Σάββατο 29 Σεπτεμβρίου 2012

Κυριακὴ Β΄ Λουκᾶ. Ἁγίου Ἰωάννου Χρυσοστόμου



Κυριακὴ  Β΄ Λουκᾶ. (Λουκ.στ΄, 31-36)
Ὑπόμνημα εἰς τὸν Ἅγιον Εὐαγγελιστὴν Ματθαῖον, ὁμιλία Η΄
    


Εἰ  δὲ μέγα τοῦτο εἶναι νομίζεις, ἀνάμεινον, καὶ ὄψει  σαφῶς, ὅτι οὐδέπω πρὸς τὸ τέλειον ἀπήντηκας. Οὐδὲ  γὰρ ἐνταῦθα ἵσταταί σοι ὁ τοὺς περὶ ἀνεξικακίας τιθεὶς νόμους, ἀλλὰ καὶ περαιτέρω πρόεισιν, οὕτω λέγων·  Ἐὰν τις σε ἀγγαρεύσῃ μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο. Εἶδες ὑπερβολὴν φιλοσοφίας; Μετὰ γοῦν τὸ δοῦναι τὸν χιτῶνα καὶ τὸ ἱμάτιον, οὐδὲ εἰ γυμνῷ τῷ σώματι χρῆσθαι βούλοιτο ὁ ἐχθρὸς πρὸς ταλαιπωρίας καὶ πόνους, οὐδὲ οὕτως αὐτὸν δεῖ κωλύειν, φησί. Πάντα γὰρ βούλεται κεκτῆσθαι ἡμᾶς κοινά, καὶ τὰ σώματα, καὶ τὰ χρήματα, καὶ τοῖς δεομένοις, καὶ τοῖς ὑβρίζουσι· τὸ μὲν ἀνδρείας, τὸ δὲ φιλανθρωπίας ἐστί.  Διὰ τοῦτο ἔλεγεν· Ἐὰν τις σε ἀγγαρεύσῃ μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο· ἀνωτέρω σε ἀνάγων πάλιν,  καὶ τὴν αὐτὴν φιλοτιμίαν ἐπιδείκνυσθαι κελεύων.  Εἰ γὰρ ἅπερ ἀχόμενος ἔλεγεν, ἐλάττονα ὄντα, τούτων πολλῷ, τοσούτους ἔχει μακαρισμούς, ἐννόησον οἵα λῆξις τοὺς ταῦτα κατορθοῦντας ἀναμένει, καὶ τίνες καὶ πρὸ τῶν ἐπάθλων γίνονται, ἐν ἀνθρωπίνῳ σώματι καὶ ποθητῷ ἀπάθειαν ἅπασαν κατορθοῦντες; Ὅταν γὰρ μήτε ὕβρεσι καὶ πληγαῖς, μήτε χρημάτων ἀφαιρέσει δάκνωνται, μήτε ἄλλῳ μηδενὶ εἴκωσι τοιούτῳ, ἀλλὰ καὶ ἐπιδαψιλεύωνται τῷ πάθει μᾶλλον, σκόπησον οἷα αὐτοῖς κατασκευάζεται ἡ ψυχή.  Διὰ δὴ τοῦτο ὅπερ ἐπὶ τῶν πληγῶν, ὅπερ ἐπὶ τῶν χρημάτων, τοῦτο καὶ ἐνταῦθα ἐκέλευσε ποιεῖν. Τί γὰρ λέγω, φυσίν, ὕβριν καὶ χρήματα; Κἄν αὐτῷ τῷ σώματί σου βούληται εἰς πόνον χρήσασθαι καὶ κάματον, καὶ τοῦτο ἀδίκως, πάλιν νίκησον καὶ ὑπέρβηθι τὴν ἄδικον ἐπιθυμίαν ἐκείνου.  Τὸ γὰρ ἀγγαρεῦσαι  τοῦτό ἐστι, τὸ ἀδίκως ἑλκύσαι, καὶ ἄνευ λόγου τινός, καὶ ἐπηρεάζοντα. Ἀλλ’ ὅμως καὶ πρὸς τοῦτο ἔσο παρατεταγμένος, ὥστε πλέον παθεῖν ἤ ἐκεῖνος βούλεται ποιήσαι. Τῷ αἰτοῦντι σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῆς.  Ταῦτα ἐκείνων ἐλάττονα· ἀλλὰ μὴ θαυμάσῃς· τοῦτο γὰρ εἴωθεν ἀεὶ ποιεῖν, ἀναμιγνὺς τοῖς μεγάλοις τὰ μικρά. Εἰ δὲ ταῦτα μικρὰ πρὸς ἐκεῖνα, ἀκουέτωσαν οἱ τὰ ἑτέρων λαμβάνοντες, οἱ πόρναις τὰ ἑαυτῶν διανέμοντες, καὶ διπλῆν ἑαυτοῖς ἀνάποντες πυράν, καὶ διὰ τῆς προσόδου τῆς ἀδίκου, καὶ διὰ τῆς δαπάνηςτῆς ὀλεθρίας. Δάνεισμα δὲ ἐνταῦθα οὐ τὸ μετὰ τῶν τόκων λέγει συμβόλαιον, ἀλλὰ τὴν χρῆσιν ἁπλῶς. Ἀλλαχοῦ δὲ αὐτὸ καὶ ἐπιτείνει, λέγων ἐκείνοις διδόναι, παρ’ ὦν οὐ προσδοκῶμεν ἀπολαμβάνειν. Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισούσιν ὑμᾶς· ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ὅρα τὴν κορωνίδα τῶν ἀγαθῶν πῶς ἐπέθηκεν ἐσχάτην.Διὰ γὰρ τοῦτο παιδεύει, μὴ μόνον ραπτιζόμενον φέρειν ἀλλὰ καὶ παρέχειν τὴν δεξιὰν σιαγόνα, μηδὲ μόνον τῷ χιτῶνι τὸ ἱμάτιον προστιθέναι, ἀλλὰ καὶ δύο συνοδεύειν μίλια τῷ ἕν ἀγγαρεύοντι, ἵνα τὸ πολλῷ πλέον τούτων μετ’ εὐκολίας δέξη πάσης.  Καὶ τί τούτων πλέον ἐστί; Φησί. Τὸ τὸν ποιοῦντα ταῦτα μηδὲ ἐχθρὸν ἔχειν· μᾶλλον δὲ καὶ τούτου ἕτερὸν τι πλέον, Οὐ γὰρ εἶπε, Μὴ μισήσεις, ἀλλά, Ἀγάπησον· οὐκ εἶπε, Μὴ ἀδικήσης, ἀλλά, Καλῶς ποίησον.
Εἰς δὲ τις ἀκριβῶς ἐξετάσειε, καὶ τούτων αὐτῶν ἑτέραν ὄψεται προσθήκην πολλῷ μείζονα τούτων. Οὐδὲ γὰρ ἁπλῶς ἐκέλευσεν ἀγαπᾷν, ἀλλὰ καὶ εὔχεσθαι. Εἶδες ὅσους ἀνέβη βαθμούς, καὶ πῶς εἰς αὐτὴν ἡμᾶς τὴν κορυφὴν ἔστησε τῆς ἀρετῆς; Σκόπει δὲ ἄνωθεν ἀριθμῶν. Πρῶτός ἐστι βαθμός, μὴ ἄρχειν ἀδικίας· δεύτερος, μετὰ τὸ ἄρξασθαι, τοῖς ἴσοις ἀμύνασθαι· τρίτος, μὴ δρᾶσαι τὸν ἐπηρεάζοντα ταῦτα ἅ ἔπαθεν, ἀλλ’ ἡσυχάσαι· τέταρτος, τὸ καὶ παρασχεῖν ἑαυτὸν εἰς τὸ παθεῖν κακῶς·  πέμπτος τὸ καὶ πλέον παρασχεῖν ἤ ἐκεῖνος βούλεται ὁ ποιήσας· ἕκτος, τὸ μὴ μισῆσαι τὸν ταῦτα ἐργασάμενον· ἕβδομος τὸ καὶ ἀγαπῆσαι· ὄγδοος, τὸ καὶ εὐεργετῆσαι· ἕνατος, τὸ καὶ τὸν Θεὸν ὑπὲρ αὐτοῦ παρακαλεῖν. Εἶδες ὕψος φιλοσοφίας; Διὰ τοι τοῦτο καὶ λαμπρὸν τὸ ἔπαθλον ἔχει. Ἐπειδὴ γὰρ μέγα ἦν τὸ ἐπίταγμα, καὶ νεανικῆς δεόμενον ψυχῆς καὶ πολλῆς τῆς σπουδῆς, καὶ μισθὸν αὐτῷ τίθησι τοιτοῦτον, οἷον οὐδενὶ τῶν προτέρων. Οὐ γὰρ γῆς ἐνταῦθα μέμνηται, καθάπερ ἐπὶ τῶν πράων· οὔτε παρακλήσεως καὶ ἐλέου, καθάπερ ἐπὶ τῶν πενθούντων καὶ ἐλεημόνων· οὔτε βασιλείας οὐρανῶν ἀλλ’ ὅ πάντων τούτων ἦν φρικωδέστερον, τὸ γενέσθαι ὁμοίους τῷ Θεῷ, ὡς ἀνθρώπους γενέσθαι εἰκός. Ὅπως γὰρ γένησθε, φησίν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Σὺ δὲ μοι παρατήρει,  πῶς οὐδὲ ἐνταῦθα, οὐδὲ ἐν τοῖς ἔμπροσθεν Πατέρα ἑαυτοῦ καλεῖ·  ἀλλ’ ἐκεῖ μὲν Θεὸν καὶ βασιλέα μέγαν, ὅτε περὶ τῶν ὅρκων διελέγετο· ἐνταῦθα δὲ Πατέρα αὐτῶν.  