Σάββατο 26 Μαΐου 2012

Κυριακή τῶν Πατέρων Τῆς Α΄Οἰκουμενικῆς Συνόδου . Θεοφυλάκτου Ἀρχιεπισκόπου Βουλγαρίας


Κυριακή τῶν Πατέρων Τῆς Α΄Οἰκουμενικῆς Συνόδου
(Ἰωάν. ιζ΄, 1-13)


Περὶ τῆς προσευχῆς τοῦ Ἰησοῦ πρὸς τὸν Πατέρα
ὑπέρ τῶν δεδομένων ἑαυτῷ, μαθητῶν


«Ταῦτα ἐλάλησεν  ὁ Ἰησοῦς καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, καί εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱὸς  σου δοξάσῃ σε, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός· ἵνα πᾶν ὅ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δὲ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὅν ἀπέστειλας Ἰησοῦν Χριστόν».  Εἰπὼν τοῖς μαθηταῖς, ὅτι «Θλῖψιν ἕξετε», καὶ παραινέσας αὐτοῖς θαρσεῖν, ἀνίστησι πάλιν διὰ τῆς εὐχῆς, παιδεύων ἡμᾶς ἐν τοῖς πειρασμοῖς, πάντα ἀφίεντας, ἐπὶ τὸν Θεὸν καταφεύγειν. Ἄλλως τε· Οὐδὲ εὐχὴ τὸ πρᾶγμα ἐστιν, ἀλλὰ διάλεξις πρὸς τὸν Πατέρα. Εἰ δὲ ἀλλαχοῦ εὔχεται, καὶ ἐπὶ γόνατα κάμπεται, μὴ θαυμάσῃς. Ἦλθε γὰρ ὁ Χριστὸς μὴ μόνον ἑαυτὸν φανερώσων, ἀλλὰ καὶ ἀρετὴν πᾶσαν παιδεύσων·  τὸ δὲ παιδεύοντα, οὐ διὰ ρημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων παιδεύειν χρή, Δεῖξα δὲ θέλων, ὅτι οὐκ ἄκων, ἀλλ’ ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται, φησί·  «Πάτερ, ἐλήλυθεν ἡ ὥρα». Ἰδοὺ γὰρ ὡς ἀσπαστὸν τοῦτο ποθεῖ, καὶ δόξαν τὸ πρᾶγμα καλεῖ, οὐκ οἰκείαν μόνην, ἀλλὰ καὶ τοῦ Πατρός·  ὅ καὶ γέγονεν. Οὐ γὰρ ὁ Υἱὸς μόνος, ἀλλὰ καὶ ὁ Πατὴρ ἐδοξάσθη.  Πρὸ μὲν γὰρ τοῦ σταυροῦ οὐδὲ Ἰουδαῖοι αὐτὸν ἤδεσαν («Ἰσραὴλ γὰρ με οὐκ ἔγνω», φησί)·  μετὰ δὲ τὸν σταυρὸν ἡ οἰκουμένη πᾶσα αὐτῷ προσέδραμε.  Δείκνυσι δὲ τις ἐστιν ἡ δόξα αὐτοῦ τε καὶ τοῦ Πατρός.  Τὸ πιστεῦσαι, φησί , πᾶσαν σάρκα, καὶ εὐεργετηθῆναι, τοῦτο ἐστι δόξα Θεοῦ. Οὐ γὰρ εἰς Ἰουδαίους μόνους ἡ χάρις συσταλήσεται, ἀλλ’ εἰς τὴν οἰκουμένην ἐκταθήσεται. Εἶπε δὲ τοῦτο, ὅτι ἔμελλε πέμπειν αὐτοὺς εἰς τὰ ἔθνη. Ἵν’ οὖν μὴ νομίσωσι καινοτομίαν εἶναι τοῦτο, καὶ ἀβούλητον τῷ Πατρί, δείκνυσιν, ὅτι  ὑπὸ τοῦ Πατρὸς δέδοται αὐτῷ κατὰ πάσης σαρκὸς ἐξουσία. Πρὸ τούτου δὲ ἔλεγεν αὐτοῖς·
«Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε». Τί δὲ ἔστι τὸ, «Πάσης σαρκός;» οὐ γὰρ δὴ πάντες ἐπίστευσαν.  Καὶ μὴν ὀ Χριστός,  τὸ ἑαυτοῦ μέρος, ἐσπούδαζε πάντας εἰς πίστιν ὑπαγαγέσθαι·  εἰ δὲ μὴ προσέσχον»·  ἐκεῖνοι, οὐ τοῦ διδάσκοντος τὸ ἔγκλημα , ἀλλὰ τῶν μὴ δεχομένων. Ὅταν δὲ ἀκούσῃς τό, «Δέδωκας» καὶ, «Ἔλαβον», καὶ τὰ τοιαῦτα, σγκαταβατικῶς εἰρῆσθαι νόει, ὡς μυράκις εἴπομεν. Φυλάττων γὰρ ἀεὶ τὸ αὐτὸς τι περὶ αὐτοῦ λέγειν μέγα, συγκαταβαίνει τῇ ἀσθενείᾳ τῶν ἀκροατῶν· καὶ ἐπειδὴ ἐσκανδαλίζοντο, μεγάλα περὶ αὐτοῦ, ἀκούοντες, τὰ τέως αὐτοῖς χωρητὰ φθέγγεται·  ὥσπερ καὶ ἡμεῖς, τοῖς παιδίοις διαλεγόμενοι, καὶ τὸν ἄρτον οὕτως ὀνομάζομεν ὡς ἐκεῖνα, καὶ τὸ ὕδωρ, καὶ ἁπλῶς τ’ ἄλλα πάντα. Ἐπεὶ ὅταν ὅ εὐαγγελιστὴς περὶ τοῦ Κυρίου λέγῃ, ἄκουσον τί φησι·  «Πάντα δι’ αὐτοῦ ἐγένετο»·  καὶ, Ὅσοι ἔλαβον αὐτόν, ἔδωκαν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι». Ὁ ἑτέροις διδούς, πῶς αὐτὸς ταύτην οὐκ εἶχεν, ἀλλ’ ἐλάμβανε παρὰ τοῦ Πατρός; Ἔπειτα καὶ ἐνταῦθα ἐν τοῖς δοκοῦσι τούτοις ταπεινοῖς ρήμασι,  παραπέπλεκταί τι καὶ ὑψηλόν.  «Ἵνα γὰρ,φησί, πᾶν ὅ δέδωκας αὐτῷ», τοῦτο τῆς συγκαταβάσεως· «δώσῃ αὐτοῖς ζωὴν αἰώνιον», τοῦτο τῆς ἐξουσίας τοῦ Μονογενοῦς καὶ τῆς θεότητος. Θεοῦ γὰρ, τὸ διδόναι ζωήν, καὶ ταύτην αἰώνιον. «Μόνον δὲ ἀληθινόν Θεὸν» εἶπε τὸν Πατέρα, πρὸς ἀντιδιαστολὴν τῶν ψευδωνύμων παρ’ Ἕλλησι θεῶν, οὐ γὰρ δὴ χωρίζων ἑαυτὸν τοῦ Πατρός, ἄπαγε!  Καὶ αὐτὸς γὰρ ὁ Υἱὸς ἀληθινός ὤν, οὐκ ἄν εἴη Θεὸς ψευδής, ἀλλ’ ἀληθινός·  ὥσπερ αὐτὸς οὗτος ὁ εὐαγγελιστὴς περὶ τοῦ Κυρίου ἐν τῇ καθολικῇ αὐτοῦ Ἐπιστολῇ φησιν, ὅτι «Ἰησοῦς   Χριστὸς, οὗτός ἐστιν ἀληθινὸς Θεός, καὶ ζωὴ αἰώνιος. Εἰ δὲ ἐντίσταται οἱ αἱρετικοί, ψευδῆ εἶναι Θεὸν τὸν Υἱὸν, ἐπειδὴ ὁ Πατὴρ εἴρηται μόνος ἀληθινὸς Θεός, μανθανέτωσαν, ὅτι περὶ τοῦ Υἰοῦ φησιν ὁ αὐτὸς εὐαγγελιστὴς οὕτως , ὅτι «Ἦν τὸ φῶς τὸ ἀληθινόν». Ἄρα γοῦν κατ’ αὐτοὺς ὁ Πατὴρ ψευδὲς ἐστι φῶς·  ἀλλ’ ἄπαγε! Ὥστε καὶ ὅταν ἀληθινὸν Θεὸν λέγῃ τὸν Πατέρα, πρὸς τοὺς ψευδεῖς θεοὺς παρ’ Ἕλλησι τοῦτον ἀντιδιαστέλλων λέγει·  ὥσπερ οὖν καὶ τό, «Τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε». Ὡς γὰρ οἱ αἱρετικοὶ νοοῦσι λοιπόν, ἐπεὶ μόνος Θεὸς ὁ Πατὴρ, ὁ Υἱὸς δὲ οὐδὲ ὅλως ἐστὶ Θεός, ὄντως ἀνόπτα ταῦτα.
«Ἐγὼ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὅ δεδωκάς μοι ἵνα ποιήσω. Καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ἦ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. «Μάνθανε ἐντεῦθεν , πῶς δοξάζει ὁ Πατὴρ τὸν Υἱόν·  πάντως γάρ, οὕτως, ὡς καὶ Υἱός τὸν Πατέρα. «Ἐγώ σε, φησίν, ἐδόξασα ἐπὶ τῆς γῆς». Εἰκότως προσέθηκε τό, «Ἐπὶ τῆς γῆς». Ἐν οὐρανοῖς γὰρ δεδοξασμένος ἦν, ὑπὸ τῶν ἀγγέλων προσκυνούμενος· ἡ δὲ γῆ ἠγνόει αὐτόν. Ἐπεὶ οὖν ὁ Υἱὸς αὐτὸν ἀνήγγειλε πᾶσιν, «Ἐδόξασά σε, φησίν, ἐπὶ πάσης τῆς γῆς», θεογνωσίαν ἐγκατασπείρας, καὶ τελειώσας «τὸ ἔργον, ὅ δέδωκάς μοι» Τοῦτο γὰρ τὸ ἔργον τῆς τοῦ Μονογενοῦς σαρκώσεως, τὸ ἁγιάσαι τὴν φύσιν ἡμῶν, καὶ τὸν πρὶν θεοποιούμενον κοσμοκράτωρα καταβαλεῖν, καὶ θεογνωσίαν ἐμφυτεῦσαι τῇ κτίσει.  Πῶς δὲ ἐτελείωσεν αὐτό, καίτοι μηδὲ ἁρξάμενος; Ὅσον, φησί, τὸ εἰς ἐμὲ ἧκον, ἐτελείωσα. Ἤ καὶ ἐπειδὴ τὸ μεῖζον πάντων ἐποίησε, καὶ τὴν ρίζαν τῶν ἀγαθῶν ἡμῖν κατεβάλλετο, τὸν διάβολον νενικώς, καὶ ἑαυτὸν τῷ παμφάγῳ θηρίῳ τῷ θανάτῳ ἐπιρρίψας, τῆ δὲ ρίζῃ ταύτῃ ἔμελλον ἀκολουθήσειν ἐξ ἀνάγκης καὶ οἱ τῆς θεογνωσίας καρποί· διὰ τοῦτο φησιν, ὅτι «Ἐτελείωσα τὸ ἔργον». Ἔσπειρα, φησί, ρίζαν ἐφύτευσα οἱ καρποὶ ἕψονται.  «Δόξασον οὖν με καὶ σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ἦ  εἶχον παρὰ σοὶ πρὶν ἤ ὁ κόσμος συσταίη. Οὕπω ἐδεδόξατο τῆς σαρκὸς ἡ φύσις, οὔτε ἀφθαρσίας ἀπολαύσασα, οὔτε τοῦ θρόνου κοινωνήσασα τοῦ βασιλικοῦ·  καὶ διὰ τοῦτο οὖν φησι· «Δόξασόν με»· τοὐτέστι, Τὴν ἀνθρωπίνην μου φύσιν, ταύτην τὴν νῦν ἀτιμαζομένην, τὴν σταυρωθηροσομένη, καὶ ἀνάγαγε ταύτην εἰς τὴν δόξαν, «ἥν εἶχον παρὰ σοί», ἐγὼ ὁ Λόγος καὶ Υἱὸς σου «πρὸ τοῦ τὸν κόσμον εἶναι». Συνεκάθισε γὰρ τὴν ἀνθρωπίνην φύσιν ἐν τῷ θρόνῳ τῷ βασιλικῷ, καὶ προσκυνεῖται νῦν ὑπὸ πάσης τῆς κτίσεως. «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις». Νῦν ἑρμηνεύει τί ἐστι τὸ, «Ἐγὼ σὲ δόξασα ἐπὶ τῇς γῇς»·  φανερῶσά σου τὸ ὄνομα.  Πῶς οὖν ἐφανέρωσεν ὁ Υἱός; καὶ γὰρ καὶ ὁ Ἡσαΐας φησί·  «Ὁμεῖσθε Θεὸν τὸν ἀληθινόν». Ἀλλ’ ὅ πολλάκις εἴπομεν, ὅτι εἰ καὶ δῆλον ἦν, ἀλλ’ Ἰουδαίους μόνοις  καὶ οὐδὲ  τούτοις πᾶσι· νῦν δὲ περὶ τῶν ἐθνῶν φησιν, ὅτι φανερὸν αὐτοῖς γενήσεται τὸ ὄνομα τοῦ Θεοῦ, τοῦ Χριστοῦ δόντος ἤδη σπέρματα τῆς θεογνωσίας διὰ τοῦ καταλῦσαι τὸν τῆς εἰδωλολατρίας ὑφηγτὴν διάβολον. Ἄλλως τε· Εἰ καὶ ἐπίγνωσκον τὸν Θεὸν, ἀλλ’ οὐχ ὡς Πατέρα ἐγίνωσκον, ὡς δὲ Δημιουργὸν μόνον· ὁ δὲ Υἱὸς αὐτὸν Πατέρα ἐφανέρωσε, καὶ διὰ λόγων, καὶ δι’ ἔργων γνώριμον ἑαυτὸν καταστήσας. Ὁ γὰρ Υἱὸς ἑαυτὸν ἀποδείξας Θεοῦ, εὔδηλον, ὅτι καὶ Πατέρα ἐκεῖνο συναπεδείκνυεν.
