Σάββατο 16 Ιουνίου 2012

Κυριακή Β΄ Ματθαίου. Ἁγίου Ἰωάννου Χρυσοστόμου


Κυριακή Β΄ Ματθαίου (Ματθ. δ΄ 18-22)
Ὑπόμνημα εἰς τὸν Ἅγιον Ματθαῖον τὸν Εὐαγγελιστὴν, ὁμιλία ιδ΄




Τίνος ἕνεκεν ἀναχωρεῖ; Πάλιν παιδεύων ἡμᾶς, μὴ ὁμόσε χωρεῖν τοῖς πειρασμοῖς, ἀλλ’ εἴκειν καὶ παραχωρεῖν.  Οὐ γὰρ ἔγκλημα τὸ μὴ ρίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως.  Τοῦτο τοίνυν διδάσκων,  καὶ τὸν φθόνον τὸν Ἰουδαϊκὸν παραμυθούμενος, ἀναχωρεῖ εἰς τὴν Καπερναούμ, ὁμοῦ μὲν πληρὼν τὴν προφητείαν, ὁμοῦ δὲ καὶ τοὺς διδασκάλους τῆς οἰκουμένης ἁλιεῦσαι σπεύδων, ἐπειδήπερ ἐκεῖ διέτριβον τῇ τέχνῃ χρώμενοι.  Σὺ δὲ μοι σκόπει, πῶς πανταχοῦ μέλλων ἐπὶ τὰ ἔθνῃ ἀπιέναι, παρὰ Ἰουδαίων λαμβάνει τὰς αἰτίας.  Καὶ γὰρ ἐνταῦθα ἐπιβουλεύσαντες τῷ Προδρόμῳ, καὶ εἰς δεσμωτήριον ἐμβαλόντες, ὠθοῦσιν αὐτὸν εἰς τὴν Γαλιλαίαν τῶν ἐθνῶν. Ὅτι γὰρ οὔτε ἀπὸ μέρους λέγει τὸ ἔθνος τὸ Ἰουδαϊκόν, οὔτε πάσας αἰνίττεται τὰς φυλὰς, σκόπει πῶς διορίζει τὸ χωρίον ἐκεῖνο ὁ προφήτης, οὔτω λέγων·  Γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαίας τῶν ἐθνῶν·  ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, φῶς εἶδε μέγα·  σκότος ἐνταῦθα οὐ τὸ αἰσθητὸν καλὸν, ἀλλὰ τὴν πλάνην καὶ τὴν ἀσέβειαν. Διὸ καὶ ἐπήγαγε· Τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. Ἵνα γὰρ μάθῃς ὅτι οὔτε φῶς, οὔτε σκότος αἰσθητὸν φησι, περὶ μὲν τοῦ φωτὸς διαλεγόμενος, οὐχ ἁπλῶς φῶς ἐκάλεσεν, ἀλλὰ φῶς μέγα, ὅ ἀλλαχοῦ ἀληθινὸν φησιν· τὸ δὲ σκότος ἐξηγούμενος, σκιὰν θανάτου ὠνόμασεν. Εἶτα δεικνὺς ὅτι οὐκ αὐτοὶ ζητήσαντες εὗρον, ἀλλ’ ὁ Θεὸς αὐτοῖς ἄνωθεν ἐπεφάνη, φησί.  Φῶς ἀνέτειλεν αὐτοῖς, τοὐτέστιν, αὐτὸ τὸ φῶς ἀνέτειλε καὶ ἔλαμψεν· οὐκ  αὐτοὶ πρότεροι τῷ φωτὶ προσέδραμον.  Καὶ γὰρ ἐν ἐσχάτοις τὰ  ἀνθρώπινα ἦν πρὸ τῆς Χριστοῦ παρουσίας. Οὐδὲ γὰρ ἐβάδιζον ἐν σκότει, ἀλλ’ ἑκάθηντο ἐν σκότει·  ὅπερ σημεῖον ἦν τοῦ μηδὲ ἐλπίζειν αὐτοὺς ἀπαλλάττεσθαι·  ὥσπερ γὰρ οὐδὲ εἰδότες, ποὺ δεῖ προβῆναι, οὕτω καταληφθέντες ὑπὸ τοῦ σκότους ἐκάθηντο, μὴ δυνάμενοι μηδὲ στῆναι λοιπόν.
