Κυριακὴ τῆς Πεντηκοστῆς (Ἰωάν.
ζ΄ 37-52, η΄12)
Ὁμιλία εἰς τὴν κατὰ τὴν
Πεντηκοστὴν τελεσθείσαν φανέρωσιν καὶ διανομὴν
τοῦ Θείου Πνεύματος
Ἐθεασάμεθα πρὸ μικροῦ τοῖς μεγάλοις τῆς πίστεως ὀφθαλμοῖς ἀναληφθέντα
Χριστὸν, καὶ τῶν αὐτοψίᾳ κατηξιωμένων ἰδεῖν οὐχ ἧττον, καὶ τῆς κατ’ ἐκείνους
διὰ τοῦτο μακαριότητος οὐδὲν ἀπελείφθημεν· «Μακάριοι γὰρ οἱ μὴ ἰδόντες καὶ
πιστεύσαντες», ὁ Κύριος εἶπεν· οὗτοι δὲ εἰσιν οἱ δι’ ἀκοῆς πληροφορηθέντες καὶ
διὰ πίστεως βλέποντες. Ἐθεασάμεθα οὖν πρώην Χριστὸν ἀπὸ γῆς αἰρόμενον μετὰ
σώματος, νῦν δὲ ὁρῶμεν διὰ τοῦ παρ’ αὐτοῦ τοῖς μαθηταῖς πεμφθέντος ἁγίου
Πνεύματος, μέχρι τίνος ὁ Χριστὸς ἀναληφθεὶς ἔφθασε, καὶ εἰς ποίαν ἀξίαν ἀνεβίβασε
τὴν ἡμῶν ἥν ἀνέλαβε φύσιν· ἐκεῖσε γὰρ πάντως ἀνῆλθεν, ὅθεν τὸ Πνεῦμα παρ’ αὐτοῦ
πεμφθὲν καταλήλυθε. Πόθεν δὲ τὸ Πνεῦμα κατῆλθε, δείκνυσιν ὁ διὰ τοῦ προφήτου
λέγων Ἰωήλ· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός
μου ἐπὶ πᾶσαν σάρκα»· καὶ πρὸς ὅν
φησιν ὀ Δαβίδ· «Ἐξαποστελεῖς τὸ Πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς
τὸ πρόσωπον τῆς γῆς». Πρὸς τὸν ἀνωτάτω τοιγαροῦν ὁ Χριστὸς ἀναληφθεὶς ἀνελήλυθε
Πατέρα, καὶ πρὸς αὐτὸν ἔφθασε τὸν πατρικὸν κόλπον, ὅθεν καὶ τὸ Πνεῦμα· καὶ
κοινωνὸς καὶ κατὰ τὸ ἀνθρώπινον τῆς κατ’ αὐτὸν ἀξίας ἀνεδείχθη τὸ ἐξ οὐρανοῦ
παρὰ τοῦ Πατρὸς ἐρχόμενον τε καὶ στελλόμενον Πνεῦμα καὶ αὐτὸς ἀρτίως ἀποστείλας.
Ἀλλὰ μηδεὶς νομίσῃ τὸ Πνεῦμα τὸ ἅγιον τῆς ἀξίας ταύτης ἀμοιροῦν, παρὰ τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ ἀποστελλόμενον ἀκούων· οὐ γὰρ τῶν ἀποστελλομένων ἁπλῶς, ἀλλὰ
καὶ τῶν ἀποστελλόντων καὶ συνευδοκούντων ἐστί.
Δείκνυσι δὲ καὶ τοῦτο σαφῶς ὁ διὰ τοῦ
προφήτου λέγων· «Ἐγὼ ταῖς χερσὶ μου ἐθεμελίωσα τὴν γῆν, καὶ τὸν οὐρανὸν ἐξέτεινα,
καὶ νῦν Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ». Καὶ ὁ Χριστὸς διὰ τοῦ αὐτοῦ προφήτου πάλιν ἀλλαχοῦ
λέγων· «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ ἕνενεν
ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με» Τοιχαροῦν οὐκ ἀποστέλλεται
μόνον τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ καὶ ἀποστέλλει τὸν παρὰ Πατρὸς ἀποστελλόμενον
Υἱόν , παρ’ οὗ δείκνυται Πατρί τε καὶ
Υἱῷ συμφυὲς καὶ ὁμοσθενὲς καὶ συνεργὸν καὶ ὁμότιμον. Εὐδοκίᾳ τοίνυν τοῦ Πατρὸς
καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος δι’ ἄφατον φιλανθρωπίας πέλαγος κλίνας οὐρανοὺς,
καὶ καταβὰς ἄνωθεν ὁ τοῦ Θεοῦ Μονογενής, καὶ καθ’ ἡμᾶς ἐπὶ τῆς γῆς ὀφθείς, καὶ
συναναστραφεὶς ἡμίν, καὶ ἔπραξε καὶ ἐδίδαξε θαυμαστὰ καὶ μεγάλα καὶ ὑψηλὰ καὶ
ὄντως θεοπρεπῆ, καὶ τοὶς αὐτῷ πειθαρχοῦσιν θεουργὰ καὶ σωτήρια. Εἶπα καὶ παθὼν
ἐθελουσίως ὑπὲρ τῆς ἡμῶν σωτηρίας, καὶ ταφείς καὶ ἀναστὰς τριήμερος, ἀνελήφθη
εἰς τοὺς οὐρανοὺς, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Πατρὸς, καὶ συνήργησεν ἐκεῖθεν
τῇ πρὸς τοὺς οἰκείους μαθητὰς καθόδῳ τοῦ θείου Πνεύματος, συναποστείλας μετὰ τοῦ Πατρὸς, καθάπερ καὶ
συνεπηγγείλετο τὴν ἐξ ὕψους δύναμιν· αὐτὸς
δὲ καθήμενος ἐν ὑψηλοῖς ἐκεῖ, ὥπσπερ βοᾷ πρὸς ἡμας ἐκεῖθεν. Εἴ τις ἐθέλει
παρατῆναι τῇ δόξῃ ταύτῃ, καὶ μέτοχος γενέσθαι τῆς τῶν οὐρανῶν βασιλείας, καὶ
υἱὸς κληροθῆναι Θεοῦ, καὶ ζωὴ εὑρεῖν ἀθάνατον καὶ δόξα ἄρρητον, καὶ τρυφὴν ἀκήρατον,
καὶ πλοῦτον ἀδαπάνητον, ἀκουέτω τῶν ἐμῶν προσταγμάτων, καὶ μιμείσθω πρὸς
δύναμιν τὴν ἐμὴν πολιτείαν, καὶ πολιτευέσθω καθάπερ ἐπὶ τῆς γῆς ἐγὼ διὰ σαρκὸς
ἐλθὼν καὶ ἐποίησα καὶ ἐδίδαξα, σωτηρίους θεὶς νόμους, καὶ ὑπόδειγμα προθεὶς ἑμαυτὸν· τὴν γὰρ εὐαγγελικὴν διδασκαλίαν ἐπιστώσατο
μὲν ὁ Σωτὴρ δι’ οἰκείων ἔργων τε καὶ θαυμάτων, ἐτελείωσε δὲ διὰ τῶν αὐτοῦ
παθημάτων· παρέστησε δὲ αὐτῆς τὸ μεγαλωφελὲς καὶ σωτήριον διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως,
διὰ τῆς οὐρανοὺς ἀναλήψεως, διὰ τῆς ἐκ τῶν οὐρανῶν πρὸς τοὺς οἰκείους μαθητὰς
νῦν τελεσθείσης τοῦ θείου Πνεύματος ἐπελεύσεως ἥν ἑορτάζομεν σήμερον. Μετὰ γὰρ
τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν κατ’ αὐτὴν φανέρωσιν πρὸς τοὺς μαθητὰς εἶπεν ἀναλαμβανόμενος·
«Ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ’ ὑμᾶς, ὑμεῖς δὲ καθίσατε
ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους· λήψεσθε γὰρ
δύναμιν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες ἕν
τε Ἱερουσαλήμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς».
Συμπληρουμένης δὲ μετὰ τὴν ἀνάστασιν πεντηκοστῆς ἡμέρας, ἧς νῦν ἐφέστηκεν ἡ
μνήμη, τῶν μαθητῶν ἁπάντων συνηγμένων ἐπὶ τὸ αὐτό, καὶ ὁμοθυμαδὸν ὄντων ἐν τῷ
ὑπερώῳ, τῷ οἰκείῳ νῷ τούτων ἑκάστου συνηγμένου· ἦσαν γὰρ σχολάζοντες καὶ
προσέχοντες τῇ δεήσει καὶ τοῖς ὕμνοις τοῖς πρὸς τὸν Θεόν· «Ἐγένετο, φησὶν ὁ εὐαγγελιστὴς Λουκᾶς, ἄφνω
ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐκπλήρωσε τὸν οἶκον οὗ
ἦσαν καθημένοι, «Οὗτός ἐστι ὁ ἦχος; περὶ οὗ προεῖπεν Ἄννα ἡ προφήτις, ὅτε τὴν
περὶ τὸν Σαμουήλ ἐπαγγελίαν ἐδέθατο, ὅτι «Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν,
Αὐτὸ δώσει ἰσχὺν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ». Τοῦτον τὸν ἦχον καὶ ἡ τοῦ Ἡλιοῦ θεωρία προανεκήρυξεν·«Ἰδοὺ
γάρ, φησί, φωνὴ αὔρας λεπτῆς, καὶ ἐν αὐτῇ Κύριος»· ἡ γὰρ φωνὴ τῆς αὔρας ἦχός ἐστι πνοῆς.
Τούτου τοῦ ἤχου καὶ τῆς πνοῆς εὕροις ἄν τὸ πρόγραμμα καὶ ἐν τῷ Εὐαγγελίῳ τοῦ
Χριστοῦ. Τῇ γὰρ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς, ἥτις ἐστιν ἡ Πεντηκοστή, εἰστήκει
ὁ Ἰησοῦς κατὰ τὸν Θεολόγον καὶ Εὐαγγελιστὴν Ἰωάννην καὶ ἔκραξε, λέγων· «Εἴ
τις διψᾷ ἐρχέσθω πρὸς με καὶ πινέτω». Τοῦτο δὲ ἔλεγε, φησί, περὶ τοῦ
Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτὸν· ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν
ἐνεφύσησε τοῖς μαθηταῖς καὶ εἶπε, «Λάβετε Πνεῦμα ἅγιον». Ἡ οὖν κραυγὴ ἐκείνη
τοῦτον προεσήμαινε τὸν ἦχον, καὶ τὸ ἐκφύσημα ταύτην τὴν πνοήν, ἥτις νῦν ἄνωθεν
χυθεῖσα δαψιλής, καὶ μέγα καὶ ἐξάκουστον οὐρανόθεν ἐξηχήσασα, πᾶσαν ἐκκαλεῖται
τὴν ὑπ’ οὐρανὸν, καὶ πᾶσι τοῖς πιστῶς προσιοῦσι τὴν χάριν ἐπαντλεῖ καὶ ἐνιήσι.