Ποιεῖ δὲ τοῦτο, τῷ προσήκοντι καιρῷ τοὺς περὶ τούτων τηρῶν λόγους. Εἶτα καὶ προσάγων τὴν ὁμοιότητα, φησίν, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ γὰρ αὐτὸς οὐ μόνον οὐ μισεῖ, φησίν, ἀλλὰ καὶ εὐεργετεῖ τοὺς ὑβρίζοντας. Καίτοιγε οὐδαμοῦ τὸ γινόμενον ἴσον, οὐ μόνον διὰ τὴν τῆς εὐεργεσίας ὑπερβολήν, ἀλλὰ καὶ διὰ τὴν τῆς ἀξίας ὑπεροχήν.  Σὺ μὲν γὰρ παρὰ τοῦ ὁμοδούλου καταφρονῇ, ἐκεῖνος δὲ παρὰ τοῦ δούλου καὶ μυρία εὐεργετηθέντος· καὶ σὺ μὲν ρήματα χαρίζῃ εὐχόμενος ὑπὲρ αὐτοῦ, αὐτὸς δὲ πράγματα πολὺ μεγάλα καὶ θαυμαστά, τὸν ἥλιον ἀνάπτων, καὶ τοὺς ἐτησίους ὄμβρους διδούς. Ἀλλ’ ὅμως καὶ οὕτω δίδωμι ἴσον εἶναι, ὡς ἄνθρωπον ἐγχωρεῖ εἶναι. Μὴ τοίνυν μίσει τὸν ποιοῦντα κακῶς, τοιούτων ὄντα σοι πρόξενον ἀγαθῶν, καὶ εἰς τοσαύτην ἄγοντά σε τιμήν· μὴ καταρῶ τῷ ἐπηρεάζοντι· ἐπεὶ τὸν μὲν πόνον ὑπέστης, τοῦ δὲ καρποῦ ἀπεστερήθης· καὶ τὴν μὲν ζημίαν οἴσεις, τὸν δὲ μισθὸν ἀπολεῖς· ὅπερ ἐσχάτης ἐστὶν ἀνοίας, τὸ χαλεπώτερον ὑπομείναντας, τὸ ἔλαττον τούτου μὴ φέρειν. Καὶ πῶς ἔνι τοῦτο γενέσθαι; φησί. Θεὸν ἰδὼν ἄνθρωπον γενόμενον, καὶ τοσοῦτον καταβάντα, καὶ τοσαῦτα παθόντα διὰ σέ, ἐρωτᾷς ἔτι καὶ ἀμφιβάλλεις; πῶς δυνατὸν τοῖς ὁμοδούλοις ἀφεῖναι τὰς ἀδικίας; Οὐκ ἀκούεις αὐτοῦ ἐν τῷ σταυρῷ λέγοντος· Ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν; Οὐκ ἀκούεις Παύλου λέγοντος, ὅτι Ὁ ἀναβὰς ἄνω καὶ καθήμενος ἐν δεξιᾷ ἐντυγχάνει ὑπὲρ ὑμῶν; Οὐχ ὁρᾷς ὅτι καὶ μετὰ τὸν σταυρὸν καὶ μετὰ τὴν ἀνάληψιν, τοῖς ἀνῃρηκόσιν Ἰουδαίους ἔπεμπε τοὺς ἀποστόλους τὰ μυρία οἴσοντας ἀγαθἀ, καὶ ταῦτα μυρία μέλλοντας παρ’ αὐτῶν πάσχειν δεινά; Ἀλλὰ σὺ μεγάλα ἠδίκησαι; Καὶ τὶ τοιοῦτον πέπονθας, οἷον ὁ σὸς Δεσπότης, δεσμούμενος, μαστιζόμενος, ραπιζόμενος, παρὰ οἰκετῶν ἐμπτυόμενος, θάνατον ὑπομένων, καὶ θάνατον τὸν θανάτων ἁπάντων αἴσχιστον, μετὰ μυρίας εὐεργεσίας; Εἰ δὲ καὶ μεγάλα ἠδίκησαι, καὶ διὰ τοῦτο μάλιστα εὐεργέτησον, ἵνα καὶ σαὐτῷ λαμπρότερον ποιήσῃς τὸ στέφανον, καὶ τὸν ἀδελφὸν τῆς ἐσχάτης ἀπαλλάξης ἀρρωστίας. Ἐπεὶ καὶ οἱ ἰατροί, ὅταν λακτίζωνται καὶ ὑβρίζωνται παρὰ τῶν μαινομένων, τότε μάλιστα αὐτοὺς ἐλεοῦσι καὶ παρασκευάζονται πρὸς τὴν ἐκείνων διόρθωσιν, εἰδότες ὅτι τῆς ὑπερβολῆς τοῦ νοσήματος ἡ ὕβρις ἐστί. Καὶ σὺ τοίνυν ταύτην περὶ τῶν ἐπιβουλευόντων ἔχε τὴν γνώμην, καὶ οὔτω κέχρησο τοῖς ἀδικοῦσιν· ἐκεῖνοι γὰρ εἰσι μάλιστα οἱ νοσοῦντες καὶ τὴν βίαν ὑπομένοντες ἅπασαν. Ἀπάλλαξον τοίνυν αὐτὸν τῆς χαλεπῆς ταύτης ἐπηρείας, καὶ δὸς ἀφεῖναι τὴν ὀργήν, καὶ δαίμονος ἐλευθέρωσον χαλεποῦ, τοῦ θυμοῦ. Καὶ γὰρ δαιμονῶντος ἐὰν ἴδωμεν, δακρύομεν, οὐχὶ καὶ αὐτοὶ σπουδάζομεν δαιμονᾷν. Τοῦτο καὶ νῦν ποιῶμεν ἐπὶ τῶν ὀργιζομένων· καὶ γὰρ ἐκείνοις ἐοίκασιν οἱ θυμούμενοι· μᾶλλον δὲ κἀκείνων εἰσὶν ἀθλιώτεροι, μετὰ αἰσθήσεως μαινόμενοι. Διὸ καὶ ἀσύγνωστος αὐτῶν ἠ παραπληξία.
Μὴ τοίνυν ἐπέμβαινε κειμένῳ, ἀλλὰ καὶ ἐλέει. Καὶ γὰρ ἄν ὑπὸ χολῆς ἐνοχλούμενον καὶ σκοτοδινιῶντα καὶ ἐμέσαι ἐπειγόμενον τὸν πονηρὸν τοῦτον χυμὸν ἴδωμεν, χεῖρα ὀρέγομεν, καὶ διαβαστάζομεν σπαραττόμενον, κἄν τὸ ἱμάτιον μολύνωμεν, οὐκ ἐπιστρεψόμεθα, ἀλλ’ ἕν μόνον ζητοῦμεν, ὅπως ἐκεῖνον ἀπαλλάζωμεν τῆς χαλεπῆς ταύτης στενοχωρίας. Τοῦτο τοίνυν καὶ ἐπὶ τούτων ποιῶμεν, καὶ διαβαστάζωμεν ἐμοῦντας καὶ σπαραττομένους· μηδὲ πρότερον ἀφῶμεν, ἕως ἄν ἅπασαν ἀπόθηται τὴν πικρίαν. Καὶ τότε σοι χάριν εἴσεται μεγίστην, ἐπειδὰν παύσηται, τότε γνώσεται σαφῶς, ὅσης αὐτὸν ἀπήλλαξας ταραχῆς. Καὶ τὶ λέγω τὴν παρ’ ἐκείνουν χάριν; Ὁ γὰρ Θεὸς σε εὐθέως  στεφανώσει καὶ μυρίοις ἀμείψεται καλοῖς, ὅτι σου τὸν ἀδελφὸν νοσήματος ἠλευθέρωσας χαλεποῦ· κἀκεῖνος δὲ ὡς Δεσπότην τιμήσει, διὰ παντὸς αἰδούμενός σου τὴν ἐπιείκειαν. Οὐχ ὁρᾷς τὰς τικτούσας γυναῖκας, πῶς δάκνουσι τὰς παρεστώσας, καὶ οὐκ ἀλγοῦσιν ἐκεῖναι; μᾶλλον δὲ ἀλγοῦσι μέν, φέρουσει δὲ γενναίως, καὶ συναλγοῦσι ταῖς ὀδυνωμέναις  καὶ διακοπτομέναις ὑπὸ τῆς ὠδῖνος. Ταῦτας καὶ σὺ ζήλωσον,  καὶ μὴ γίνου μαλακώτερος γυναικῶν. Ἐπειδὰν γὰρ τέκωσιν αἱ γυναῖκες αὗται (γυναικῶν γὰρ εἰσι μκροψυχότεροι), τότε σε τὸν ἄνδρα εἴσονται. Εἰ δὲ βαρέα τὰ ἐπιτάγματα, ἐννόησον ὅτι διὰ τοῦτο παρεγένετο ὁ Χριστός, ἵνα ταῦτα ἐν τῇ ἡμετέρᾳ καταφυτεύσῃ διανοίᾳ, ἵνα καὶ ἐχθροῖς καὶ φίλοις χρησίμους κατασκευάσῃ. Διὰ τοῦτο καὶ ἑκατέρων τοῦτων ἐπιμελεῖσθαι κελεύει· τῶν μὲν ἀδελφῶν, ἡνίκα ἄν λέγῃ, Κἄν προσφέρῃς τὸ δῶρόν σου· τῶν δὲ ἐχθρῶν, ἐπειδὰν νομοθετῇ φιλεῖν τε καὶ εὐχεσθαι ὑπὲρ αὐτῶν. Καὶ οὐκ ἀπὸ τοῦ ὑποδείγματος τοῦ κατὰ τὸν Θεὸν ἐνάγει μόνον εἰς τοῦτο, ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου. Ἐὰν γὰρ ἀγαπήσητε, φησί, τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; Τοῦτο καὶ ὁ Παῦλος φησιν· Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Ἄν μὲν οὖν ταῦτα ποιῇς, μετὰ τοῦ Θεοῦ ἔστηκας, ἄν δὲν ἐγκαταλιμπάνης αὐτά, μετὰ τῶν τελωνῶν. Εἶδες πῶς οὐ τοσοῦτον τῶν ἐντολῶν τὸ μέσον, ὅσον τῶν προσώπων τὸ διάφορον; Μὴ τοινυν τοῦτο λογιζώμεθα ὅτι δυσχερὲς τὸ ἐπίταγμα, ἀλλὰ καὶ τὸ ἔπαθλον ἐννοήσωμεν, καὶ λογισώμεθα τίνος ὅμοιοι γινόμεθα κατορθώσαντες, καὶ τίνος ἴσοι διαμαρτάνοντες. Τῷ μὲν οὖν ἀδελφῷ κελεύει καταλλάττεσθαι, καὶ μὴ πρότερον ἀφίστασθαι, ἕως ἄν τὴν ἔχθραν ἀνέλωμεν· ὅταν δὲ περὶ πάντων διαλέγηται, οὐκέτι ταύτῃ ἡμᾶς ὑποβάλλει τῇ ἀνάγκῃ, ἀλλὰ τὰ παρ’ ἡμῶν ἀπαιτεῖ μόνον, εὔκολον καὶ ταύτῃ ποιῶν τὸν νόμον. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν· ἵνα μὴ διὰ ταῦτα αὐτὰ ἀηδῶς πρὸς αὐτοὺς ἔχωσι, κελεύει μὴ μόνον φέρειν ταῦταν ποιοῦντα; ἀλλὰ καὶ ἀγαπᾷν. Ὁρᾷς πῶς πρόρριζον τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν τὴν περὶ τὰ σώματα, τὴν περὶ τὰ χρήματα, τὴν περὶ τὴν δόξαν, τὴν περὶ τὸν παρόντα βίον ἀναιρεῖ; Τοῦτο γὰρ ἐποίησε μὲν ἐξ ἀρχῆς πολλῷ δὲ πλέον νῦν. Ὅ τε γὰρ πτωχὸς καὶ ὁ πρᾶος καὶ ὁ πενθῶν κενοῖ τὴν ὀργήν· ὅ τε δίκαιος καὶ ἐλεήμων κενοῖ τὴν τῶν χρημάτων ἐπιθυμίαν· ὁ καθαρὸς τὴν καρδίαν ἀπήλλακται ἐπιθυμίας πονηρᾶς· ὁ δεδιωγμένος καὶ φέρων τὰς ὕβρεις καὶ κακῶς ἀκούων, πᾶσαν ἀσκεῖ λοιπὸν τῶν παρόντων πραγμάτων ὑπεροψίαν καὶ τύφου καὶ κενοδοξίας ἐστὶ καθαρός Λύσας τοίνυν τῶν δεσμῶν τούτων τὸν ἀκροατὴν καὶ εἰς τοὺς ἀγῶνας ἀλείψας, πάλιν ἑτέρως ἀνασπᾷ ταῦτα τὸ πάθη, καὶ μετὰ πλείονος τῆς ἀκριβείας. Ἀρξάμενος γὰρ ἀπὸ τῆς ὀργῆς, καὶ πάντοθεν ἐκκόψας τοῦ πάθους τούτου τὰ νεῦρα, καὶ εἰπῶν. Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ , καὶ ὁ μωρὸν καλῶν, καὶ ὁ ρακά, κολαζέσθω καὶ ὁ προσφέρων τὸ δῶρον μὴ πρότερον προσίτω τῇ τραπέζῃ, ἕως ἄν καταλύσῃ τὴν ἔχθραν· καὶ ὁ ἀντίδικος ἔχων, πρὶν ἤ τὸ δικαστήριον ἰδεῖν φίλον ποιείτω τὸν ἐχθρόν· ἐπὶ τὴν ἐπιθυμίαν μεταβαίνει πάλιν, καὶ φησιν. Ὁ ἐμβλέπων ἀκολάστοις ὀφαθλμοῖς, ὡς μοιχὸς τιμωρείσθω· ὁ σκανδαλιζόμενος ὑπὸ γυναικὸς ἀκολάστου, ἤ ὑπὸ ἀνδρὸς, ἤ ἄλλου τινὸς τῶν αὐτῷ προσηκόντων, ἅπαντας ἐκκοπτέτω τούτους· ὁ νόμῳ γάμου κατέχων γυναῖκα, μηδέποτε αὐτὴν ἐκβαλλέτω καὶ πρὸς ἑτέραν βλεπέτω. Διὰ γὰρ τούτων τῆς πονηρᾶς ἐπιθυμίας τὰς ρίζας ἀνεῖλεν. Εἶτα ἐντεῦθεν τῶν χρημάτων τὸν ἔρωτα ἀναστέλλει, κελεύων μήτε ὀμνύναι, μήτε ψεύδεσθαι, μήτε αὐτοῦ ἀντέχεσθαι τοῦ χιτωνίσκου, ὅν ἄν τις ἐνεδυμένος τύχῃ· ἀλλὰ καὶ τὸ ἱμάτιον προΐεσθαι τῷ βουλομένῳ, καὶ τὴν τοῦ σώματος χρῆσιν, ἐκ πολλῆς τῆς περιουσίας τὸν περὶ τὰ χρήματα ἀναιρῶν παθῶν.
Τότε μετὰ ταῦτα πάντα καὶ τὸν ποικίλων τῶν ἐπιταγμάτων τούτων στέφανον, ἐπάγει λέγων·  Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· ἐπ’ αὐτὴν ἄνω  τὴν ἀκροτάτην τῆς φιλοσοφίας ἀνάγων κορυφήν. Ὥσπερ γὰρ τοῦ πρᾶον εἶναι μεῖζον τὸ ραπτίζεσθαι, καὶ τοῦ ἐλεήμονα εἶναι τὸ καὶ τὸ ἱμάτιον προΐεσθαι μετὰ τοῦ χιτωνίσκου, καὶ  τοῦ δίκαιου εἶναι τοῦ ἀδικούμενον φέρειν,  καὶ  τοῦ εἰρηνοποιὸν εἶναι τὸ καὶ ραπιζόμενο καὶ ἀγγαρευόμενον ἔπεσθαι· οὕτω καὶ τοῦ διώκεσθαι τὸ διωκόμενον εὐλογεῖν. Ὁρᾷς πῶς κατὰ μικρὸν εἰς αὐτὰς ἀνάγει τοῦ οὐρανοῦ τὰς ἁψῖδας;  Τίνος οὖν ἄν εἴημεν ἄξιοι, οἱ πρὸς τὸν Θεὸν κελευόμενοι  τὸν ζῆλον ἔχειν, καὶ τάχα μηδὲ τῶν τελωνῶν γινόμενοι ἴσοι; Εἰ γὰρ τὸ φιλεῖν τοὺς φιλοῦντας τελωνῶν καὶ ἁμαρτωλὼν, καὶ ἐθνικῶν·  ὅταν μηδὲ τοῦτο ποιῶμεν (οὐ γὰρ ποιοῦμεν  αὐτὸ βασκαίνοντες εὐδοκιμοῦσι τοῖς ἀδελφοῖς), ποίαν οὐχ ὑποστησόμεθα δίκην, ὑπερβαίνειν  τοὺς γραμματεῖς κελευόμενοι, καὶ τῶν ἐθνικῶν ἑστῶτες, κατώτεροι; Πῶς οὖν ὀψόμεθα βασιλείαν, εἰπέ μοι;, πῶς ἐπιβησόμεθα τῶν ἱερῶν προθύρων ἐκείνων, οὐδὲ τῶν τελωνῶν ἀμείνους γινόμενοι; Τοῦτο γὰρ ᾐνίξατο εἰπὼν Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; Ὅ καὶ μάλιστα θαυμάσαι αὐτοῦ τῆς διδασκαλίας ἔστιν, ὅτι πανταχοῦ τὰ ἔπαθλα τῶν ἀγώνων τιθεὶς μετὰ πολλῆς τῆς περιουσίας· οἷον καὶ τὸ τὸν Θεὸν ὁρᾶν, καὶ βασιλείαν οὐρανῶν κληρονονεῖν, καὶ τὸ ὑιοὺς Θεοῦ γενέσθαι, καὶ τὸ ὁμοίους Θεοῦ, καὶ τὸ ἐλεεῖσθαι καὶ τὸ παρακαλεῖσθαι, καὶ τὸν μισθὸν τὸν πολύν· εἴ που καὶ λυπηρῶν μνησθῆναι ἔδει, ὑφειμένως τοῦτο ποιεῖ·  τὸ μὲν γὰρ τῆς γεένης ὄνομα ἅπαξ ἐν τοσούτοις τέθεικε λόγοις· καὶ ἑτέροις δὲ τισιν ὑπεσταλμένως, καὶ ἐντρεπτικώτερον μᾶλλον ἤ ἀπειλητικώτερον κεχρημένος τῶ λόγῳ διορθοῦται τὸν ἀκροατὴν λέγων· Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; Καί, ἐὰν τὰ ἅλας μωρανθῇ· καὶ Ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἔστι δὲ ὅπου καὶ τὰ ἁμαρτήματα ἀντὶ κολάσεως τίθησι, τὸ φορτικὸν τῆς κολάσεως τῷ ἀκροατῇ διδοὺς συνιδεῖν, ὡς ὅταν λέγῃ· Ἐμοίχευσεν αυτὴν  ἐν τῇ καρδίᾳ αὐτοῦ· καί, Ὁ ἀπολύων ποιεῖ αὐτὴν μοιχευθῆναι· καί, Τὸ περισσὸν ἐκ τοῦ πονηροῦ ἐστι.  