὁ Θεός, ὁ καὶ χωρὶς τούτων κηδόμενος καὶ προνοῶν. Μὴ τοίνυν φροντίσῃς τῶν σῶν, ἀλλὰ ἄφες αὐτὰ τῷ Θεῷ. Ἄν γὰρ σὺ φροντίσῃς, ὡς ἄνθρωπος φρονίζεις· ἄν δὲ ὁ Θεὸς προνοήσῃ, ὡς Θεὸς προνοεῖ. Μὴ φροντίσῃς αὐτῶν ἀφείς τὰ μείζω, ἐπεὶ αὐτὸς οὐ σφόδρα αὐτῶν προνοήσει. Ἵν’ οὖν σφόδρα αὐτῶν προνοῇ, αὐτῷ μόνῳ πάντα ἐπίτρεψον. Ἄν γὰρ καὶ αὐτὸς αὐτὰ μεταχειρίσῃ, ἀφεὶς τὰ πνευματικὰ οὐ πολλὴν αὐτῶν αὐτὸς ποιήσεται πρόνοιαν. Ἵν’ οὗν καὶ σοὶ ταῦτα εὖ διακέητια, καὶ φροντίδος ἀπαλλαγῆς ἁπάσης, ἔχου τῶν πνευματικῶν, ὑπερόρα τῶν βιωτικῶν·  οὕτω γὰρ καὶ τὴν γῆν ἕξεις μετὰ τῶν οὐρανῶν, καὶ τῶν μελλόντωνς ἀγαθῶν ἐπιτεύξῃ, χάριτι καὶ φιλάνθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πολλὰ ὑπονοεῖ μ’ αὐτὴν τὴν παραβολὴ: τὴν πρόνοια τοῦ Θεοῦ ποὺ τοὺς ἔδειξε ἀπὸ τὸν οὐρανό·  τὴν ἀπὸ τὴν ἀρχὴ φονικὴ τους διάθεση· τὸ ὅτι δὲν παραλείφθηκε τίποτα ἀπ’ ὅσα ἤθελαν φροντίδα· τὸ ὅτι δὲν τοὺς ἀποστράφηκε μόλο ποὺ εἶχαν σφαγὴ ἀκόμα καὶ προφῆτες ἀλλὰ τοὺς ἔστειλε καὶ τὸ Γιό του· ὅτι ἕνας εἶναι ὁ Θεὸς τῆς Καινῆς καὶ Παλαιάς ὅτι θὰ ἐπιτύχη πολλὰ ὁ θάνατός του· ὅτι ὑπομένουν τὴν ἔσχατη τιμωρία γιὰ τὸ σταυρὸ καὶ τὸ τόλμημά τους, τὸ κάλεσμα τῶν ἐθνῶν καὶ τὴν ἔκπτωση τῶν Ἰουδαίων. Γι’ αὐτὸ τὴν ἔκπτωση τὴ θέτει μετὰ τὸ κάλεσμα, γιὰ νὰ δείξη κι ἀπ’ αὐτὸ ὅτι τὸ ἔγκλημά τους εἶναι ἀκόμα μεγαλύτερο καὶ ἀσυγχώρητο.  Μὲ ποιὸ τρόπο; Μὲ τὸν ἑξῆς μ’ ὅλο ποὺ δέχτηκαν τόση φροντίδα φάνηκαν κατώτεροι ἀπὸ τελῶνες καὶ πόρνες καὶ μὲ τόση διαφορά·  προσέξετε καὶ τὴν πολλὴ προνοητικότητα ἐκείνου καὶ τὴ δική τους ἀνείπωτη ἀκαματωσύνη. Ὅ,τι ἦταν ἔργο τῶν γεωργῶν, ὁ ἴδιος τὸ ἔπραξε· νὰ περιφράξη, νὰ φυτεύψη τὸν ἀμεπλῶνα, ὅλα τ’ ἄλλα.  Λίγα ἄφησε σ’ αὐτούς· νὰ φροντίζουν τὴν περιουσία τους, νὰ φυλάξουν ὅτι τοὺς εἶχε δοθῆ. Τίποτα δὲν ἔλειπε, ἦσαν ὅλα συμπληρωμένα. Οὔτε ἔτσι ὅμως δὲν ἀποκόμισαν κέρδος, ἐνῶ τόσα εἶχαν ἀπολαύσει ἀπὸ αὐτόν· ὅταν βγῆκαν ἀπὸ τὴν Αἴγυπτο καὶ νόμο τοὺς ἔδωσε καὶ πόλη τοὺς συγκρότησε καὶ ναὸ τοὺς ἔχτισε καὶ θυσιαστήριο τοὺς ἔκαμε.  Και ἔφυγε, δηλ. μακροθύμησε, δὲν ἔδινε πάντα μετὰ τὰ ἁμαρτήματά τὶς τιμωρίες. Ἀποδημία ἀποκαλεῖ τὴν πολλὴ μακροθυμία του. Καὶ ἔστειλε τοὺς δούλους του, δηλαδὴ τοὺς προφῆτες, γιὰ νὰ πάρουν τὸ εἰσόδημα, δηλαδὴ τὴν ὑπακοή, φανερωμένη μὲ τὰ ἔργα. Αὐτοὶ ὅμως κι ἐδῶ ἔδειξαν τὴν κακία τους, ὄχι ἐπειδὴ δὲν ἔδωσαν τὸν καρπό ἐνῶ τόση φροντίδα ἐχάρηκαν –αὐτὸ εἶναι ἀποτέλεσμα ὀκνηρίας- ἀλλὰ ἐπειδὴ κακοποίησαν τοὺς ἀποσταλμένους.  Γιατὶ αὐτοὶ ποὺ δὲν εἶχαν νὰ δώσουν, ἐνῶ χρωστοῦσαν, ἔπρεπε ὄχι νὰ ἀγανακτοῦν καὶ νὰ κακομεταχειρίζωνται ἀλλὰ νὰ παρακαλοῦν Αὐτοὶ ὅμως ὄχι μόνο ἐθύμωσαν ἀλλὰ καὶ μ’ αἵματα γέμισαν τὰ χέρια τους. Κι ἐνῶ χρωστοῦσαν ἱκανοποίηση, ζητοῦσαν οἱ ἴδιοι.