 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε·  ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.  Ἀπὸ τότε· πότε; Ἐξ οὗ ἀνεβλήθη Ἰωάννης.  Καὶ διατί μη ἐξ ἀρχῆς αὐτοῖς ἐκήρυξε; τί δὲ ὅλως Ἰωάννουν ἔδει, τῆς τῶν ἔργων μαρτυρίας αὐτὸν κηρυττούσης; Ἵνα κἀντεῦθεν αὐτοῦ τὴν ἀξίαν μάθῃς, ὅτι καθάπερ ὁ Πατήρ, οὕτω καὶ αὐτὸς προφήτας ἔχει·  ὅπερ καὶ ὁ Ζαχαρίας ἔλεγε·  Καὶ σύ, παιδίον Προφήτης Ὑψίστου κληθήση·  καὶ ἵνα μηδεμίαν τοῖς ἀναισχύντοις αἰτίαν καταλίπῃ Ἰουδαίοις ὅπερ οὖν καὶ αὐτὸς τέθεικε λέγων· Ἦλθεν Ἰωάννης μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι·  Δαιμόνιον ἔχει. Ἦλθεν ο Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.  Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς. Ἅλλως δὲ καὶ ἀναγκαῖον ἦν παρ’ ἑτέρου πρότερον λεχθῆναι τὰ περὶ αὐτοῦ, καὶ μὴ παρ’ αὐτοῦ. Εἰ γὰρ καὶ μετὰ τουσαύτας καὶ τηλικαύτας μαρτυρίας τε καὶ ἀποδείξεις ἔλεγον·  Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐ ἔστιν ἀληθής· εἰ μηδὲν εἰρηκότας Ἰωάννου παρελθὼν εἰς μέσους πρῶτος αὐτὸς ἐμαρτύρησε, τί οὐκ ἄν ἐφθέγξαντο;  Διὰ τοῦτο οὔτε ἐκήρυξε πρὸ ἐκείνου, οὔτε ἐθαυματούργησεν, ἕως ἐνέπεσεν εἰς τὸ δεσμωτήριον ἐκεῖνος, ἵνα μὴ ταύτῃ τὸ πλῆθος σχίζηται. Διὰ τοῦτο οὐδὲ σημεῖον οὐδὲν ἐποίησεν Ἰωάννης, ἵνα καὶ ἐντεῦθεν τὸ πλῆθος τῷ Ἰησοῦ παραδῷ, τῶν θαυμάτων πρὸς ἐκεῖνον ἐλκόντων αὐτούς. Εἰ γὰρ καὶ τοσούτων οἰκονομηθέντων, καὶ πρὸ τοῦ δεσμωτηρίου, καὶ μετὰ τὸ δεσμωτήριον, καὶ οἱ πολλοὶ δὲ οὐχὶ αὐτὸν, ἀλλὰ τὸν Ἰωάννην ὑπώπτευον εἶναι τὸν Χριστὸν εἰ μηδὲν τούτων ἐγένετο, τί οὐκ ἄν συνέβη; Διὰ τοῦτο καὶ ὁ Ματθαῖος ἐπισημαίνεται, ὅτι ἀπὸ τότε ἤρξατο κηρύσσειν·  καὶ ἀρξάμενος τὸ κήρυγμα, ὅ ἐκεῖνο ἐκήρυττε, τοῦτο καὶ αὐτὸς ἐδίδασκε, καὶ οὐδὲν οὐδέπω περὶ ἑαυτοῦ τὸ κήρυγμα ὅ ἐκήρυττε λέγει.  Καὶ γὰρ καὶ τοῦτο τέως ἀγαπητὸν ἦν παραδεχθῆναι, ἐπεὶ μηδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον.