Τοῖς  γὰρ  νοῦν ἔχουσιν ἀντὶ  τῆς κολάσεως ὀνόματος ἀρκεῖ καὶ τὸ τῆς ἁμαρτίας μέγεθος εἰς σωφρονισμόν. Διὸ δὴ καὶ ἐνταῦθα τοὺς ἐθνικοὺς καὶ τοὺς τελώνας εἰς μέσον ἄγει τῇ ποιότητι τοῦ προσώπου τὸν μαθητὴν ἐντρέπων. Ὅ καὶ ὁ Παῦλος ἐποίει λέγων· Μὴ λυπεῖσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· καί, Καθάπερ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Καὶ δεικνὺς ὅτι οὐδὲν ὑπέρογκον ἀπαιτεῖ, ἀλλὰ μικρῷ πλέον τοῦ εἰωθότος, φησίν·  Οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; Ἀλλ’ ὅμως οὐχ ἵστησιν ἐνταῦθα τὸν λόγον, ἀλλ’ εἰς τὰ ἔπαθλα αὐτὸν καταλύει καὶ τὰς χρηστὰς ἐλπίδας, λέγων· Γενέσθε οὖν τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Καὶ πολὺ τὸ τῶν οὐρανῶν ὄνομα διασπείρει πανταχοῦ, καὶ ἀπὸ τοῦ τόπου τὰ φρονίματα αὐτῶν διεγείρων. Τέως γὰρ ἀσθενέστερον καὶ παχύτερόν πως ἦσαν διακείμενοι. Ἅπαντα οὖν ἐννοοῦντες τὰ εἰρημένα, πολλὴν καὶ πρὸς τοὺς ἐχθροὺς ἐπιδειξωμεθα τὴν ἀγάπην, καὶ τὸ καταγέλαστον ἐκεῖνο ἔθος ἐκβάλωμεν, ὅπερ πολλοὶ τῶν ἀλογωτέρων ὑπομένουσιν, ἀναμένοντες τοὺς ἀπαντῶντας πρώτους προσειπεῖν, ὅ μὲν ἔχει πολὺν μακαρισμὸν μὴ ζηλοῦντες, ὅ δὲ ἐστι καταγέλαστον, τοῦτο διώκοντες. Τίνος οὖν ἕνεκεν οὐ προσερεῖς αὐτὸν πρότερος; Ἐπειδὴ γὰρ τοῦτο ἀναμένει, φησίν. Οὐκοῦν δι’ αὐτὸ τοῦτο μάλιστα ἐπιπηδᾶν ἔδει, ἵνα σὺ λάβῃς τὸν στέφανον. Οὔ, φησίν, ἐπειδὴ τοῦτο ἐσπούδακε.  Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον; Ἐπειδὴ γὰρ τοῦτο ἐσπούδακεν, φησί, μισθοῦ μοι γενέσθαι πρόξενος, οὐ βούλομαι ἐπιλαβέσθαι τῆς ὑποθέσεως ταύτης. Ἄν μὲν οὖν ἐκεῖνός σε προσείπῃ πρότερος, οὐδὲν σοι γίνεται πλέον καὶ προσειπόντι· ἐὰν δὲ σὺ πρότερος ἐπιτηδήσῃς τῇ προσρήσει, ἐπραγματεύσω τὸν τῦφον ἐκείνου, καὶ δαψιλῆ τινα ἐκ τῆς ἀπονοίας αὐτοῦ τὸν καρπὸν ἐτρύγησας. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας, τοσαῦτα μέλλοντας καρποῦσθαι ἀπὸ ψιλῶν ρημάτων, προδιδόναι τὸ κέρδος, καὶ καταγινώσκοντας αὐτοῦ, τοῖς αὐτοῖς περιπίπτειν; Εἰ γὰρ διὰ τοῦτο αὐτὸν αἰτιᾷ, ὅτι πρότερος ἀναμένει τὴν παρ’ ἑτέρου πρόσρησιν, τίνος ἕνεκεν ζηλεῖς ὅπερ ἐγκαλεῖς, καὶ ὅπερ ἔφης εἶναι πονηρόν, τοῦτο ὡς ἀγαθὸν μιμεῖσθαι ἐσπούδακας; Ὁρᾷς πῶς οὐδὲν ἀνθρώπου κακίᾳ συζῶντος ἀνοητότερον; Διὸ παρακαλῶ, φύγωμεν τὸ πονηρὸν τοῦτο ἔθος καὶ καταγέλαστον. Καὶ γὰρ μυρίας ἀνέτρεψε φιλίας τὸ νόσημα τοῦτο, καὶ πολλὰς ἔχθρας εἰργάσατο.  Διὰ δὴ τοῦτο φθάνωμεν αὐτοὺς ἡμεῖς. Οἱ γὰρ ραπίζεσθαι καὶ ἀγγαρεύεσθαι καὶ γυμνοῦσθαι παρ’ ἐχθρῶν κελευόμενοι, καὶ φέρειν, ποίας ἄν εἴημεν συγγνώμης ἄξιοι, ἐν προσρήσει ψιλῇ τοσαύτηνν ἐπιδεικνύμενοι φιλονεικίαν; Καταφρονούμεθα γὰρ, φησί, καὶ διαπτυόμεθα, ὅταν αὐτῷ χαρισώμεθα τοῦτο. Καὶ ἵνα μὴ καταφρονήσῃ ἄνθρωπος, προσκρούεις Θεῷ; καὶ ἵνα μὴ καταφρονήσῃ σου ὁ μαινόμενος ὁμόδουλος καταφρονεῖς τοῦ Δεσπότου, τοῦ τοσαῦτά σε εὐεργετηκότος; Εἰ γὰρ ἄτοπον τὸ καταφρονεῖν σου τὸ ὁμότιμον, πολλῷ μᾶλλον τὸ σε καταφρονεῖν τοῦ σε πεποιηκότος Θεοῦ. Μετὰ δὲ τούτου κἀκεῖνο σκόπει, ὅτι ὅταν σου καταφρονήσῃ, τότε σοι μείζονος μισθοῦ γίνεται πρόξενος.  Διὰ γὰρ τὸν Θεὸν ταῦτα ὑπομένεις, ἐπειδὴ τῶν αὐτοῦ νόμων ἤκουσας.  Τοῦτο δὲ ποίας οὐκ ἄν εἴη τιμῆς ἀντάξιον; πόσων διαδημάτων;  Ἐμοὶ γένοιτο καὶ ὑβρίζεσθαι, καὶ καταφρονεῖσθαι διὰ τὸν Θεόν, ἤ τιμᾶσθαι παρὰ βασιλέων ἁπάντων· οὐδὲν γὰρ οὐδὲν τῆς δόξςη ταύτης ἴσον. Ταύτην τοίνυν διώκωμεν οὕτως, ὡς αὐτὸς ἐκέλευσε, καὶ τῶν ἀνθρωπίνων μηδένα ποιούμενοι λόγον, ἀλλὰ τὴν ἀκριβῆ φιλοσοφίαν ἐπιδεικνύμενοι διὰ πάντων, οὕτω τὸν ἑαυτῶν βίον οἰκονομῶμεν. Καὶ γὰρ τῶν οὐρανῶν καὶ τῶν ἐκεῖσε στεφάνον ἐντεῦθεν ἤδη καρπωσόμεθα τὰ ἀγαθά, ὡς ἄγγελοι μετὰ ἀνθρώπων βαδίζοντες, ὡς αἱ τῶν ἀγγέλων δυνάμεις ἐν τῇ γῇ περιπολοῦντες, καὶ πάσης μὲν ἐπιθυμίας, πάσης δε ἐκτὸς μένονες ταραχῆς καὶ μετὰ τούτων δὲ πάντων καὶ τὰ ἀπόρρητα ἀποληψόμεθα ἀγαθά· ὧν γένοιτο  πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ὧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ἀγαθῷ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κι ἄν αὐτὸ νομίζης πὼς εἶναι μεγάλο, περίμενε· θὰ δῆς καθαρὰ ὅτι δὲ συνάντησες ἀκόμα τὸ τέλειο.  Δὲ σταματᾶ σ’ αὐτὸ τὸ σημεῖο αὐτὸς ποὺ σοῦ ἔθεσε τοὺς νόμους γιὰ τὴν ἀνεξεκακία· προχωρεῖ περισσότερο· Ἄν κάποιος σὲ ἀγγαρέψη γιὰ ἕνα μίλι, πήγαινε μαζί του δύο.  Βλέπεις ὑπερβολὴ αὐταπαρνήσεως; Ἀφοῦ δώσης, λέει, τὸ χιτῶνα καὶ τὸ ἱμάτιό σου, μὴν ἐμποδίσης τὸν ἐχθρὸ νὰ χρησιμοποιήση ἔτσι γυμνὸ τὸ σῶμα σου σὲ ἐργασία ἐπίπονη καὶ κοπιαστική.  Ὅλα θέλη νὰ τὰ ἔχωμε στὴ διάθεση τῶν ἄλλων, καὶ τὴ σωματική μας δύναμη καὶ τὰ πράγματά μας γιὰ κείνους ποὺ μᾶς παρακαλοῦν καὶ γιὰ κείνους ποὺ μᾶς ἐξευτελίζουν· τὸ πρῶτο δείχνει φιλανθρωπία, τὸ δεύτερο γενναιότητα. Γι’ αὐτὸ ἔλεγε·  Ἄν κάποιος σὲ ἀγγαρέψη γιὰ ἕνα μίλι, πήγαινε μαζί του δύο-ἔτσι σ’ ἀνεβάζει ψηλότερα καὶ παρακινεῖ νὰ δείχνεις τὴν ἴδια φιλοδοξία.  