Γι’ αὐτὸ ἔστειλε δεύτερους καὶ τρίτους, γιὰ νὰ φανῆ αὐτῶν ἡ κακία καὶ ἡ φιλανθρωπία ἐκείνου. Καὶ γιατὶ δὲν ἔστειλε εὐθὺς τὸ Γιό του; Γιὰ νὰ κατηγορήσουν τὸν ἑαυτό τους γι’ αὐτὰ ποὺ ἔκαμαν στοὺς ἀπεσταλμένους κι ἀφήνοντας τὸ θυμὸ νὰ ντραποῦν ἴσως ἐκεῖνον, ὅταν ἔθρη. Εἶναι κι ἄλλοι λόγοι, ἀλλὰ τώρα ἄς προχωρήσωμε. Τί σημαίνει τὸ «ἴσως ντραποῦν»; Ὅχι βέβαια ἄγνοια ἀλλὰ θέληση νὰ παρουσιαστῆ τὸ ἁμάρτημα μεγάλο καὶ χωρὶς καμμιὰ δικαιολογία. Γιατὶ ἐκεῖνος τοὺς ἔστειλε γνωρίζοντας ὅτι θὰ τὸν σκοτώσουν. Λέει ὅμως «θὰ ντραποῦν» διατυπώνοντας αὐτὸ ποὺ ἔπρεπε νὰ γίνη· ὅτι ἔπρεπε δηλαδὴ νὰ ντραποῦν. Γιατὶ καὶ σ’ ἄλλο σημεῖο λέει· ἄν βέβαια ἀκούσουν· Κι ἐκεῖ γνωρίζει. Ἀλλὰ δὲ θέλει νὰ λένε μερικοὶ ἀπὸ τοὺς ἀχαρίστους ὅτι ἡ πρόρησή του ἔγινε αἰτία παρακοῆς, γι’ αὐτὸ διατυπώνει τὴ σκέψη του μὲ τὸ «ἄν βέβαια» καὶ τό «ἴσως». Γιατὶ ἀκόμα κι ἄν στάθηκαν ἀχάριστοι μὲ τοὺς δούλους, ἔπρεπε νὰ σεβαστοῦν τὴν ἰδιότητα τοῦ Γιοῦ. Τί ἔκαναν ὅμως αὐτοί; Ἐνῶ ἔπρεπε νὰ τρέξουν κοντά του καὶ νὰ ζητήσουν συγχώρηση γιὰ τὰ σφάλματά τους, ἀγωνίζονται νὰ ὑπερβοῦν τὰ παλαιά, συνεχίζουν τὰ ἀνόσια ἔργα σκεπάζοντας πάντοτε τὰ προηγούμενα μὲ τὰ ἑπόμενα. Αὐτὸ τὸ ἀποκάλυπτε καὶ ὁ ἴδιος· Γεμίστε τὸ μέτρο τῶν πατέρων σας. Ἐμπνευσμένοι οἱ προφῆτες ἀπὸ τὸ Θεὸ τοὺς κατηγοροῦσαν γι’ αὐτὰ λέγοντας· Τὰ χέρια σας εἶναι γεμᾶτα αἷμα· καὶ αἵματα σμίγουν μὲ τὰ παλαιὰ αἵματα καὶ χτίζουν μὲ αἵματα τὴ Σιών. Αὐτοὶ ὅμως δὲν ἐσυνετίζονταν. Κι ὅμως αὐτὴ τὴν ἐντολὴ πήρανε πρώτη, «δὲ θὰ φονεύσης» καὶ ἔλαβαν ἐντολὲς νὰ ἀπέχουν γιὰ χάρη της, ἀπὸ μύρια ἄλλα καὶ παρακινήθηκαν μὲ πολλοὺς καὶ διαφόρους τρόπους στὴ φύλαξη τῆς ἐντολῆς αὐτῆς.  Κι ὅμως δὲν ἔβγαλαν τὴν πονηρὴ ἐκείνη συνήθεια, ἀλλὰ τί λένε μόλις τὸν εἶδαν; Ἐμπρὸς ἄς τὸν σκοτώσουμε. Γιὰ ποιὸ λόγο; Ποιὰ κατηγορία, μικρὴ ἤ μεγάλη μποροῦσαν νὰ τοῦ ἀποδώσουν; Ἐπεὶδὴ μᾶς ἐτίμησε κι ἐνῶ ἦταν Θεὸς ἔγινε ἄνθρωπος γιὰ χάρη μας κι ἔκαμε τ’ ἀμέτρητα ἐκεῖνα θαύματα; Μήπως ἐπειδὴ συγχωροῦσε τ’ ἁμαρτήματά μας; Ἤ μήπτως ἐπειδὴ μᾶς καλοῦσε στὴ Βασιλεία του; Προσέξετε ὅτι μαζὶ μὲ τὴν ἀσέβεια ἦταν πολλὴ καὶ ἡ ἀνοησία καὶ ὅτι ἡ θανάτωσή του προῆλθε ὀλοωσδιόλου ἀπὸ παράκρουση. Ἄς τὸν σκοτώσωμε, λέει, καὶ ἡ κληρονομία θὰ εἶναι δική μας. Καὶ ποὺ θὲλουν νὰ τὸν σκοτώσουν; Ἔξω ἀπὸ τὸν ἀμπελῶνα.
β΄. Εἴδατε πῶς προφητεύει καὶ τὸν τόπο, ὅπου ἦταν νὰ θανατωθῆ; Ἀφοῦ τὸν ὡδήγησαν ἔξω, τὸν σκότωσαν. Ὁ Λουκᾶς γράφει, ὅτι ὁ ἴδιος ὤρισε τὶ ἔπρεπε νὰ πάθουν καὶ ἐκεῖνοι εἶπαν «Μὴ γένοιτο» Καὶ ἔφερε τὴ μαρτυρία. Τοὺς κοίταξε καὶ τοὺς εἶπε· τί σημαίνει ὁ λόγος Πέτρα ποὺ τὴν ἀποδοκίμασαν οἱ οἰκοδόμοι, ἔγινε κεφαλὴ καὶ ἀκρογωνιαῖος τῆς οἰκοδομῆς; Καὶ πῶς ὅποιος πέση ἐπάνω του θὰ γίνη συντρίμματα; Ὁ Ματθαῖος λέγει ὅτι αὐτοὶ ἔβγαλαν τὴν ἀπόφαση. Δὲ μᾶς δίνουν αὐτὲς οἱ δύο ἐκδοχὲς ἀφορμὴ γιὰ ἀντιρρήσεις. Ἔγιναν καὶ τὰ δύο. Οἱ ἴδιοι ἔβγαλαν τὴν ἀπόφαση ἐναντίον τους καὶ οἱ ἴδιοι πάλι, ὅταν κατάλαβαν τὸ νόημα τῶν λόγων τους, εἶπαν «μή γένοιτο». Καὶ ἐχρησιμοποίησε ἐναντίον τους τὸν προφήτη θέλοντας νὰ τοὺς πείση, ὅτι ὁπωσδήποτε θὰ γίνη αὐτό. Ἀλλὰ οὔτε ἔτσι δὲ φανέρωσε καθαρὰ τὰ ἔθνη, ὥστε νὰ μὴν τοὺς δώση καμμιὰ ἀφορμὴ ἀλλὰ μίλησε ἀόριστα λέγοντας ὅτι θὰ δώση τὸ ἀμπέλι σὲ ἄλλους. Γι’ αὐτὸ ἀκριβῶς μίλησε μὲ παραβολή, γιὰ νὰ βγάλουν αὐτοὶ τὴν ἀπόφαση. Τὸ ἴδιο εἶχε γίνει καὶ μὲ τὸν Δαυΐδ ὅταν ἔκρινε τὴν παραβολὴ τοῦ Νάθαν. Σεῖς προσέξετε καὶ αὐτὸ τὸ σημεῖο ὅτι ἡ ἀπόφαση ἦταν δίκαιη, ὅταν οἱ ἴδιοι οἱ κατηγορούμενοι καταδικάζουν τὸν ἑαυτό τους. Κι ἔπειτα γιὰ νὰ ἀντιληφθοῦν, ὅτι δὲν ἀπαιτοῦσε αὐτὰ μονάχα