«Οὕς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν· καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. Νῦν ἔγνωκαν, ὅτι πάντα ὅσα δεδωκάς μοι, παρὰ σοῦ ἐστιν, ὅτι τὰ ρήματα ἅ δέδωκάς μοι, δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς, ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν, ὅτι σὺ με ἀπέστειλας».  Δύο ταῦτα κατασκευάσαι βούλεται· ἕν μέν, ὅτι οὐκ ἔστιν ἐναντίος τῷ Πατρί·  ἕτερον δέ, ὅτι βούλημα αὐτοῦ ἐστι τὸ πιστεῦσαι αὐτοὺς τῷ Υἱῷ. Διὰ τοῦτό φησιν·  «Οὕς δέδωκάς μοι σοὶ ἦσαν». Ἀμφότερα γὰρ ταῦτα δείκνυται τό, «Δέδωκάς μου». Οὐ γὰρ ἥρπασα αὐτοὺς ἀλλὰ σὺ εὐδόκησας αὐτοὺς προσγενέσθαί μοι. Ὥστε οὐκ ἐναντίωσιν, ἀλλ’ ὁμόνοιαν καὶ ἀγάπην ἔχεις, Πάτερ, πρός με «Τὸν λόγον δὲ σου τετηρήκασι» διὰ τοῦ πιστεύσαι ἐμοί, καὶ μὴ προσχεῖν τοῖς Ἱουδαίοις. Ὁ γὰρ τῷ Χριστῷ πιστεύων, τὸν λόγον τοῦ Θεοῦ τηρεῖ, τοὐτέστι, τὴν Γραφὴν καὶ τὸν νόμον·  ὑπὸ γὰρ τῆς Γραφῆς καταγγέλλεται ὁ Χριστός. Ἀλλὰ καὶ ἄλλως· Πάντα ὅσα ἔλεγε τοῖς μαθηταῖς ὁ Κύριος, τοῦ Πατρὸς ἦσαν. «Ἐγὼ γὰρ, φησίν, ἀπ’ ἑμαυτοῦ οὐ λαλῶ». Εἶπεν οὖν μετὰ τῶν ἄλλων αὐτοῖς καὶ τοῦτο, ὅτι «Μείνατε ἐν ἐμοί»·  καὶ ἰδοὺ τετηρήκασι.  «Νῦν ἔγνωκαν, ὅτι πάντα ὅσα δέδωκά μοι, παρὰ σοῦ ἐστιν». Τινὲς χωρὶς τοῦ Ν ἀναγινώσκουσιν· «Νῦν ἔγνωκά» ἐγώ. Ἀλλ’ οὐκ ἔχει τοῦτον λόγον· μετὰ γὰρ τοῦ Ν δεῖν ἀναγινώσκειν·  ἴδιον ἔχω, οὐδὲ ἄλλότριος σοῦ εἰμι, ἀλλὰ  «πάντα ὅσα δέδωκας». Οὐ γὰρ ἐπίκτητά μοι ταῦτά εἰσιν, ἀλλὰ «παρὰ σου ἐστι»·  τοὐτέστι, φυσικῶς μοι διαφέροντα, καὶ ἁρμόζοντά μοι ὡς Υἱῷ, καὶ ἐξουσιαστῇ τῶν Πατρικῶν.  Πόθεν δὲ ἔγνωσαν· τοῦτο οἱ μαθηταί μου; «Ὅτι τὰ ρήματα, ἅ δέδωκάς μοι, δέδωκας αὐτοῖς»·  τοὐτέστιν, ἀπὸ τῶν ρημάτων τῶν ἐμῶν καὶ τῶν διδασκαλιῶν. Ἀεὶ γὰρ αὐτοὺς ἐδίδασκον, ὅτι πάντα ὅσα ἔχω, τοῦ Πατρός ἐστιν. Καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ «παρὰ σοῦ ἐξῆλθον», καὶ ὅτι «σὺ μὲ ἀπέστειλας». Διὰ γὰρ τοῦ Εὑαγγελίου παντὸς τοῦτο ἐβούλετο κατασκευάσαι, ὅτι οὐκ ἀντίθετός ἐστιν, ἀλλὰ τὸ Πατρικὸν πληροῖ θέλημα.
«Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ, οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι·  καὶ τὰ ἐμὰ καὶ δεδόξασμαι ἐν αὐτοῖς».  Δεικνὺς, ὅτι δι’ οὐδὲν ἄλλο ταῦτα πρὸς τὸν Πατέρα φησίν, ἀλλὰ δι’ αὐτοὺς, ἵνα μάθωσιν ὅτι ἀγαπᾷ αὐτούς, καὶ προνοεῖται αὐτῶν, φησίν·  «Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ», καὶ ἀξιῷ, «οὐ περὶ τοῦ κόσμου».  Δείκνυμι γὰρ πάντως ἐκ τούτου ὅτι ἀγαπῶ αὐτούς. Οὐ γὰρ μόνον τὰ ἑμαυτοῦ δίδωμι, ἀλλὰ καὶ σὲ παρακαλῶ φυλάττειν αὐτούς. Οὔκουν περὶ τῶν χυδαίων, καὶ τῶν τὰ τοῦ κόσμου φρονούντων ἀξιῶ σε, «ἀλλὰ περὶ ὧν δέδωκάς μοι·  σοὶ γὰρ εἰσίν». Ἵνα δὲ μή, ἀκούων συνεχῶς αὐτοῦ λέγοντος, ὅτι «Δέδωκάς μοι», νομίσῃς πρόσφατον αὐτῷ δεδόσθαι τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν ταύτην,  καὶ ὅτε εἶχεν αὐτοὺς ὁ Πατήρ, αὐτὸς οὐκ εἶχεν, ἤ πάλιν νῦν, ὅτε αὐτὸς ἔχει, ὁ Πατὴρ ἀφῃρέθη τὴν ἐξουσίαν αὐτῶν·  διὰ τοῦτό φησι·  «Καὶτ ὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σά ἐμά». Οὐ γὰρ νῦν ἔλαβον τὴν ἐξουσίαν, ἀλλ’ ὅτε σοὶ ἦσαν, καὶ ἐμοί·  «τὰ γὰρ σὰ πάντα ἐμά».  Καὶ ὅτε δὲ αὐτὸς ἔχω τούτους, καὶ σὺ ἔχεις, καὶ οὐκ ἀφῃρέθης·  «Τὰ γὰρ ἐμὰ πάντα, σά» -«Καὶ δεδόξασμαι ἐν αὐτοῖς», τοὐτέστιν, Ἐξουσίαν αὐτῶν ἔχων ὡς Δεσπότης, «ἐν αὐτοῖς δοξάζομαι· ὥσπερ καὶ ὁ τοῦ βασιλέως υἱός, τὴν ἰσοτιμίαν τοῦ πατρὸς ἔχων, καὶ τὴν βασιλείαν, δοξάζεται ἐν τῶ τοσαῦτα ἔχειν, ὅσα ὁ Πατήρ. Εἰ τοίνυν ὁ Υἱὸς ἐλαττων ἦν τοῦ Πατρός πῶς ἐτόλμησεν ἄν εἰπεῖν, ὅτι «Τὰ σὰ πάντα ἐμὰ ἐστιν». Ὁ μὲν γὰρ δεσπότης ἔχει πάντα τὰ τοῦ δούλου· ὁ δὲ δοῦλος οὐκ ἔχει πάντα τὰ τοῦ δεσπότου. Ἐνταῦθα δὲ ἀντιστρέφει, καὶ τὰ τοῦ Πατρὸς τοῦ Υἱῦ εἰσιν, ὥσπερ καὶ τὰ τοῦ Υἱοῦ, τοῦ Πατρός.  Δοξάζεται οὖν ὁ Υἱὸς ἐν τοῖς τοῦ Πατρός. Τοσαύτην γὰρ ἐξουσίαν ἔχει πάντων, ὅσην καὶ ὁ Πατήρ.
«Καὶ οὐκ ἔτι εἰμὶ ἐν τῷ κόσμῳ·  καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἐρχομαι.  Πάτερ, ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, οὕς δέδωκάς μοι, ἵνα ὧσιν ἕν καθὼς ἡμεῖς. Ὅτε ἤμην μετ’ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου». Τίνος ἕνεκεν συνεχῶς τοῦτο φησι, τό, «Οὐκ ἔτι εἰμὶ ἐν τῷ κόσμῳ», καί, «Ὅτε ἤμην μετ’ αὐτῶν ἐν τῷ κόσμῳ;» Φαίνονται γὰρ ἄτοπα, εἴ τις ἀνεξετάστως ταῦτα ἐκδέχοιτο. Ἀλλαχοῦ γὰρ ὑπέσχετο αὐτοῖς, ὅτι «Ἔσομαι μεθ’ ὑμῶν, καὶ ὅτι «Ὄψεσθέ με»·  νῦν δὲ ἄλλα φαίνονται λέγων. Ἔστιν οὖν τὸ  ἀληθὲς εἶπεῖν, ὅτι πρὸς τὴν αὐτῶν διάνοιαν ταῦτα φθέγγεται. Ἐπεὶ γὰρ εἰκὸς ἦν αὐτοὺς ἀδημονεῖν, ὡς ἐγκαταλιμπανομένους ἐρήμους βοηθοῦ·  δείκνυσιν αὐτοῖς, ὅτι τῷ Πατρὶ αὐτοὺς παρατίθεται, καὶ τοῦτον φύλακα  αὐτοῖς ἐφιστᾷ, καὶ τῷ Πατρὶ διαλέγεται, ὅτι ἐπειδὴ πρὸς σεαυτὸν σύ με καλεῖς, «φύλαξον τούτους αὐτὸς ἐν τῷ ὀνόματί σου»· τοὐτέστι, Διὰ τῆς σῆς βοηθείας καὶ δυνάμεως, ἥν δέδωκάς μοι.  Τίς δέ ἐστιν ἡ φυλακή; «Ἵνα ὧσιν ἕν». Ἐὰν γὰρ ἀγάπην ἔχωσι πρὸς ἀλλήλους, καὶ μὴ διαστασιάσωσιν, ἀήττητοι ἔσονται, καὶ οὐδὲν αὐτῶν κρατήσει. Οὐχ ἁπλῶς δέ, «Ἵνα ὧσιν ἕν», ἀλλά, Καθὼς ἐγὼ καὶ σύ,   τὸ ἕν φρονοῦντες, τὸ ἕν θέλοντες.  Τοῦτο γάρ ἐστιν αὐτοῖς φυλακτήριον, ἡ ὁμόνοια.  Ἵνα οὖν αὐτοὺς παραμυθήσηται, τὸν Πατέρα παρακαλεῖ ἐπὶ τὴν αὐτῶν φυλακήν. Εἰ γὰρ εἶπεν, ὅτι Ἐγὼ τηρήσω ὑμᾶς, οὐκ ἄν οὕτως ἐπίστευσαν·  νῦν δὲ ἐκ τόν Πατέρα παρακαλεῖ ἐπὶ τὴν αὐτῶν φυλακή. Εἰ γὰρ εἶπε, ὅτι Ἐγὼ τηρήσω ὑμᾶς, οὐκ ἄν οὕτως ἐπίστευσαν·  νῦν δὲ ἐκ τοῦ τὸν Πατέρα περὶ αὐτῶν ἀξιοῦν, εἰς ἐλπίδας αὐτοὺς ἄγει χρηστάς· Τὸ δέ, «Ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου», φησίν, οὐχ ὡς αὐτὸς μὴ δυνάμενος ἄλλως, εἰ μὴ διὰ τὸ ὄνομα τοῦ Πατρός, ἀλλ’ ὡς πολλάκις εἴπομεν, διὰ τὸ ἀσθενεῖς εἶναι τοὺς ἀκούοντας, καὶ μήπω μηδὲν μέγα περὶ αὐτοῦ φαντάζεσθαι, διὰ τοῦτό φησιν, ὅτι Ἐν τῇ σῇ βοηθείᾳ ἐτήρουν αὐτούς. Ἅμα δὲ καὶ εὐέλπιδας αὐτοὺς ποιεῖ, ὅτι Ὥσπερ καὶ ἐμοῦ συνόντος ὑμῖν, ἐτηρεῖσθε ἐν τῷ ὀνόματι τοῦ Πατρὸς μου καὶ τῇ βοηθείᾳ· οὕτω καὶ πάλιν πιστεύετε ὑπὸ τοῦ αὐτοῦ τηρηθήσεσθαι·  συνήθες γὰρ αὐτῷ τὸ φυλάττειν ὑμᾶς.