Καὶ ἄν αὐτὰ ποὺ ἔλεγε στὴν ἀρχή, τόσο μικρότερα ἀπὸ τοῦτα, ἔχουν τόσους μακαρισμούς, σκέψου τί τέλος περιμένει αὐτοὺς ποὺ κατορθώνουν ταῦτα καὶ τί λογῆς γίνονται, πρὶν ἀπὸ τὴν ἀμοιβὴ τους κατορθώνοντας νὰ πραγματοποιήσουν ὅλη τὴν ἀπάθεια σὲ σῶμα ἀνθρώπινο ὑπόκεται στὸ πάθος; Ὅταν μήτε οἱ ἐξευτελισμοί, μήτε τὰ χτυπήματα, μήτε ἡ στέρηση τῶν χρημάτων δὲν τοὺς πειράζουν, μήτε σὲ κανένα ἄλλο παρόμοιο δειλιάζουν ἀλλὰ πιὸ πολὺ τὸ πάθος τοὺς πλουτῆ, πρόσεξε τί λογῆς γίνεται ἡ ψυχή τους.  Γι’ αὐτὸ ἀκριβῶς πρόσεξε κι ἐδῶ νὰ κάνωμε ὅ,τι καὶ στὶς περιπτώσεις τῶν χτυπημάτων καὶ τῶν χρημάτων. Τί ἀναφέρω, μᾶς λέει, τὸν ἐξευτελισμὸ καὶ τὰ χρήματα; Ἀκόμα καὶ τὸ ἴδιο τὸ σῶμα σου ἄν θέλη νὰ ὑποβάλη σ’ ἐπίπονη καὶ κοπιαστικὴ ἐργασία, καὶ μάλιστα ἄδικα, σὺ πάλι νίκησε καὶ ξεπέρασε τὴν ἄδικη ἐπιθυμία του.  Γιατὶ αὐτὸ εἶναι τὸ ἀγγάρεμα, νὰ σὲ σύρη ἄδικα καὶ χωρὶς λόγο καὶ νὰ σὲ κακοποιῆ. Μὰ καὶ γιὰ τοῦτο νὰ εἶσαι ἕτοιμος· νὰ πάθης περισσότερο ἀπὸ ὅ,τι θέλει ἐκεῖνος νὰ σοῦ κάμη.  Δίνε σ’ αὐτὸν ποὺ σοῦ ζητᾶ καὶ μὴν ἀποφεύγης αὐτὸν ποὺ θέλει νὰ σοῦ ζητήση δάνειο. Αὐτὰ εἶναι μικρότερα ἀπὸ κεῖνα ἀλλὰ μὴ θαυμάσης. Αὐτὸ συνηθίζει νὰ κάμη πάντα ἀναμειγνύοντας σὰ μεγάλα τὰ μικρά.  Κι ἄν αὐτὰ εἶναι μικρὰ σὲ σχέση μ’ ἐκείνα, ἄς ἀκοῦνε ὅσοι παίρνουν τὰ πράγματα τῶν ἄλλων, ὅσοι σκορποῦν τὰ δικὰ τους στὶς πόρνες κι ἀνάβουν διπλῆ φωτιὰ γιὰ τὸν ἑαυτό τους, καὶ μὲ τὸ ἄδικο κέρδος καὶ μὲ τὸ ὀλέθριο ξόδεμα.  Λέγοντας δάνεισμα ἐδῶ δὲν ἐννοεῖ τὴ συφμωνία μὲ τόκο ἀλλὰ τὴν ἁπλῆ χρήση.  Σὲ ἄλλο σημεῖο προχωρεῖ περισσότερο λέγοντας νὰ δίνωμε σ’ ἐκείνους, ἀπ’ ὅπου δὲν περιμένομε νὰ πάρωμε πίσω. Ἀκούσατε ὅτι σᾶς ἔχει ὁρισθῆ·  Θ’ ἀγαπήσης τὸν διπλανό σου καὶ θὰ μισήσης τὸν ἐχθρό σου. Ἐγὼ ὅμως σὰς λέγω· Ἀγαπᾶτε τοὺς ἐχθρούς σας καὶ προσεύχεσθε γι’ αὐτοὺς ποὺ σᾶς ἀδικοῦν·  νὰ εὔχεσθε γιὰ ὅσους σᾶς καταριοῦνται καὶ νὰ εὐεργετῆτε ὅσους σᾶς μισοῦν. Ἔτσι θὰ γίνετε ὅμοιοι μὲ τὸν Πατέρα σας στὸν οὐρανό. Αὐτὸς βγάζει τὸν ἥλιο του γιὰ κακοὺς καὶ ἀγαθοὺς καὶ στέλνει τὴ  βροχὴ του σὲ δίκαιους καὶ ἄδικους.  Βλέπετε πῶς ἄφησε τελευταῖα τὸ στεφάνωμα τῶν ἀρετῶν; Γι’ αὐτὸ καὶ μᾶς διδάσκει ὄχι μόνο νὰ δεχώμαστε τὰ ραπίσματα ἀλλὰ νὰ δίνωμε καὶ τὴ δεξιὰ σιαγόνα· κι ὄχι μόνο νὰ δίνωμε μαζὶ μὲ τὸ χιτῶνα καὶ τὸ ἱμάτιο ἀλλὰ καὶ ν’ ἀκολουθοῦμε δυὸ μίλια ὅποιον μᾶς ἀγγαρεύει γιὰ ἕνα, γιὰ νὰ δεχτοῦμε τὸ περισσότερο ἀπ’ αὐτὰ μὲ ὅλη τὴν εὐκολία. Καὶ ποιὸ εἶναι τὸ περισσότερο ἀπ’ αὐτά; Τὸ νὰ μὴ θεωρῆς ἐχθρὸ σου ὅποιον σοῦ κάμει αὐτά· ἤ μᾶλλον κάτι παραπάνω ἀπὸ αὐτό.  Γιατὶ δὲν εἶπε·  Μὴ μισήσης ἀλλὰ ἀγάπησε.  Δὲν εἶπε·  Μὴν ἀδικήσης ἀλλὰ Εὐεργέτησε.
Κι ἄν ἐξετάση κανένας μὲ προσοχὴ θὰ βρῆ καὶ σ’ αὐτὰ τὰ ἴδια μιὰ προσθήκη πολὺ μεγαλύτερή τους. Γιατὶ δὲν εἶπε ἁπλᾶ ν’ ἀγαποῦμε ἀλλὰ καὶ νὰ εὐχώμαστε. Εἴδατε πόσα σκαλοπάτια ἀνέβηκε καὶ πῶς μᾶς ἔστησε στὴν ἴδια τὴν κορυφὴ τῆς ἀρετῆς; Πρόσεξε τώρα μετρῶντας πρὸς τὰ ἄνω.  Πρῶτο σκαλί, νὰ μὴν κάμης ἀρχὴ στὴν ἀδικία· δεύτερο μετὰ τὴν ἀρχὴ νὰ μὴν ἀνταποδώσεις τὸ ἴδιο· τρίτο νὰ μὴν προξενήσης, ὅ,τι ἔπαθες ἀλλὰ νὰ μείνης ἥσυχος· τέταρτο νὰ προσφέρης τὸν ἑαυτὸ σου στὴν ἀδικία, πέμπτο νὰ προσφερθῆς γιὰ πολὺ περισσότερα ἀπὸ ὅσα θέλει ὁ ἀδικητής σου, ἕκτο νὰ μισήσης αὐτὸν ποὺ σ’ ἕβλαψε, ἕβδομο νὰ τὸν ἀγαπήσης κιόλας, ὄγδοο νὰ τὸν εὐεργετήσης, ἔνατο νὰ παρακαλῆς συνάμα γιὰ χάρη του τὸν Θεό. Βλέπετε ὕψος πνευματικότητας! Γι’ αὐτὸ κι ἔχει λαμπρὸ ἔπαθλο. Ἐπειδὴ ἡ ἐντολὴ ἦταν μεγάλη καὶ χρειαζόταν γενναία ψυχὴ καὶ πολλὴ σοβαρότητα, θέτει καὶ μισθὸ τέτοιο, ὅσο γιὰ κανένα ἀπὸ τὰ προηγούμενα. Γιατὶ οὔτε τὴ γῆ ἀναφέρει ἐδῶ, ὅπως ὅταν μιλάεη γιὰ τοὺς πράους, οὔτε τὴν παρηγοριὰ κι εὐσπλαχνία, ὅπως στὴν περίπτωση ἐκείνων ποὺ πενθοῦν ἤ ἐκείνων ποὺ ἐλεοῦν, οὔτε τὴ Βασιλεία τῶν Οὐρανῶν ἀλλὰ αὐτὸ ποὺ ἦταν τὸ φρικτότερο ἀπ’  ὅλα, νὰ γίνωμε ὅμοιοι μὲ τὸ Θεό, ὅπως εἶναι φυσικὸ νὰ γίνουν οἱ ἄνθρωποι. Γιὰ νὰ γίνετε, λέει, ὅμοιοι μὲ τὸν Πατέρα σας στὸν οὐρανό. Σεῖς προσέξετε πῶς μήτε ἐδῶ μήτε καὶ προηγούμενα δὲν τὸν ἀποκαλεῖ Πατέρα του· ἀλλὰ ἐκεῖ τὸν ὀνομάζει Θεὸ καὶ μεγάλο βασιλέα, ὅταν μιλοῦσε γιὰ τοὺς ὅρκους· ἐδῶ τὸν ἀποκαλεῖ δικό τους Πατέρα. Αὐτὸ τὸ κάνει φυλάγοντας τὴν ἐξήγηση γιὰ τὴν κατάλληλη ὥρα. Ἔπειτα ἀναφέροντας τὴν ὁμοιότητα λέει ὅτι βγάζει τὸν ἥλιο καὶ γιὰ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς καὶ ρίχνει τὴ βροχή του στοὺς δίκαιους καὶ τοὺς ἄδικους. Γιατὶ αὐτὸς ὄχι μόνο, λέει, δὲ μισεῖ, ἀλλὰ καὶ εὐεργετεῖ  ὅσους τὸν ὑβρίζουν. Ἄν καὶ τὸ πρᾶγμα δὲν εἶναι καθόλου ὅμοιο καὶ γιὰ τὸ μέγεθος τῆς εὐεργεσίας καὶ γιὰ τὴ διαφορὰ τῆς ἀξίας· σὺ περιφρονεῖσαι ἀπὸ τὸν ὅμοιο σου, ἐνῶ ἐκεῖνος ἀπὸ τὸ δοῦλο του, ποὺ τὸν ἔχει ἄπειρα εὐεργετήσει.  