ἡ φύση τοῦ δικαίου ἀλλὰ τὰ προέλεγε ἀπὸ τὸν οὐρανὸ καὶ ἡ χάρη τοῦ Πνεύματος καὶ ὁ Θεὸς ἔριχνε τὴν ἴδια ψῆφο, φέρνει τὴν προφητεία, καὶ τοὺς ἐπιτιμᾶ λέγοντας, δὲ διαβάσατε ποτὲ ὅτι ἡ πέτρα ποὺ ἀποδοκίμασαν οἱ οἰκοδόμοι ἔγινε κεφαλὴ καὶ ἀκρογωνιαῖος τῆς οἰκοδομῆς; Ἀπὸ τὸν Κύριο ἔγινε αὐτὸ καὶ εἶναι θαυμαστὸ μπροστὰ στὰ μάτια μας. Μὲ ὅλα ἔδειχνε ὅτι ὅσοι ἀπιστοῦσαν θὰ ἐκδιώκονταν καὶ θὰ ἔμπαινα στὴν κληρονομία οἱ ἐθνικοὶ. Αὐτὸ ἄφησε νὰ ὑπονοηθῆ καὶ μὲ τὴ Χαναναία, καὶ μὲ τὸν ὄνο καὶ τὸν ἑκατόνταρχο καὶ μὲ ἄλλες πολλὲς παραβολές. Τὸ ἴδιο κάνει καὶ τώρα. Γι’ αὐτὸ καὶ συμπλήρωσε, ἀπὸ τὸν Κύριο ἔγινε αὐτὸ καὶ θαυμαστὸ μπροστὰ στὰ μάτια μας. Φανερώνει ἀπὸ τὴν ἀρχὴ ὅτι οἱ ἐθνικοὶ ποὺ θὰ πίστευαν κι ὅσοι πάλι θὰ πίστευαν ἀπὸ τοὺς Ἰουδαίους θὰ γίνουν ἕνα σύνολο, μόλο ποὺ ὑπάρχει τόση ἀπόσταση μπροστά τους. Ἔπειτα γιὰ νὰ καταλάβουν ὅτι τίποτα ἀπὸ ὅσα γίνονται δὲν εἶναι ἀντίθετο στὴ θέληση του Θεοῦ, ἀλλὰ πολὺ εὐπρόσδεκτο ὅ,τι συνέβαινε, μόλο ποὺ ἦταν παράδοξο καὶ ξάφνιαζε καθέναν ἀπ’ αὐτοὺς ποὺ τὸ παρακολουθοῦσαν (γιατὶ ἦταν στ’ ἀλήθεια ἀπερίγραπτο) συπλήρωσε μὲ τοῦτα·  ἀπὸ τὸν Κύριο ἔγινε αὐτό.  Πέτρα ἀποκαλεῖ τὸν ἑαυτὸ του καὶ οἰκοδόμους τοὺς δασκάλους τῶν Ἰουδαίων. Τὸ ἴδιο λέγει καὶ ὁ Ἰεζεκιήλ· Αὐτοὶ ποὺ χτίζουν τὸν τοῖχο χρησιμοποιῶντας πηλὸ ἀδούλευτο.  Καὶ πῶς τὸν ἀποδοκίμασαν; Λέγοντας αὐτὸ δὲν εἶναι ἀπὸ τὸ Θεό. Αὐτὸς ἐξαπατᾶ τὸ πλῆθος. Καὶ ἀλλοῦ· Σαμαρείτης εἶσαι καὶ ἔχεις δαιμόνιο. Κι ἔπειτα γιὰ νὰ καταλάβουν ὅτι δὲ θὰ περιοριζόταν ἡ ζημία τους στὴ ἐκδίωξή τους μόνο, πρόσθεσε καὶ τὶς τιμωρίες λέγοντας· καθένας ποὺ πέφτει ἐπάνω σ’ αὐτὴ τὴν πέτρα θὰ συντριβῆ καὶ σ’ ὅποιον ἐπάνω πέση θὰ τὸν σκορπίση σὰ σκόνη. Δύο εἴδη καταστροφῆς ἀναφέρει ἐδῶ. Τὸ ἕνα εἶναι ἀπὸ τὴν πρόσκρουση πάνω σ’ αὐτὴ καὶ τὸ σκανδαλισμό. Αὐτὸ σημαίνει τὸ ὅποιος πέση ἐπάνω σ’ αὐτὴν τὴν πέτρα.  Τὸ ἄλλο εἶναι ἀπὸ τὴν αἰχμαλώτευσή τους καὶ τὴ συμφορὰ καὶ τὸν ἐξαφανισμὸ ποὺ ὁλοκάθαρα φανέρωσε λέγοντας· θὰ τὸν σκορπίση σὰ σκόνη.  Μὲ αὐτὰ ἔκαμε ὑπαινιγμὸ γιὰ τὴν ἀνάστασή του. Ὁ προφήτης Ἡσαΐας λέγει ὅτι κατηγορεῖ τὸν ἀμεπλῶνα· ἐδῶ ἀποδίδει κατηγορία καὶ στοὺς ἄρχοντες τοῦ λαοῦ.  Κι ἐκεῖ λέγει· τί ἔπρεπε νὰ κάμω στὸν ἀμεπλῶνα μου καὶ δὲν τὸ ἔκαμα; Καὶ σ’ ἄλλο σημεῖο πάλι· τί σφάλμα βρῆκα σ’ ἐμένα οἱ πατέρες σας; Κι ἀλλοῦ· Λαέ μου, τί σοῦ ἔκαμα ἤ σὲ τὶ πρᾶγμα σ’ ἐλύπησα; Τοὺς παρουσιάζει ὅτι εἶχαν ἀχάριστη γνώμη κι ὅτι μόλο ποὺ ἐδέχοντας ὅλες τὶς εὐεργεσίες ἐπλήρωναν μὲ τὸ ἀντίθετο. Ἐδῶ τὸ θέτει μὲ περισσότερη ὑπερβολή.  Δὲν παρουσιάζεται νὰ λέη ὁ ἴδιος· Τὶ ἔπρεπε νὰ κάμω καὶ δὲν τὸ ἔκαμα; Ἀλλὰ βάζει τοὺς ἴδιους νὰ παραδέχωνται ὅτι τίποτα δὲν παράλειψε καὶ νὰ καταδικάζουν τὸν ἑαυτό τους. Γιατὶ ὅταν ἀπαντήσουν ὅτι «κακοὶ ἦσαν καὶ κακὰ θὰ τοὺς καταστρέψει», καὶ ὅτι θὰ ἐκμισθώση τὸ ἀμπέλι σὲ ἄλλους γεωργούς, τίποτα ἄλλο δὲν λένε παρὰ αὐτό. Καὶ μάλιστα ρίχνουν τὴν ψῆφο τους μὲ πολλὴ προθυμία. Γι’ αὐτὸ τοὺς κατηγορεῖ κι ὁ Στέφανος ὅτι ἐνῶ τόσο πολὺ εἶχαν εὐεργετηθῆ, πλήρωναν μὲ τὰ ἀντίθετα  τὸν εὐεργέτη. Πρᾶγμα  ποὺ τοὺς πείραζε πολύ.  Καὶ αὐτὴ εἶναι μεγάλη ἀπόδειξη ὅτι γιὰ τὴν τιμωρία ποὺ δέχονται δὲν εἶναι αἴτιος αὐτὸς ποὺ τοὺς τιμωρεῖ ἀλλὰ αὐτοὶ ποὺ τιμωροῦνται. Αὐτὸ ἀκριβῶς φαίνεται ἐδῶ μὲ τὴν παραβολὴ καὶ μὲ τὴν προφητεία.  