β. Διὰ τοῦτο καὶ ἀρχόμενος οὐδὲν φορτικὸν τίθησι καὶ ἐπαχθὲς, οἷον· ἐκεῖνος, ἀξίνην καὶ δένδρον καπτόμενον, καὶ πτύου καὶ ἅλωνος καὶ πυρὸς ἀσβέστου μνημονεύων·  ἀλλὰ χρηστὰ προοιμιάζεται, τοὺς οὐρανοὺς  καὶ τὴν βασιλείαν τὴν ἐκεῖ τοῖς ἀκούουσιν εὐαγγελιζόμενος.  Καὶ περιπατῶν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστον εἰς τὴν θάλασσαν (ἦσαν γὰρ ἁλιεῖς), καὶ λέγειν αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ ἀφέντες τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ. Καίτοι Ἰωάννης φησὶν ἑτέρως αὐτοὺς κεκλῆσθαι. Ὅθεν δῆλον, ὅτι δευτέρα αὕτη ἡ κλῆσις ἦν·  καὶ πολλαχόθεν τοῦτο ἄν τὶς συνίδοι. Ἐκεῖ μὲν γὰρ φησιν, ὅτι οὕτω βληθέντος Ἰωάννου εἰς τὴν φυλακὴν προσῆλθον ἐνταῦθα δέ, μετὰ τὸ ἐμπεσεῖν αὐτόν. Κἀκεῖ μὲν ὁ Ἀνδρέας καλεῖ τὸν Πέτρον·  ἐνταῦθα δὲ ἀμφοτέρους ὁ Ἰησοῦς. Καὶ Ἰωάννης μὲν φησιν, ὅτι Ἰδὼν ὁ Ἰησοῦς τὸν Σίμωνα ἐρχόμενος λέγει· Σὺ εἶ Σίμων ὁ υἱὸς τοῦ Ἰωνᾶ· σὺ κληθήση Κηφᾶς, ὅ ἑρμηνεύεται Πέτρος. Ὁ δὲ Ματθαῖός φησιν, ὅτι ἤδη τοῦτο κεκλημένος ἦν τὸ ὄνομα·  Ἰδὼν γάρ, φησί, Σίμωνα τὸν λεγόμενον Πέτρον. Και ἀπὸ τοῦ τόπου δέ, ὅθεν ἐκλήθησαν, καὶ πολλαχόθεν ἄλλοθεν ἄν τις τοῦτο συνίδοι, καὶ ἐκ τοῦ ρᾳδίως ὑπακοῦσαι, καὶ ἐκ τοῦ πάντα ἀφιέναι. Ἤδη γὰρ ἦσαν προπεπαιδευμένοι καλῶς. Ἐκεῖ μὲν γὰρ εἰς τὴν οἰκίαν φαίνεται ὁ Ἀνδρέας ἐρχόμενος, καὶ πολλὰ ἀκούων· ἐνταῦθα δὲ ψιλὸν ρῆμα ἀκούσαντες, εὐθέως ἠκολούθησαν.  Καὶ γὰρ εἰκὸς ἀκολουθήσαντας ἐξ ἀρχῆς ἀφεῖναι πάλιν, τὸν τε Ἰωάννην ἰδόντας εἰς δεσμωτήριον ἐμπεσόντα καὶ αὐτὸν ἀναχωροῦντα, καὶ ἐπὶ τὴν οἰκείαν πάλιν τέχνην ἐπανελθεῖν. Οὕτω γοῦν αὐτοὺς καὶ εὑρίσκει ἁλιεύοντας. Αὐτὸς δὲ οὔτε βουλόμενος ἀναχωρῆσαι τὴν ἀρχὴν ἐκώλυσεν, οὔτε ἀναχωρήσαντας εἰς τέλος ἀφῆκεν·  ἀλλ’ ἐνδοὺς ὅτε ἀπεπήδησαν, ἔρχεται πάλιν αὐτοὺς ἀνακτησόμενος·  ὅπερ μέγιστον τρόπος ἁλιείας ἐστί.