Καὶ σὺ ὅταν προσεύχεσαι γιὰ κάποιον, τοῦ χαρίζεις λόγους, ἐνῶ ἐκεῖνος πράγματα πολὺ μεγάλα καὶ θαυμαστά, ἀνάβει τὴ φλόγα τοῦ ἥλιου καὶ δίνει τὶς βροχὲς τῆς ἐποχῆς. Μόλα ταῦτα δέχομαι πὼς εἶσαι ἴσος του, ὅσο μπορεῖ νὰ εἶναι ὁ ἄνθρωπος. Μὴ μισῆς λοιπὸν ὅποιον σοῦ κάνει κακό, ἀφοῦ τόσα ἀγαθὰ σοῦ προξενεῖ καὶ σὲ ὁδηγεῖ σὲ τόση τιμή. Μὴν καταριέσαι αὐτὸν ποὺ σὲ βλάπτει γιατὶ καὶ τὴ βλάβη ὑποφέρεις καὶ τὸν καρπὸ δὲν κερδίζεις· δέχεσαι τὴ ζημία ἀλλὰ καὶ τὴν ἀμοιβή σου χάνεις. Αὐτὸ εἶναι τὸ κορύφωμα τῆς ἀνοησίας· νὰ ὑπομένωμε τὸ χειρότερο καὶ νὰ μὴν κερδίζωμε τὸ λιγώτερο. Καὶ πῶς εἶναι δυνατὸ νὰ γίνη αὐτό; Ἀφοῦ εἶδες τὸ Θεὸ νὰ γίνεται ἄνθρωπος καὶ νὰ δείχνη τόση συγκατάβαση καὶ νὰ παθαίνη τόσα γιὰ σένα, ρωτᾶς ἀκόμα κι ἀμφιβάλλεις; Πῶς γίνεται νὰ μὴ λογαριάσης στοὺς ὁμοδούλους σου τὶς ἀδικίες ποὺ σοῦ κάνουν; Δὲν Τὸν ἀκοῦς ἀπὸ τὸν Σταυρὸ ποὺ σοῦ παραγγέλει· Συγχώρεσέ τους· δὲ γνωρίζουν τί κάνουν; Δὲν ἀκοῦς τὸν Παῦλο ποὺ λέει, αὐτὸς ποὺ ἀνέβηκε στὸν Οὐρανὸ καὶ κάθεται στὰ δεξιὰ τοῦ μεσιτεύει γιὰ μᾶς. Δὲ βλέπεις ὅτι μετὰ τὴ σταύρωση καὶ τὴν ἀνάληψη ἔστειλε στοὺς Ἰουδαίους, ποὺ τὸν σκότωσαν, τοὺς ἀποστόλους γιὰ νὰ τοὺς φέρουν τ’ ἀμέτρητα ἀγαθὰ καὶ μάλιστα ἐνῶ τοὺς ἔμελλε νὰ πάθουν ἀπ’ αὐτοὺς μύρια δεινά; Ἀλλὰ μήπως ἐσένα σ’ ἀδίκησαν πολύ; Καὶ τὶ ὅμοιο ἔπαθες ἐσὺ μὲ ὅσα ὁ Δεσπότης σου; Ἐκεῖνος φυλακίστηκε, μαστιγώθηκε, δέχτηκε ραπίσματα καὶ ἀπὸ τοὺς ὑπηρέτες ἐμπτυσμούς, ὑπέμεινε θάνατο, καὶ μάλιστα τὸ χειρότερο ἀπὸ ὅλους, ὕστερ’ ἀπὸ τόσες εὐεργεσίες. Ἄν πάλι ἔχης πραγματικὰ πολὺ ἀδικηθῆ, γι’ αὐτὸ κάνε μεγαλύτερες εὐεργεσίες καὶ γιὰ νὰ καταστήσης ὡραιότερο τὸ στεφάνι σου καὶ ν’ ἀπαλλάξης τὸν ἀδελφό σου ἀπὸ τὴν ἔσχατη νόσο. Γιατὶ καὶ οἱ γιατροί, ὅταν δέχωνται τὰ λαχτίσματα καὶ τὶς βρισιὲς ἀπὸ τοὺς τρελλούς, τότε περισσότερο τοὺς λυποῦνται κι’ ἐνδιαφέρονται γιὰ τὴν ἀποκατάστασή τῆς ὑγείας τους, ἐπειδὴ γνωρίζουν ὅτι ἡ ἄπρεπη συμπεριφὰ προέρχεται ἀπὸ τὸν παροξυσμὸ τῆς ἀρρώστιας. Ἔτσι νὰ σκέφτεσαι καὶ σὺ γι’ αὐτοὺς ποὺ σὲ καταδιώκουν κι’ ἔτσι νὰ μεταχειρίζεσαι ὅσους σ’ ἀδικοῦν· αὐτοὶ εἶναι οἱ ἄρρωστοι κι’ αὐτοὶ δέχονται ὅλη τὴν δύναμη τῆς ἀρρώστιας τους.Ἐλευθέρωσε τὸν ἑαυτό σου λοιπὸν ἀπὸ τὴ βαρειὰ αὐτὴ ἐπίδραση κι ἄφησε τὴν ὀργὴ καὶ γλύτωσε ἀπὸ σκληρὸ δαίμονοα, τὸ θυμό. Γιατὶ ἄν δοῦμε δαιμονισμένους κλαῖμε, δὲν προσπαθοῦμε νὰ δαιμονισθοῦμε κι’ ἐμεῖς. Αὐτὸ ἄς κάνωμε τώρα καὶ στὴν περίπτωση αὐτῶν ποὺ θυμώνουν· γιατὶ μοιάζουν μὲ τοὺς δαιμονισμένους. Εἶναι χειρότεροι ἀπ’ αὐτούς, γιὰ νὰ πῶ καλύτερα, ἐπειδὴ παραφέρονται συνειδητά. Γι’ αὐτὸ ἡ παραφορά τους εἶναι ἀσυγχώρητη.
Μὴν  ποδοπατῆς  λοιπὸν αὐτὸν ποὺ ἔπεσε ἀλλὰ νὰ τὸν ἐλεῆς. Γιατὶ ἄν δοῦμε κάποιον ποὺ τὸν πειράζει ἡ χολή του, ἔχει σκοτοδίνη καὶ ἑτοιμάζεται νὰ κάμη ἐμετὸ αὐτὸ τὸ κακὸ ὑγρό, ἁπλώνομε τὸ χέρι μας καὶ τὸν κρατοῦμε μέσα στοὺς σπασμούς του, κι ἄν λερώνωμε τὸ ροῦχο μας, δὲν ἀπομακρυνόμαστε, ἀλλὰ ἐπιδιώκομε ἕνα μονάχα, μὲ κάθε τρόπο νὰ τὸν ἐλευθερώσωμε  ἀπὸ  τὴ δύσκολη θέση του. Τοῦτο ἄς κάνωμε καὶ σ’ αὐτοὺς κι ἄς τοὺς κρατοῦμε, ὅταν κάνουν ἐμετὸ ἤ ὅταν σπαράζουν. Ἄς μὴ τοὺς ἀφήσουμε, ὥσπου ν’ ἀπαλλαγοῦν ἀπ’ ὅλο τὸ κακό. Καὶ τότε θὰ σοῦ ἀναγνωρίση πολὺ μεγάλη εὐγνωμοσύνη, ὅταν τοῦ περάση, τότε θὰ καταλάβη ἀπὸ πόση ταραχὴ τὸν ἐλευθέρωσες. Καὶ γιατὶ ἀναφέρω τὴν εὐγνωμοσύνη ἀπὸ μέρους ἐκείνου; ὅταν ὁ Θεὸς εὐθὺς θὰ σὲ στεφανώση καὶ μὲ μύρια ἀγαθὰ θὰ σὲ ἀνταμείψη, ἐπειδὴ ἐλευθέρωσες τὸν ἀδελφό σου ἀπὸ βαρὺ νόσημα· κι ἐκεῖνος σὰν Κύριο θὰ σὲ τιμήση, λογαριάζοντας πάντα τὴν καλωσύνη σου. Δὲ βλέπεις τὶς γυναῖκες τὴν ὥρα τοῦ τοκετοῦ, πῶς δαγκάνουν  αὐτὲς ποὺ τὶς παραστέκονται; κι’ αὐτὲς δὲ νιώθουν πόνο, ἤ καλύτερα πονᾶνε ἀλλὰ ὑποφέρουν μὲ γενναιότητα, καὶ συμπαθοῦν ἐκεῖνες ποὺ βασανίζονται καὶ ξεσχίζονται ἀπὸ τοὺς πόνους τοῦ τοκετοῦ. Αὐτὲς ζήλεψε κι ἐσὺ καὶ μὴ γίνης  πιὸ λεπτεπίλετπος ἀπὸ τὶς γυναῖκες.  Ὅταν «γεννοῦν αὐτὲς  οἱ γυναῖκες», γιατὶ  αὐτοὶ  εἶναι  πιὸ μικρόψυχοι ἀπ’ τὶς γυναῖκες, τότε θὰ νιώσουν ἐσένα τὸν ἄνδρα κι ἄν εἶναι βαρειὲς οἱ ἐντολές, σκέψου ὅτι γι’ αὐτὸ ἦρθε ὁ Χριστός·  νὰ τὶς φυτέψη μέσα στὴν  ψυχή μας καὶ νὰ μᾶς κάμη  χρήσιμους  σ’ ἐχθροὺς καὶ φίλους.  Γι’ αὐτὸ προτρέπει νὰ φροντίζωμε καὶ γιὰ τοὺς δύο· γιὰ τοὺς ἀδελφούς, ὅταν λέη  «κι  ἄν προσφέρης τὸ δῶρο σου· γιὰ τοὺς ἐχθρούς, ὅταν νομοθετῆ νὰ τοὺς ἀγαποῦμε καὶ νὰ προσευχώμαστε γι’ αὐτούς.  Καὶ δὲ  μᾶς ὁδηγεῖ σὲ τοῦτο ἀπὸ τὸ παράδειγμα τοῦ δίκαιου  μόνο   ἀλλὰ καὶ ἀπὸ τὸ ἀντίθετο.  Ἄν ἀγαπήσετε, λέει, ὅσους σᾶς ἀγαποῦν, τί μισθὸ θὰ λάβετε;  Τὸ  ἴδιο δὲν κάνουν κι οἱ τελῶνες;  Τοῦτο λέει κι ὁ Παῦλος·  Δὲν ἀντισταθήκαμε στὴν ἁμαρτία μέχρις  αἵματος. Ἄν λοιπὸν πράττης   αὐτά, στέκεσαι κοντὰ στὸ Θεό, ἄν τὰ παραμελῆς, πηγαίνεις μὲ τοὺς τελῶνες.  