Βιαία δὲ ἐστιν, ὡς πάντα νικῶσα, καὶ ὑπερβαίνουσα μὲ τὰ τείχη τοῦ πονηροῦ,
καθαιροῦσα δὲ τὰς πόλεις, καὶ πᾶν ὀχύρωμα τοῦ ἐχθροῦ· καὶ ταπεινοῦσα μὲν τοὺς
ὑπερηφάνους ἀνυψοῦσα δὲ τοὺς ταπεινοὺς τῇ καρδίᾳ· καὶ συνδοῦσα μὲν τὰ κακῶς λελυμένα, διασπῶσα
δὲ τοὺς τῶν ἁμαρτημάτων συνδέσμους, καὶ διαλύουσα τὰ κρατούμενα. Ἐπλήρωσε δὲ τὸν οἶκον οὗ ἦσαν καθήμενοι,
κολυμβήθραν αὐτὸν ἀπεργαζομένη πνευματικὴν, καὶ πληροῦσα τὴν τοῦ Σωτῆρως ἐπαγγελίαν,
ἥν καὶ αὐτὴν ἀναλαμβανόμενος πρὸς αὐτοὺς ἔλεγεν· «Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι,
ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Ἀλλὰ καὶ
τὴν κλῆσιν, ἥν αὐτοῖς ἐπέθηκεν, ἐπαληθεύουσαν ἔδειξε. Διὰ γὰρ τοῦ ἐξ οὐρανοῦ τούτου ἤχου ὄντως υἱοὶ
βροντῆς γεγόνασιν, οἱ ἀπόστολοι· «Καὶ ὤφθησαν
αὐτοῖς, φησί, διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς ἐκάθισέ τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν,
καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἐλάλουν ἑτέρας γλώσσας, καθὼς τὸ
Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι». Τὰ
μὲν γὰρ διὰ τοῦ δεσποτικοῦ σώματος θαυματουργηθέντα, καὶ Υἱὸν εἶναι μονογενῆ
τοῦ Θεοῦ παραστήκοντα, κατ’ ἰδίαν ὑπόστασιν, τὸν ἐπ’ ἐσχάτων ἡμῖν συναφθέντα
τῶν ἡμερῶν, πέρας ἔλαβεν· ἄρχεται δὲ τελεῖσθαι καὶ τὰ φανεροῦντα τὸ Πνεῦμα τὸ
ἅγιον κατ’ ἰδίαν ὑπόστασιν ὑπάρχον· ἵν’ ἡμεῖς ἐπιγνῶμέν τε καὶ σκεφθῶμεν τὸ
μέγα καὶ προσκυνητὸν τῆς ἁγίας Τριάδος μυστήριον· ἐνήργει μὲν γὰρ καὶ
πρότερον τὸ Πνεῦμα τὸ ἅγιον· τοῦτο γὰρ
ἐστι τὸ διὰ τῶν μαθητῶν ἔπειτα,
δαίμονες ἐλαῦνον γεῖλαν τὰ μέλλοντα, ἐνήργει καὶ διὰ τὼν μαθητῶν ἔῃται,
δαίμονες ἐλαύνον καὶ νόσους ἰώμενον, ἐφανερώθη δὲ καὶ νῦν ἐν ἰδίᾳ ὑποστάσει
τοῖς πᾶσι διὰ τῶν πυρίνων γλωσσῶν· καὶ τοῖς τοῦ Χριστοῦ μαθηταῖς ἐπικαθίσαν
δεσποτικῶς, καὶ οἷον ἐνθρονισθέν, ὄργανα τούτους πεποίηκε τῆς οἰκείας
δυνάμεως.
Ἀλλὰ τίνος ἕνεκεν ὤφθη διὰ τοῦ σχήματος τῶν
γλωσσῶν; Ἵνα τὴν πρὸς τὸν τοῦ Θεοῦ Λόγον ἐπιδείξηται συμφυΐαν· γλώσσης γὰρ πρὸς
λόγον οὐδὲν συγγενέστερον. Ἅμα δὲ καὶ διὰ τὴν χάρην τῆς διδασκαλίας· γλώσσης
γὰρ κεχαριτωμένης ὁ κατὰ Χριστὸν διδάσκαλος δεῖται. Διατὶ δὲ πυρίναις
γλώσσαις; Οὐ μόνον διὰ τὸ τοῦ Πνεύματος πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁμοούσιον· πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν
μοχθηρίαν· ἀλλὰ καὶ διὰ τὸ διττὸν τῆς ἐνεργείας τοῦ τῶν ἀποστόλων
κηρύγματος· εὐεργετεῖν γὰρ ἅμα καὶ
κολάζειν δύναται· καὶ καθάπερ τὸ πῦρ καὶ φωτίζειν καὶ φλογίζειν πέφυκεν, οὕτω
καὶ ὁ τῆς κατὰ Χριστὸν διδασκαλίας λόγος τοὺς μὲν ὑπακούοντας φωτίζει, τοὺς δὲ
ἀπειθοῦντας εἰς τέλος πυρὶ καὶ κολάσει παραδίδωσιν αἰωνίῳ. Γλῶσσαι δέ, οὐχὶ πυρὸς εἶπεν, ἀλλ’ ὡσεὶ
πυρός, ἵνα μὴ τις αἰσθητὸν καὶ ὑλικὸν εἶναι λογίσηται τὸ πῦρ ἐκεῖνο, ἀλλ’ ὡς ἀπὸ
παραδείγματος ἕν περινοίᾳ γενώμεθα τῆς ἐπιφανείας τοῦ Πνεύματος. Τίνος δὲ
χάριν αἱ γλῶσσαι διαμεριζόμεναι ὤφθησαν αὐτοῖς; ἐπεὶ μόνῳ τῷ καὶ αὐτῷ ἄνωθεν ἐλθόντι
Χριστῷ οὐκ ἐκ μέτρου δίδοται τὸ Πνεῦμα παρὰ τοῦ Πατρός· ὁλόκληρον γὰρ ἐκεῖνος καὶ κατὰ σάρκα τὴν θείαν δύναμιν
εἶχε καὶ τὴν ἐνέργειαν, τῶν δ’ ἄλλων οὐδενὶ πᾶσα ζωρητὴ καθέστηκεν ἡ τοῦ
Πνεύματος χάρις, ἀλλ’ ἐκ μέρους ἕκαστος μή τις φύσιν εἶναι τὴν παρὰ τοῦ
Πνεύματος τοῖς ἁγίοις δεδομένην χάριν νομίσῃ. Τὸ δὲ , «ἐκάθισεν», οὐ τὴν
δεσποτικὴν ἀξίαν ὑπεμφαίνει μόνον, ἀλλὰ καὶ τὸν ἑνιαῖον τοῦ θείου Πνεύματος.
«Ἐκάθισε δέ, φησίν, ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου»·
καὶ μεριζόμενον γὰρ κατὰ τὰς διαφόρους αὐτοῦ δυνάμεις τε κεὶ ἐνεργείας, δι’ ἑκάστης
τῶν ἐνεργειῶν ὅλον πάρεστι καὶ ἐνεργεῖ τὸ Πνεῦμα τὸ ἅγιον, ἀμερίστως
μεριζόμενον, καὶ ὁλοσχερῶς μετεχόμενον, κατὰ τὴν εἰκονα τῆς ἡλιακῆς ἀκτῖνος. Ἐλάλουν
δὲ ἑτέραις γλώσσαις, τοὐτέστι διαλέκτοις, πρὸς τοὺς ἐκ παντὸς ἔθνους
συνελθόντας, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι· ὄργανα γὰρ ἐγένετο
τοῦ θείου Πνεύματος, ἐνεργοῦντά τε καὶ κινούμενα κατὰ θέλησιν ἐκείνου καὶ
δύναμιν· ὄργανον δὲ ἅπαν ἔξωθεν προσλαβανόμενον, οὐ τῆς οὐσίας, ἀλλὰ τῆς ἐνεργείας,
τοῦ ἐνεργοῦντος δι’ αὐτοῦ μετέχον, οὕτως ὄργανον ἐκείνου τελεῖ, ὡς καὶ ὁ θείῳ
Πνεύματι φθεγγόμενος φησι Δαβίδ· «Ἡ γλῶσσα
μου κάλαμος γραμματέως ἀξυγράφου». Ὁ οὖν γραφικὸς κάλαμος ὄργανον ἐστι,
γραφέως, τῆς ἐνεργείας πάντως, ἀλλ’ οὐ τῆς οὐσίας μετέχων τοῦ γράφοντος, κἀκεῖνα
χαράττων, ἅπερ ὁ γραφεύς ἐθέλει καὶ δύναται.