«Οὕς δέδωκάς μοι, ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφή πληρωθῇ. Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς». Πολλὴ ἡ ταπείνωσις τῶν ρημάτων, εἰ τις αὐτὰ ἀξίως ἐκδέχοιτο. Ὅρα γὰρ  ἐνταῦθα τί φαίνεται, «Οὕς δέδωκάς μοι, ἐφύλαξα».  Δοκεῖ γὰρ παραγγέλλειν, τῷ Πατρί, ἵνα φυλάσσῃ καὶ ὁ Πατὴρ αὐτούς·  ὥσπερ ἄν εἴ τις παραδιδούς τινι χρήματα πρὸς φυλακήν, εἴποι.  Βλέπε, ἐγὼ οὐδὲν ἀπώλεσα, μηδὲ σὺ ἀπολέσῃς. Ἀλλὰ ταῦτα πάντα λέγει διὰ λέσῃς. Ἀλλὰ ταῦτα πάντα λέγει διὰ τὴν τῶν μαθητῶν παραηγορίαν. «Ταῦτα γάρ, φησί, λαλῶ ἐν τῷ κόσμῳ» διὰ τὴν τῶν μαθητῶν ἀνάπαυσιν, καὶ παρηγορίαν, καὶ χαράν, ἵνα ἀναπνεύσωσι, καὶ ἀφροντιστήσωσιν, ὡς παραλαμβάνοντός σου τούτους σώους, καὶ μέλλοντος φυλάττειν αὐτοὺς, ὥσπερ κἀγὼ ἐφύλαξα αὐτούς, καὶ οὐδένα ἀπώλεσα. Πῶς οὖν, ὧ, Κύριε, οὐδένα ἀπώλεσας; ὅ τε γὰρ Ἰούδας ἀπώλετο, καὶ πολλοὶ ἄλλοι ὑπῆγον εἰς τὰ ὁπίσω. Τὸ ἐμὸν μέρος, φησίν, οὐδέν ἀπώλεσα· ὅσον γὰρ τὸ ἐπ’ ἐμοὶ, οὐδὲν ἐνέλειψα, ἀλλ’ ἐτήρησα αὐτοὺς τοὐτέστι, παντοιοτρόπως ἐσπούδασα πρὸς τὴν αὐτῶν φυλακήν·  εἰ δὲ ἀφ’  ἑαυτῶν ἀποπηδῶσιν οὐδὲν τοῦτο πρὸς ἐμέ. Τὸ δέ,  «Ἵνα ἡ Γραφὴ πληρωθῇ», τοὐτέστι, πᾶσα ἡ περὶ τοῦ υἱοῦ τῆς ἀπωλείας προλέγουσα.  Καὶ γὰρ καὶ ἐν Ψαλμοῖς διαφόροις περὶ αὐτοῦ εἴρηται, καὶ ἐν ταῖς ἄλλαις τῶν προφητῶν βίβλοις. Περὶ δὲ τοῦ «Ἵνα, πολλάκις εἴπομεν, ὅτι τὰ τῆς ἐκβάσεως εἴωθεν ἡ Γραφὴ αἰτιολογικῶς ἐκφωνεῖν.
«Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου· καὶ ὁ κόσμος ἐμίσησεν αὐτοὺς ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθῶς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. Οὐκ ἐρωτῶ, ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. Ἐκ τοῦ κόσμου οὐκ εἰσί, καθὼς ἐγὼ ἐκ τοῦ κόσμου οὐκ   εἰμι. Παρακαλῶν τὸν Πατέρα εἰς τῶν ἀποστόλων βοήθειαν, λέγει καὶ αἰτίαν, δι’ ἥν ἄξιοί εἰσι παρὰ τοῦ Πατρὸς ἐπιμελείας πολλῆς τυχεῖν. Διὰ γὰρ «τὸν λόγον σου, φησίν, ὅν δὲδωκα αὐτοῖς», ἐμισήθησαν. Ὥστε ἄξιοι ἄν εἴεν παρὰ σοῦ βοηθηθῆναι, οἱ διὰ σὲ μισηθέντες παρὰ τῶν τὰ τοῦ κόσμου φρονούντων. Τοῖς γὰρ χυδαίοις μισοῦνται οὗτοι, φησίν. «Οὐ γὰρ εἰσιν ἐκ τοῦ κόσμου· τοὐτέστιν, οὐκ ἔχουσι γνώμην τῷ κόσμῳ πορσκειμένην, καὶ αὐτῷ πᾶσιν τὴν σπουδὴν προσαναλίσκουσαν. Πῶς οὖν ἀλλαχοῦ λέγει, «Οὕς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοί ἦσαν;» Ἐκεῖ μὲν περὶ τῆς φύσεως λέγων, ὅτι ἄνθρωποί εἰσι, καὶ τοῦ κόσμου μέρος ἐνταῦθα δὲ τὴν γνώμην καὶ τὴν προαίρεσιν δηλοῖ λέγων· «Ὅτι οὐκ εἰσίν ἐκ τοῦ κόσμου» . Τὸ δὲ καθὼς «ἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμί», μὴ σέ διαταραττέτω. Οὐ γὰρ δὴ ἅγιοι οὕτως οἱ ἀπόστολοι, καὶ ἀμέτοχοι τῶν τοῦ κόσμου παθῶν, ὥσπερ ὁ Κύριος. Αὐτὸς μὲν γὰρ «ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ»· οἱ δὲ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν οὐκ ἐξέβησαν. Μὴ τοίνυν τό, «Καθὼς ἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμί», ἀκούσας νοήσῃς ἀκριβῆ ἀπαραλλάξίαν τῶν ἀποστόλων πρὸς τὸν Κύριον·  ἀλλ’ ὅταν ἐπὶ τοῦ Πατρὸς καὶ αὐτοῦ λέγηται τὸ , «καθώς», τότε μόνον τὴν ἰσότητα νόει. Τὸ δὲ «Οὐκ ἐρωτῶ, ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου», εἶπε, θέλων ἐνδείξασθαι τὴν περὶ αὐτοὺς ἀγάπην, καὶ ὅτι πολλὴν αὐτῶν ποιεῖται τὴν πρόνοιαν, τὸ μετὰ ἀκριβείας ποιεῖσθαι τὴν ὑπὲρ αὐτῶν παράκλησιν. Οὐ γὰρ δὴ τὸν Πατέρα διδάσκει περὶ τίνος αἰτεῖται (τοῦτο γὰρ ἄτοπον), ἀλλ’ ὅπερ εἶπον, δεικνύων ὅτι ὑπεραγαπᾷ τοὺς μαθητὰς, καὶ προνοεῖται αὐτῶν, φησὶ ταῦτα πρὸς τὸν Πατέρα. «Οὐκ ἐρωτῶ, ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’  ἵνα, ἐν τῷ κόσμῳ ὄντας «τήρήσῃς ἀπὸ τοῦ πονηροῦ». Πάλιν οὖν ἐπαναλαμβάνειν·  «Ἐκ τοῦ κόσμου οὐκ εἰσί». Πολλῆς, φησί, δέονται ἀντιλήψεως. Οὐδὲν γὰρ αὐτοῖς ἐστι κοινὸν πρὸς τὴν γῆν·  τῶν οὐρανῶν γεγόνασι πολῖται. Ὥστε ἐπεὶ πᾶς ὁ κόσμος ὡς ἄλλοτρίους αὐτοῖς μέλλει χρῆσθαι, σὺ λοιπὸν, ὁ οὐράνιος, ὡς οὐρανοπολίταις βοήθησον.  Λέγει δὲ τὰ τοιαῦτα συνεχέστερον ἐν ἐπηκόῳ τῶν μαθητῶν, ἵνα ἀκούοντες ταῦτα, μισήσωσι τὸν κόσμον, καὶ μὴ καταισχύνωσι τὰ τοσαῦτα ἐγκώμια. Τὸ δέ, «Τήρησον αὐτοὺς ἐκ τοῦ πονηροῦ» οὐ περὶ τῆς τῶν κινδύνων μόνο ἀπαλλαγῆς λέγει, ἀλλὰ καὶ περὶ τῆς ἐν τῇ πίστει παραμονῆς καὶ παγιότητος· διὸ καὶ ἐπιφέρει.
«Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου. Ὁ λόγος ὁ σὸς ἀληθειά ἐστι, Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον· κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἑμαυτόν, ἵνα καὶ αὐτοὶ ὧσιν ἡγιασμένοι ἐν ἀληθείᾳ». Ἁγίους ποίησον, φησί, διὰ τῆς τοῦ Πνεύματος δόσεως, καὶ φύλαξον αὐτοὺς ἐν τῇ ὀρθότητι τοῦ λόγου καὶ τῶν δογμάτων, καὶ παίδευσον αὐτούς, καὶ δίδαξον τὴν ἀλήθειαν· τοῦτο γὰρ ἁγιωσύνη, ἡ τῶν ὀρθῶν δογμάτων τήρησις. Ὅτι δὲ περὶ δογμάτων λέγει, δήλον·  ἑρμηνεύει γάρ, ὅτι «Ὁ λόγος ὁ σὸς ἀλήθεια ἐστιν», οὐδὲν ψεῦδος ἐν αὐτῷ. Ὥστε ἐὰν καὶ τούτους ποιήσῃς τὸν λόγον σου καὶ φυλαχθῆναι ἀπὸ τοῦ πονηροῦ, ἐν τῇ ἀληθείᾳ ἁγιασθήσονται.  Δηλοῖ δὲ καὶ ἕτερόν τι τό. «Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου»·  τοὐτέστιν. Ἀφόρισον αὐτοὺς τῷ λόγῳ καὶ τῷ κυρήγματι, καὶ θυσίαν αὐτοὺς ποίησον· τῇ ἀληθείᾳ ταύτῃ λειτουργησάτωσαν, ταύτην τὴν οἰκείαν ζωὴν ἀφιερωσάτωσαν. Ἐπιφέρει γοῦν·  «Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω, ἑμαυτόν» τοὐτέστιν, προσφέρω θυσίαν· οὕτω καὶ «αὐτοὺς ἁγίασον», τοὐτέστιν ἀφόρισον θυσίαν ὑπὲρ τοῦ κηρύγματος, καὶ τῆς ἀληθείας μάρτυρας τάξον γενέσθαι, ὥσπερ δὴ κἀμὲ  ἀπέστειλας μάρτυρα τῆς ἀληθείας καὶ σφάγιον (ἅγια γὰρ λέγονται πάντα τὰ τῷ Θεῷ ἀνακέμενα) «ἵνα δὴ καὶ αὐτοί», ὥσπερ ἐγὼ, «ὧσιν ἡγιασμένοι», καὶ ἀνατεθειμένοι σοὶ τῷ Θεῷ, οὐχ ὥσπερ τὰ κατὰ νόμον θυόμενα ἐν τύπῳ ἀλλ’ «ἐν ἀληθείᾳ». Αἱ πάλαι μὲν γὰρ θυσίαι τυπικαί, καὶ πάντα τὰ ἅγια ἐν τύπῳ ἦσαν ἀφιερωμένα τῷ Θεῶ  ἄλλο τί πνευματικὸν σκιαγραφοῦντα·  οἷον ὁ ἀμνός, αἱ περιστεραί, αἱ τρυγόνες, καὶ τἄλλα. Αἱ δὲ τῷ Θεῷ ἀνατειθειμέναι  ψυχαί, «ἐν ἀληθείᾳ» εἰσὶν ἡγιασμέναι καὶ ἀφιερωμέναι τῷ Θεῷ·  καθὰ καὶ Παῦλός φησι· «Παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν ἁγίαν» -«Ἁγίασον» οὖν, καὶ ἀφιέρωσον τὰς τῶν μαθητῶν ψυχάς, καὶ ἀναθήματα ταύτας ποίησον ἀληθινά, ἤ καὶ ὑπὲρ τῆς ἀληθείας ἐνδυνάμωσον αὐτούς τυθῆναι.
«Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἕν ὧσι, καθὼς σύ, Πάτερ ἐν ἐμοὶ, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἕν ὧσι, ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σὺ με ἀπέστειλας». Εἶπεν, ὅτι «Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἑμαυτόν». Ἵν’ οὖν μὴ νομίσειέ τις, ὅτι ὑπὲρ μόνων τῶν ἀποστόλων ἀπέθανεν, ἐπιφέρει· «Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ». Ἐνταῦθα δὲ διανέστησε πάλιν τὰς ψυχὰς τῶν ἀποστόλων, εἴ γε μέλλουσιν, ἕξειν πολλοὺς μαθητάς. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι «Οὐ περὶ τούτων μόνον ἐρωτῶ, ἵνα μὴ σκανδαλισθῶσιν οἱ ἀπόστολοι, ὡς οὐδὲν ἐξαίρετον αὐτοῖς διδόντος παρὰ τοὺς λοιπούς, παραμυθεῖται αὐτοὺς διὰ τοῦ δηλῶσαι, ὅτι πολλοῖς ἔσονται πίστεως καὶ σωτηρίας αἴτιοι.  Ἐπεὶ δὲ ἱκανῶς αὐτοὺς παρέθετο τῷ Πατρί, ὡς ἄν ἁγιάσῃ αὐτοὺς τῇ πίστει καὶ θυσίαν αὐτοὺς ἁγίαν τῇ ἀληθείᾳ ἀποτελέσῃ, λέγει λοιπὸν πάλιν περὶ ὁμονοίας, καὶ ἀφ’ οὗ ἤρξατο κεφαλαίου, τῆς ἀγάπης λέγω, εἰς ἐκεῖνο λοιπὸν κατακλείει τὸν λόγον, καὶ φησίν· «Ἵνα πάντες ἕν ὧσι»· τοὐτέστιν, Ἵνα εἰρήνην καὶ ὁμόνοια ἔχωσι, καὶ ἐν ἡμῖν, τοὐτέστιν, ἐν τῇ πρὸς ἡμᾶς πίστει τὸ ἀδιάσπαστον τηρῶσιν. Οὐδὲν γὰρ οὕτω σκανδαλίζει τοὺς μαθητάς, ὡς τὸ διασπᾶσθαι, καὶ μὴ ὁμοφρονεῖν τοὺς διδασκάλους·  πῶς γὰρ τοῖς μὴ τὰ αὐτὰ φρονοῦσι θελήσουσί τινες πεισθῆναι; Διὰ τοῦτο φησιν· «Ἵνα καὶ αὐτοὶ ἕν ὧσιν» ἐν τῇ εἰς ἡμᾶς πίστει, «καθὼς σὺ Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοί». Πάλιν τὸ, «καθὼς», οὐκ ἀκριβοῦς ἐξισώσεώς ἐστιν. Οὐ γὰρ δυαντὸν οὕτως ἡμᾶς ἡνῶσθαι ἀλλήλοις, ὡς ὁ Πατήρ τῷ Υἱῷ·  ὥσπερ καὶ ὅταν λέγῃ «Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν» - «Ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σὺ με ἀπέστειλας». Καὶ γὰρ ἀπὸ τῆς ὁμονοίας τῶν μαθητῶν ἐγὼ ὁ διδάσκαλος φανοῦμαι, ὅτι ἀπὸ Θεοῦ ἐξῆλθον. Ἐὰν δὲ μάχωνται, οὐκ ἐροῦσι τοῦ εἰρηνικοῦ εἶναι μαθητάς·  μὴ ὄντα δὲ με εἰρηνικὸν οὐχ ὁμολογήσουσιν ἀπεστάλθαι παρὰ τοῦ . Ὁρᾷς, πῶς ἄχρι τέλους τοῦτο κατασκευάζει, τὸ πρὸς τὸν Πατέρα ὁμονοητικόν;
«Κἀγὼ τὴν δόξαν, ἥν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὧσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν. Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὧσι τετελειωμένοι εἰς ἕν, καὶ ἵνα γινώσκῃ ὁ κόσμος, ὅτι σὺ με ἀπέστειλας». Ποίαν δόξαν δέδωκεναι λέγει; Τὴν διὰ τῶν σημείων, τὴν διὰ τῶν δογμάτων καὶ διδασκαλιῶν· καὶ ἄλλην δὲ δόξαν, τὴν τῆς ὁμονοίας, «ἵνα ὧσιν ἕν». Αὕτη γὰρ ἡ δόξα μείζων τῆς ἀπὸ τῶν σημείων. Ὥσπερ γὰρ καὶ τὸν Θεὸν θαυμάζομεν, ὅτι οὐκ ἔστι στάσις οὐδὲ μάχη ἐν τῇ φύσει ἐκείνῃ, καὶ μεγίστη αὕτη δόξα·  οὕτω καὶ οὗτοι φησίν, ἐντεῦθεν, ἀπὸ τῆς ὁμονοίας λέγω, γενέσθωσαν λαμπροί. «Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί». Ἐνταῦθα δείκνυσιν, ὅτι οἱ ἀπόστολοι καὶ τὸν Πατέρα ἐχώρησαν ἐν ἑαυτοῖς. «Ἐγὼ γὰρ φησίν, ἐν αὐτοῖς», εἰμι, σὲ δὲ πάλιν ἔσω ἐν ἐμαυτῷ· ὥστε καὶ σὺ ἐν αὐτοῖς εἰ. Ἀλλαχοῦ δὲ καὶ τὸν Πατέρα καὶ αὐτὸν παραγενέσθαι φησί, καὶ μονὴν ποιεῖν, ὑπὸ τοῦ Σαβελλίου στόμα ἐμφράττων, καὶ τὰς δύο ὑποστάσεις παραδηλῶν. Ἐνταῦθα δὲ τὴν Ἀρείου μανίαν ἀναστέλλων, τὸν Πατέρα φησὶ διὰ αὐτοῦ γενέσθαι ἐν τοῖς μαθηταῖς, «ἵνα γινώσκῃ ὁ κόσμος, ὅτι σὺ με ἀπέστειλας». Συνεχῶς δὲ τοῦτο λέγει, δεικνὺς τὴν εἰρήνην δυναμένην ἐπισπάσασθαι παντὸς μᾶλλον σημείου. Ὥσπερ γὰρ ἡ ἔρις διαλυτικὸν, οὕτως ἡ συμφωνία συγκρατητικόν.

 «Καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας. Πάτερ, οὕς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὧσι μετ’  ἐμοῦο, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, ἥν δέδωκάς μοι, ὅτι ἠγάπησας με πρὸ καταβολῆς κόσμου». Πάλιν ἐνταῦθα τό, «καθώς», ὡς ἄνθρωπον ἀγαπηθῆναι ἐγχωρεῖ, νόησον. Εἰπὼν τοίνυν, ὅτι ἔσονται ἐν ἀσφαλείᾳ, ὅτι ἐσονται ἅγιοι, ὅτι πολλοὶ πιστεύουσι δι’  αὐτοὺς ὅτι πολλῆς ἀπολαύσουσι δόξης, λέγει λοιπὸν καὶ περὶ τῶν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν βραβείων καὶ στεφάνων ἀποκειμένων αὐτοῖς. «Θέλω, γὰρ, φησίν, ἵνα ὅπου εἰμι ἐγὼ, κἀκεῖνοι ὧσι».  Καὶ ἵνα μὴ τοῦτο ἀκούσας νομίζῃς, ὅτι τῆ αὐτῆς ἀξίας ἐπιτυχεῖν μέλλουσιν, ἐπιφέρει·  «ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμήν». Οὐ γὰρ εἶπεν· ἵνα ἀπλαύσωσι τῆς δόξης τῆς ἐμῆς, ἀλλ’ «ἵνα θεωρῶσιν». Ἀνθρώπῳ γὰρ ἀνάπαυσις μεγίστη τὸ θεωρεῖν τὸν Υἱὸν τοῦ Θεοῦ· τοῦτο γὰρ δόξα πᾶσι τοῖς ἀξίοις·  ὅ καὶ Παῦλος λέγει· «Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι». Δείκνυσι δὲ ἐντεῦθεν, ὅτι οὐκ οὗτως, ὥσπερ νῦν ὁρᾶτε αὐτοῖς, ἐν εὑτελεῖ σχήματι ὁραθήσεται τότε, ἀλλ’ ἐν δόξῃ ἧ εἶχε «πρὸ καταβολῆς κόσμου». Εἶχον δέ, φησί, ταύτην τὴν δόξαν, διότι «ἠγάπησας με»· διὰ μέσου  γὰρ κεῖται τὸ «Ἠγαπησάς με»·  Ὥσπερ οὖν καὶ ἀνωτέρω εἶπε· «Δόξασόν με τῇ δόξῃ, ἦ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι»· οὕτω καὶ νῦν «πρὸ καταβολῆς κόσμου» δεδόσθαι αὐτῷ τὴν δόξαν φησὶ τῆς θεότητος. Δέδωκα γὰρ ὄντως αὐτῷ ὁ Πατήρ τὴν θεότητα, ὡς Πατὴρ Υἱῷ φυσικῶς. Ἐπεῖ γὰρ ἐγέννησεν αὐτόν, ἀναγκαίως καὶ τῆς δόξης αἴτιος καὶ παροχεὺς ὁ τῆς οὐσίας αἴτιος λέγεται.
«Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δὲ σε ἔ καὶ ἔγων· καὶ οὗτοι ἔγνωσα, ὅτι σὺ με ἀπέστειλας.  Καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω·  ἵνα ἡ ἀγάπη, ἥν ἀγάπησας με, ἐν αὐτοῖς ἧ, κἀγὼ ἐν αὐτοῖς». Ἐπειδὴ περὶ τῶν πιστευόντων τοιαῦτα ηὔξατο, καὶ τοσαῦτα αὐτοῖς ἀγαθὰ προεμνηστεύσατο, φησὶ λοιπὸν  εὔσπλαγχνόν τι καὶ τῆς αὐτοῦ φιλανθρωπίας ἄξιον. «Πάτερ γὰρ, φησί, δίκαιε», ἐγὼ μὲν ἐβουλόμην καὶ πάντας ἀνθρώπους τυχεῖν τῶν τοιούτων ἀγαθῶν, οἷα δὴ ἐπηυξάμην τοῖς πιστοῖς, ἀλλ’ οὐκ ἔγνωσά σε, διὸ καὶ ἀποτεύξονται τῆς δόξης καὶ τῶν βραβείων, «ἐγὼ δὲ σε ἔγνων».  Αἰνίττεται δὲ ἐνταῦθα καὶ τοὺς Ἰουδαίους, οἵ ἔλεγον γινώσκειν τὸν Θεόν, καὶ δείκνυσιν αὐτοὺς μὴ ἐπιγινώσκοντας τὸν Πατέρα·  κόσμον γὰρ τοὺς Ἰουδαίους φησὶ πολλαχοῦ.  Καὶ οἱ μὲν Ἰουδαῖοι φασιν, ὅτι οὐκ ἀπέστειλάς με σύ, ἐγὼ δέ «τούτοις» τοῖς μαθηταῖς μου «καὶ ἐγνώρισα τὸ ὄνομά σου, καὶ γνωρίσω» Πῶς δὲ γνωρίσω; Ἐπιπέμψας αὐτοῖς τὸ Πνεῦμα, ὅ «ὁδηγήσει αὐτοὺς εἰς πᾶσαν τὴν ἀλήθειαν».  Καὶ ἐὰν μάθωσι τίς σύ, τότε «ἡ ἀγάπη, ἥν ἠγάπησας με, ἐν αὐτοῖς» ἔσται, «κἀγὼ ἐν αὐτοῖς». Γνώσονται γάρ, ὅτι οὐκ ἀπεσχισμένος ἐγὼ, ἀλλὰ τῶν σφόδρα πεφιλημένων, καὶ γνήσιος Υἱὸς καὶ συνημμένος. Ἐπιγνόντες δὲ τοῦτο, καὶ τὴν πίστην τὴν εἰς ἐμέ, καὶ τὴν ἀγάπην τηρήσουσι, καὶ λοιπὸν ἐν αὐτοῖς μενῶ ἐγὼ τοιούτοις οὗσι, σὲ τε ἐπεγνωκόσι, κἀμέ ὡς Θεὸν τιμῶσι, καὶ τὴν πρὸς ἐμὲ πίστιν τηροῦσιν ἀπαρασάλευτον.