Γιατὶ δὲν ἱκανοποιήθηκε μὲ τὴν παραβολὴ μόνο ἀλλὰ πρόσθεσε καὶ διπλῆ προφητεία, μία τοῦ Δαυΐδ καὶ μία δική του. Τί ἔπρεπε λοιπὸν νὰ κάνουν, ὅταν τ’ ἄκουσαν αὐτά; Ὄχι νὰ προσκυνήσουν καὶ νὰ θαυμάσουν τὴ φροντίδα τὴ προηγούμενη καὶ τὴν μελλοντική; Κι ἄν μὲ κανένα ἀπ’ αὐτὰ  δὲν  ἔγιναν καλύτεροι, δὲν ἔπρεπε τουλάχιστον  μὲ τὸ φόβο τῆς κολάσεως νὰ γίνουν σωφρονέστεροι; Καὶ ὅμως δὲν ἔγιναν. Κι ἔπειτα ἀπ’ αὐτὰ τί ἀκολούθησε;  Ὅταν ἄκουσαν λέει κατάλαβαν ὅτι μιλοῦσε γι’ αὐτούς. Καὶ ζητοῦσαν νὰ τὸν φυλακίσουν ἀλλὰ φοβοῦνταν τὸ λαό, γιατὶ τὸν εἶχαν σὰν προφήτη. Κατάλαβαν ἄρα, ὅτι ὑπονοοῦσε αὐτούς. Ἄλλοτε λοιπὸν ἐνῶ τὸν κρατοῦσαν ξεφεύγει ἀνάμεσα ἀπὸ τὰ χέρια τους καὶ δὲν τὸν βλέπουν. Ἄλλοτε ἐμφανίζεται καὶ τὴν ἐπιθυμία τους καταπραϋνει ποὺ οἱ πόνοι τὴν ἔχουν ζώσει. Αὐτὸ ἦταν ποὺ τοὺς ἔκαμε νὰ λένε μὲ θαυμασμό· Δὲν εἶναι αὐτὸς ὁ Ἰησοοῦς; Νὰ, ποὺ κηρύττει μπροστὰ σὲ ὅλους καὶ τίποτα δὲν τοῦ λένε. Ἐδῶ ὅμως ἐπειδὴ συγκρατοῦνταν ἀπὸ τὸ φόβο τοῦ λαοῦ, ἱκανοποιεῖται μ’ αὐτὸ, καὶ δὲν ἐπιτελεῖ κανένα παράδοξο, ὅπως πρωτύτερα, νὰ ξεφύγη δηλαδὴ ἀπὸ ἀνάμεσά τους χωρὶς νὰ φαίνεται. Γιατὶ δὲν ἤθελε νὰ εἶναι ὑπεράνθρωπες ὅλες οἱ ἐκδηλώσεις του, ὥστε νὰ γίνη πιστευτὴ ἡ οἰκονομία. Αὐτοὶ ὅμως, οὔτε ἀπὸ τὸ φόβο τοῦ πλήθους ἐσωφρονίζονταν οὔτε ἀπὸ ὅσα εἶχαν λεχθῆ. Δὲν ἐσέβονταν τὴ μαρτυρία τῶν προφητῶν, οὔτε τὴν ψῆφο τὴ δική τους, οὔτε τὴ γνώμη τῶν πολλῶν. Τόσο τοὺς εἶχε τυφλώσει μιὰ καὶ καλὴ ἡ φιλαρχία καὶ ὁ ἔρωτας τῆς κενοδοξίας καὶ ἡ ἀναζήτηση τῶν προσκαίρων.
γ΄. Τίποτα δὲ σπρώχνει τὸν ἄνθρωπο κατακέφαλα στὸν γκρεμό, τίποτα δὲν κάμει τόσο πολὺ νὰ ξεπέσωμε ἀπὸ τὴ μελλοντικὴ ἀμοιβή, ὅσο ἡ προσήλωση στὰ σημαδεμένα τοῦτα  μὲ τὴ φθορά. Τίποτα δὲν κάμει τόσο πολὺ νὰ ἀπολαύσωμε καὶ τοῦτο καὶ ἐκεῖνα, ὅσο τὸ νὰ προτιμοῦμε ἐκεῖνα περισσότερο ἀπ’ ὅλα. Ἐπιδιώκετε  λέγει ὁ Χριστός, τὴ βασιλεία τοῦ Θεοῦ καὶ ὅλα αὐτὰ θὰ σᾶς προστεθοῦν. Καὶ βέβαια ἄν δὲν εἴχαμε αὐτὸ στὴ διάθεσή μας οὔτε αὐτὰ δὲν ἔπρεπε νὰ τὰ ἐπιθυμοῦμε τόσο. Τώρα ὅμως μὲ τὴν ἀπόκτηση ἐκείνων, εἶναι δυνατὸ νὰ προσαποκτηθοῦν κι αὐτά. Μερικοὶ δὲν πείθονται οὔτε ἔτσι.  Μοιάζουν  μὲ πέτρες χωρὶς αἴσθηση, καὶ θηρεύουν τοὺς ἴσκιους τῆς ἡδονῆς. Ποιὸ εἶναι γλυκὺ  στὴ παροῦσα ζωή; Ποιὸ εἶναι εὐχάριστο; Μὲ περισσότερο θάρρος θέλω νὰ σᾶς μιλήσω σήμερα. Ἀνεβῆτε λίγο  ψηλότερα, γιὰ νὰ μάθετε ὅτι αὐτὸς ὁ βίος ποὺ νομίζεται ὅτι εἶναι βαρὺς καὶ δύσκολος, ἐννοῶ τὸ βίο τῶν μοναχῶν κι ἐκείνων ποὺ σταύρωσαν τὸν ἑαυτό  τους, εἶναι ἀπ’ αὐτὸν ποὺ φαίνεται εὔκολος καὶ ἁπαλός, γλυκύτερος  καὶ  πιὸ ποθητός. Σ’ αὐτὸ μάρτυρες εἴστε  σεῖς  καὶ οἱ τεχνῖτες καὶ οἱ στρατιῶτες, ποὺ πολλὲς φορὲς ζητήσατε τὸ θάνατο  μέσα στὰ δεινὰ καὶ στὶς θλίψεις ποὺ σᾶς κατάλαβαν καὶ μακαρίσατε  ἐκείνους, ποὺ  ζοῦν στὰ βουνά, στὰ σπήλαια, ποὺ δὲν ἔκαμαν οἰκογένεια, ἀλλὰ ζοῦν ἥσυχη ζωή. Μάρτυρες εἶναι κι αὐτοὶ ποὺ ἁπλᾶ καὶ τυχαῖα ζοῦνε κι αὐτοὶ ποὺ  περνοῦν  τὶς μέρες τους στὴ σκηνὴ καὶ στὶς ὀρχῆστρες. Γιατὶ κι ἐκεῖ μόλο ποὺ ὑπάρχει γνώμη  ὅτι  ἀναβρύζουν  ἄπειρες ἡδονὲς καὶ πηγὲς χαρᾶς, ὅμως σφυρίζουν  ἀμέτρητα  πικρότερα βέλη. Γιατὶ  ἄν αἰχμαλωτισθῆ κανένας ἀπὸ τὸν ἔρωτα μιᾶς κόρης ἀπὸ κεῖνες ποὺ  χορεύουν ἐκει, θὰ ὑποφέρη μαρτύριο χειρότερο ἀπὸ  μύριους  ἐκπατρισμούς, καὶ θὰ εἶναι σὲ κατάσταση πιὸ ἀξιολύπητη ἀπὸ πόλη ποὺ πολιορκεῖται. Ἀλλὰ ἄς μὴν ἐξετάσωμε τώρα ἐκεῖνα· ἄς τ’ ἀφήσωμε στὴν ψυχὴ ἐκείνων ποὺ αἰχμαλωτίσθηκαν κι ἄς ἀσχοληθοῦμε μὲ τὴ ζωὴ τῶν πολλῶν. Τόσο μεγάλο θὰ βροῦνε  τὸ ἐνδίαμεσο  διάστημα τῆς μιᾶς καὶ τῆς ἄλλης ζωῆς, ὅση εἶναι ἡ διαφορὰ τοῦ λιμανιοῦ ἀπὸ τὸ πέλαγος ποὺ μαστίζει ἀδιάκοπα ὁ ἄνεμος. Προσέξετε ἀπὸ τὶς κατοικίες ἀμέσως τὰ προοίμια τῆς εὐημερίας. Ἀφοῦ ξέφυγαν τὶς ἀγορὲς καὶ τὶς πόλεις μὲ τοὺς θορύβους τους, προτίμησαν τὴ ζωὴ στὰ βουνά, ποὺ τίποτα κοινὸ  δὲν  ἔχει μὲ τὴν παροῦσα ζωή, ποὺ δεν βασανίζεται ἀπὸ κανένα  ἀνθρώπινο  πάθος, οὔτε λύπη καθημερινή, οὔτε πόνο, οὔτε τόσο μεγάλη φροντίδα, οὔτε κίνδυνος, οὔτε ἐπιβουλὲς οὔτε βασκανία, οὔτε ζήλεια, οὔτε ἄτοπους ἔρωτες, οὔτε τίποτα ἄλλο ἀπὸ τὰ παρόμοια.  