Ἀλλὰ πῶς ἐπαγγελία τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ
ἅγιον; Ἐπειδὴ διὰ τῶν αὐτοῦ προφητῶν προεπηγγείλατο τοῦτο, διὰ μὲν τοῦ Ἰεζεκιὴλ
λέγων· «Δώσω ὑμῖν καρδίαν καινήν, καὶ Πνεῦμα καινόν, καὶ τὸ Πνεῦμά μου δώσω ἕν
ὑμῖν»· διὰ δὲ τοῦ Ἰωήλ· «Καὶ ἔσται ἐν
ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα». Τοῦτο καὶ ὁ Μωυσῆς ἐπιποθῶν, προανεφώνησε
λέγων· «Τίς δώσει πάντα τὸν λαὸν
Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς;» Ἐπὶ δὲ μία ἐστὶν
ἡ εὐδοκία καὶ ἡ ἐπαγγελία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, διὰ τοῦτο τοῖς εἰς αὐτὸν
πιστεύουσιν εἰπών· «Ὁ πιὼν ἐκ τοῦ ὕδατος, ὅ ἐγὼ δώσω αὐτῷ γίνεται πηγὴ ὕδατος
ἀλλομένου εἰς ζωὴ αἰώνιον»· καὶ, «Ὁ πιστεύων
εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοί ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος»·
ὅ ἑρμηνεύων ὁ Εὐαγγελιστής, «Τοῦτο δέ, φησίν, ἔλεγε περὶ τοῦ Πνεύματος ὅ ἔμελλον
λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν». Ἀλλὰ καὶ ἐπὶ τὸ σωτήριον ἐρχόμενον πάθος
πρὸς τοὺ οἰκείους μαθητὰς ἔλεγεν· «Ἐὰν
ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμάς τηρήσατε καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον
Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας». Καὶ πάλιν·
«Ταῦτα λελάληκα ὑμῖν, παρ’ ὑμῖν μένων· ὅ πέμψει ὁ Πατήρ, ἐν τῷ ὀνόματί
μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα». Καὶ
πάλιν· «Ὅταν ἔλθῃ ὀ Παράκλητος, ὅν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,
ἐκεῖνο μαρτυρύσε περὶ ἐμοῦ, καὶ ὀδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν». Νῦν οὖν
ἐπληρώθη ἡ ἐπαγγελία, καὶ κατῆλθε τὸ Πνεῦμα τὸ ἅγιον, παρὰ Πατρὸς τε καὶ Υἱοῦ
πεμφθέν τε καὶ δοθέν, καὶ τοὺς ἁγίους μαθητὰς περιλάμψαν, καὶ ὅλως λαμπάδας ἀνάψαν
θείως, μᾶλλον δὲ φωστῆρος· ἀναδεῖξαν ὑπερκοσμίους καὶ παγκοσμίους, αἰωνίου ζωῆς
ἐπέχοντας λόγον, δι’ αὐτῶν τὴν οἰκουμένην πᾶσαν ἐφώτισε. Καθάπερ δὲ εἴ τις ἀπὸ
τῆς φωτοφόρου λαμπάδος ἑτέραν ἀνάψει, καὶ ἀπ’ ἐκείνης ἄλλην, καὶ ἐφεξῆς τῇ
διαδοχῇ παρακατέχων, ἀεὶ παραμένον ἔχει τὸ φῶς· οὕτω καὶ διὰ τῆς τῶν ἀποστόλων
χειροτονίας ἐπὶ τοὺς αὐτῶν διαδόχους, καὶ ἀπὸ τούτων ἐφ’ ἑτέρους πάλιν, καὶ ἐφεξῆς, ἡ τοῦ θείου Πνεύματος διαδιδομένη χάρις διὰ
πάσης διήκει γενεᾶς, καὶ φωτίζει πάντας τοὺς πειθομένους τοῖς πνευματικοῖς
ποιμέσι καὶ διδασκάλοις.
Ταύτην οὖν τὴν χάριν καὶ τὴν δωρεὰν τοῦ
Θεοῦ, καὶ τὸν διὰ τοῦ Εὐαγγελίου φωτισμὸν τοῦ θείου Πνεύματος, ἔρχεται
κομίσων τῇ πόλει τῶν κατὰ καιροὺς ἀρχιερέων ἕκαστος· οἱ δὲ τινα τούτων ἀπωθούμενοι,
τὸ εἰς αὐτοὺς ἦκον, διακόπτουσι τοῦ Θεοῦ τὴν χάριν, καὶ διασπῶσι τὴν θείαν
διδαχήν, καὶ διιστῶσιν ἑαυτοὺς τοῦ Θεοῦ, καὶ στάσεσιν ἀλιτηριώδεσι, καὶ
συμφοραῖς παντοδαπαῖς παραδίδονται· ὅ καὶ ὑμεῖς ἐπέγνωτε πρὸ μικροῦ πάντως διὰ
τῆς πείρας. Ἀλλὰ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν παρὰ Θεοῦ ποιμένα τῶν ὑμετέρων ψυχῶν,
εἴ γέ μοι πείθεσθε συμβουλεύοντι τὰ σωτήρια, καλῶν ὄντων πανηγυρίσατε τὴν ἐπέτειον
μνήμην τῆς ἐπιδημίας τοῦ θείου Πνεύματος, ὅ κατῆλθεν ὑπὲρ τῆς ἡμετέρας
σωτηρίας δι’ ἀνείκαστον φιλανθρωπίαν, ὑπὲρ ἧς καὶ δι’ ἥν καὶ ὁ τοῦ Θεοῦ μονογενῆς
Υἱὸς κλίνος οὐρανοὺς κατῆλθε, καὶ σάρκα παρ’ ἡμῶν ἔλαβεν. Ἐπειδὴ γὰρ αὐτὸς πρὸς
οὐρανοὺς μετὰ σώματος ἀνῆλθεν, εἰ μὴ τὸ Πνεῦμα τὸ ἅγιον ἔπεμψεν, ἵνα συνῇ καὶ
ἐνισχύῃ τοὺς αὐτοῦ μαθητάς, καὶ τοὺς ἀπ’ ἐκείνων κατὰ γενεὰς διαδόχους καὶ
διδασκάλους τοῦ Εὐαγγελίου τῆς χάριτος, οὐκ ἄν ἐκηρύχθη πᾶσι τοῖς ἔθνεσιν, οὐδ’
ἄν μέχρις ἡμῶν ἔφθασε καταβαῖνον τὸ κήρυγμα τῆ ἀληθείας. Διὰ τοῦτο ὁ
φιλανθρωπότατος Δεσπότης μετόχους τε καὶ πατέρας καὶ ὑπηρέτας φωτός τε καὶ ζωῆς
ἀϊδίου νῦν ἀνέδειξε τοὺς αὐτοῦ μαθητάς, εἰς ζωὴν αἰώνιον ἀναγεννῶντας, καὶ
τέκνα φωτὸς καὶ πατέρας φωτισμοῦ τοὺς ἀξίους ἐργαζομένους· ἵν’ οὕτω μεθ’ ἡμῶν
αὐτός, ἧ μέχρι τῆς συντελείας τοῦ αἰῶνος, καθάπερ ἀπηγγείλατο διὰ τοῦ
Πνεύματος εἰς γὰρ ἐστιν αὐτὸς μετὰ τοῦ Πατρὸς καὶ Πνεύματος οὐχ ὑποστάσει, ἀλλὰ
θεότητι· καὶ εἰς ἐν τρισί Θεό, ἐν μιᾷ
τρισυποστάτῳ καὶ παντοδυνάμῳ θεότις· τὸ γὰρ Πνεῦμα τὸ ἅγιον ἧ ἀεί, καὶ συνῆν
τῷ Υἱῷ ἐν τῷ Πατρί. Πῶς γὰρ ἄν ἦν Πατὴρ καὶ νοῦς ἄναρχος χωρὶς Υἱοῦ καὶ Λόγου
συνανάρχου; Πῶς δ’ ἄν ἦν Λόγος ἀϊδιος
χωρὶς συναϊδίου Πνεύματος; Ἦν οὖν ἀεὶ καὶ ἔστι καὶ ἔσται τὸ Πνεῦμα τὸ ἅγιον,
συνδημιουργοῦν τῷ Πατρὶ καὶ τῷ Υἱῷ κατὰ καιρὸν τὰ δημιουργηθέντα, καὶ
συνανεκαινίζον τὰ παραφθαρέντα, καὶ συνέχον τὰ διαμένοντα· πανταχοῦ παρόν, καὶ τὰ πάντα πληροῦν, καὶ τὰ
πάντα διέπον καὶ ἐφορῶν· «Ποῦ γάρ, φησὶ πρὸς τὸν Θεὸν ὁ Ψαλμωδός, πορευθῶ ἀπὸ
τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου καὶ ποῦ φύγω;»
Οὐ πανταχοῦ δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ τὸ πᾶν.
Οὐδ’ ἐν παντὶ αἰῶνί τε καὶ χρόνῳ, ἀλλὰ καὶ πρὸ παντὸς αἰῶνός τε καὶ χρόνου·
καὶ οὐ μέχρι μόνον συντελείας αἰῶνος μεθ’ ἡμῶν ἔσται κατὰ τὴν ἐπαγγελίαν, ἀλλὰ
πολλῷ μᾶλλον τοῖς ἀξίοις συμπαραμενεῖ, κατὰ τὸν μέλλοντα αἰῶνα, τὸ Πνεῦμα τὸ ἅγιον,
ἀποθανατίζον τούτων καὶ πληροῦν ἀϊδίου δόξης καὶ τὰ σώματα ὅ καὶ ὁ Κύριος δηλῶν
ἔλεγε τοῖς μαθηταῖς· «Ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν,
ἵνα μείνῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα»·
σπείρεται γάρ, φησὶν ὁ Ἀπόστολος, τοὐτέστιν ἐθάπτεται καὶ κατορύττεται
τῇ γῇ θανὸν σῶμα ψυχικὸν, ταὐτὸ δι’ εἰπεῖν φυσικὸν, καὶ ψυχῇ καὶ σώματι κτιστὸν,
τὸ συνεστάναι καὶ κινεῖσθαι σχόν· ἐγείρεται, τοὐτέστιν ἀναζῇ, σῶμα πνευματικὸν,
ταὐτὸ δ’ εἰπεῖν ὑπερφυές, ὡς ὑπὸ τοῦ θείου Πνεύματος συνεστὼς καὶ
διοικούμενον, καὶ τῇ δυνάμει τοῦ Πνεύματος ἀθανασίαν καὶ δόξαν καὶ ἀφθαρσίαν ἠμφιεσμένον·
«Ἐγένετο γάρ, φησίν, ὁ πρῶτος Ἀδάμ εἰς ψυχὴν ζῶσαν, ὁ δὲ ἔσχατος Ἀδάμ εἰς Πνεῦμα
ζωοποιοῦν· καὶ ὁ μὲν πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δὲ δεύτερος ἄνθρωπος ὁ
Κύριος ἐξ οὐρανοῦ· οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, οἷος ὁ ἐπουράνιος,
τοιοῦτοι καὶ οἱ ἐπουράνιοι». Τίνες οὗτοι; Οἱ ἐδραῖοι καὶ ἀμετακίνητοι τῇ
πίστει, καὶ περισσεύοντες ἐν τῶ ἔργῳ τοῦ Κυρίου πάντοτε, καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου
διὰ τὴς πρὸς αὐτὸν εὐπειθείας φορέσαντες· «Ὁ γὰρ ἀπειθῶν τῷ Υἱῷ, διὰ τοῦ αὐτοῦ
πάλιν Εὐαγγελιστοῦ Ἰωάννης φησὶν ὁ τοῦ Κυρίου πρόδρομος, οὐκ ὄψεται τὴν ζωήν,
ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν»·
ὀργὴν δὲ Θεοῦ τίς ὑπομενεί; Φοβερὸν, ἀδελφοί, τὸ ἐμπεσεῖν εἰς χεῖρας
Θεοῦ ζῶντος· εἰ γὰρ χεῖρας πολεμίων δεδοίκαμεν, καὶ ταῦτα τοῦ Κυρίου
λέγοντος, «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτευόντων τὸ σῶμα· τίς νοῦν ἔχων οὐ φοβηθήσεται Θεοῦ χεῖρας, ἐν
ὀργῇ κατὰ τῶν ἀπειθούντων ἐπαιρομένας; Ὀργὴ γὰρ Θεοῦ ἀποκαλυφθήσεται ἐπὶ πᾶσαν
ψυχήν, τῶν ἐν ἀσελγείας καὶ ἀδικαίας ἀνεπιστρόφως πορευομένων, καὶ τὴν ἀλήθειαν
ἐν ἀδικίᾳ κατεχόντων.