 Σκόπει δὲ αὐτῶν καὶ τὴν πίστιν καὶ τὴν ὑπακοή.  Καὶ γὰρ ἐν μέσοις τοῖς ἔργοις ὄντες (ἴστε δὲ πῶς λίχνον ἡ ἁλεία), ἀκούσαντες αὐτοῦ κελεύοντος, οὐκ ἀνεβάλοντο, οὐχ ὑπερέθεντο, οὐκ εἶπον· Ὑποστρέψατες οἴκαδε διαλεχθῶμεν τοῖς προσήκουσιν· ἀλλὰ πάντα ἀφέντες εἴποντο, καθάπερ καὶ Ἐλισσαῖος ἐπὶ Ἠλίου ἐποίησε. Τοιαύτην γὰρ ὁ Χριστὸς ὑπακοὴν ζητεῖ παρ’ ἡμῶν, ὥστε μηδὲ ἀκαριαῖον ἀναβάλλεσθαι χρόνον, κἄν σφόδρα τι τῶν ἀναγκαιοτάτων ὑμᾶς κατεπείγῃ.  Διὸ καὶ ἕτερόν τινα προσελθόντα καὶ ἀξιοῦντα θάψαι τὸν ἑαυτοῦ πατέρα οὐδὲ τοῦτἑ ποιήσαι ἀφῆκε, δεικνὺς ὅτι πάντων τὴν ἀκολούθησιν τὴν ἑαυτοῦ προτιμᾷς δεῖ. Εἰ δὲ λέγοις, ὅτι μεγίστη ἡ ὑπόσχεσις·  καὶ διὰ τοῦτο μάλιστα αὐτοὺς θαυμάζω, ὅτι μηδὲν μηδέπω σημεῖον ἰδόντες, μεγέθει τοσούτῳ ἐπαγγελίας ἐπίστευσαν, καὶ πάντα δεύτερα ἔθεντο τῆς ἀκολουθήσεως ἐκείνης. Καὶ γὰρ δι’ ὧν ἡλιεύθησαν λόγων, ἐπίστευσαν ὅτι καὶ ἑτέρους διὰ τούτων ἁλιεύειν δυνήσονται. Τούτοις μὲν οὖν τοῦτο ὑπέσχετο· τοῖς δὲ περὶ Ἰάκωβον καὶ Ἰωάννην οὐδὲν τοιοῦτόν φησιν. Ἡ γὰρ τῶν προφθασάντων ὑπακοὴ προωδοποίησε λοιπὸ τούτοις.  Ἄλλως δὲ καὶ πολλὰ ἦσαν πρότερον ἀκηκοότες περὶ αὐτοῦ. Θέα δὲ πῶς καὶ τὴν πενίαν αὐτῶν ἡμῖν μετ’ ἀκριβείας αἰνίττεται. Εὗρε γὰρ αὐτοὺς ράπτοντας τὰ δίκτυα αὐτῶν. Τοσαύτη ἦν τῆς πτωχείας ἡ ὑπερβολή, ὡς τὰ πεπονηκότα διορθοῦν, μὴ δυναμένους ὠνήσασθαι ἕτερα. Οὐ μικρὰ δὲ τέως καὶ αὕτη ἔνδειξις ἀρετῆς, τὸ πενίαν φέρει εὔκολως, τὸ ἀπὸ δικαίων τρέφεσθαι πόνων, τὸ συνδεδέσθαι ἀλλήλοις τῇ τῆς ἀγάπης δυνάμει τὸ τὸν πατέρα ἔχει μεθ’ ἑαυτῶν καὶ θεραπεύειν. Ἐπειδὴ τοίνυν αὐτοὺς ἡλίευσε, τότε ἄρχεται παρόντων θαυματουργεῖν, δι’ ὧν ποιεῖ τὰ ὑπὸ Ἰωάννου περὶ αὐτοῦ εἰρημένα βεβαιῶν. Συνεχῶς δὲ ταῖς συναγωγαῖς ἐπεχωρίαζε, καὶ ἐντεῦθεν αὐτοὺς παιδεύων, ὅτι, οὐκ ἔστιν ἀντίθετός τις καὶ πλάνος, ἀλλὰ συμφωνῶν τῷ Πατρὶ παραγέγονεν. Ἐπιχωριάζων δέ, οὐκ ἐκήρυττε μόνον, ἀλλὰ καὶ σημεῖα ἐπιδείκνυτο.