Ἀπὸ αὐτὸ τὸ μέρος μελετοῦν  τὴ  βασιλεία, ἐνῶ ζοῦν μέσα σὲ κοιλάδες καὶ βουνὰ καὶ πηγές, σὲ ἡσυχία πολλὴ  καὶ γαλήνη καὶ πρὶν ἀπὸ ὅλα αὐτὰ σ’ ἐπικοινωνία μὲ τὸ Θεό. Καὶ τὸ κελλί τους εἶναι ἀπαλλαγμένο ἀπὸ κάθε θόρυβο, καθὼς   καὶ ἡ ψυχή τους εἶναι καθαρὴ ἀπὸ κάθε πάθος, καὶ κάθε νόσημα, λεπτὴ καὶ ἀνάλαφρη, καθαρώτερη ἀπὸ  τὸ  λεπτότερο ἀέρα. Ἔργο τους  εἶναι, ὅποιο καὶ τοῦ Ἀδάμ, στὴν ἀρχὴ καὶ πρὶν ἀπὸ τὴν ἁμαρτία, ὅταν ἦταν ντυμένος τὴ δόξα καὶ συναναστρεφόταν  μὲ θάρρος τὸ Θεὸ καὶ κατοικοῦσε τὸ μέρος  ἐκεῖνο, ποὺ ἦταν γεμᾶμτο μακαριότητα. Σὲ τί αὐτοὶ εἶναι κατώτεροι ἀπὸ ἐκεῖνον, ὅταν πρὶν ἀπὸ τὴν παρακοὴ τὸν ἔβαλε ὁ Θεὸς νὰ καλλιεργῆ τὸν παράδεισο; Ἔλειπε  ἀπ’ αὐτὸν κάθε βιοτικὴ φροντίδα; Τὸ ἴδιο κι ἀπ’ αὐτούς. Μιλοῦσε στὸ Θεὸ μὲ καθαρὴ συνείδηση; Ὅμοια κι αὐτοί. Ἤ  μᾶλλον ἔχουν πολὺ μεγαλύτερο  θάρρος ἀπὸ κεῖνον, ὅσο καὶ μεγαλύτερο ποσοστὸ χάριτος ἐπῆραν μὲ τὴ χορηγία τοῦ ἁγίου Πνεύματος. Ἔπρεπε λοιπὸν σεῖς νὰ τὰ βλέπετε  μὲ αὐτοψία.  Δὲν θέλετε ὅμως ἀλλᾶ περνᾶτε τὶς μέρες σας  μέσα  στὸ θόρυβο, καὶ στὴν ἀγορά. Γι’ αὐτὸ ἔστω καὶ μὲ τὸ λόγο θὰ σᾶς παρουσιάσω ἕνα μέρος μονάχα ἀπὸ τὴ ζωή τους, γιατὶ εἶναι ἀδύνατο νὰ τὴν ἐκθέσω ὁλόκληρη. Οἱ  ἀστέρες αὐτοὶ τὶς οἰκουμένης, ὅταν βγαίνη ὁ ἥλιος, ἤ μᾶλλον πολὺ πρὶν ἀπὸ τὴν  ἀνατολή, σηκώνονται ἀπὸ τὸ κρεββάτι ὑγιεῖς, μὲ πνεῦμα ξυπνητὸ καὶ νηφάλιο. Δὲν τοὺς πειράζουν λῦπες καὶ φροντίδες, οὔτε πονοκέφαλοι καὶ κούραση, οὔτε  ἐνοχλήσεις  ἀπὸ ὑποθέσεις ἀλλὰ ζοῦνε σὰν ἄγγελοι στὸν οὐρανό. Ἀφοῦ σηκωθοῦν λοιπὸν ἀμέσως ἀπὸ τὴν κλίνη τους ἥσυχοι καὶ χαρούμενοι συγκροτοῦν τὸ χορό τους καὶ μὲ ἥσυχη τὴ συνείδησή τους, μὲ μιὰ φωνὴ ὅλοι, σὰν ἀπὸ ἕνα στόμα  ψάλλουν ὕμνους στὸ Θεὸ τῶν ὅλων δοξολογῶντας καὶ  εὐχαριστῶντας τον γιὰ ὅλες τὶς ἀτομικὲς  καὶ  κοινὲς εὐεργεσίες. Ὥστε, ἄν σᾶς φαίνεται  καλό, ἄς ἀφήσωμε τὸν Ἀδὰμ κι ἄς ρωτήσωμε σὲ τί διαφέρει ἀπὸ τὸ χορὸ τῶν ἀγγέλων ὁ χορὸς αὐτῶν ποὺ ἐπάνω στὴ γῆ ψάλλουν καὶ λένε·  Δόξα  στὸν Θεό, ποὺ εἶναι  στὸν  οὐρανό, εἰρήνη  στὴ γῆ καὶ χαρὰ στοὺς ἀνθρώπους. Καὶ ἡ στολή τους εἶναι ἄξια τοῦ ἀνδρισμοῦ τους. Δὲν εἶναι δηλαδὴ στολισμένοι ὅπως ἐκεῖνοι μὲ τοὺς μακροὺς χιτῶνες, τὴ  χαύνη ἔκφραση καὶ τὶς γυναικεῖες κινήσεις. Ἀλλὰ ὅπως οἱ μακάριοι ἐκεῖνοι ἄγγελοι, ὁ  Ἠλίας, ὁ Ἐλισσαῖος, ὁ Ἰωάννης οἱ ἀπόστολοι. Εἶχαν αὐτοὶ φορέματα ἀπὸ τρίχες κατσικιῶν καὶ καμηλῶν· μερικοὺς ἀπ’ αὐτοὺς τοὺς ἔφταναν τὰ δέρματα μόνο κι αὐτὰ παμπάλαια. Κι ἀφοῦ ψάλουν  ἐκείνους τοὺς ψαλμοὺς, κλίνουν τὰ γόνατά τους καὶ παρακαλοῦν τὸ Θεὸ γιὰ  πράγματα, ποὺ  μερικοὶ δὲν μποροῦν  μήτε τὴν ἔνοιά τους νὰ συλλάβουν γρήγορα. Ἀπὸ τὰ παρόντα τίποτα δὲ ζητοῦν, γιατὶ  αὐτὰ  δὲν τὰ ὑπολογίζουν  καθόλου. Ζητοῦν μονάχα νὰ σταθοῦν μὲ θάρρος μπροστὰ στὸ φοβερὸ βῆμα, ὅταν ἔρθη ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ γιὰ νὰ κρίνη ζωντανοὺς  καὶ νεκρούς. Νὰ μὴν ἀκούση κανένας ἐκείνη τὴ φοβερή φωνὴ νὰ λέη δὲ σᾶς γνωρίζω. Ζητοῦν μὲ καθαρὴ συνείδηση καὶ πολλὰ κατορθώματα νὰ περάσουν τὴν κοπιώδη αὐτὴ ζωὴ καὶ νὰ διαπλεύσουν μὲ πρύμο ἀέρα τὸ ἐπίκινδυνο πέλαγος. Ἀρχηγὸς στὴν προσευχή τους εἶναι ὁ πατέρας καὶ πορϊστάμενος. Ἔπειτα σηκώνονται ἀφοῦ κάμουν αὐτὲς τὶς ἱερὲς καὶ συνεχεῖς προσευχές. Κι ἐνῶ ὁ ἥλιος προχωρεῖ, πηγαίνει καθένας στὸ ἔργο του ἐξοικονομῶντας  πολλὴ ὠφέλεια ἀπ’ αὐτὸ γιὰ κείνους ποὺ ἔχουν ἀνάγκη.