Φύγωμεν οὖν τὴν ὀργήν, καὶ σπεύσωμεν ἐπιτυχεῖν
τῆς χρηστότητος καὶ συμπαθείας τοῦ παναγίου Πνεύματος διὰ τῆς μετανοίας. Ὁ μῖσος
ἔχων πρὸς τινα καταλλαγήσω, καὶ πρὸς τὴν ἀγάπην ἐπανίτω, ἵνα μὴ τὸ μῖσος καὶ ἡ
πρὸς τὸν πλησίον μάχη καταμαρτυρήσωσιν αὐτοῦ, ὡς μὴ τὸν Θεὸν ἀγαπῶντος· εἰ γὰρ
τὸν ἀδελφόν σου ὅν ἑώρακας οὐκ ἀγαπᾷς, τὸν Θεὸν ὅν οὐ ἑώρακας, πῶς ἀγαπήσεις;
Ἀγάπην δὲ ἔχοντες πρὸς ἀλλήλους, τὴν ἀγάπην ἔχομεν τὴν ἀληθῆ, τὴν ἀνυπόκριτον,
καὶ δι’ ἔργων ταύτην ἐπιδεικνύμεθα, μηδὲν λέγειν τε καὶ πράττειν, μᾶλλον δὲ
μηδὲ ἀκούειν ὑπομένοντες ὕβριν ἤ βλάβην φέρον τοῖς ἡμετέροις ἀδελφοῖς, ὡς καὶ
ὁ ἠγαπημένος τῷ Χριστῷ Θεολόγος ἐδίδαξεν ἡμᾶς· «Ἀδελφοί, λέγων, μὴ ἀγαπᾶτε
λόγῳ καὶ γλώσσῃ, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ». Ὁ πορνεῖα, ἤ μηχείᾳ, ἤ παραπλησίᾳ
τινί τοῦ σώματος ἀκαθαρσίᾶ περιπεσών, ἀποσχέσθω τοῦ μυσαροῦ τούτου βορβόρου,
καὶ καθαρισάτω ἑαυτὸν δι’ ἐξομολογήσεως, διὰ δακρύων, διὰ νηστείας καὶ τῶν
παραπλησίων· πόρνους γὰρ καὶ μοιχοὺς τοὺς μὴ μετανοήσαντας κρινεῖ ὁ Θεὸς καὶ
κατακρινεῖ καὶ ἀποπέμψεται καὶ παραδώσει τῇ γεένῃ καὶ τῷ ἀσβέστῳ πυρί, καὶ ταῖς
ἄλλαις κολάσεσι ταῖς διαιωνιζούσαις,
λέγων· Ἀρθήτω ὁ βέβηλος καὶ ἐναγής, οὐ μὴ ἴδοι καὶ ἁπολαύσῃ τῆς δόξης
τοῦ Κυρίου. Ὁ κλέπτων, ἤ καὶ φανερῶς ἁρπάζων καὶ πλεονεκτῶν, μηκέτι κλεπτέτω, μηδὲ πλεονεκτήσω, μηδὲ ἁρπαζέτω τα ἀλλότρια,
ἀλλὰ καὶ ἀπὸ τῶν οἰκείων μεταδιδότω τοῖς μὴ ἔχουσι. Καὶ ἵνα συνελὼν εἴπω, εἰ
θέλετε ζωήν, ἡμέρας ἰδεῖν ἀγαθὰς, καὶ ρυσθῆναι τῶν τε ὀρατῶν καὶ ἀοράτων ἐχθρῶν,
τῶν τε νῦν καὶ ἐπικειμένων βαρβάρων, καὶ τῶν ἀποκειμένων τῷ ἀρχεκάκῳ καὶ τοῖς
ἀγγέλοις αὐτοῦ κολαστηρίων ἐκείνων, ἐκκλίνατε ἀπὸ παντὸς κακοῦ, καὶ ποιεῖτε τὰ
ἀγαθὰ· «Μὴ πλανᾶσθε γαρ, πρὸς
Κορινθίους φησίν ὁ Ἀπόστολος· οὔτε πόρνον, οὔτε μοιχόν, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται,
οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ
κληρονομήσουσιν». Ὁ οὖν πληρονομίαν μὴ ἔχων μετὰ Θεοῦ οὐδὲ Θεοῦ ἐστιν, οὐδὲ
Πατέρα ἔχει τὸν Θεόν.
Ἀλλ’ ἐμεῖς ἀποστῶμεν, ἀδελφοί, παρακαλῶ τῶν
τῷ Θεῷ, μεμισημένων ἔργων τε καὶ λόγων, ἵνα μετὰ παρρησίας ἐπικαλώμεθα Πατέρα
τὸν Θεόν. Ἐπιστρέφωμεν πρὸς αὐτὸν ἐν ἀληθείᾳ, ἵνα καὶ οὗτος ἐπιστρέψῃ πρὸς ἡμᾶς,
καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας, καὶ ἀξίους ποιήσῃ τῆς αὐτοῦ θείας
χάριτος. Οὕτω γὰρ καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας ἑορτάσομεν, καὶ πανηγυρίσομεν ἐνθέως
καὶ πνευματικῶς τὴν τῆς θείας ἐπαγγελίας τελείωσιν· τὴν τοῦ παναγίου Πνεύματος εἰς ἀνθρώπους ἔλευσιν
καὶ ἀνάπαυσιν· τὴν τῆς μακρίας ἐλπίδος ἔκβασιν καὶ συμπλήρωσιν, ἐν αὐτῷ Χριστῷ
τῷ Κυρίῳ ἡμῶν· ὅτι αὐτῷ πρέπει δόξα
τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ
ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
|
Εἴδαμε
πρὶν ἀπὸ λίγο μὲ τὰ μεγάλα μάτια τῆς πίστης τὸ Χριστὸ νὰ ἐχη ἀναληφθὴ, ὄχι
κατώτερα κι ἀπὸ κείνους ποὺ ἀξώθηκαν νὰ δοῦν μὲ τὰ ἴδια τους τὰ μάτια καὶ
καθόλου δὲν καριότητα γιὰ αὐτὸ τὸ πρᾶγμα·
«Μακάριοι ἐκεῖνοι ποὺ δὲν εἶδαν κι ὅμως πίστεψαν» εἶπε ὁ Κύριος. Αὐτοὶ
εἶναι ἐκεῖνοι ποὺ ἐπληροὑστερήσαμε ἀπὸ κείνους στὴν μαφορήθηκαν μὲ τὴν ἀκοὴ
καὶ βλέπουν μὲ τὰ μάτια τῆς πίστης. Εἴδαμε πρῶτα τὸ Χριστὸ νὰ ὑψώνεται ἀπὸ τὴ
γῆ μὲ τὸ σῶμα καὶ τώρα βλέπομε μὲ τὴν δύναμη τοῦ ἁγίου Πνεύματος ποὺ ἔστειλε
στοὺς μαθητάς του, ὡς ποιὸ σημεῖο ὁ Χριστὸς ἔφτασε μὲ τὴν ἀνάληψή του καὶ σὲ
ποιὰ ἀξια ἀνέβασε τὴν ἀνθρωπίνη φύση μας ποὺ ἔλαβε ὁ ἴδιος: ὁπωσδήποτε ἀνέβηκε,
ἐκεῖ ἀπ’ ὅπου τὸ Πνεῦμα κατέβηκε σταλμένο ἀπὸ τὸν ἴδιο. Ἀπὸ ποῦ κατέβηκε τὸ
Πνεῦμα δείχνει ἐκεῖνος ποὺ λέει μὲ τὸ στόμα τοῦ προφήτη Ἰωὴλ· «Θὰ ἁπλώσω ἀπὸ τὸ Πνεῦμα μου σὲ κάθε ἄνθρωπο»καὶ
πρὸς τὸν ὁποῖο λέει ὁ Δαυΐδ «Θὰ στείλης τὸ Πνεῦμα σου καὶ θὰ οἰκοδομηθοῦν καὶ
θὰ ἀνανεώσης τὴν ὄψη τῆς γῆς». Μετὰ τὴν ἀνάληψή του λοιπὸν ὁ Χριστὸς ἀνέβηκε
πρὸς τὸν Πατέρα του ποὺ βρίσκεται στὰ ἀνώτατα καὶ ἔφτασε μέσα στὸν ἴδιο τὸν
κόλπο τοῦ Πατέρα του, ἀπ’ ὅπου προέρχεται καὶ τὸ Πνεῦμα. Καὶ παρουσιάσθηκε μέτοχος ἀκόμα καὶ σὰν ἄνθρωπος
τῆς ἀξίας ποὺ εἶχε ἐκεῖνος, ἀφοῦ ἔστειλε κι ὁ ἴδιος πρὶν ἀπὸ λίγο τὸ Πνεῦμα
ποὺ ἔρχεται ἀπὸ τὸν οὐρανό σταλμένο ἀπὸ τὸν Πατέρα. Ἀλλὰ ἄς μὴ νομίση κανένας
ὅτι τὸ ἅγιο Πνεῦμα εἶναι ἄμοιρο αὐτῆς τῆς ἀξίας, ἐπειδὴ ἀκούει ὅτι τὸ στέλνει
ὁ Πατέρας καὶ ὁ Γιός. Δὲν εἶναι ἁπλῶς ἀπὸ κεῖνα ποὺ ἀποστέλλονται ἀλλὰ καὶ ἀπὸ
κείνους ποὺ ἀποστέλλουν καὶ συγκατατίθενται.