Αὐτὰ εἶπε ὁ Ἰησοῦς, σήκωσε τά μάτια του στὸν οὐρανὸ καὶ προσευχήθηκε· Πατέρα, ἡ ὥρα ἔχει ἔρθει, δόξασε τὸ Γιὸ σου, γιὰ νὰ σὲ δοξάση κι ἐκεῖνος, ὅπως τοῦ ἔδωσες νὰ ἐξουσιάζη κάθε ἄνθρωπο. Γιὰ νὰ δώση ζωὴ αἰώνια σὲ ὅλα ὅσα τοῦ ἔδωσες. Κι ἡ αἰώνια ζωὴ εἶναι νὰ γνωρίζουν ἐσένα τὸ μόνο ἀληθηνὸ Θεὸ καὶ τὸν Ἰησοῦ Χριστὸ ποὺ ἔστειλες. Ἀφοῦ εἶπε στοὺς μαθητάς του «ὅτι θὰ δοκιμάσετε θλίψεις, καὶ τοὺς σύστησε νὰ ἔχουν θάρρος, τοὺς σηκώνει πάλι μὲ τὴν προσευχή, διδάσκοντάς μας κατὰ τοὺς πειρασμούς, ἀφοῦ τ’ ἀφήνομε ὅλα, νὰ καταφεύγωμε στὸ Θεό. Ἄλλωστε δὲν πρόκειται γιὰ προσευχὴ ἀλλὰ γιὰ συνομιλία μὲ τὸν Πατέρα.  Ἄν σ’ ἄλλη περίπτωση προσεύχεται καὶ πέφτη στὰ γόνατα μὴ θαυμάσης.  Γιατὶ ὁ Χριστὸς ἦρθε ὄχι γιὰ νὰ φανερώση μόνο τὸν ἑαυτό του ἀλλὰ γιὰ νὰ μᾶς διδάξη καὶ κάθε ἀρετή. Κι ὁ δάσκαλος δὲν πρέπει ν’ ἀσκῆ τὸ ἔργο του μὲ λόγια μόνο ἀλλὰ καὶ μὲ τὰ ἔργα του. Κι ἐπειδὴ θέλει νὰ δείξη ὅτι βαδίζει πρὸς τὸ πάθος ὄχι χωρὶς νὰ θέλη ἀλλὰ θεληματικά, λέγει «Πατέρα ἔχει ἔρθει ἡ ὥρα». Ποθεῖ τὸ πρᾶγμα σὰν κάτι ἀγαπητὸ καὶ τὸ ἀποκαλεῖ δόξα ὄχι μόνο δική του ἀλλὰ καὶ τοῦ Πατέρα, ὅπως καὶ ἔγινε. Γιατὶ δὲ δοξάστηκε μόνο ὁ Γιὸς ἀλλὰ καὶ ὁ Πατέρας. Πρὶν ἀπὸ τὸ σταυρὸ μήτε οἱ Ἰουδαῖοι δὲν τὸν ἤξεραν (Ὁ Ἰσραὴλ δὲ μέ γνώρισε, λέει).  Μετὰ τὸ σταυρὸ  ὅλη ἡ οἰκουμένη ἔτρεξε κοντά του. Καὶ δείχνει τί λογῆς εἶναι ἡ δόξα ἡ δική του καὶ τοῦ Πατέρα.  Τὸ νὰ πλησιάση κάθε ἄνθρωπος καὶ νὰ δεχθῆ τὴ δωρεά, αὐτὸ εἶναι δόξα τοῦ Θεοῦ. Γιατὶ δὲ θὰ περιορισθῆ ἡ χάρη στοὺς Ἰουδαίους μόνο ἀλλὰ θ’ ἁπλωθῆ σ’ ὁλόκληρη τὴν οἰκουμένη. Τὸ εἶπε αὐτό, γιατὶ εἶχε σκοπὸ νὰ τοὺς στείλη στοὺς ἐθνικούς.  Γιὰ νὰ μὴ νομίσουν λοιπὸν ὅτι αὐτὸ εἶναι καινοτομία καί κάτι πού δέν τό θέλησε ὁ Πατέρας, δείχνει ὅτι ἀπὸ τὸν Πατέρα τοῦ ἔχει δοθεῖ ἐξουσία πάνω σὲ κάθε ἄνθρωπο. Πρίν ἀπὸ αὐτὸ ἔλεγε
«Μὴ βαίδσετε σὲ δρόμο ἐθνικῶν», κι’ αὐτὸ «τὸ πάνω σὲ κάθε ἄνθρωπο» τί σημαίνει, ἀφοῦ δὲν πίστεψαν ὅλοι οἱ ἄνθρωποι; Ὁ Χριστὸς ὅμως, ἀπὸ δικὴ του πλευρά, ἤθελε νὰ τοὺς ὁδηγήση ὅλους στὴν πίστη. Ἄν ἐκεῖνοι δὲν πλησίασαν, δὲν εἶχαν τὸ ἀδίκημα τοῦ δασκάλου, ἀλλὰ αὐτῶν ποὺ δὲν δέχτηκαν. Κι ὄταν ἀκούσης αὐτὰ τὰ «ἔχεις δώσει» καὶ «ἔλαβε» καὶ τὰ ὅμοια, νὰ ἐννοῆς ὅτι ὁμιλεῖ μὲ συγκατάβαση, ὅπως ἀμέτρητες φορὲς εἴπαμε. Ἐπειδὴ προφυλάγεται πάντα νὰ πῆ κάτι μεγάλο ὁ ἴδιος γιὰ τὸν ἑαυτό του, κατεβαίνει στὸ ἐπίπεδο τῶν ἀκροατῶν του. Κι ἐπειδὴ ἐσκανδαλίζονταν, ὅταν ἄκουαν μεγάλα γι’ αὐτὸν τοὺς ἔλεγε αὐτὰ ποὺ μποροῦσαν νά καταλάβουν. Ἔτσι ἀκριβῶς κι ἐμεῖς ὅταν μιλοῦμε μὲ τὰ παιδιὰ καὶ τὸ ψωμὶ τὸ λέμε ὅπως ἐκεῖνα καὶ τὸ νερὸ καὶ ὅλα τ’ ἄλλα γενικά. Ἄκουσε τί λέει ὁ Εὑαγγελιστής, ὅταν μιλᾶ γιὰ τὸ Χριστό·  «Ὅλα ἔγιναν διὰ μέσου αὐτοῦ». Καὶ ὅσοι τὰ ἔλαβαν τοὺς ἔδωσε ἐξουσία νὰ γίνουν παιδιὰ τοῦ   Θεοῦ. Αὐτὸς ποὺ ἔδινε σ’ ἄλλους πῶς δὲν εἶχε ὁ ἴδιος ἀλλὰ ἔπαιρνε ἀπὸ τὸ Θεό;  Κι ἔπειτα κι ἐδῶ στὰ λόγια αὐτὰ ποὺ μοιάζουν ταπεινὰ ἔχει εἰσχωρήσει κάτι ὑψηλό. «Ὥστε σὲ ὅσους τοῦς ἔδωσες» αὐτὸ προέρχεται ἀπὸ τὴ συγκατάβαση· «νά δώση σ’ ὅλους ζωὴ αἰώνια αὐτὸ προέρχεται ἀπὸ τὴν ἐξουσία τοῦ Μονογενοῦς καὶ τῆς θεότητας. Γιατὶ τοῦ Θεοῦ ἐξουσία εἶναι νά δίνη ζωὴ καὶ μάλιστα αἰώνια. «Μοναδικὸ ἀληθινὸ Θεό» εἶπε τὸν Πατέρα του, γιὰ νὰ τὸν ἀντιδιαστείλη μὲ τοὺς ψευδώνυμους Θεοὺς τῶν Ἐλλήνων ὄχι, γιὰ νὰ χωρίση τὸν ἑαυτό του ἀπὸ τὸν Πατέρα του. Μακρυὰ ἀπὸ τέτοια σκέψη. Γιατὶ καὶ ὁ ἴδιος ὁ Γιὸς ἐπειδὴ εἶναι ἀληθινός, δὲν μπορεῖ νὰ εἶναι ψεύτικος Θεὸς ἀλλὰ ἀληθινός. Ἔτσι ὁ ἴδιος ὁ Εὐαγγελιστὴς γράφει στήν καθολικὴ ἐπιστολὴ ὅτι ὁ Ἰησοῦς Χριστός, εἶναι ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος. Ἄν οἱ αἱρετικοὶ φέρνουν ἔνσταση ὅτι ὁ Γιὸς εἶναι ψεύτικος Θεός, ἐπειδὴ μόνος ἀληθινὸς Θεὸς λέγεται ὁ Πατέρα, ἄς μάθουν ὅτι ὁ ἴδιος Εὐαγγελιστὴς μιλᾶ ἔτσι γιὰ τὸ  Γιὸ ὅτι «ἦταν τὸ φῶς τὸ ἀληθινό». Ἄρα γι’ αὐτοὺς ὁ Πατέρας εἶναι ψεύτικο φῶς; Μακριά ἀπ’ αὐτὴ τὴ σκέψη. Ὥστε καὶ ὅταν ἀποκαλῆ τὸν Πατέρα ἀληθινό Θεό, τὸ λέει γιὰ νὰ τὸν ἀντιδιαστείλη ἀπὸ τοὺς ψεύτικους Θεοὺς τῶν Ἑλλήνων. Ἔτσι ἑπομένως λέει καὶ τοῦτο «δὲν ζητᾶτε τὴ δόξα ἀπὸ τὸ μόνο Θεό». Ἑπομένως αὐτὰ ποὺ σκέπτονται οἱ αἱρετικοὶ ὅτι ὁ Θεὸς εἶναι ὁ μοναδικὸς Θεὸς ἐνῶ ὁ Γιὸς δὲν εἶναι καθόλου Θεός, αὐτὰ εἶναι ἀληθινὰ ἀνοησίες.
«Ἐγὼ σὲ δόξασα πάνω στὴ γῆ· ἔφερα σὲ τέλος τὸ ἔργο ποὺ μοῦ ἀνάθεσες. Τώρα δόξασέ με, Πατέρα, παίρνοντάς με δίπλα σου μὲ τὴ δόξα ποὺ εἶχα κοντά σου, πρὶν δημιουργηθῆ ὁ κόσμος. Ἔκανα φανερὸ τ’ ὄνομά σου στοὺς ἀνθρώπους». Κατάλαβε ἀπὸ ἐδῶ πῶς ὁ Πατέρας δοξάζει τὸ Γιό του. Ἔτσι ὅπως δοξάζει κι ὁ Γιὸς τὸν Πατέρα. «Ἐγώ, λέει, σὲ δόξασα πάνω στή γῆ». Ταιριαστὰ πρόσθεσε «ἐπάνω στὴ γῆ». Γιατὶ στὸν οὐρανὸ εἶχε τὴ δόξα του, ἐπειδὴ τὸν προσκυνοῦσαν οἱ ἄγγελοι·  ἡ γῆ ὅμως τὸν ἁγνοοῦσε. Ἀφοῦ λοιπὸν ὁ Γιὸς τὸν ἐκήρυξε σ’ ὅλους «σ’ ἐδόξασα, λέει, πάνω στὴ γῆ», μὲ τὸ νὰ διαδώσω τὴ γνώση τοῦ Θεοῦ καὶ νὰ ὁλοκληρώσω «τὸ ἔργο ποὺ μοῦ ἀνέθεσες». Τὸ ἔργο τῆς σάρκωσης τοῦ Μονογενοῦς εἶναι τοῦτο, ὁ ἁγιασμὸς τοῦ ἀνθρώπου, ἡ κατανίκηση τοῦ κοσμοκράτορα ποὺ πρῶτα θεοποιοῦνταν καὶ ἡ ἐμφύτευση τῆς θεογνωσίας στὴν κτίση. Καὶ πῶς ὁλοκλήρωσε αὐτὸ τὸ ἔργο χωρὶς κιόλας νὰ τὸ ἔχη ἀρχίσει. «Ὅ,τι ἀφοροῦσε ἐμένα, λέει, τὸ ἔφερα σὲ τέλος». Μπορεῖ κι ἐπειδὴ ἔκαμε τὸ μεγαλύτερο ἀπ’ ὅλα, ἔβαλε δηλαδὴ πρὸς χάρη μας τὴ ρίζα τῶν ἀγαθῶν μὲ τὸ νὰ νικήση τὸ διάβολο καὶ νὰ ρίξη τὸν ἑαυτό του στὰ χέρια τοῦ θανάτου, τοῦ παμφάγου θηρίου. Ἀπὸ τὴ ρίζα ἀνάγκη ἦταν νὰ ξεπεταχτοῦν καὶ οἱ καρποὶ τῆς θεογνωσίας. Γι’ αὐτὸ λέει, «ἐτελείωσα τὸ ἔργο». Ἔσπειρα, ἔβαλα τὴ ρίζα, οἱ καρποὶ θ’ ἀκολουθήσουν. «Δόξασέ με λοιπὸν καὶ σύ, Πατέρα, μὲ τὴ δόξα ποὺ εἶχαν κοντά σου, πρὶν γίνη ὁ κόσμος». Δὲν εἶχε ἀκόμα δοξασθεῖ ἡ σάρκα, οὔτε εἶχε ἀπολαύσει τὴν ἀφθαρσία, οὔτε εἶχε δοκιμάσει τὸ θρόνο τὸ βασιλικό. Γι αὐτὸ λοιπὸν λέγει «Δοξασέ με».  Θέλει νὰ πῆ «τὴν ἀνθρώπινη φύση μου», αὐτὴν ποὺ τώρα ἀτιμάζεται, ποὺ εἶναι νὰ σταυρωθῆ, φέρε την στὸ βαθμὸ τῆς δόξας «ποὺ εἶχα κοντά σου», ἐγὼ ὁ Λόγος καὶ Γιός σου, πρὶν ἀκόμα ὑπάρξη ὁ κόσμος.  Γιατὶ κάθισε μαζί του τὴν ἀνθρώπινη φύση του στὸ βασιλικὸ θρόνο καὶ ὅλη ἡ φύση τώρα τὸν προσκυνᾶ. «Ἐγνώρισα τὄνομά σου στοὺς ἀνθρώπους».  Τώρα ἐξηγεῖ τί σημαίνει ἡ φράση.  «Ἐγὼ σ’ ἐδόξασα πάνω στὴ γῆ», ἐφανέρωσα τὸ ὄνομα σου. Πῶς λοιπὸν τὸ φανέρωσε ὁ Γιός; Ἀφοῦ καὶ ὁ Ἡσαΐας λέει «θὰ ὀμώσετε τὸ Θεὸ τὸν ἀληθινό». Τὸ εἴπαμε  πολλὲς φορές· κι ἄν ἀκόμα ἦταν φανερό, αὐτὸ ἦταν γιὰ τοὺς Ἰουδαίους μόνο καὶ μήτε καί σ’ αὐτοὺς ὅλους. Τώρα ὅμως ὁμιλεῖ γιὰ τὰ ἔθνη, ὅτι θὰ γίνη σ’ αὐτὰ γνωστά τὸ ὄνομα τοῦ Θεοῦ, ἀφοῦ ὁ Χριστὸς εἶχε ἤδη δώσει τοὺς σπόρους τῆς θεογνωσίας, μὲ τὸ νὰ καταλύση τὸν ὁδηγὸ στὴν εἰδωλολατρεία διάβολο. Ἐξ ἄλλου  κι ἄν γνώριζαν τὸ Θεό, δὲν τὸν γνώριζαν σὰν Πατέρα, παρὰ σὰν δημιουργὸ μόνο.  Σὰν πατέρα τὸν φάνερωσε ὁ Γιὸς καὶ τὸν ἔκαμε γνωστὸ καὶ μὲ λόγους καὶ μ’ ἔργα.  Γιατί, αὐτὸς ποὺ ἀπέδειξε τὸν ἑαυτό του Γιὸ τοῦ Θεοῦ, εἶναι φανερὸ ὅτι συνάμα ἀποδείκνυε κι ἐκεῖνον Πατέρα.