δ΄. Ποῦ εἶναι τώρα ἐκεῖνοι ποὺ παραδίδονται στοὺς διαβολικοὺς χοροὺς καὶ στὰ πορνικὰ τραγούδια καὶ συχνάζουν στὰ θέατρα; Ντρέπομαι  νὰ τοὺς θυμηθῶ. Γιὰ τὴν πνευματική σας ὅμως ἀδυναμία εἶναι ἀνάγκη κι αὐτὸ νὰ τὸ κάμω. Ὁ ἴδιος ὁ ἀπόστολος Παῦλος λέει· ὅπως παρουσιάσατε τὰ μέλη σας νὰ ὑπηρετοῦν  τὴν ἀκαθαρσία, ἔτσι παρουσιάσετέ τα νὰ ὑπερετοῦν τὴ δικαιοσύνη ποὺ ὁδηγεῖ στὴν ἁγιότητα. Ἄς ἀντιπαραβάλωμε λοιπὸν κι ἐμεῖς τὸ χορὸ ποὺ ἔχουν συγκροτήσει οἱ γυναῖκες μὲ τὰ ἐλεύθερα  ἤθη κι οἱ νέοι ποὺ τὶς ἀκολουθοῦν μὲ τὸ χορὸ τῶν μακαρίων αὐτῶν ἀνδρῶν γιὰ νὰ  αἰσθανθοῦμε  τὴν ἡδονή, ὄχι  ὅμως αὐτὴ ποὺ ἐξ αἰτίας της  πολλοὶ ἐλαφρόμυαλοι νέοι αἰχμαλωτίζονται στὶς παγίδες ἐκείνων. Ἀπέχουν τόσο πολὺ μεταξύ τους, ὅσο νὰ ἔχη κανένας ἀκούσει ἀπὸ τὴ μιὰ ἀγγέλους νὰ ψάλλουν τὴν παναρμόνια ἐκείνη  μελωδία καὶ ἀπὸ τὴν ἄλλη σκύλους· καὶ χοίρους ν’ ἀλυχτοῦν καὶ νὰ γρούζουν  μέσα  στὸ βοῦρκο. Μὲ τὰ  στόματα αὐτῶν μιλάει ὁ Χριστός, τὴ γλῶσσα ἐκείνων τὴν κινεῖ ὁ διάβολος. Στὸ χορὸ ἐκείνων συνοδεύουν αὐτοὶ μὲ ἦχο  ἀκαθόριστο καὶ δυσάρεστη ὄψη καθὼς φουσκώνουν τὰ μάγουλά τους καὶ τεντῶνουν τὰ νεῦρα τους. Ἐδῶ  ὅμως  ἀντηχεῖ  ἡ χάρη τοῦ Πνεύματος, χρησιμοποιῶντας ὄχι αὐλοὺς καὶ κιθάρες καὶ καλάμια ποιμενικὰ ἀλλὰ τῶν ἁγίων τὰ στόματα. Ἀλλὰ ὅσα κι ἄν ποῦμε, δὲν εἶναι δυνατὸ νὰ παραστησωμε τὴν ἡδονή, γιὰ κείνους ποὺ εἶναι προσηλωμένοι στὸ πηλὸ καὶ στὴν  πλινθοποιΐα. Γι’ αὐτὸ θὰ ἤθελα νὰ ἔπαιρνα κάποιον ἀπ’ αὐτοὺς ποὺ ἔχουν αὐτὴ τὴ μανία, νὰ τὸν φέρω σ’ αὐτοὺς καὶ νὰ δείξω τὸ χορὸ τῶν ἁγίων. Τότε πιὰ δὲ θὰ μοῦ χρειαζόταν νὰ μιλῶ. Ὅμως μόλο ποὺ ἀπευθυνόμαστε σὲ ἀνθρώπους ἀπὸ πηλό, ἄς προσπαθήσωμε ἔστω καὶ μὲ τοῦ λόγου τὴ δύναμη νὰ τους ἀνασύρωμε ἀπὸ τὴ λάσπη καὶ τὰ τέλματα. Γιατὶ ἀπὸ κεῖ ὁ ἀκροατὴς δέχεται ἄμεσα τὴ φωτιὰ  τοῦ ἀνάρμοστου ἔρωτος.  Γιατί, σὰ  νὰ  μὴ  φτάνη ἡ θέα τῆς πόρνης νὰ ἀνάψη τὴν ψυχή, προσθέτουν καὶ τὴ φθορὰ ἀπὸ τὴ φωνή. Ἐδῶ  ὅμως, ἀκόμα  κι ἄν ἡ ψυχὴ ἔχει τέτοιο πάθος τὸ ἀποβάλλει εὐθύς. Κι οὔτε μόνο ἡ φωνὴ, οὔτε ἡ θέα, ἀλλὰ καὶ τὰ ροῦχα περισσότερο ἀπὸ κεῖνα ταράζουν αὐτοὺς ποὺ βλέπουν. Κι ἄν εἶναι φτωχὸς κάποιος ἀπὸ τοὺς πιὸ ἀγροίκους καὶ φαύλους θὰ δοκιμάση πολλὲς φορὲς ἀπὸ τὴ θέα ἀπελπισία καὶ θὰ σκεφθῆ ὅτι ἡ πόρνη καὶ ὁ σύντροφός της, παιδιὰ μαγείρων  καὶ ὑποδηματοποιῶν, καὶ ὑπηρετῶν   πολλὲς  φορὲς, ζοῦνε σὲ  τόση  πολυτέλεια ἐγὼ ὅμως  ἐλεύθερος ἀπὸ ἐλευθέρους ποὺ προτίμησα τὴν τίμια ζωή, δὲν μπορῶ νὰ τὰ φανταστῶ αὐτὰ μήτε σ’ ὄνειρό μου.  