Τὸ
δείχνει κι αὐτὸ μὲ σαφήνεια αὐτὸς ποὺ μιλᾶ μὲ τὸ στόμα τοῦ προφήτη «Ἐγὼ μὲ τὰ
χέρια μου θεμέλιωσα τὴ γῆ καὶ τέντωσα τὸν οὐρανὸ καὶ τώρα ὁ Κύριος ἔστελε ἐμένα
καὶ τὸ Πνεῦμα του». Τὸ δείχνει καὶ ὁ Χριστὸς μὲ τὸ στόμα τοῦ ἴδιου προφήτη
πάλι σ’ ἄλλο σημεῖο λέγοντας «Τὸ Πνεῦμα τοῦ Κυρίου ἦρθε ἐπάνω μου καὶ κατ’ ἐντολὴ
του μ’ ἔχρισε καὶ μὲ ἔστειλε νὰ εὐαγγελιστῶ στοὺς φτωχούς». Δὲν ἀποστέλλεται λοιπὸν μονάχα τὸ ἅγιο Πνεῦμα
ἀλλὰ ἀποστέλλει καὶ τὸ Γιὸ ποὺ ἀποστέλλει ὁ Πατέρας, ἀπὸ τὸν ὁποῖο ἀποδεικνύεται
σύμφυτο μὲ τὸν Πατέρα καὶ τὸ Γιὸ καὶ ὁμοδύναμο καὶ συνεργὸ καὶ ὁμότιμο. Μὲ τὴν εὐδοκία τοῦ Πατέρα καὶ τὴν
συνεργασία τοῦ Ἁγίου Πνεύματος ἀπὸ ἀνείπωτη ἔκταση φιλανθρωπίας, ἀφοῦ ἔκλινε
τοὺς οὐρανοὺς καὶ ἀπὸ ψηλὰ κατέβηκε ὁ Μονογενὴς τοῦ Θεοῦ καὶ φανερώθηκε μεταξὺ μας πάνω στὴ γῆ καὶ
μαζί μας, ἀφοῦ ἔζησε, ἔπραξε κι ὁ ἴδιος δίδαξε θαυμαστὰ καὶ μεγάλα καὶ ὑψηλὰ
καὶ ἀληθινὰ θεϊκὰ καὶ ποὺ θεοποιοῦν καὶ σώζουν ὅσους πειθαρχοῦν σ’ αὐτόν. Ἔπειτα
ἀφοῦ ἔπαθε θεληματικὰ γιὰ χάρη τῆς σωτηρίας μας κι ἀφοῦ ἐτάφη κι ἀναστήθηκε σὲ
τρεῖς ἡμέρες ἔγινε ἡ ἀνάληψή του στὸν οὐρανό·
κάθισε στὰ δεξιὰ τοῦ Πατέρα καὶ ἀπὸ κεῖ βοήθησε γιὰ τὴν κάθοδο τοῦ ἁγίου
Πνεύματος πρὸς τοὺς μαθητάς του, ἀφοῦ ἔστειλε μαζὶ μὲ τὸν Πατέρα, ὅπως καὶ
μαζὶ του εἶχε ὑποσχεθῆ τὴ δύναμη ἀπὸ τὸν οὐρανό. Κι ὁ ἴδιος καθισμένος ἐκεῖ
ψηλὰ φωνάζει σ’ ἐμᾶς. Ἄν θέλη κάποιος νὰ παρασταθῆ σ’ αὐτὴ τὴ δόξα καὶ νὰ
γίνη μέτοχος τῆς βασιλείας τῶν οὐρανῶν καὶ νὰ ὀνομασθῆ γιὸς τοῦ Θεοῦ νὰ βρῆ
ζωὴ ἀθάνατη καὶ ἀνείπωτη δόξα, ἀπόλαυση καθάρια καὶ πλοῦτο ἀνεξάντλητο, ἄς ἀκούη
τὶς προσταγὲς μου καὶ ἄς μιμηθῆ τὴ ζωὴ μου, γιὰ ν’ ἀποκτήση δύναμη κι ἄς ζήση
ὅπως κι ἐγὼ ἐπάνω στὴ γῆ, ὅταν εἶχα λάβει σάρκα καὶ θαυματούργησα καὶ δίδαξα,
θέτοντας νόμους σωστικοὺς καὶ προβάλλοντας ὡς παράδειγμα τὸν ἑαυτό μου. Γιατὶ
τὴν εὐαγγελικὴ διδασκαλία τὴν ἐπιβεβαίωσε ὁ Σωτήρας μὲ τὰ ἔργα καὶ τὰ θαύματά
του καὶ τὴν ἐπισφράγισε μὲ τὰ παθήματά του. Τὴ μεγάλη ὠφέλεια της καὶ σωστικὴ
χάρη της παρουσίασε μὲ τὴν ἀνάστασή του ἀπὸ τοὺς νεκρούς, καὶ μὲ τὴν ἀνάληψή
του στὸν οὐρανό, μὲ τὴν ἔλευση τοῦ ἁγίου Πνεύματος ἀπὸ τὸν οὐρανό, στοὺς
μαθητὰς του, ποὺ ἑορτάζομε σήμερα. Ἔπειτα
ἀπὸ τὴν ἀνάστασή του ἀπὸ τοὺς νεκροὺς καὶ τὴ φανέρωσή του στοὺς μαθητὰς καὶ
κατὰ τὴν ἀνάληψή του εἶπε· «Ἐγὼ θὰ σας στείλω, ὅ,τι εἶχε ὑποσχεθῆ ὁ Πατέρας
μου σ’ ἐσᾶς κι ἐσεῖς καθίσετε στὴν Ἱερουσαλὴμ, ὥσπου νὰ λάβατε δύναμη ἀπὸ τὸν
οὐρανό, μὲ τὴν κάθοδο τοῦ ἁγίου Πνεύματος σ’ ἐσᾶς. Ἔτσι θὰ γίνετε μάρτυρες
δικοί μου στὰ Ἱεροσόλυμα καὶ σ’ ὅλη τὴν Ἰουδαία καὶ στα πέρατα τῆς γῆς». Κι ἐνῶ
συμπληρωνόταν ἡ πεντηκοστὴ ἡμέρα μετὰ τὴν ἀνάσταση, ποὺ ἔχομε τώρα τὴ μνήμη
της καὶ οἱ μαθηταὶ ἦσαν μαζεμένοι ὅλοι στὸ ἴδιο μέρος κι ἔμειναν ὅλοι μαζὶ στὸ
ὑπερῶο, καθένας μὲ τὴν ἀντίληψή του, περίμεναν κι εἶχαν στραμμένη τὴν προσοχή
τους στὴν προσευχὴ καὶ στοὺς ὕμνους πρὸς τὸ Θεό· Ἀκούστηκε, λέει ὁ Εὐαγγελιστὴς
Λουκᾶς, ξάφνου ἀπὸ τὸν οὐρανὸ ἦχος, σὰν νὰ φυσοῦσε ἄνεμος ὁρμητικὸς, καὶ
γέμισε τὸ σπίτι ὅπου καθόταν. Αὐτὸς εἶναι ὁ ἦχος, γιὰ τὸν ὁποῖο εἶχε μιλήσει ἡ
προφήτισσα Ἄννα, ὅταν δέχτηκε τὴν ὑπόσχεση γιὰ τὸ Σαμουὴλ ὅτι ὁ Κύριος ἀνέβηκε
στὸν οὐρανὸ καὶ ἐβρόντησε. Αὐτὸ «θὰ δώση δύναμη καὶ θὰ ὑψώση τὸ φρόνημα τῶν
δικῶν του» Αὐτὸν τὸν ἦχο, νιώθοντάς τον, ἔκανε καὶ τὸ δικό του κήρυγμα ὁ Ἠλίας·
«Ἄκου τὸν ψίυρο ἁπαλῆς αὔρας καὶ σ’ αὐτὸν μέσα εἶναι ὁ Κύριος», ὁ ψίθυρος τῆς
αὔρας εἶναι ἦχος ἀνέμου. Αὐτοῦ τοῦ ἤχου καὶ τοῦ ψιθύρου τὴν προδιαγραφὴ μπορεῖ
νὰ τὴ βρῆς καὶ μέσα στὸ εὐαγγέλιο τοῦ Χριστοῦ. Τὴν τελευταῖα μέρα τὴ μεγάλη,
τῆς ἑορτῆς ποὺ εἶναι ἡ Πεντηκοστή, εἶχε σταθῆ ὁ Ἰησοῦς σύμφωνα μὲ τὸν Εὐαγγελιστὴ
Ἰωάννη καὶ φώναζε λέγοντας· Ἄν κάποιος διψᾶ, ἄς ἔρχεται σὲ μένα κι ἄς πίνη.
Κι αὐτὸ τὸ ἔλεγε γιὰ τὸ Πνεῦμα, ποὺ ἔμελλε νὰ λάβουν ὅσοι πίστευαν σ’ αὐτόν. Ἀλλὰ
καὶ μετὰ τὴν ἀνάσταση ἐμφύσησε τοὺς μαθητὰς καὶ τοὺς εἶπε· «Πάρετε ἅγιο Πνεῦμα».
Ἡ κραυγὴ ἐκείνη προμηνοῦσε αὐτὸ τὸν ἦχο καὶ τὸ φύσημα (τοῦ στόματος) αὐτὴν τὴν
πνοὴ, ποὺ τώρα σκορπισμένη πλούσια ἀπὸ πάνω κι ἀφοῦ ἀντήχησε ἀπὸ τὸν οὐρανὸ μὲ
δύναμη, ὥστε ν’ ἀκουστῆ παντοῦ, προσκαλεῖ ὁλόκληρη τὴν ὑφήλιο καὶ ὅλους ποὺ
προσέρχονται μὲ πίστη τοὺς πλημμυρᾶ μὲ τὴ χάρη. Εἶναι ὁρμητικὴ γιατὶ τὰ πάντα
νικᾶ καὶ ἀνεβαίνει τὰ τείχη τοῦ πονηροῦ, κατασκάπτει τὶς πόλεις καὶ κάθε ὀχύρωμα
τοῦ ἐχθροῦ. Ταπεινώνει τοὺς ὑπερηφάνους καὶ ἀνυψώνει τοὺς ταπεινούς. Συνδέει ὄσα
ἔχουν διαλυθῆ κακά, διασπᾶ τοὺς συνδέσμους τῶν ἁμαρτημάτων καὶ διαλύει ὅσων
συγκρατοῦνται. Γέμισε τὸ σπίτι ὅπου ἦσαν
καθισμένοι, μεταβάλλοντάς το σὲ καλυμβήθρα πνευματικὴ καὶ ἐκπληρώνοντας τὴν ὑπόσχεση
τοῦ Σωτῆρα ποὺ τὴν διετύπωσε σ’ αὐτοὺς, ὅταν γινόταν ἡ ἀνάληψη. «Ὅτι ὁ Ἰωάννης
σᾶς βάφτισε μὲ νερό, ἐνῶ σεῖς θὰ βαφτιστῆτε μὲ πνεῦμα ἅγιο ὕστερ’ ἀπὸ ὄχι πολλὲς ἡμέρες». Ἀλλὰ καὶ τὴν ὀνομασία
ποὺ τοὺς ἔδωσε, ἔδειξε πὼς εἶναι ἀληθινή. Γιατὶ μὲ τὸν οὐράνιο αὐτὸν ἦχο
πραγματικὰ γιοὶ τῆς Βροντῆς ἔγιναν οἱ ἀπόστολοι. «Καὶ τοὺς παρουσιάστηκαν σὰν
γλῶσσες φωτιᾶς ποὺ διαμοιράζονταν καὶ κάθισαν στὸν καθένα ἀπ’ αὐτοὺς καὶ γέμισαν
ὅλοι ἀπὸ ἅγιο Πνεῦμα καὶ μιλοῦσαν σὲ διαφορετικὲς γλῶσσες, καθὼς τὸ Πνεῦμα τοὺ
ἔδινε τὴ δυνατότητα νὰ μιλοῦν». Γιατὶ
τὰ θαύματα ποὺ ἔγιναν μὲ τὸ στόμα τοῦ Κυρίου καὶ ἔδειξαν ὅτι εἶναι Γιὸς τοῦ
Θεοῦ Μονογενής, μὲ χωριστὴν ὑπόσταση, αὐτὸς ποὺ τὶς τελευταῖες αὐτὲς ἡμέρες ἑνώθηκε
μαζί μας, ἐτελείωσαν. Ἀρχίζουν τώρα κι ἐκεῖνα ποὺ φανερώνουν ὅτι τὸ Πνεῦμα τὸ
ἅγιον ὑπάρχει μὲ χωριστὴν ὑπόσταση. Γιὰ νὰ κατανοήσωμε καὶ νὰ σκεφτοῦμε τὸ
μέγα καὶ προσκυνητὸ μυστήριο τῆς Ἁγ. Τριάδος. Δροῦσε καὶ προηγουμένως τὸ ἅγιο
Πνεῦμα· αὐτὸ εἶναι ποὺ μίλησε μὲ τὸ
στόμα τῶν προφητῶν καὶ ἀνήγγειλε ἀπὸ πιὸ μπροστὰ τὰ μέλλοντα. Κινοῦσε ἔπειτα
καὶ τὴ δράση τῶν μαθητῶν, διώχνοντας δαίμονες καὶ θεραπεύοντας ἀσθένεις.