Αὐτοὶ ποὺ μοῦ ἔδωσες ἀπὸ τὸ κόσμο, ἦσαν δικοί σου. Ἔπειτα τοὺς ἔδωσες σὲ μένα καὶ φύλαξαν τὶς ἐντολὲς σου. Τώρα κατάλαβαν ὅτι ὅλα ὅσα μοῦ ἔδωκες προέρχονται ἀπὸ σένα, ὅτι τοὺς ἔδωσα τοὺς λόγους, ποὺ ἐσὺ μοῦ εἶχες δώσει κι αὐτοὶ τοὺς δέχτηκαν καὶ κατανόησον ἀληθινά, ὅτι ἀπὸ σένα εἶχαν βγῆ καὶ πίστεψαν ὅτι μὲ εἶχες ἀποστείλει σύ. Αὐτὰ τὰ δύο θέλει νὰ ἀποδείξη· ἕνα ὅτι δὲν εἶναι ἀντίθετος μὲ τὸν Πατέρα· ἄλλο, ὅτι θέλημα του εἶναι νὰ πιστέψουν αὐτοὶ στὸ Γιό. Γι’ αὐτὸ λέει «αὐτοὶ ποὺ ἔδωκες, ἦσαν δικοί σου». Καὶ τὰ δυὸ αὐτὰ τὰ δηλώνει τὸ «μοῦ ἔχεις δώσει».  Δὲν  τοὺς ἅρπαξα δηλαδὴ ἀλλὰ σὺ εὐδόκησες νἄρθουν κοντά μου.  Ὥστε δὲν ἔχεις ἀντίθεση πρὸς ἐμένα, Πατέρα, ἀλλὰ ἴδιο φρόνημα καὶ ἀγάπη. Καὶ τὶς ἐντολὲς σου τὶς ἐφύλαξαν·  μὲ τὸ νὰ πιστέψουν σὲ μένα καὶ νὰ μὴν πλησιάζουν τοὺς Ἰουδαίους.  Γιατὶ αὐτὸς ποὺ πιστεύει στὸ Χριστό, τηρεῖ τὸ λόγο τοῦ Θεοῦ, δηλαδὴ τὴ Γραφὴ καὶ τὸ (Μωασϊκὸ) νόμο.  Γιατὶ ἡ Γραφὴ κυρύσσει τὸ Χριστό.  Κι ἀλοιῶς ὄμως ἐξηγεῖται τὸ πρᾶγμα. Ὅλα ὅσα ἔλεγε ὁ Κύριος στοὺς μαθητὰς του ἦσαν τοῦ Πατέρα. «Ἐγὼ δὲν μιλῶ ἀπὸ τὸν ἑαυτὸ μου». Ἀνάμεσα στὰ ἄλλα τοὺς εἶπε καὶ τοῦτο·  «μείνετε μὲ μένα» καὶ ὅτι τὸ ἐφύλαξαν.  Καὶ «τώρα κατάλαβαν ὅτι ὅλα ὅσα μοῦ ἔδωσες προέρχονται ἀπὸ σένα. Μερικοὶ διαβάζουν χωρὶς τὸ ν «τώρα κατάλαβα ἐγώ». Ἀλλὰ ἔτσι δὲ δίνει νόημα.  Πρέπει νὰ τὸ διαβάζωμε μὲ ν.  Δὲν ἔχω δικό μου, οὔτε εἶμαι διαφορετικὸς ἀπὸ σένα ἀλλὰ ὅλα ὅσα μοῦ ἔδωκες, δὲν τὰ ἀπόκτησα ὕστερα, προέρχονται ἀπὸ σένα, δηλαδὴ, μ’ ἐνδιαφέρουν φυσικὰ καὶ μοῦ ἁρμόζουν σὰν Γιὸς ποὺ εἶμαι καὶ κύριος τῶν Πατρικῶν κτημάτων. Πῶς τὸ κατάλαβαν αὐτὸ οἱ μαθηταί; Ἐπειδὴ τοὺς λόγους ποὺ μοῦ ἔδωσες τοὺς ἔδωσα.  Δηλαδὴ τὸ κατάλαβαν ἀπὸ τοὺς λόγους τῆς διδασκαλία μου.  Πάντα δηλαδὴ τοὺς ἔλεγα, ὅτι ὅλα ὅσα ἔχω εἶναι τοῦ Πατέρα μου. Κι ὄχι αὐτὸ μόνο, ἄλλὰ ὅτι ἀπὸ σένα ξεκίνησαν καὶ σὺ μὲ ἔχεις στείλει. Γιατὶ μὲ ὁλόκληρο τὸ Εὐαγγέλιο, αὐτὸ ἤθελε ν’ ἀποδείξη, ὅτι δὲν εἶναι ἀντίθετος στὸ Θεὸ καὶ τὸ θέλημά του ἐκπληρώνει.
«Ἐγὼ παρακαλῶ γι’ αὐτοὺς, δὲν παρακαλῶ γιὰ τὸν κόσμο, ἀλλὰ γι’ αὐτοὺς ποὺ μοῦ ἔδωσες, ἐπειδὴ εἶναι δικοί σου». Ἐπειδὴ θέλω νὰ δείξη ὅτι γιὰ τίποτα ἄλλο δὲν τὰ λέει αὐτὰ ἀλλὰ γι’ αὐτοὺς, γιὰ νὰ μάθουν δηλαδὴ ὅτι τοὺς ἀγαπᾶ καὶ φροντίζει γι’ αὐτοὺς, λέει ἐγῶ γι’ αὐτοὺς παρακαλῶ καὶ ζητῶ, «ὄχι γιὰ τὸν κόσμο». Ἔτσι ἀποδεικνύω πάντως ὅτι τοὺς ἀγαπῶ.  Ὄχι μόνο τοὺς δίνω τὰ δικὰ μου ἀλλὰ παρακαλῶ καὶ σένα νὰ τοὺς φυλάγης. Δὲν ζητῶ γιὰ τοὺς πολλοὺς, αὐτοὺς μὲ τὸ κοσμικὸ φρόνημα ἀλλὰ γι’ αὐτοὺς ποὺ μοῦ ἔδωσες· γιατὶ εἶναι δικοί σου. Ἀκούοντας ὅμως κανεὶς νὰ λέη ἀδιάκοπα «μοῦ ἔχεις δώσει», μπορεῖ νὰ νομίση ὅτι πρὶν ἀπὸ λίγο τοῦ ἔχει δοθῆ ἡ ἀρχὴ αὐτὴ καὶ ἡ ἐξουσία καὶ ὅτι ὅταν τὴν εἶχε ὁ Πατέρας δὲν τὴν εἶχε αὐτὸς, καὶ τώρα πάλι, ποὺ τὴν ἔχει αὐτὸς δὲν τὴν ἔχει καὶ ὁ Πατέρας, γι’ αὐτὸ τὸ λόγο λέει·  «Καὶ τὰ δικά μου ὅλα δικά σου εἶναι καὶ τὰ δικὰ σου δικά μου».  Γιατὶ δὲν ἐλαβα τώρα τὴν ἐξουσία ἀλλὰ ὅταν αὐτοὶ ἦσαν δικοί σου, ἦσαν καὶ δικοί μου. Γιατὶ ὅλα τὰ δικά σου εἶναι δικά μου.  Καὶ ὅταν ἐγὼ τοὺς ἔχω αὐτοὺς τοὺς ἔχεις καὶ σὺ καὶ δὲν σοῦ ἔχουν ἀφερεθῆ. Γιατὶ ὅλα τὰ δικά μου εἶναι δικά σου «Καὶ ἀνάμεσά τους ἔχω δοξαστῆ». Ἐπειδὴ ἔχω δηλαδὴ τὴν ἐξουσία τους σὰν κύριός τους, δοξάζομαι ἀπ’ αὐτοὺς ὅπως καὶ ὁ γιὸς του βασιλέα, ἐπειδὴ ἔχει ἴσο μέρος στὶς τιμὲς καὶ στὴ βασιλεία μὲ τὸν πατέρα δοξάζεται μὲ τὸ νὰ ἔχη τόσα πολλὰ, ὅσα καὶ ὁ πατέρας. Ἄν λοιπὸν ὁ Γιὸς ἦταν μικρότερος ἀπὸ τὸν Πατέρα, πῶς θὰ τολμοῦσε νὰ πῆ ὅτι «ὅλα τὰ δικά σου εἶναι δικά μου» Γιατὶ ὁ κύριος ἔχει ὅλα τὰ πράγματα τοῦ δούλου·  ὁ δοῦλος ὅμως δὲν ἔχει ὅλα τὰ πράγματα τοῦ κυρίου. Ἐδῶ λέγει καὶ τὸ ἀντίστροφο·  καὶ τὰ πράγματα τοῦ Πατέρα ἀνήκουν στὸ Γιό, ὅπως καὶ τοῦ Γιοῦ ἀνήκουν στὸν Πατέρα.  Δοξάζεται λοιπὸν ὁ Γιὸς ἀπὸ τὰ πλούτη τοῦ Πατέρα·  τόση ἐξουσία ἔχει πάνω σέ ὅλα ὅση καὶ ὁ Πατέρας.
«Καὶ δὲ θὰ εἶμαι ἀκόμα μέσα στὸν κόσμο· αὐτοὶ θὰ παραμείνουν μέσα στὸν κόσμο, ἐνῶ ἐγῶ ἔρχομαι σὲ σένα.  Πατέρα μου ἅγιε, φύλαξε μὲ τὴ δύναμη τοῦ ὀνόματός σου αὐτοὺς ποὺ τοῦ ἔδωσες γιὰ νὰ εἶναι ἑνωμένοι, ὅπως ἐμεῖς. Ὅταν ἤμουν μαζί τους στὸν κόσμο, τοὺς φύλαγα ἐγὼ μὲ τοῦ ὀνόματός σου τὴ δύναμη». Γιὰ ποιὸ λόγο τὸ λέει αὐτό ἀδιάκοπα ὅτι «δὲν εἶμαι μέσα στὸν κόσμο» καὶ «ὅταν ἤμουν μαζί τους στὸν κόσμο».  Φαίνονται παράδοξα, ὅταν αὐτὰ τὰ δεχτῆ κανένας ἀνεξέταστα. Σὲ ἄλλο σημεῖο τοὺς εἶχε ὑποσχεθῆ ὅτι «θὰ εἶμαι μαζί σου» καὶ ὅτι «Θὰ μὲ δῆτε», ἐνῶ τώρα φαίνεται ὅτι λέει ἄλλα. Ἡ ἀλήθεια εἶναι ὅτι μιλᾶ σύμφωνα μὲ τὸ πνεῦμα τους.  Φυσικὸ εἶναι νὰ ἀδημονοῦν, ἀφοοῦ ἐγκαταλείπονται χωρὶς βοηθό.  Δείχνει σ’ αὐτοὺς ὅτι τοὺς ἐμπιστεύεται στὰ χέρια τοῦ Πατέρα καὶ ὁρίζρι αὐτὸν φύλακά τους καὶ στὸν Πατέρα του λέει ὅτι·  Ἐπειδὴ μὲ καλεῖς κοντά σου.  Φύλαξέ τους αὐτοὺς σὺ ὁ ἴδιος μὲ τὴ δύναμη τοῦ ὀνόματός σου.  Δηλαδὴ μὲ τὴ βοήθεια καὶ τὴ δύναμή σου, ποὺ τὴν ἔδωσες καὶ σὲ μένα. Καὶ γιὰ ποιὸ λόγο ἡ φύλαξη; Γιὰ νὰ εἶναι ἑνωμένοι. Ἄν ἔχουν ἀγάπη μεταξύ τους καὶ δὲν  ἔρθουν σὲ διάσταση θὰ εἶναι ἀήτητοι καὶ τίποτα δὲ θὰ τοὺς νικήση. Καὶ δὲν λέει ἁπλᾶ «γιὰ νὰ εἶναι ἑνωμένοι» ἀλλὰ ὅπως ἐγὼ κι ἐσὺ, μὲ μιὰ γνώμη καὶ μιὰ θέληση. Αὐτὸ εἶναι τὸ φυλαχτό τους, ἡ ὁμόνοια. Γιὰ νὰ τοὺς γαληνέψη λοιπὸν καλεῖ τὸν Πατέρα νὰ τοὺς φυλάξη.  Ἄν τοὺς ἔλεγε «θὰ σᾶς φύλαξω ἐγώ», δὲ θὰ τὸν πίστευαν τόσο. Τώρα ὅμως ποὺ ζητᾶ ἀπὸ τὸν πατέρα, τοὺς γεννᾶ ἐλπίδες ἀγαθές.  Τὴ φράση πάλι «ἐγὼ τοὺς φύλαγα μὲ τὴ δύναμη τοῦ ὀνόματός σου» τὴ λέει ὄχι ἐπειδὴ ὁ ἴδιος δὲν μποροῦσε νὰ τοὺς φυλάξη ἀλλοιῶς  παρὰ μόνο στὸ ὄνομα τοῦ Θεοῦ, ἀλλὰ ὅπως εἴπαμε πολλὲς φορὲς, ἐπειδὴ ἦσαν ἀδύνατοι αὐτοὶ ποὺ ἄκουαν καὶ δὲν μποροῦσαν ἀκόμα νὰ φαντασθοῦν τίποτα μεγάλο γι’ αὐτό·  γι’ αὐτὸ λέει·  τοὺς φύλαγα μὲ τὴ βοήθειά σου.  Συνάμα τοὺς δίνει τὴν καλὴν ἐλπίδα ὅτι ὅπως ὅσο ἥμουν ἐγὼ μαζί σας ἦστε ἐξασφαλισμένοι στ’ ὄνομα τοῦ Πατέρα μου καὶ μὲ τὴ δική του βοήθεια, ἔτσι νὰ πιστεύετε πάλι ὅτι θὰ σᾶς φυλάξη ὁ ἴδιος·  γιατὶ εἶναι ἡ συνήθειά του νὰ σᾶς φυλάη.