Κι ἔτσι φεύγει γεμᾶτος ἀπὸ λύπη. Τίποτα  τέτοιο  δὲ γίνεται στοὺς μοναχοὺς ἀλλὰ τὸ ἀντίθετο ὁλότελα. Γιατὶ ὅταν  δῆ  παιδιὰ  πλουσίων, ἀπὸ γόνους ξακουστῶν προγόνων, ντυμένους  μὲ  τέτοια ροῦχα ποὺ  μήτε  οἱ πιὸ τελευταῖοι ἀπὸ τοὺς φτωχοὺς δὲν φοροῦν καὶ ὅμως νὰ  χαίρωνται γι’ αὐτὸ σκεφθῆτε πόση παρηγορία γιὰ  τὴ  φτώχειά του θὰ  ἀντλήση.  Ἄν εἶναι πλούσιος φεύγει συνετισμένος  καὶ  καλύτερος.  Κι  ἄν πάλι στὸ  θέατρο  τύχη καὶ δοῦνε τὴν πόρνη ντυμένη στὰ χρυσά, ὁ φτωχὸς θὰ φωνάξη  καὶ θὰ θρηνήση γιατὶ ἡ δική του γυναῖκα   τίποτα τέτοιο δὲν ἔχει. Οἱ πλούσιοι ὅμως θὰ περιφρονήσουν καὶ θ’ ἀποκρούσουν τὶς δικές τους γυναῖκες βλέποντας τὸ θέαμα. Γιατὶ ὅταν ἐκείνη προσφέρει καὶ ντύσιμο καὶ βλέμμα καὶ φωνὴ  καὶ περπάτημα, φτιαχτὰ ὅλα, φεύγουν ἀναμμένοι καὶ αἰχμαλωτισμένοι  ἔτσι μπαίνουν  στὰ σπίτια τους. Ἀπὸ δῶ  προέρχονται οἱ βρισιὲς, οἱ προσβολὲς, ἀπὸ δῶ τὰ μίση, οἱ φιλονικείες, οἱ καθημερινοὶ θάνατοι. Γι’ αὐτὸ γίνεται ἀβίωτος ὁ βίος γιὰ τοὺς αἰχμαλωτισμένους καὶ προκαλεῖ  ἡ γυναίκα  ἀηδία, καὶ  δὲν  εἶναι τὰ παιδιὰ ποθητὰ κι  ὅλο τὸ σπίτι εἶναι ἄνω κάτω, καὶ τοὺς, καὶ τοὺς πειράζει  ἀκόμα καὶ τὸ φῶς. Δὲν προξενοῦν οἱ χοροὶ αὐτοὶ τέτοια ἀηδία. Ἥμερο καὶ ἥσυχο  θὰ  δεχτῆ  ἡ γυναίκα τὸν ἄνδρα της, καθαρὸ ἀπὸ κάθε ἄτοπη ἡδονὴ πιὸ βολικὸ στὸν τρόπο το ἀπ’ ὅ,τι πρωτύρεα. Τέτοια κακὰ ἀποτελέσματα  ἔχει ὁ ἕνας χορὸς καὶ τέτοια καλὰ ὁ ἄλλος· ὁ ἕνας μεταβάλλει τὰ πρόβατα σὲ λύκους·   ἄλλος ἀπὸ λύκους σὲ ἀρνιά. Ἀλλὰ ἴσως τίποτα ἀκόμα δὲν εἴπαμε γιὰ τὴν ἡδονή.  Τί πιὸ εὐχάριστο μπορεῖ νὰ γίνη ἀπὸ τὸ νὰ μὴν ταράζεται  καὶ νὰ  μὴν  ὑποφέρη  ἡ ψυχή, νὰ μὴ λυπᾶται καὶ νὰ μὴ στενάζη; Ἀλλὰ   ἄς ὁδηγήσωμε ἀκόμα πιὸ πέρα τὸ λόγο κι ἄς ἐξετάσωμε τὴν εὐχαρίστηση ἀπὸ κάθε ἕνα τραγούδι καὶ κάθε μιὰ θέα. Διαπιστώνομε τότε ὅτι ἡ μιὰ κρατᾶ ὡς τὸ βράδυ, ὅσο εἶναι καθισμένος ὁ θεατὴς στὸ θέατρο, ὕστερα γίνεται κεντρὶ ποὺ ἐνοχλεῖ χειρότερα ἀπὸ κάθε ἄλλο· ἡ ἄλλη ἀκμάζει ἀδιάκοπα στὴν ψυχὴ ἐκείνων ποὺ τὴν ἀντίκρυσαν. Ἔχουν ἀδιάκοπα μέσα τους καὶ τὴν εἰκόνα τῶν ἀνδρῶν, καὶ τὸν εὐχάριστο τόπο, καὶ τὴ γλυκύτητα τῆς διαγωγῆς, καὶ  τὴν  καθαρότητα  τῆς  ζωῆς τους, καὶ τὴ χάρη τῆς πανόμορφης καὶ πνευματικῆς μελωδίας. Αὐτοὶ λοιπὸν ποὺ ἀπολαμβάνουν παντοτινὰ τὴ γαλήνη  αὐτῶν τῶν λιμανιῶν, διαφεύγουν  σὰν  τρικυμία  τοὺς θορύβους τῶν πολλῶν. Καὶ δίνουν ἕνα εὐχάριστο θέαμα ὄχι μόνο μὲ τοὺς ψαλμοὺς καὶ τὴν  προσευχή  τους ἀλλὰ καὶ μὲ τὴν προσήλωση  στὸ  βιβλίο.   Ὅταν  διαλύσουν  τὸ  χορό τους ὁ ἕνας παίρνει στὰ χέρια τὸν  Ἡσαΐα  καὶ  μιλᾶ μ’ ἐκεῖνον ὁ ἄλλος  συναναστρέφεται μὲ τοὺς ἀποστόλους,ἄλλος τὰ συγγράμματα διαφόρων καὶ φιλοσοφεῖ περὶ Θεοῦ, γιὰ τὸ σύμπαν  αὐτό, γιὰ τὰ ὁρατὰ καὶ  τὰ  ἀόρατα, γιὰ τὰ αἰσθητὰ καὶ τὰ νοητά, γιὰ τὴ μηδαμινότητα τῆς ζωῆς αὐτῆς γιὰ τὸ μεγαλεῖο τῆς ἄλλης.