Φανερώθηκε καὶ τώρα μὲ χωριστὴν ὑπόσταση σ’ ὅλους μὲ τὴ μορφὴ τῶν πύρινων
γλωσσῶν. Καὶ καθίζοντας πάνω στοὺς μαθητὰς κυριαρχικά, σὰν νὰ τοὺς ἔκανε
θρόνο του, τοὺς μετάτρεψε σὲ ὄργανα τῆς δύναμής του.
Ἀλλὰ γιὰ ποιό λόγο φανερώθηκε μὲ τὴ
μορφὴ τῶν γλωσσῶν; Γιὰ νὰ δείξει τὴ
συγγένειά του μὲ τὸ Λόγο τοῦ Θεοῦ.
Γιατὶ τίποτα δὲν εἶναι πιὸ συγγενικὰ ἀπὸ ὅτι ἡ γλῶσσα καὶ ὁ Λόγος.
Συνάμα καὶ γιὰ νὰ δείξη τὴ χάρη τῆς διδασκαλίας· γιατὶ ὁ διδάσκαλος σύμφωνα μὲ
τὴν ἀπάντηση τοῦ Χριστοῦ χρειάζεται γλῶσσα ὄχι ἄμοιρη ἀπὸ χάρη. Καὶ γιατὶ μὲ
πύρινες γλῶσσες; Ὄχι βέβαια μόνο ἐπειδὴ
τὸ Πνεῦμα ἔχει τὴν ἴδια οὐσία μὲ τὸν
Πατέρα καὶ τὸ Γιό. Φωτιὰ εἶναι ὁ Θεός μας καὶ μάλιστα φωτιὰ ποὺ κατατρώγει τὴ
μοχθηρία. Ἀλλὰ καὶ γιὰ τὴ διπλῆ δύναμη τοῦ ἀποστολικοῦ κηρύγματος· μπορεῖ
συνάμα νὰ εὐεργετήση καὶ νὰ τιμωρήση. Κι ὅπως ἡ φωτιὰ μπορεῖ ἀπὸ τὴ φύση της
καὶ νὰ φωτίση καὶ νὰ κάψη ἔτσι κι ὁ λόγος τῆς διδασκαλίας, ποὺ γίνεται κατὰ τὶς
ἀπαιτήσεις τοῦ Χριστοῦ, αὐτοὺς ποὺ ὑπακούουν φωτίζει, ἐνῶ αὐτοὺς ποὺ δὲν
πείθονται τοὺα παραδίδει στὸ τέλος στὴ φωτιὰ καὶ στὸν αἰώνιο βασανισμό. Ἐξ ἄλλου
δὲν εἶπε γλῶσσες φωτιᾶς, ἀλλὰ σὰν φωτιά, γιὰ νὰ μὴ στοχαστῆ κανένας ὅτι ἡ
φωτιὰ ἐκείνη ἦταν αἰσθητὴ καὶ ὑλική, ἀλλὰ σὰν ἀπὸ παράδειγμα νὰ ὁδηγηθοῦμε στὴν
κατὰ προσέγγιση ἰδέα τῆς ἐμφανίσεως τοῦ Πνεύματος. Καὶ γιὰ ποιὸ λόγο παρουσιάσθηκαν σ’ αὐτοὺς
οἱ γλῶσσες νὰ μοιράζωνται; γιατὶ μόνο στὸ Χριστὸ ποὺ κι αὐτὸς ἦλθε ἀπὸ ψηλὰ
δίνει ὁ Πατέρας ἀμέριστο τὸ Πνεῦμα. Γιατὶ ἐκεῖνος καὶ ὅταν ἦταν ντυμένος τὴ
σάρκα εἶχε ἀκέραια τὴ θεία δύναμη καὶ τὴν ἐνέργεια. Ἀπὸ τοὺς ἄλλους ὅμως σὲ
κανένα δὲ δωρήθηκε ἡ χάρη τοῦ Πνεύματος ὁλόκληρη, ἀλλὰ ἀπὸ λίγη σὲ καθέναν,
γιὰ νὰ μὴ νομιστῆ ὅτι ἀποτελεῖ φύση τῶν ἁγίων αὐτὸ ποὺ εἶναι χάρισμα καὶ δωρεὰ
τοῦ ἁγίου Πνεύματος. Ἡ λέξη «κάθισε» δὲν
ὑποδηλώνει τὴ δεσποτικὴ ἀξία μόνο ἀλλὰ καὶ τὸ ἀδιαίρετο τοῦ Θείου
Πνεύματος. «Καὶ κάθισε στὸν καθένα ἀπ’
αὐτοὺς καὶ ἐγέμισαν ὅλοι ἀπὸ ἅγιο Πνεῦμα». Κι ὅταν δηλαδὴ μοιράζεται στὶς
διάφορες δυνάμεις κι ἐνέργειές του, σὲ κάθε μιὰ ἀπὸ τὶς ἐνέργειες εἶναι παρὸν
κι εὐεργετεῖ ὁλόκληρο τὸ ἅγιο Πνεῦμα, μοιράζεται κι ἀμοίραστο μένει καὶ ἡ
μετοχὴ σ’ αὐτὸ εἶναι ὁλοσχερὴς κατὰ τὴν εἰκόνα τῆς ἡλιαχτίδας. Καὶ μιλοῦσαν σὲ
διαφορετικὲς γλῶσσες καὶ διαλέκτους πρὸς ἐκείνους ποὺ εἶχαν μαζευτῆ ἀπὸ κάθε ἔθνος,
ὅπως τὸ ἅγιο Πνεῦμα τοὺς ἔδινε τὴ δυνατότητα νὰ μιλοῦν· ἔγιναν ὄργανα τοῦ θείου Πνεύματος κι ἐνεργοῦσαν
καὶ κινοῦνταν σύμφωνα μὲ τὴ θέληση καὶ τὴ δύναμη ἐκείνου. Ὄργανο εἶναι κάθε
τι ποὺ προσλαμβάνει ἐξωτερικά, ποὺ μετέχει ὄχι στὴν οὐσία ἀλλὰ στὴν ἐνέργεια ἐκείνου
ποῦ ἐνεργεῖ μέσα του, ἔτσι γίνεται ἐκείνου ὄργανο, ἁπλῶς λέει καὶ ὁ Δαυΐδ ὁ
θεόπνευστος· «Ἡ γλῶσσα μου εἶναι γραφίδα ἑνὸς γραμματικοῦ ταχυγράφου». Η γραφίδα λοιπὸν εἶναι ὄργανο κάποιου
γραμματικοῦ ποὺ μετέχει στὴν ἐνέργαια ὁπωσδήποτε ὄχι ὅμως καὶ στὴν οὐσία ἐκείνου
ποὺ γράφει, καὶ χαρίζει ἐκεῖνα ποὺ ὁ γραμματικὸς θέλει καὶ μπορεῖ.