Εἶδες πῶς ἡ ἀπόσταση τῶν ἐντολῶν  δὲν εἶναι τόσο μεγάλη, ὅση ἡ διαφορὰ  τῶν προσώπων; Ἄς μὴ σκεφτώμαστε  λοιπὸν ὅτι εἶναι βαρειὰ ἡ ἐντολὴ ἀλλὰ ἄς λογαριάσωμε καὶ τὸ ἔπαθλο κι ἄς στοχαστοῦμε μὲ ποιὸν γινόμαστε ὅμοιοι, ὅταν ἐπιτύχωμε καὶ μὲ ποιόν ἐξισωνόμαστε, ὅταν ἀποτύχωμε.  Μὲ τὸν ἀδελφό μας  ὁρίζει νὰ συμφιλιωνώμαστε καὶ νὰ μὴν τὸν ἀφήνωμε, προτοῦ διαλύσωμε τὴν ἔχθρα μας. Ὅταν μιλᾶ γιὰ ὅλους, δὲ μᾶς δεσμεύει πιὰ μ’ αὐτὴ τὴν ὑποχρέωση ἀλλὰ τὰ ἀπὸ μέρους μας μόνο ζητᾶ καὶ ἐλαφρώνει τὸ νόμο καὶ μ’ αὐτὸ τὸν τρόπο. Ἐπειδὴ εἶπε ὅτι καταδίωξαν τοὺς προφῆτες τοὺς πρὶν ἀπὸ σᾶς, γιὰ νὰ μὴ νιώσουν  δυσαρέσκεια ἀπέναντί τους γι’ αὐτό, προστάζει ὄχι μόνο νὰ τοὺς δείχνουν  ἀνοχή, ὅταν φέρωνται ἔτσι, ἀλλὰ καὶ νὰ τοὺς ἀγαποῦν. Βλέπεις πῶς κόβει σύρριζα τὸ θυμό, τὴν ἐπιθυμία γιὰ τὰ σώματα, τὰ πράγματα, τὴ δόξα, τὴν παροῦσα ζωή; Αὐτὸ τὸ ἔκαμε ἀπὸ τὴν ἀρχὴ ἀλλὰ πολὺ περισσότερο τώρα. Κι ὁ φτωχὸς κι ὁ εἰρηνικὸς κι ὁ λυπημένος ἀδειάζει ἀπ’ τὴν ψυχή του τὸ θυμό. Ὁ δίκαιος κι ὁ ἐλεητικὸς ἀδειάζει τὴν ψυχή του ἀπὸ τὴν ἐπιθυμία τῶν πραγμάτων. Ὅποιος ἔχει καθαρὴ καρδιὰ ἐλευθερώνεται ἀπὸ τὴν πονηρὴ ἐπιθυμία. Ὅποιος καταδιώκεται καὶ ὑπομένει τὶς ὕβρεις καὶ κατηγορεῖται ἐπιτυγχάνει ἀκέραια τὴν περιφρόνηση τῶν πραγμάτων τῆς ζωῆς αὐτῆς κι εἶναι καθαρὸς ἀπὸ περηφάνεια καὶ κενοδοξία. Ἀφοῦ ἐλευθέρωσε λοιπὸν ἀπὸ τὰ δεσμὰ αὐτὰ τὸν ἀκροατή του καὶ τὸν προετοίμασε γιὰ τοὺς ἀγῶνες, ἀποσπᾶ μ’ ἄλλο τρόπο πάλι καὶ μεγαλύτερη προσοχὴ αὐτὰ τὰ πάθη. Ἄρχισε ἀπὸ τὴν ὀργὴ κι ἀφοῦ ἀπὸ παντοῦ ἔκοψε τὰ νεῦρα τοῦ πάθους αὐτοῦ, εἶπε· Ὅποιος θυμώνει μὲ τὸν ἀδελφό του καὶ ὅποιος τὸν ἀποκαλεῖ ἀνόητο καὶ βλάκα νὰ τιμωρῆται κι ὅποιος προσφέρει δῶρο, νὰ μὴ πλησιάζη τὴν Τράπεζα, προτοῦ διαλύση τὴν ἔχθρα. Κι ὅποιος ἔχει ἀντίδικο, πρὶν φτάσουν στὸ δικαστήριο, νὰ συμφιλιωθῆ μὲ τὸν ἐχθρό του. Περνᾶ ἀμέσως στὴ ἐπιθυμία καὶ λέει· Ὅποιος παρατηρεῖ μὲ ἀκόλαστο βλέμα, νὰ τιμωρεῖται γιὰ μοιχός· Ὅποιος σκανδαλίζεται ἀπὸ γυναῖκα ἀκόλαστη ἤ ἀπὸ ἄνδρα ἤ κάποιον ἀπὸ τοὺς φίλους του, ὅλους αὐτοὺς ἄς τοὺς ἀπομακρύνη. Ὅποιος ἔχει γυναὶκα μὲ τὸν νόμο τοῦ γάμου, ἄς μὴν τὴ διώχνη ποτὲ κι ἄς μὴ ρίχνη τὰ βλέμματά του σὲ ἄλλη. Μ’ αὐτὰ ἀποσπᾶ τὶς ρίζες τῆς πονηρῆς ἐπιθυμίας. Ἔπειτα περιορίζει τὴν ἐπιθυμία τῶν πραγμάτων προστάζοντας μήτε νὰ ὀρκιζώμαστε, μήτε νὰ ψευδώμαστε, μήτε νὰ κρατοῦμε τὸ ὑποκάμισο ποὺ φορᾶμε, ἀλλὰ καὶ τὸ ἱμάτιο νὰ παρέχωμε σ’ ὅποιον τὸ θέλει καθὼς  καὶ τὴ σωματική μας δύναμη ἀναιρῶντας ἔτσι καθολικὰ τὸν πόθο τῶν πραγμάτων.
Ἔπειτ’ ἀπὸ ὅλα αὐτὰ βάζει τὸ στεφάνωμα ὅλων αὐτῶν τῶν προσταγμάτων λέγοντας·  προσεύχεσθε γιὰ ὅσους προσπαθοῦν νὰ σᾶς κάνουν κακό. Μᾶς ὁδηγεῖ ἔτσι στὴν ἴδια τὴν κορυγὴ τῆς πνευματικότητας. Ὅπως ἀνώτερος ἀπὸ τὸν πρᾶο εἶναι αὐτὸς ποὺ δέχεται ραπίσματα, κι ἀπὸ τὸν ἐλεητικὸ αὐτὸς ποὺ δίνει τὸ ἱμάτιο μαζὶ μὲ τὸ ὑποκάμισό του, κι ἀπὸ τὸ δίκαιο, ὅποιος ὑποφέρει νὰ τὸν ἀδικοῦν, κι ἀπὸ τὸν εἰρηνοποιὸ ὅποιος ὑποχωρεῖ, ὅταν τὸν ραπίζουν καὶ ἀκολουθεῖ, ὅταν τὸν ἀγγαρεύουν , ἔτσι εἶναι ἀνώτερος ἀπὸ αὐτὸν ποὺ καταδιώκεται αὐτὸς που ἐνῶ τὸν καταδιώκουν εὐλογεῖ. Βλέπεις πῶς λίγο λίγο μᾶς ἀνεβάζει στοὺς ἴδιους θόλους του Οὐρανοῦ; Ποιὰ εἶναι λοιπὸν ἡ ἀξία μας, ἐμᾶς ποὺ ἐνῶ ἔχομε ἐντολὴ νὰ γίνωμε ὅμοιοι μὲ τὸ Θεὸ δὲν πλησιάζομε οὔτε τοὺς τελώνες; Ἡ ἀγάπη πρὸς ὅσους μᾶς ἀγαποῦν ἀποδίδεται στοὺς τελῶνες καὶ στοὺς ἁμαρτωλοὺς καὶ στοὺς ἐθνικούς. Ὅταν μήτε αὐτὸ δὲν τὸ πραγματοποιοῦμε (καὶ δὲν τὸ κάνωμε οὔτε αὐτό, γιατὶ ζηλεύομε τὴν εὐτυχία τῶν ἀδελφῶν μας)  ποιά τιμωρία δὲ θὰ μᾶς ἀξίζη, ὅταν, μ’ ὅλη τὴν ἐντολὴ νὰ ξεπεράσουμε τοὺς γραμματεῖς, στεκώμαστε χαμηλότερα κι ἀπὸ τοὺς ἐθνικούς; Πέστε μου λοιπὸν πῶς θὰ δοῦμε βασιλεία; πῶς θὰ πατήσωμε τὰ ἱερὰ ἐκεῖνα πρόθυρα, ἀφοῦ δὲ γίναμε οὔτε ἀπὸ τοὺς τελῶνες καλύτεροι; Γιὰ τοῦτο κάμει ὑπαινιγμό, ὅταν λέη· κι οἱ τελῶνες τὸ ἴδιο δὲν κάνουν; Καὶ τοῦτο εἶναι τὸ πιὸ ἀξιοθαύμαστο σημεῖο τῆς διδασκαλίας του· παντοῦ θέτει ἔπαθλα μὲ μεγάλη γενναιοδωρία, ὅπως ἡ θέα τοῦ Θεοῦ, ἡ κληρονομία τῆς βασιλείας τῶν Οὐρανῶν, ἡ υἱοθεσία μας ἀπὸ τὸν Θεό, ἡ ὁμοίωσή μας μὲ τὸ Θεό, ἡ δωρεὰ τοῦ ἐλέους καὶ τῆς παρακλήσεως, ἡ μεγάλη ἀμοιβή. Κι ὅπου ἦταν ἀνάγκη νὰ ἀναφερθοῦν καὶ τὰ λυπηρά, τοῦτο γίνεται πολὺ ἄτονα· μιὰ φορὰ μόνο σὲ τόσους λόγους ἀναφέρει τὸ ὄνομα τῆς γέενας. Καὶ σ’ ἅλλους πάλι λόγους δισταχτικά, καὶ περισσότερο μὲ προτρεπτικοὺς παρὰ ἀπειλητικοὺς λόγους, θέλει νὰ διορθώση τὸν ἀκροατὴ  λέγοντας·  Τὸ ἴδιο δὲν κάνουν κι οἱ τελῶνες; Καὶ ἄν χαλάση τὸ ἀλάτι· καὶ Ἀσήμαντος θὰ ὀνομασθῆ μέσα στὴ βασιλεία τῶν Οὐρανῶν.  