«Αὑτοὺς ποὺ μοῦ ἔδωκες τοὺς φυλάξα καὶ κανένας δὲ χάθηκε ἀπ’  αὐτοὺς  παρὰ μόνο ὁ γιὸς τῆς ἀπωλείας, γιὰ νὰ ἐπαλήθευση ἡ Γραφή. Τώρα ἔρχομαι σὲ σένα καὶ τὰ λέω αὐτά, ἐνῶ εἶμαι ἀκόμα μέσα στὸν κόσμο, γιὰ νά δοκιμάσουν τέλεια μέσα τους τὴ δική μου χαρά».  Πολλὴ ταπείνωση μαρτυροῦν τὰ λόγια, ἄν τὰ δεχθῆ κάποιος  ὅπως πρέπει. Πρόσεξε τὸ νόημα ποὺ βγαίνει· «Αὐτοὺς ποὺ μοῦ ἔδωκες τοὺς φύλαξα». Φαίνεται ὅτι παραγγέλλει στὸν πατέρα νὰ τοὺς φυλάη κι ἐκεῖνος, ὅπως θὰ ἔλεγε κάποιος ποὺ παραδίνει χρήματα νὰ τοῦ φυλάξουν· προσέξετε ἐγὼ δὲν ἔχασα τίπτα, νὰ μὴ χάσετε οὕτε σεῖς. Ὅλα ὅμως αὐτὰ τὰ λέει γιὰ νὰ ἡσυχάσουν οἱ μαθηταί. Αὐτὰ τὰ λέω ὅσο εἶμαι ἀκόμα μέσα στὸν κόσμο, γιὰ τὴ γαλήνη τῶν μαθητῶν καὶ τὴν ἡσυχία καὶ τὴ χαρά, γιὰ νὰ ἀναπνεύσουν καὶ νὰ ἀπαλλαγοῦν ἀπ’ τὴν φροντίδα, ἀφοῦ τοὺς ἀναλαμβάνεις ἀκέραιους καὶ πρόκειται νὰ τοὺς φυλάξης, ὅπως τοὺς φύλαξα κι ἐγὼ καὶ δὲν ἔχασα κανέναν.  Πῶς, Κύριε, δὲν ἔχασες κανένα; Χάθηκε ὁ Ἰούδας καὶ πολλοὶ ἄλλοι γύρισαν πίσω στὴν δουλειά τους. Ἀπ’ ἀφορμὴ δικὴ μου κανένα δὲν ὡδήγησα στὸ χαμό.  Ἀπὸ ὅ,τι ἔπρεπε νὰ κάνω ἐγώ, δὲν παράλειψα τίποτα ἀλλὰ τοὺς φύλαξα δηλαδὴ προθυμοποιήθηκα νὰ τοὺς φυλάξω μὲ κάθε τρόπο·  ἄν ὅμως μόνοι τους ἀποσκιρτοῦν, γι’ αὐτὸ δὲν ἔχω εὐθύνη. Στὴ φράση «γιὰ νὰ ἐπαληθεύση ἡ Γραφή», ἐννοεῖ τὴ Γραφὴ ποὺ προφητεύει γιὰ τὸ γιό τῆς ἀπώλειας.  Γιατὶ δὰ καὶ σὲ διαφόρους ψαλμοὺς ἔγινε λόγος γι’ αὐτὸν καὶ σ’ ἅλλα βιβλία τῶν προφητῶν. Ὅσο γιὰ τὸ «γιὰ νά» πολλὲς φορὲς εἴπαμε, ὅτι ἡ Γραφὴ συνηθίζει νὰ ἐκφράζει τὸ ἀποτέλεσμα (ὥστε) μὲ τελικά αἴτιο (γιά νά).
Ἐγὼ ἔδωσα τὸ λόγο σου σ’ αὐτούς·  κι ὁ κόσμος τοὺς μίσησε, γιατὶ δὲν προέρχονται ἀπὸ τὸν κόσμο, ὅπως κι ἐγὼ δὲν προέχομαι ἀπ’ αὐτόν.  Δὲ σὲ παρακαλῶ νὰ τοὺς πάρης ἀπὸ τὸν κόσμο, ἀλλὰ νὰ τοὺς φυλάξης ἀπὸ τὸ πονηρό.  Δὲν εἶναι ἀπὸ τὸν κόσμο, ὅπως δὲν εἶμαι κι ἐγὼ .  Καλῶντας τὸν Πατέρα νὰ βοηθήση τοὺς ἀποστόλους, ἀναφέρει καὶ γιὰ ποιὰ αἰτία  εἶν’  ἄξιοι νὰ βροῦν πολλὴ φροντίδα.  Γιὰ τὸ λόγο σου, λέει, ποὺ τοὺς ἔδωσα μισήθηκαν. Ὥστε θὰ ἦσαν ἄξιοι νὰ τοὺς βοηθήσης ἐσύ, αὐτοὺς ποὺ τοὺς μίσησαν ὅσοι ἔχουν φρόνημα κοσμικό. Οἱ πολλοὶ τούς μισοῦν λέει καὶ γιατὶ δὲν εἶναι ἀπὸ τὸν κόσμο, δηλαδὴ δὲν ἔχουν φρόνημα φιλικὸ πρὸς τὸν κόσμο, ποὺ τοὺς κάνει νὰ ξοδεύουν  σ’  αὐτὸν ὅλη τὴ ζήση τους.  Πῶς λοιπὸν σ’ ἄλλο σημεῖο λέει «καὶ αὐτοὶ ποὺ μοῦ ἔδωσες ἀπὸ τὸν κόσμο, ἦσαν δικοί σου». Ἐκεῖ ὡς πρὸς τὴ φύση λέει ὅτι ἀφοῦ εἶναι ἄνθρωποι, εἶναι καὶ μέρη του κόσμου·  ἐδῶ φανερώνει τὴ γνώμη καὶ θέλησή τους λέγοντας ὅτι δὲν εἶναι ἀπὸ τὸν κόσμο».  Δὲν ἦσαν τόσον ἅγιοι οἱ ἀπόστολοι καὶ ἀμέτοχοι ἀπὸ τὰ πάθη τοῦ κόσμου, καθὼς ὁ Κύριος.  Γιατὶ ἐκεῖνος «δὲν ἔκαμε ἁμαρτία οὔτε βρέθηκε δόλος στὸ στόμα του», ἐνῶ αὐτοὶ δὲν πέρασαν τὴν ἀδυναμία τοῦ ἀνθρώπου. Ἀκούοντας, λοιπὸν «καθὼς ἐγὼ δὲν εἶμαι ἀπὸ τὸν κόσμο» μὴ σκεφτῆς ἀπαράλλαχτη ὁμοιότητα τῶν ἀποστόλων μὲ τὸν Κύριο·  νὰ ἔρχεται στὸ νοῦ σου τὸ ἀπαράλλαχτο μόνο, ὅταν λέγεται τὸ «καθὼς» σχετικὰ μὲ τὸν Πατέρα καὶ τὸ Γιό. Εἶπε καὶ τοῦτο·  «δὲ σὲ παρακαλῶ νὰ τοὺς πάρης ἀπὸ τὸν κόσμο». Ἤθελε νὰ δώση μιὰ ἔνδειξη τῆς ἀγάπης του πρὸς αὐτοὺς κι ὅτι ἐνδιαφέρεται πολὺ γι’ αὐτούς, κάνοντας μὲ τόση ἀκρίβεια πραάκληση γι’ αὐτούς.  Δὲν διδάσκει λοιπὸν τὸν Πατέρα γιὰ ποιὸ λόγο παρακαλεῖ -θὰ ἦταν ἄτοπο- ἀλλὰ ὅπως εἶπα ἐπειδὴ θέλει νὰ δείχνη ὅτι ὑπεραγαπᾶ τοὺς μαθητὰς καὶ φροντίζει γι’ αὐτούς,  τὰ λέει αὐτὰ   στὸν Πατέρα.  Δὲν σὲ παρακαλῶ νὰ τοὺς πάρης ἀπὸ τὸν κόσμο, ἀλλὰ ἐνῶ θὰ εἶναι μέσα στὸν κόσμο «νὰ τοὺς φυλάξης ἀπὸ τὸν πονηρό» καὶ ἐπαναλαμβάνει ὅτι «ἀπὸ τὸν κόσμο δὲν εἶναι». Ἔχουν ἀνάγκη λέει ἀπὸ πολλὴ φροντίδα. Τίποτα κοινὸ μὲ τὴ γῆ δὲν ἔχουν·  ἔχουν γίνει πολῖτες τοῦ οὐρανοῦ. Κι ἀφοῦ ὅλος ὁ κόσμος θὰ τοὺς συμπεριφερθῆ σὰ νὰ εἶναι ξένοι, βοήθησέ τους σύ, ὁ οὐράνιος σὰς πολῖτες τοῦ οὐρανοῦ. Αὐτὰ τὰ λέει μὲ κάποιο μάκρος, ἐνῶ τὸν ἀκοῦνε οἱ μαθηταί, γιὰ νὰ μισήσουν τὸν κόσμο καὶ νὰ μὴν ντροπιάσουν τὰ τόσα ἐγκώμια ποὺ λέγονται γι’ αὐτούς. Τὴ φράση «φύλαξέ τους ἀπὸ τὸν πονηρό» δὲν τὴν λέει μόνο γιὰ τὴν ἀπαλλαγὴ τους ἀπὸ τοὺς κινδύνους ἀλλὰ καὶ γιὰ τὴν παραμονὴ καὶ σταθερότητά τους στὴν πίστη. Γι’ αὐτὸ καὶ προσθέτει:
«Κάνανε τους ἁγίους μέσα στὴν ἀλήθεια σου. Ὁ λόγος σου εἶναι ἡ ἀλήθεια. Ὅπως ἔστειλες ἐμένα στὸν κόσμο, τοὺς στέλνω κι ἐγὼ στὸν κόσμο αὐτούς. Γιὰ χάρη τους ἐγὼ κράτησα τὸν ἑαυτὸ μου μέσα στὴν ἁγιότητα, γιὰ νὰ συμμετάσχουν κι αὐτοὶ στὴν ἁγιότητα μὲ τὸ νόημα ποὺ δίνει ἡ ἀλήθεια σου» Κάνε τους ἁγίους, λέει μὲ τὴν χορήγηση τοῦ Πνεύματός σου καὶ φύλαξέ τους μέσα στὴν ὀρθότητα τοῦ λόγου καὶ τῶν δογμάτων, ἄσκησε τους καὶ δίδαξε τους τὴν ἀλήθεια·  αὐτὸ εἶναι ἁγιοσύνη, ἡ τήρηση τῶν δογμάτων. Ὅτι μιλᾶ γιὰ δόγματα εἶναι φανερό, γιατὶ ἐξηγεῖ ὅτι «ὁ λόγος σου εἶναι ἡ ἀλήθεια», κανένα φεῦδος δὲν κρύβει. Ὥστε ἄν κι’ αὐτοὺς τοὺς κάμης νὰ τηρήσουν τὸ λόγου σου καὶ νὰ προφυλαχθοῦν ἀπὸ τὸν πονηρό, θὰ κρατηθοῦν ἅγιοι μέσα στὴν ἀλήθεια. Φανερώνει ὅμως καὶ κάτι ἀκόμη ἡ φράση «κράτησέ τους ἁγίους μέσα στὴν ἀλήθεια σου» δηλαδὴ ξεχώρισέ τους γιὰ τὸ λόγο καὶ τὸ κήρυγμα καὶ κάνε τους θυσία. Ἄς ὑπηρετήσουν αὐτὴν τὴν ἀλήθεια, ἄς τῆς ἀφιερώσουν τὴν ἴδια τὴν ζωή τους. Γιατὶ προσθέτει, «Ὅπως μ’ ἔστειλες ἐμένα στὸν κόσμο καὶ γιὰ χάρη τους ἐγὼ κρατῶ τὸν ἑαυτό μου μέσα στὴν ἁγιότητα, δηλαδὴ τὸν προσφέρω θυσία. Ἔτσι κι αὐτοὺς κράτησέ τους στὴν ἁγιότητα, δηλαδὴ δῶσε τους θυσία γιὰ χάρη τοῦ κηρύγματος καὶ πρόσταξε νὰ γίνουν μάρτυρες τῆς ἀλήθειας, ὅπως ἀκριβῶς κι ἐμένα μ’ ἔστειλες σὰν μάρτυρα τῆς ἀλήθειας καὶ σφάγιο (ἅγια λέγονται ὅσα ἀφιερώνονται στὸ Θεό)  «γιὰ νὰ συμμετάσχουν κι αὐτοὶ στὴν ἁγιότητα» ὅπως ἐγώ, καὶ νὰ εἶναι ἀφιερωμένοι σὲ σένα, ὄχι ὅπως τυπικὰ ἀφιερώνονται τὰ σφάγια ποὺ προβλέπει ὁ Μωσαϊκὸς νόμος ἀλλὰ σύμφωνα μὲ τὴν ἀλήθεια». Οἱ παλαιές δηλαδὴ θυσίες ἦσαν τυπικὲς καὶ ὅλα τὰ ἱερὰ ἦταν τυπικὰ ἀφιερωμένα στὸ Θεό, συμβολίζοντας κάτι ἄλλο, ὅπως τὰ ἀρνιά, τὰ περιστέρια, τὰ τρυγόνια καὶ τὰ ἄλλα. Οἱ ψυχὲς ὅμως οἱ ἀφιερωμένες στὸ Θεὸ εἶναι ἁγιασμένες καὶ ξεχωρισμένες καὶ ἀφιερωμένες στὸ Θεὸ πραγματικά. Ὅπως λέει ὁ Παῦλος προσφέρετε τὰ μέλη σας θυσία ζωντανή καὶ ἁγία «Κάνε λοιπὸν ἅγιες» καὶ  ἀφιέρωσε τὶς ψυχὲς τῶν μαθητῶν καὶ κάνε τους ἀληθηνὰ ἀφιερώματα ἤ δύναμωσέ τους, ὥστε νὰ θυσιαστοῦν γιὰ τὴν ἀλήθεια.