Ἀλλὰ πῶς τὸ ἅγιο Πνεῦμα εἶναι ὑπόσχεση
τοῦ Πατέρα; Ἐπειδὴ τὸ ὑποσχέθηκε ἀπὸ παλαιὰ μὲ τὸ στόμα τῶν προφητῶν του. Μὲ
τὸ στόμα τοῦ Ἰεζεκιὴλ λέει· «Θὰ σᾶς δώσω νέα καρδιὰ καὶ νέο πνεῦμα· θὰ σᾶς
δώσω ἀκόμα τὸ Πνεῦμα μου». Μὲ τὸ στόμα τοῦ προφήτη Ἰωήλ «Τὶς ἡμέρες τοῦ
τέλους θ’ ἀφήσω νὰ ξεχυθῆ τὸ Πνεῦμα μου σὲ κάθε ἄνθρωπο». Αὐτὸ ποθῶντας κι ὁ
Μωυςῆς ξέσπασε λέγοντας. «Ποιὸς θὰ μεταβάλη σὲ προφῆτες τὸ κόσμο τοῦ Θεοῦ, ὅταν
ὁ Κύριος δώση σ’ αὐτοὺς τὸ Πνεῦμα του;». Κι ἐπειδὴ ἡ χαρὰ καὶ ἡ ὑπόσχεση τοῦ
Πατέρα καὶ τοῦ Γιοῦ εἶναι μία γι’ αὐτὸ εἶπε σ’ ὅσους πιστεύουν σ’ αὐτόν. «Αὐτὸς
ποὺ θὰ πιῆ ἀπὸ τὸ νερὸ ποὺ θὰ τοῦ δώσω θὰ γίνη πηγή νεροῦ ποὺ ἀναβλήζει γιὰ
παντοτινή ζωή». Κι ἀκόμα· «Ὅποιος
πιστεύει σ’ ἐμένα, ὅπως εἶπε ἡ Γραφή,
ποταμοὶ ζωντανοῦ νεροῦ θὰ ξεχυθοῦν ἀπὸ τὰ σπλάχνα του». Ἑρμηνεύοντάς το αὐτὸ ὁ
Εὐαγγελιστὴς λέει «Μ’ αὐτὸ ἀναφερόταν στὸ Πνεῦμα, ποὺ θὰ ἔπαιρναν ὅσοι
πίστευαν σ’ αὐτόν». Ἀλλὰ κι ὅταν ἐβάδιζε πρὸς τὸ σωστικὸ πάθος ἔλεγε στοὺς
μαθητὰς του «Ἄν μ’ ἀγαπᾶτε, φυλάξετε τὶς ἐντολὲς μου καὶ ἐγὼ θὰ παρακαλέσω τὸν
Πατέρα καὶ θὰ σᾶς δώση ἄλλο Παράκλητο, γιὰ νὰ μείνη μαζί σας παντοτινά, τὸ
Πνεῦμα τῆς ἀληθείας». Καὶ πάλι «Αὐτὰ σᾶς εἶπα, ὅσο ἤμουν μαζί σας. Κι ὁ
Παράκλητος, τὸ ἅγιο Πνεῦμα, ποὺ θὰ στείλει ὁ Πατέρας στὸ ὄνομά μου αὐτὸς θὰ σᾶς
τὰ διδάξη ὅλα». Καὶ πάλι «Ὅταν ἔρθη ὁ Παράκλητος, ποὺ ἐγὼ θὰ στείλω ἀπὸ
μέρους τοῦ Πατέρα, τὸ Πνεῦμα τῆς ἀληθείας, ποὺ ἀπὸ τὸν Πατέρα προέρχεται, ἐκεῖνος
θὰ γίνη μάρτυράς μου καὶ θὰ σᾶς ὁδηγήση σὲ ὁλόκληρη τὴν ἀλήθεια». Τώρα λοιπὸν
ἡ ὑπόσχεση πραγματοποιήθηκε, κατέβηκε τὸ ἅγιο Πνεῦμα, σταλμένο καὶ δωρημένο ἀπὸ
τὸν Πατέρα καὶ τὸ Γιὸ καὶ ἀφοῦ μὲ τὴ λάμψη του καταύγασε τοὺς ἅγιους μαθητὰς
κι ἄναψε θεϊκὲς λαμπάδες ἤ καλύτερα, ἀφοῦ παρουσίασε φωστῆρες ὑπερκόσμιους καὶ
παγκοσμίους, ποὺ κρατοῦν τὸ λόγο τῆς αἰωνίας ζωῆς μὲ αὐτοὺς ἐφώτισε ὁλόκληρη
τὴν οἰκουμένη. Κι ὅπως, ἄν ἀπὸ μιὰ ἀναμένη λαμπάδα ἀνάψη κάποιος δεύτερη κι ἀπ’
αὐτὴν ἄλλος καὶ συνέχεια μὲ τὸ διαδοχικὸ ἄναμμα διατηρῆ τὸ φῶς, τὸ ἔχει στὴ
διάθεσή του παντοτινὰ ἔτσι καὶ μὲ τὴ χειροτονία ἀπὸ τοὺς ἀποστόλους τῶν
διαδόχων τους κι ἀπ’ αὐτοὺς ἄλλων πάλι, συνέχεια ἡ χάρη τοῦ ἁγίου Πνεύματος
διαδίδεται καὶ περνῶντας ἀπὸ κάθε γενεὰ φωτίζει ὅσους ἔχουν ὑπακοὴ στοὺς
πνευματικοὺς ποιμένες καὶ διδασκάλους.
Αὐτὴ λοιπὸν τὴ χάρη καὶ τὸ δῶρο τοῦ Θεοῦ
καὶ τὸ φωτισμὸ τοῦ Θείου Πνεύματος διὰ μέσου τοῦ Εὐαγγελίου ἔρχεται, γιὰ νὰ
φέρη στὴν πόλη κάθε τόσο καθένας ἀπὸ τοὺς ἀρχιερεῖς. Κι ὅποιοι ἐμποδίζουν κάποιον ἀπ’ αὐτοὺς,
κάνουν διακοπὴ -ὅσο μποροῦν- στὴ χάρη τοῦ Θεοῦ, καὶ διασποῦν τὴ θεϊκὴ
συνέχεια, καὶ φέρνουν τὸν ἑαυτὸ τους σὲ διάσταση ἀπὸ τὸ Θεὸ καὶ παραδίδονται
σὲ ἁμαρτωλὲς ἀποστασίες καὶ λογῆς συμφορές. Αὐτὸ καὶ οἱ ἴδιοι πρὶν ἀπὸ λίγο τὸ
ζήσατε καὶ τὸ διαπιστώσατε. Ἀλλὰ τώρα ἀφοῦ γυρίσετε κοντὰ στὸν ποιμένα τῶν
ψυχῶν σας ποὺ σᾶς ἔστειλε ὁ Θεός, ἄν μ’ ἀκούσετε βέβαια ποὺ σᾶς δίνω συμβουλὲς
γιὰ τὴ σωτηρία σας, μὲ γνήσια λαμπρότητα πανηγυρίσετε τὴν ἐπέτειο τοῦ ἁγίου
Πνεύματος, ποὺ ἀπὸ ἀσύλληπτη φιλανθρωπία κατέβηκε γιὰ τὴ σωτηρία μας, ποὺ γι’
αὐτὴν καὶ ὁ Μονογενὴς τοῦ Θεοῦ ἔκλινε τοὺς οὐρανοὺς καὶ κατέβηκε καὶ πῆρε τὴ
σάρκα τὴ δική μας. Ἐπειδὴ ὁ ἴδιος ἀνέβηκε στοὺς οὐρανοὺς μὲ τὸ σῶμα, ἄν δὲν εἶχε
στείλει τὸ ἅγιο Πνεῦμα, νὰ εἶναι μαζὶ μὲ τοὺς μαθητάς του καὶ νὰ τοὺς ἐνισχύη
καθὼς καὶ τοὺ διαδόχους τους στὶς διάφορες γενεὲς καὶ τοὺς διδασκάλους τοῦ Εὐαγγελίου
τῆς χάριτος δὲ θὰ εἶχε κηρυχθῆ σὲ ὅλα τὰ ἔθνη, κι οὔτε θὰ ἔφτανε ὡς ἐμᾶς τὸ
κήρυγμα τῆς ἀλήθειας καὶ τοὺς δασκάλους τοῦ Εὐαγγελίου τῆς χάριτος δὲ θὰ εἶχε
κηρυχθῆ σὲ ὅλα τὰ ἔθνη, κι οὔτε θὰ ἔφτανε ὡς ἐμᾶς τὸ κήρυγμα τῆς ἀλήθειας.
Γι’ αὐτὸ ὁ Κύριος ὁ γεμᾶτος φιλανθρωπία ἔκαμε τοὺς μαθητὰς του μέτοχους καὶ
πατέρας καὶ ὑπηρέτες φωτὸς καὶ παντοτινῆς ζωῆς μὲ τὴ δύναμη νὰ ἀναγεννοῦν τοὺς
ἀνθρώπους στὴν παντοτινὴ ζωὴ καὶ νὰ κάμουν τοὺς ἄξιους παιδιὰ φωτὸς τοὺς ἴδιους
καὶ πατέρας φωτισμοῦ ἄλλων. Ἔτσι θὰ εἶναι ὁ ἴδιος μαζί μας ὡς τὴ συντέλεια τοῦ
κόσμου, ὅπως ὑποσχέθηκε μὲ τὸ ἅγιο Πνεῦμα . Γιατὶ αὐτὸς εἶναι ἕνα μὲ τὸν
Πατέρα καὶ τὸ Πνεῦμα ὄχι κατὰ τὴ ὑπόσταση
ἀλλὰ κατὰ τὴ Θεότητα. Κι ἕνας Θεὸς σὲ τρία πρόσωπα, σὲ μιὰ τρισυπόστατη καὶ
παντοδύναμη Θεότητα. Γιατὶ τὸ Ἅγιο Πνεῦμα ἦταν πάντοτε καὶ συνυπῆρχε μὲ τὸ Γιὸ
καὶ τὸν Πατέρα. Πῶς ἦταν δυνατὸ νὰ ὑπάρχη Πατέρας καὶ νοῦς ἄναρχος, χωρίς Γιὸ
καὶ συνάναρχο Λόγο; Καὶ πῶς ἦταν δυνατὸ
νὰ ὑπάρχη Λόγος ἀἵδιος χωρὶς συναϊδιο Πνεῦμα; Ὑπῆρχε παντοτινὰ καὶ ὑπάρχη καὶ
θὰ ὑπάχη τὸ Ἅγιο Πνεῦμα συνδημιουργῶντας κάθε φορὰ μαζὶ μὲ τὸν Πατέρα καὶ τὸ
Γιὸ ὅσα ἔχουν δημιουργηθῆ καὶ ἀνακαινίζοντας μαζὶ μ’ ἐκείνους ὅσα
παραμορφώθηκαν καὶ συγκρατῶντας ὅσα παραμένουν ἴδια. Παντοῦ εἶναι παρὸν καὶ ὅλα
τὰ γεμίζει καὶ ὅλα τὰ κυβερνᾶ καὶ τὰ ἐποπτεύει. «Ποῦ», λέει ὁ ψαλμωδός, «νὰ
πάω μακρυὰ ἀπὸ τὸ Πνεῦμα σου, καὶ ποῦ νὰ διαφύγω τὰ βλέμματά σου;»
Κι ὄχι μόνο παντοῦ ἀλλὰ καὶ πάνω ἀπὸ τὸ
σύμπαν· οὔτε σὲ κάθε χρόνο καὶ καιρὸ ἀλλὰ καὶ πρὶν ἀπὸ κάθε χρόνο καὶ καιρό.
Καὶ δὲ θὰ εἶναι μαζί μας ὡς τὴ συντέλεια μονάχα τοῦ κόσμου σύμφωνα μὲ τὴν ὑπόσχεση
ἀλλὰ πολὺ περισσότερο θὰ μείνη τὸ ἅγιο Πνεῦμα μαζὶ μὲ τοὺς ἅγιουςστὴ μέλλουσα
ζωή, ἀθανατίζοντας καὶ τὰ σώματά τους καὶ γεμιζοντάς τα μὲ παντοτινὴ δόξα. Αὐτὸ
καὶ ὁ Κύριος τὸ φανέρωσε στοὺς μαθητές του λέγοντάς τους «Ἐγὼ θὰ παρακαλέσω τὸν
Πατέρα μου καὶ θὰ σᾶς δώση κι ἄλλο Παράκλητο γιὰ νὰ μείνη μαζί σας γιὰ
πάντα». Σπείρεται, λέει ὁ Ἀπόστολος, θάβεται δηλ. καὶ κρύβεται στὴ γῆ σῶμα
ψυχικό ποὺ πέθανε, δηλ. φυσικὸ ποὺ ἀποτελεῖται ἀπὸ ψυχὴ καὶ σῶμα ποὺ ἔχει
λάβει τὴ σύσταση καὶ τὴν κίνηση. Σηκώνεται, δηλ. ξαναζῆ, σῶμα πνευματικὸ,
παναπῆ ὑπερφυσικό, ἐπειδὴ ἔχει συγκροτηθῆ καὶ διοικεῖται ἀπὸ τὸ ἅγιο Πνεῦμα
κι ἔχει περιβληθῆ, μὲ τὴ δύναμη τοῦ Πνεύματος, τὴν ἀθανασία, τὴ δόξα, τὴν ἀφθαρσία.