Κάπου κάπου ἀναφέρει καὶ τὰ ἁμαρτήματα ἀντὶ τὴν τιμωρία τους, ἀφήνοντας τὸν ἀκροατὴ νὰ συλλάβη τ ὸ βάρος τῆς τιμωρίας. Αὐτὸ κάμει ὅταν λέη· Ἔκαμε τὴ μοιχεία μαζί της μέσα στὴν καρδιὰ του, καὶ ὅποιος ἀφήνει τὴ γυναῖκα του γίνεται αἴτιος μοιχείας της·  καὶ τὸ περισσότερο ἀπ’ αὐτὰ προέρχεται ἀπὸ τὸν πονηρό. Γιατὶ ὅσους ἔχουν νοῦ φτάνει νὰ τοὺς σωφρονίση καὶ μόνο μὲ τὸ μέγεθος τῆς ἁμαρτίας, χωρὶς τὴν ἀπαγγελία τῆς τιμωρίας. Γι’ αὐτὸ καὶ στὴν περίπτωσή μας ἀναφέρει τοὺς ἐθνικούς καὶ τοὺς τελῶνες, θέλοντας μὲ τὴν ποιότητα τῶν προσώπων αὐτῶν νὰ προτρέψη τὸ μαθητή · τὸ ἴδιο ἔκαμε κι ὁ Παῦλος ὅταν ἔλεγε· Ὄχι σὰν τοὺς ἄλλους ποὺ δὲν ἔχουν ἐλπίδα· καὶ ὅπως τὰ ἔθνη ποὺ δὲν γνωρίζουν τὸ Θεό. Καὶ δείχνοντας ὅτι δὲν ζητεῖ τίποτε ὑπεβολικὸ ἀλλὰ λίγο περισσότερο ἀπὸ τὸ συνηθισμένο προσθέτει. Τὸ ἴδιο δὲν κάμουν κι οἱ ἐθνικοί; Δὲν κόβει ὅμως στὸ σημεῖο τὸ λόγο ἀλλὰ τὸν ὁλοκληρώνει μὲ τὰ ἔπαθλα καὶ τὶς ἀγαθὲς ἐλπίδες λέγοντας· Γίνεται λοιπὸν τέλειοι, ὅπως ὁ οὐράνιος Πατέρας σας. Καὶ σκορπίζει ἄφθονα στοὺς λόγους του τὴ λέξη οὐρανός, θέλοντας νὰ φτερώση τὸ φρόνημά τους καὶ μὲ τὴν ὑπόμνηση τοῦ τόπου. Ὡς τότε ἦσαν πιὸ ἀδύνατοι κἄπως, πιὸ προσκολλημένοι στὰ ὑλικά. Ἄς  ἐννοήσωμε  ὅλα  ὅσα εἴπαμε κι ἄς δείξωμε καὶ τὴν ἀγάπη πρὸς τοὺς ἐχθρούς μας. Ἄς ἀποβάλωμε τὴ γελοία ἐκείνη συνήθεια, ποὺ παιδεύει τους  πιὸ  ἀνοήτους· περιμένουν νὰ τοὺς χαιρετίσουν πρῶτοι οἱ ἄλλοι. Δὲ  ζηλεύουν αὐτὸ ποὺ προξενεῖ πολὺ μακαρισμό, ἀλλὰ ἐπιδιώκουν αὐτὸ ποὺ εἶναι  ὁλότελα γ ελοῖο.  Γιατὶ  δὲ χαιρετᾶς πρῶτος; Ἐπειδὴ αὐτὸ περιμένει ὁ ἄλλος, ἀπαντᾶ. Ἀκριβῶς γι’ αὐτὸ ἔπρεπε ν ὰ τρέξῃς, γιὰ νὰ πάρῃς σὺ τὸ στέφανο. Ὄχι, λέει, ἐπειδὴ αὐτὸ ἐπιζητεῖ ἐκεῖνος. Ὑπάρχει χειρότερη ἀνοησία; Ἐπειδὴ ὁ ἄλλος ἐπιδιώκει  νὰ μοῦ γίνη πρόξενος   ἀμοιβῆς, γι’ αὐτὸ δὲν θέλω νὰ ἐπωφεληθῶ ἀπ’ αὐτή του τὴν ἐπιδίωξη. Ἄν ὅμως σὲ χαιρετήση αὐτὸς πρῶτος τίποτα δὲν κερδίζεις καὶ  μ’ ὅλο τὸ χαιρετισμό.  Ἄν προλάβης σὺ  τὸ χαιρετισμό, ἐμπορεύτηκες τὴν περηφάνεια του κι ἄφθονο  καρπὸ τρύγησες ἀπὸ τὴν ἀνοησία του. Δὲν εἶναι λοιπὸν τὸ κορύφωμα τῆς ἀνοησίας νὰ ἀφήνης τὸ κέρδος ποὺ θὰ πάρης καὶ μάλιστα ἀπὸ κούφιες λέξεις κι ἐνῶ καταδικάζομε αὐτὴ τὴ συμπεριφορά, νὰ πέφτωμε στὸ ἴδιο λάθος; Ἄν κατηγορῆς κἄποιον, ἐπειδὴ περιμένει νὰ τὸν χαιρετήσουν, γιὰ ποιόν λόγο ζηλεύεις αὐτὸ ποὺ κατηγορεῖς; Καὶ ἀφοῦ ἰσχυρίζεσαι ὅτι αὐτὸ εἶναι πονηρό, βιάζεσαι  νὰ τὸ μιμηθῆς σὰ νὰ ἦταν καλό; Βλέπεις πὼς τίποτα δὲν ὑπάρχει πιὸ ἀνόητο ἀπὸ ἄνθρωπο ποὺ ζῆ μέσα στὴν κακία;  Γι’ αὐτὸ, παρακαλῶ, ἄς ἀποφύγωμε τὴν πονηρὴ καὶ γελοία  αὐτὴ συνήθεια.   Μύριες φιλίες διέσπασε ἡ ἀσθένεια αὐτὴ καὶ δημιούργησε πολλοὺς ἐχθρούς. Γι’ αὐτὸ ἐμεῖς προλαβαίνουμε ἐκείνους-ἐμεῖς ποὺ μᾶς λένε οἱ ἐχθροί μας νὰ δεχθοῦμε ραπίσματα καὶ νὰ ἀνεχθοῦμε ἀγγαρεῖες καὶ νὰ ὑποστοῦμε γυμνώσεις καὶ τὰ δεχόμαστε, πῶς θὰ γινόμαστα ἄξιοι γιὰ συγνώμη, ἄν δείχνωμε τόση ἐριστικότητα γιὰ ἕνα κούφιο χαιρετισμό;  Δεχόμαστε περιφρόνηση –εἶναι ἡ ἀπάντηση- καὶ γελοιοποιούμαστε, ὅταν τοῦ κάνουμε  αὐτὴ τὴ χάρη.  Καὶ γιὰ νὰ μὴ σὲ περιφρονήση ὁ ἄνθρωπος, προσκρούεις στὸ Θεό;  Καὶ γιὰ νὰ μὴ σὲ περιφρονήση ὁ μανιακὸς ὁμόδουλός σου, περιφρονεῖς τὸν Κύριό σου, ποὺ τόσες εὐεργεσίες σοῦ ἔκαμε;  Ἄν  εἶναι ἀνεπίτρεπτο νὰ σὲ περιφρονῆ ὁ ὁμότιμός σου, πολὺ  πιὸ  ἀνεπίτρεπτο εἶναι νὰ καταφρονῆς σὺ τὸ δημιουργό σου Θεό.  Πρόσθεσε καὶ τοῦτο· ὅταν σὲ περιφρονῆ κάποιος, τότε σοῦ γίνεται πρόξενος μεγαλύτρης ἀμοιβῆς.  Δείχνεις ὑπομονὴ σ’ αὐτὰ γιὰ τὸ ὄνομα τοῦ Θεοῦ, ἐπειδὴ σέβεσαι τους νόμους του. Καὶ τοῦτο γιὰ ποιά τιμή δὲν εἶναι ἄξιο, γιὰ ποιούς στεφάνους; Μακάρι ἐγὼ καὶ ἐξευτελισμοὺς καὶ περιφρόνηση νὰ δεχόμους γιὰ τὸ Θεὸ παρὰ νὰ δεχόμουν τιμὲς ἀπὸ ὅλους τοὺς βασιλιάδες·  τίποτα δὲν εἶναι ἴσο μὲ τὴ δόξα αὐτή, τίποτα –Αὐτὴ λοιπὸν ἄς ἐπιδιώξωμε, ὅπως αὐτὸς πρόσταξε. Καμμιὰ σημασία ἄς μὴ δίνωμε σ’ ἀνθρώπους  ἀλλὰ  ἔχοντας ὀρθὴ πνευματικότητα σ’ ὅλες τὶς περιστάσεις σ’ αὐτὴν ἄς συμμορφώνωμε τὴ ζωή μας. Ἄς δοκιμάσωμε ἀπὸ δῶ τὴ χαρὰ τὼν οὐρανῶν καὶ τῶν οὐράνιων στεφάνων, βαδίζοντας σὰν ἄγγελοι ἀνάμεσα  στοὺς  ἀνθρώπους. Θὰ εἴμαστε στὴ γῆ αὐτὴ ἀγγελικὰ τάγματα, θὰ εἴμαστε μακρυὰ  ἀπὸ  κάθε ἐπιθυμία καὶ ταραχὴ καὶ θὰ κερδίσωμε μαζὶ μ’ αὐτὰ καὶ τὰ ἀνείπωτα ἀγαθά. Μακάρι νὰ τὰ ἐπιτύχωμε ὅλοι μας μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου  μας Ἰησοῦ Χριστοῦ καὶ αὐτὸς ἄς ἔχη τὴ δόξα καὶ τὴ  δύναμη καὶ τὴν προσκύνηση μαζὶ μὲ τὸν ἄναρχο Πατέρα καὶ τὸ ἅγιο καὶ ἀγαθὸ Πνεῦμα τώρα καὶ πάντοε καὶ στοὺς αἰῶνες. Ἀμήν.





Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.9-19

Άναβάσεις - http://anavaseis.blogspot.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.