ε΄. Καὶ τρέφονται μὲ ἄριστη τροφή, χωρὶς νὰ βάζουν στὸ τραπέζι τους μαγειρεμένα κρέατα  ζώων, ἀλλὰ  λόγους τοῦ Θεοῦ γλυκύτερους ἀπὸ τὸ μέλι, μέλι θαυμαστό, ἀνώτερο ἀπὸ κεῖνο ποὺ ἔτρωγε παλαιὰ τὴν ἔρημο ὁ Ἰωάννης. Γιατὶ τὸ μέλι τοῦτο δὲν τὸ μαζεύουν οἱ ἀγριομέλισσες καθίζοντας στὰ λουλούδια, οὔτε τὸ παράγουν ὡριμάζοντας τὴ δροσιὰ στὶς κυψέλες τους. Τὸ δημιουργεῖ ἡ χάρη   τοῦ  Πνεύματος καὶ δὲν τὸ ἐναποθέτει σὲ κυψέλες, καὶ κηρῆθρες ἀλλὰ στὶς ψυχὲς τῶν ἁγίων ὥστε νὰ ἔχη τὴν ἐλευθερία ὅποιος θέλει νὰ τρώγη ἀδιάκοπα. Αὐτὲς τὶς μέλισσες κι ἐκεῖνοι μιμοῦνται καὶ πετοῦν γύρω στὶς κηρῆθρες τῶν ἁγίων βιβλίων καὶ παίρνουν ἀπ’ αὐτὰ πολλὴν εὐχαρίστηση. Κι ἄν θέλετε νὰ δῆτε τὸ τραπέζι τους, πλησιάστε καὶ θὰ τοὺς ἀκούσετε νὰ ξεστομίζουν τέτοια ὅλα ἑλκυστικὰ κι εὐχάριστα γεμᾶτα ἀπὸ πνευματική εὐωδιία. Τὰ στόματά τους δὲν εἶναι δυνατὸ νὰ βγάλουν κανένα ἄπρεπο λόγο, οὔτε ἐλαφρό, οὔτε χυδαῖο, ὅλα εἶναι ἄξια τοὐρανοῦ.  Δὲ θὰ κάμη λάθος κανένας, ἄν παραβάλη μὲ ὀχετοὺς τὰ στόματα ποὺ σέρνονται στὴν ἀγορὰ καὶ εἶναι ἀπορροφημένοι ἀπὸ τὰ βιοτικὰ καὶ μὲ πηγὲς ποὺ βγάζουν μέλι τὰ στόματα τοῦτων σκορποῦν νερὰ καθαρά.Κι ἄν κακοφάνηκε σὲ κανέναν ποὺ ἀποκάλεσα ὀχετοὺς τὰ στόματα τῶν πολλῶν, ἄς γνωρίζη ὅτι ὁ χαρακτηρισμός μου ἦταν πολὺ μεριοπαθής. Ἡ Γραφὴ δὲ χρησιμοποιεῖ αὐτὸ τὸ μέτρο συγκρίσεως ἀλλὰ κάτι πολὺ ἐντονώτερο. Ὑπάρχει, λέγει δηλητήριο ἀσπίδων κάτω ἀπὸ τὰ  χείλη τους, ὁ λάρρυγάς τους εἶναι ἀνοιχτὸς τάφος. Εἶναι ἀντίθετα τὰ στόματα ἐκείνων, γεμᾶτα ἀπὸ πολλὴν εὐωδία. Καὶ τέτοια εἶναι ἐδῶ, τὰ ἐκεῖ ὅμως ποιὸς λόγος θὰ τὰ παραστήση, ποιὸς νοῦς θὰ τὰ συλλάβη; Τὸ ἀγγελικὸ τέλος, τὴν ἀνέκφραστη μακαριότητα, τ’ ἀνείπωτα ἀγαθά. Ἴσως πολλοὶ νιώσατε τώρα κάποια φλόγα  μέσα σας κι ἐπιθυμήσατε τὴν καλὴ αὐτὴ ζωή.  Ποιὸ τὸ ὄφελος ὅμως, ὅταν ἔχετε τὴ φλόγα αὐτή, ὅσο εἴστε ἐδῶ κι ὅταν βγῆτε ἔξω σβήση ἡ φωτιὰ καὶ φυλλορροήση αὐτὸς ὁ πόθος; Πῶς θὰ τ’ ἀποσοβήσωμε αὐτό; Καθὼς εἶναι θερμὴ ἀκόμη ἡ ἑπιθυμία  σου, πήγαινε σ’ αὐτοὺς τοὺς ἀγγέλους, θέρμανέ την ἀκόμα περισσότερο. Τὰ δικά μου λόγια δὲ θὰ μπορέσουν νὰ σᾶς ἀνάψουν, ὅπως τὸ ἀντίκρυσμα τῶν πραγμάτων. Μὴν πῆς θὰ μιλήσω πρῶτα μὲ τὴ γυναῖκα μου  καὶ νὰ διαλύσω τὴ δουλειά μου. Ἡ ἀναβολὴ εἶναι ἀρχὴ τῆς ἀπροθυμίας. Ἀκούσατε ὅτι κάποιος θέλησε νὰ μείνη μὲ τοὺς δικοὺς του καὶ δὲν ἄφησε ὁ προφήτης. Τί λέγω νὰ  μείνη; Ὁ μαθητὴς θέλησε τὸν πατέρα του νὰ θάψη καὶ μήτε αὐτὸ δὲν τὸ ἐπέτρεψε ὁ Χριστός. Ποιὸ ἄλλο φαίνεται νὰ  εἶναι ἀναγκαιότερο ἀπὸ τὴν ταφὴ τοῦ πατέρα; Κι ὅμως δὲν ἄφησε. Γιατὶ ὁ διάβολος παραμονεύει ἄγρυπνος, θέλοντας νὰ τρυπώση ἀπὸ κάπου. Κι ἄν σ’ εὕρη νὰ ἀπασχολῆσαι μὲ κάτι καὶ νὰ ἀναβάλλης, σοῦ προξενεῖ μεγάλη ἀπροθυμία. Γι’ αὐτὸ συμβουλεύει κάποιος μὴν ἀναβάλλης ἀπὸ τὴ μιὰ μέρα στὴν  ἄλλη. Ἔτσι  θὰ   μπορέσης καὶ περισσότερα νὰ ἐπιτύχεης καὶ τὸ σπίτι καλύτερα θὰ κυβερνηθῆ. Ἐπιδιώκετε μᾶς λέγει τὴ βασιλεία τοῦ Θεοῦ, κι ὅλα τὰ ἄλλα θὰ προστεθοῦν σὲ σᾶς.  Γιατὶ  ἄν ἐμεῖς ἀπαλλάσωμε ἀπὸ  κάθε φροντίδα αὐτοὺς ποὺ παραμελοῦν τὰ δικά τους καὶ φροντίζουν γιὰ μᾶς, πολὺ περισσότερο ὁ Θεὸς ποὺ καὶ χωρὶς αὐτὰ ἐνδιαφέρεται γιὰ μᾶς καὶ φροντίζει. Μὴ φροντίσετε λοιπὸν γιὰ τὰ δικά σας, ἀφήσετέ τα στὸ Θεό. Ἄν φροντίσης  ἐσύ, φροντίζεις σὰν ἄνθρωπος, ἄν προνοήσει ὁ Θεὸς, προνοεῖ σὰν Θεός. Μὴ φροντίσης γι’ αὐτὰ παραβλέποντας τὰ μεγαλύτερα, γιατὶ  ἡ δικὴ σου φροντίδα εἶναι περιωρισμένη.  Γιὰ νὰ φροντίσης  ὅσο  πρέπει, ἀνάθεσε τὰ πάντα σ’ ἐκεῖνον μόνο. Ἄν σὺ ὁ ἴδιος τὰ διαχειρισθῆς παραμελῶντας τὰ πνευματικά, κι ἐκεῖνος δὲ θὰ πολυφροντίση γι’ αὐτά. Γιὰ νὰ ἐπιτύχης λοιπὸν τὴν καλὴ κατάσταση τῶν ὑλικῶν σου πραγμάτων καὶ μάλιστα χωρὶς καμμιὰ φροντίδα, ἀφιερώσου στὰ πνευματικὰ, ἀδιαφόρησε γιὰ τὰ βιοτικά. Ἔτσι μαζὶ μὲ τοὺς οὐρανοὺς θὰ ἔχης δική σου καὶ τὴ γῆ καὶ θὰ ἐπιτύχης τὰ μελλοντικὰ ἀγαθά μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Σ’ αὐτὸν ἡ δόξα καὶ ἡ δύναμη στοὺς αἰῶνας. Ἀμήν.


Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.265-275

Άναβάσεις - http://anavaseis.blogspot.com


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.