Ἔγινε λέει, ὁ πρῶτος Ἀδάμ ψυχὴ μὲ ζωή, ἐνῶ ὁ τελευταῖος Ἀδὰμ ἔγινε πνεῦμα ποὺ
ζωοποιεῖ. Κι ὁ πρῶτος ἄνθρωπος ἦταν γήϊνος ἀπὸ χῶμα, ἐνῶ ὁ δεύτερος ἄνθρωπος ἦταν
ὁ Κύριος ἀπὸ τὸν οὐρανό. Ὅπως ἦταν ὁ πρῶτος γήϊνος ἔτσι ἦσαν καὶ οἱ ἄλλοι
γήϊνοι κι ὅπως ἦταν οὐράνιος, ἔτσι ἦσαν καὶ οἱ ἄλλοι οὐράνιοι. Κι αὐτοὶ εἶναι
οἱ σταθεροὶ στὴν πίστη κι ἐμετακίνητοι καὶ ποὺ περισσὰ ἐργάζονται πάντοτε τὰ ἔργα
τοῦ Κυρίου καὶ πῆραν τὴν εἰκόνα, τοῦ οὐρανοῦ γιὰ τὴν ὑπακοή τους σ’ αὐτόν.
Γιατὶ ὅποιος δὲν ὑπακούει στὸ Γιό, λέει ὁ Ἰωάννης ὁ Πρόδρομος στὸν ἴδι Εὐαγγελιστή,
δὲ θὰ ζήση ἀλλὰ θὰ τὸν ἀκολουθῆ ἡ ὀργὴ τοῦ Θεοῦ. Καὶ τὴν ὀργὴ τοῦ Θεοῦ ποιός
μπορεῖ νὰ τὴν ὑπομείνη; Εἶναι φοβερό, ἀδελφοί μου, νὰ πέσωμε στὰ χέρια τοῦ
ζωντανοῦ Θεοῦ. Ἄν φοβώμαστε τὰ χέρια τῶν ἐχθρῶν, μόλο ποὺ ὁ Κύριος λέει «μὴ
φοβηθῆτε αὐτοὺς ποὺ σκοτώνουν τὸ σῶμα», ποιός ποὺ ἔχει νοῦ δὲν θὰ φοβηθῆ τὰ
χέρια τοῦ Θεοῦ, ποὺ ἡ ὀργὴ τὰ ὑψώνει ἐπάνω σ’ ἐκείνους ποὺ ἀπειθοῦν; Γιατὶ ἡ ὀργὴ
τοῦ Θεοῦ θὰ ξεσπάση σὲ καθένα ποὺ ζῆ μὲ ἀνηθικότητες καὶ ἀδικίες ἀμετανόητα
κι ἐνῶ κατέχει τὴν ἀλήθεια.
Ἄς ἀποφύγωμε τὴν ὀργὴ καὶ ἄς γίνωμε
πρόθυμοι νὰ ἐπιτύχωμε μὲ τὴν μετάνοια τὴν ἀγαθότητα καὶ τὴ συμπάθεια τοῦ
παναγίου Πνεύματος. Ὅποιος μισεῖ, ἄς συμφιλιωθῆ κι ἄς ἐπανέλθη στὴν ἀγάπη, γιὰ
νὰ μὴν τοῦ γίνουν μάρτυρες κατηγορίας τὸ μῖσος κι ἡ ἐχθρότητα πρὸς τὸν
πλησίον ὅτι τάχα δὲν ἀγαπᾶ τὸν Θεό. Γιατὶ ἄν δὲν ἀγαπᾶς τὸν ἀδελφό σου ποὺ
βλέπεις, πῶς θ’ ἀγαπήσης τὸ Θεὸ ποὺ δὲν βλέπεις; Κι ὅταν ἔχωμε μεταξύ μας ἀγάπη,
ἔχομε τὴν ἀγάπη τὴν ἀληθινή, τὴν ἀπροσποίητη καὶ τὴ φανερώνουμε μὲ ἔργα, χωρὶς
νὰ λέμε καὶ νὰ πράττωμε ἤ μᾶλλον μήτε ν’ ἀνεχώμαστε ν’ ἀκοῦμε μιὰ ὕβρη ἤ κάτι
ποὺ προκαλεῖ βλάβη στοὺς ἀδελφοὺς μας, ὅπως μᾶς δίδαξε κι ὁ ἀγαπητὸς στὸ
Χριστὸ Θεολόγος λέγοντας· «ἀδελφοί μου μὴν ἀγαπᾶτε μὲ τὴ γλῶσσα καὶ τὰ λόγια ἀλλὰ
μὲ τὰ ἔργα ἀληθινά». Ὅποιος ἔχει πέσει σὲ πορνεία, μοιχεία ἤ κάποια
παραπλήσια σωματικὴ ἀκαθαρσία, ἄς ἀπομακρυνθῆ ἀπὸ τὸν ἀκάθαρτον αὐτὸν βόρβορο
κι ἄς καθαρίση τὸν ἑαυτό του μ’ ἐξομολόγηση καὶ δάκρυα καὶ νηστεία καὶ ὅσα ἄλλα.
Γιατὶ τοὺς πόρνους καὶ τοὺς μοιχοὺς ποὺ δὲ μετανόησαν θὰ τοὺς δικάση καὶ θὰ
τοὺς καταδικάση ὁ Θεός. Θὰ τοὺς ἀποδιώξη καὶ θὰ τοὺς παραδώση στὴ γέενα καὶ
στὴν ἄσβηστη φλόγα καὶ στὰ ἄλλα παντοτινὰ βασανιστήρια, ὅπως λέει· Ἄς χαθῆ ὁ
βέβηλος καὶ ὁ ἀκάθαρτος κι ἄς μὴ δῆ καὶ ἄς μὴν ἀπολαύση τὴ δόξα τοῦ Κυρίου. Ὅποιος κλέβει ἤ κι ὅποιος φανερὰ ἁρπάζει ἀπὸ
πλεονεξία, ἄς μὴν κλέβη πιὰ κι ἄς μὴν πλεονεκτῆ, οὔτε ν’ ἁρπάξη τὰ ξένα ἀλλὰ
κι ἀπ’ τὰ δικά του ἄς μεταδίνη σ’ αὐτοὺς ποὺ δὲν ἔχουν. Καὶ γιὰ νὰ μιλήσω μὲ
συντομία, ἄν θέλετε ζωή, καὶ νὰ ἰδῆτε καλὲς ἡμέρες καὶ ν’ ἀπαλλαγῆτε ἀπὸ ὁρατούς
καὶ ἀοράτους ἐχθρούς, κι ἀπὸ τοὺς βάρβαρους ποὺ τώρα μᾶς ἀπειλοῦν καὶ ἀπὸ τὰ
βασανιστήρια ποὺ ἔχει ὁ ἀρχέκακος καὶ οἱ ἄγγελοί του, ἀπομακρυνθῆτε ἀπὸ κάθε
κακό καὶ κάμετε τ’ ἀγαθά. «Μὴ πλανᾶσθε,
λέγει πρὸς τοὺς Κορινθίους ὁ Ἀπόστολος, οὔτε πόρνοι, οὔτε μοιχοί, οὔτε
μαλακοί, οὔτε ἀρσενοκοίται, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὔχ ἅρπαγες
βασιλείαν Θεοῦ κληρονομήσουσι». Ὅποιος λοιπὸν δὲν ἔχει δικαίωμα κληρονομίας ἀπὸ
τὸ Θεό, οὔτε εἶναι τοῦ Θεοῦ, οὔτε ἔχει πατέρα τὸ Θεό.
Ἀλλὰ ἐμεῖς ἄς κρατηθοῦμε, ἀδελφοί,
παρακαλῶ, ἀπὸ ἔργα καὶ λόγους ποὺ μισεῖ ὁ Θεός, γιὰ νὰ ἐπικαλούμαστε μὲ
θάρρος, σὰν πατέρα μας τὸ Θεό. Ἄς ἐπιστρέψωμε εἰλικρινὰ κοντά του, γιὰ νὰ
γυρίση κι αὐτὸς σ’ ἐμᾶς, νὰ μὰς καθαρίση ἀπὸ κάθε ἁμαρτία καὶ νὰ μᾶς κάμη ἄξιους
γιὰ τὴ θεία χάρη. Ἔτσι καὶ κατὰ τὸ παρὸν καὶ πάντα θὰ ἑορτάζωμε καὶ θὰ
πανηγυρίζωμε θεάρεστα καὶ πνευματικὰ τὴν ἐκπλήρωση τῆς θείας ὑποσχέσεως. Τὸν ἐρχομὸ
στοὺς ἀνθρώπους καὶ τὴν ἀνάπαυση τοῦ Παναγίου Πνεύματος, τὴν πραγματοποίηση
καὶ ὁλοκλήρωση τῆς ἐλπίδας γιὰ μακαριότητα μέσα στοὺς κόλπους τοῦ Χριστοῦ καὶ
Κυρίου μας. Γιατὶ σ’ αὐτὸν ἁρμόζει δοξολογία, τιμὴ καὶ προσκύνηση μαζὶ μὲ τὸν
ἄναρχο Πατέρα του καὶ τὸ Πανάγιο καὶ ἀγαθὸ καὶ ζωοποιὸ Πνεῦμα καὶ τώρα καὶ
πάντα. Ἀμήν.
|
Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.93-103
Άναβάσεις - http://anavaseis.blogspot.com
Διαβάστε περισσότερα πατώντας Κυριακὴ τῆς Πεντηκοστῆς
Κάντε κάνα έλεγχο πριν δημοσιεύσετε βρε παιδιά. Διαβάστε παρακάτω και καταλάβεται:
ΑπάντησηΔιαγραφήΕἴδαμε πρὶν ἀπὸ λίγο μὲ τὰ μεγάλα μάτια τῆς πίστης τὸ Χριστὸ νὰ ἐχη ἀναληφθὴ, ὄχι κατώτερα κι ἀπὸ κείνους ποὺ ἀξώθηκαν νὰ δοῦν μὲ τὰ ἴδια τους τὰ μάτια καὶ καθόλου δὲν καριότητα γιὰ αὐτὸ τὸ πρᾶγμα· «Μακάριοι ἐκεῖνοι ποὺ δὲν εἶδαν κι ὅμως πίστεψαν» εἶπε ὁ Κύριος. Αὐτοὶ εἶναι ἐκεῖνοι ποὺ ἐπληροὑστερήσαμε ἀπὸ κείνους στὴν μαφορήθηκαν μὲ τὴν ἀκοὴ καὶ βλέπουν μὲ τὰ μάτια τῆς πίστης.
Είναι οι πρώτες γραμμές του κειμένου πιο πάνω...