«Καὶ δὲ σὲ παρακαλῶ μόνο γι’ αὐτοὺς ἀλλὰ καὶ γιὰ κείνους ποὺ πιστεύουν σ’ ἐμένα ἀπὸ τὸ δικό τους λόγο, γιὰ νὰ εἶναι ὅλοι ἕνα καθὼς εἴμαστε, Πατέρα, σὺ μ’ ἐμένα καὶ ἐγὼ μὲ σένα,  γιὰ νὰ εἶναι κι αὐτοὶ ἕνα μὲ μᾶς, γιὰ πιστέψη ὁ κόσμος, ὅτι μ’ ἔστειλες σύ». Εἶπε «γιὰ χάρη τους ἐγὼ κρατῶ τὸν ἑαυτὸ μου στὴν ἁγιότητα». Γιὰ νὰ μὴ νομίση κανεὶς ὅτι πέθανε μόνο γιὰ τοὺς ἀποστόλους προσθέτει σ’ ἐμένα μὲ τὸ κήρυγμά τους. Ἐδῶ στήριξε πάλι τὶς ψυχὲς τῶν ἀποστόλων ἀφοῦ ἦταν νὰ ἔχουν πολλοὺς μαθητάς. Ἐπειδὴ τοὺς εἶπε «δὲ σὲ παρακαλῶ μόνο γι’ αὐτοὺς» γιὰ νὰ μὴ σκανδαλισθοῦν οἱ ἀπόστολοι ποὺ δὲν τοὺς ἔκανε καμμὰ ἐξαιρετικὴ ἀπὸ τοὺς ἄλλους παραχώρηση τοὺς ἐγκαρδιώνει δήλωνοντάς τους ὅτι θὰ γίνουν αἰτία πολλοὶ νὰ πιστέψουν καὶ νὰ σωθοῦν. Κι ἀφοῦ ἱκανοποιητικὰ τοὺς ἐμπιστεύθηκη στὰ χέρια τοῦ Πατέρα, γιὰ νὰ τοὺς κάμη ἁγίους μὲ τὴν πίστη καὶ τέλεια, ἁγία θυσία πραγματικὰ μιλᾶ πάλι γιὰ τὴν ὁμόνοια καὶ ἀπὸ τὴν κεφαλαιώδη ἀλήθεια ποὺ ἄρχισε, ἐννοῶ τὴν ἀγάπη, σ’ αὐτὴν πάλι κάνει τὴν κατακλείδα τοῦ λόγου του καὶ λέει: «Γιὰ νὰ εἶναι ὅλοι ἕνα», γιὰ νὰ ἔχουν εἰρήνη καὶ ὁμόνοια καὶ μαζί μας, δηλαδή, νὰ μείνουν ἀδιάσπαστοι ὅσον ἀφορᾶ τὴν πίστη σ’  ἐμᾶς.  Γιατὶ τίποτα δὲν σκανδαλίζει τοὺς μαθητάς, ὅσο ἡ διάσπαση, καὶ ἡ ἔλλειψη ὁμοφροσύνης τῶν δασκάλων·  γιατὶ πῶς θὰ θελήσουν μερικοὶ νὰ πιστέψουν αὐτοὺς ποὺ δὲν συμφωνοῦν μεταξύ τους; Γι’ αὐτὸ λέει· «γιὰ νὰ εἶναι καὶ αὐτοὶ ἕνα» στὴν πίστη τους σ’ ἐμᾶς κι ὅπως ἐσὺ Πατέρας σ’ ἐμένα καὶ γὼ σὲ σένα».  Πάλι τὸ καθὼς δὲν σημαίνει τὴν ἀκριβῆ ἐξίσωση. Γιατὶ δὲν εἶναι δυνατὸ νὰ ἔχωμε ἔτσι ἑνωθῆ μεταξὺ μας, ὅπως ὁ Πατέρας σας μὲ τὸ Γιό. Ὅπως ἀκριβῶς καὶ ὅταν λέει «Νὰ εἶστε σπλαχνικοὶ ὅπως ὁ Πατέρας σας». «Γιὰ νὰ πιστέψη ὁ κόσμος, ὅτι σὺ μ’ ἔστειλες. Γιατὶ ἀπὸ τὴν ὁμόνοια τῶν μαθητῶν θὰ φανῆ ὅτι ἐγὼ ὁ δάσκαλός τους ἦρθα ἀπὸ τὸ Θεό. Ἐὰν φιλονικοῦν, δὲν θὰ ποῦν ὅτι εἶναι μαθηταὶ τοῦ πράου. Βλέπεις πῶς ὡς τὸ τέλος ἐπιμένει σ’ αὐτό, στὴν ὁμόνοια μὲ τὸν Πατέρα;
Καὶ ἐγὼ τὴ δόξα ποὺ μοῦ ἔδωσες τοὺς ἔχω δώσει, γιὰ νὰ εἶναι ἕνα, ὅπως κι ἐμεῖς εἴμαστε  ἕνα. Ἐγὼ μ’ αὐτοὺς καὶ σὺ μ’  ἐμένα, γιὰ νὰ εἶναι τέλεια συνδεδεμένοι σὲ ἕνα καὶ γιὰ νὰ γνωρίζη ὁ κόσμος, ὅτι σὺ μ’ ἔστειλες». Ποιὰ δόξα λέει ὅτι ἔδωσε; Αὐτὴν ποὺ προέρχεται ἀπὸ τὰ θαύματα, τὰ δόγματα, τὶς διδασκαλίες·  κι ἄλλη μιὰ δόξα, ποὺ δίνει ἡ ὁμόνοια, γιὰ νὰ εἶναι ἕνα. Αὐτὴ ἡ δόξα εἶναι μεγαλύτερη ἀπὸ αὐτὴν ποὺ προέχεται ἀπὸ τὸ θαύματα. Ὅπως θαυμάζομε καὶ τὸ Θεό, γιατὶ στὴ θεία φύση, δὲν ὑπάρχει ἀντίθεση οὔτε φιλονεικία κι αὐτὴ εἶναι ἡ μέγιστη δόξα·  ἔτσι κι αὐτοὶ ἀπὸ αὐτὴν τὴν κατάσταση, τὴν ὁμόνοια θέλω νὰ πῶ, ἄς γίνουν λαμπροί. «Ἐγὼ μ’ αὐτοὺς καὶ σὺ μ’ ἐμένα». Ἐδῶ δείχνει ὅτι οἱ ἀπόστολοι ἐχώρεσαν μέσα τους καὶ τὸν Πατέρα. «Ἐγὼ μέσα τους, λέει, εἶμαι καὶ σένα πάλι σὲ ἔχω μέσα μου· ὥστε καὶ σὺ εἶσαι μέσα σ’ αὐτούς.  Σὲ ἄλλο σημεῖο λέει ὅτι αὐτὸς  καὶ ὁ Πατέρας θὰ ρθοῦν νὰ κάμουν κατοικία, κλείνοντας ἔτσι τὸ ἴδιο τὸ στόμα τοῦ Σαβελλίου καὶ ὑποδηλώντας τὶς δυὸ ὑποτάσεις. Στὸ σημεῖο ὅμως ποὺ μᾶς ἀπασχολεῖ καταστέλλοντας τὴ μανία τοῦ Ἀρείου λέει ὅτι ὁ πατέρας μαζί του εἶναι μέσα στοὺς μαθητάς του, «γιὰ νὰ γνωρίζη ὁ κόσμος, ὅτι σὺ μ’ ἔστειλες. Ἀδιάκοπα τὸ λέει αὐτὸ δείχνοντας ὅτι ἡ εἰρήνη  μπορεῖ νὰ τραβήξη περισσότερο ἀπὸ κάθε θαῦμα. Ὅπως ἡ φιλονεικία εἶναι στοιχεῖο διαλυτικὸ ἔτσι καὶ ἡ συμφωνία συγκροτεῖ.
«Καὶ τοὺς ἀγάπησες ὅπως ἀγάπησες ἐμένα Πατέρα· αὐτοὶ ποὺ μοῦ ἔδωσες θέλω νὰ εἶναι μαζί μου, ὅπου εἶμαι κι’ ἐγώ, γιὰ νὰ βλέπουν τὴ δόξα μου, ποὺ μοῦ ἔδωσες ἐπειδὴ μ’ ἀγάπησες πρὶν γίνη ἡ καταβολὴ τοῦ κόσμου». Πάλι ἐδῶ τὸ «καθώς» ἐννοήσε το, «ὅσο μπορεῖ νὰ ἀγαπηθῆ ἄνθρωπος». Ἀφοῦ εἶπε ὅτι θὰ εἶναι σὲ ἀσφάλεια θὰ γίνουν ἅγιοι, ὅτι πολλοὶ θὰ πιστέψουν ἐξ αἰτίας τους, ὅτι πολλὴ δόξα θ’ ἀπολαύσουν μιλάει τέλος καὶ γιὰ τὰ βραβεῖα καὶ τὰ στεφάνια ποὺ τοὺς περιμένουν μετὰ τὴν ἀποδημία ἀπὸ δῶ  καὶ «θέλω,  λέει,  ὅπου εἶμαι ἐγὼ νὰ εἶναι κι ἐκεῖνοι». Καὶ γιὰ νὰ μὴ νομίζης ἀκούοντάς το, ὅτι μέλλει νὰ ἐπιτύχουν τὴν ἴδια ἀξία προσθέτει «γιὰ νὰ βλέπουν τὴ δόξα μου».  Δὲν εἶπε ν’ ἀπολαύσουν τὴ δόξα μου, ἀλλὰ νὰ τὴ βλέπουν.  Γιατὶ ἡ πιὸ μεγάλη ἀνακούφιση τοῦ ἀνθρώπου εἶναι νὰ βλέπη τὸ Γιὸ τοῦ Θεοῦ. Αὐτὴ εἶναι ἡ δόξα ὅλων ποὺ εἶναι ἄξιοι. Αὐτὸ λέει καὶ ὁ Παῦλος· Ἐμεῖς μὲ ξεσκέπαστο πρόσωπο καθρεφτίζοντας τὴ δόξα τοῦ Κυρίου». Δείχνει ἐδῶ, ὅτι δὲν θὰ τὸν δοῦν τότε, ὅπως τὸν βλέπουν τώρα, μὲ ταπεινὴ μορφή ἀλλὰ μέσα στὴ δόξα ποὺ εἶχε πρὶν ἀπὸ τὴν καταβολὴ τοῦ κόσμου. «Εἶχα, λέει, αὐτὴ τὴ δόξα γιατὶ μὲ ἀγάπησες. Στὸ κέντρο βρίσκεται τὸ «μὲ ἀγάπησες». Ὅπως εἶπε καὶ πιὸ πάνω «Δόξασέ με μὲ τὴ δόξα ποὺ εἶχα πρὶν γίνη ὁ κόσμος ἔτσι καὶ τώρα καὶ πρὶν ἀπὸ τὴν καταβολὴ τοῦ κόσμου, λέει, ὅτι εἶχε δοθῆ σ’ αὐτὸν ἡ δόξα τῆς θεότητας.  Γιατὶ ἀληθινὰ τοῦ εἶχε δώσει ὁ Πατέρας τὴ θεότητα μὲ φυσικὸ τρόπο, ὅπως ὁ Πατέρας στὸ Γιό. Ἀφοῦ τὸν ἐγέννησε, ἀναγκαστικὰ λέγεται αἴτιος καὶ χορηγὸς καὶ τῆς δοξας, αὐτὸς ποὺ εἶναι αἴτιος καὶ τῆς ὕπαρξης.
«Πατέρα δίκαιε. Ὁ κόσμος δὲ σὲ κατάλαβε·  ἐγὼ ὅμως δὲ κατάλαβα·  κι αὐτοὶ κατάλαβαν ὅτι σὺ μ’ ἔστειλες. Ἔκανα γνωστὸ σ’ αὐτοὺς τὀνομά σου καὶ θὰ κάμω καλύτερα, γιὰ νὰ μεταδοθῆ καὶ σ’ αὐτοὺς ἡ ἀγάπη ποὺ μοῦ ἔχεις καὶ νὰ κατοικήσω κι ἐγὼ μέσα του» Ἐπειδὴ γι’ αὐτοὺς ποὺ πιστεύουν ἔκαμε τέτοια προσευχὴ καὶ τόσα ἀγαθὰ τοὺς ἐγγυήθηκε, λέει στὸ τέλος λόγο εὐσπλαχνίας καὶ ἄξιο τῆς ἀγάπης του πρὸς τοὺς ἀνθρώπους Πατέρα δίκαιε, ἐγὼ ἤθελα ὅλοι οἱ ἄνθρωποι, νὰ ἀποκτήσουν τέτοια ἀγαθά, ὅπως προσευχήθηκα γιὰ τοὺς πιστοὺς ἀλλὰ δὲ σὲ κατάλαβαν γι’ αὐτὸ θὰ χάσουν τὴ δόξα καὶ τὰ βραβεῖα·  ἐγὼ ὅμως σὲ κατάλαβα·  Ὑπονοεῖ ἐδῶ καὶ τοὺς Ἰουδαίους ποὺ ἔλεγαν ὅτι γνωρίζουν τὸ Θεὸ καὶ ἀποδεικνύει ὅτι αὐτοὶ δὲν εἶχαν τὴν ἐπίγνωση τοῦ Πατέρα· «κόσμο» ἀποκαλεῖ τοὺς Ἰουδαίους σὲ πολλὰ σημεῖα. Οἱ Ἰουδαῖοι ἰσχυρίζονται, ὅτι δὲν μ’ ἔστειλες ἐσύ, ἐγὼ ὅμως «σὲ τούτους» δηλαδὴ τοὺς μαθητὰς μου «κι ἔκανα γνωστὸ τὄνομά σου, καὶ θὰ τὸ κάνω καλύτερα».  Πῶς θὰ τὸ κάνω; Στέλνοντάς τους τὸ Πνεῦμα, ποὺ θὰ τοὺς ὁδηγήση στὸ σύνολο τῆς ἀλήθειας. Κι ἄν μάθουν ποιός εἶσαι, τότε «θὰ εἶναι καὶ σ’ αὐτοὺς ἡ ἀγάπη ποὺ μοῦ εἶχες» καὶ ἐγὼ μαζί τους. Γιατὶ θὰ καταλάβουν ὅτι ἐγὼ δὲν εἶμαι χωρισμένος ἀπὸ σένα ἀλλὰ εἶμαι ἀπὸ ἐκείνους ποὺ ἀγαπᾶς ὑπερβολικὰ καὶ γνήσιος Γιὸς κι ἑνωμένος μαζί σου.  Κι ὅταν τὸ καταλάβουν τοῦτο, θὰ φυλάξουν καὶ τὴν πίστη τους σὲ  μένα καὶ τέλος θὰ μείνω κι ἐγὼ μαζί τους ἀφοῦ τέτοιοι εἶναι·  καὶ ἐσένα δηλ. ἔχουν κατανοήσει καὶ ἐμένα μὲ τιμοῦν σὰν Θεὸ καὶ τὴν πίστη τους πρὸς ἐμένα τὴν διατηροῦν ἀπαρασάλευτη.


Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ79-92

Άναβάσεις - http://anavaseis.blogspot.com


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.