γ. Καὶ γὰρ πανταχοῦ εἰ ποὺ τί ξένον γίνεται καὶ παράδοξον, καὶ πολιτείας τινὸς εἰσαγωγή, σημεῖα ποιεῖν εἴωθεν ὁ Θεός, ἐνέχυρα τῆς αὐτοῦ δυνάμεως παρέχων τοῖς τοὺς νόμους δέχεσθαι μέλλουσιν. Οὕτω γοῦν ὅτε τὸν ἄνθρωπον ποιεῖν ἔμελλε, τὸν κόσμον ἔκτισεν ἅπαντα, καὶ τότε αὐτῷ τὸν νόμον ἐκεῖνον ἔδωκε τὸν ἐν τῷ παραδείσῳ. Καὶ ὅτε τῷ Νῶε νομοθετεῖν ἔμελλε, πάλιν μεγάλα  ἐπεδείξατο θαύματα, δι’ ὧν ἅπασαν ἀνεστόχειου τὴν κτίσιν, καὶ τὸ φοβερὸν ἐκεῖνο πέλαγος ἐπ’ ἐνιαυτὸν ὁλόκληρον ἐποίει κρατεῖν, καὶ δι’ ὧν ἐν τοσαύτῃ ζάλῃ τὸν δίκαιον ἐκεῖνον διέσωσε. Καὶ ἐπὶ τοῦ Ἀβραάμ δὲ πολλὰ σημεῖα παρέσχετο· οἷον, τὴν νίκην τὴν ἐν τῷ πολέμῳ τὴν πληγὴν τὴν κατὰ τοῦ Φαραώ, τὴν ἐκ τῶν κινδύνων ἀπαλλαγὴν. Καὶ Ἰουδαίους νομοθετεῖν μέλλων, τὰ θαυμαστὰ ἐκεῖνα καὶ μεγάλα τεράστια ἐπεδείξατο, καὶ τότε τόν, νόμον ἔδωκεν. Οὕτω δὴ καὶ ἐνταῦθα μέλλων ὑψηλὴν τινα  εἰσάγειν πολιτείαν,  καὶ ἅ μηδέποτε ἤκουσαν λέγειν αὐτοῖς, τῷ τῶν θαυμάτων ἐπιδείξει βεβαιοῖ τὰ λεγόμενα. Ἐπειδὴ γὰρ ἡ κηρυττομένη βασιλεία οὐκ ἐφαίνετο, ἀπὸ τῶν φαινομένων τὴν ἄδηλον ποιεῖ φανεράν. Καὶ σκόπει τὸ ἀπέριττον τοῦ εὐαγγελιστοῦ, πῶς οὐ καθ’ ἕκαστον ἡμῖν διηγεῖται τῶν θεραπευομένων, ἀλλὰ βραχέσι ρήμασι νιφάδας παρατρέχει σημείων. Προσήκνεγκαν γὰρ αὐτῷ, φησί, πάντος τοὺς κακῶς ἔχοντας ποικίλας νόσοις, καὶ βασάνοις συνερχομένους, καὶ δαιμονιζομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικοὺς, καὶ ἐθεράπευσεν αὐτούς. Ἀλλὰ τὸ ζητούμενον ἐκεῖνό ἐστι·  Τί δήποτε παρ’ οὐδενὸς αὐτῶν πίστιν ἐπεζήτησεν; Οὐδὲ γὰρ εἶπεν ὅ μετὰ ταῦτα φαίνεται λέγων· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; ὅτι οὐδέπω τῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν ἦν δεδεκώς. Ἄλλως δὲ καὶ αὐτὸ τὸ προσιέναι καὶ προσάγειν οὐ τὴν τυχοῦσαν ἐπεδείκνυτο πίστιν. Καὶ γὰρ πόρρωθεν αὐτοὺς ἔφερον, οὐκ ἄν ἐνεγκόντες, εἰ μὴ μεγάλα ἦσαν περὶ αὐτοῦ πεπεικότες ἑαυτούς. Ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ ἡμεῖς·  καὶ γὰρ νοσήματα πολλὰ ἔχομεν ψυχῶν, καὶ ταῦτα προηγουμένως βούλεται θεραπεύειν. Διὰ γὰρ τοῦτο κἀκεῖνα διορθοῦται, ἵνα ταῦτα ἐξορίσῃ τῆς ψυχῆς τῆς ἡμετέρας. Προσέλθωμεν τοίνυν αὐτῷ, καὶ μηδὲν βιωτικὸν αἰτῶμεν, ἀλλ’ ἁμαρτημάτων ἄφεσιν· καὶ γὰρ δίδωσι καὶ νῦν, ἐὰν σπουδάζωμεν.  Τότε μὲν γὰρ εἰς τὴν Συρίαν ἐξῆλθεν αὐτοῦ ἡ ἀκοή· νῦν δὲ εἰς τὴν οἰκουμένην ὅλην. Κἀκεῖνοι μὲν ἀκούσαντες, ὅτι δαιμονῶντας ἐθεράπευσε, συνέτρεχον· σὺ δὲ πολλῷ πλείονα πεῖραν αὐτοῦ λαβὼν τῆς δυνάμεως καὶ μείζονα, οὐ διανίστασαι καὶ τρέχεις; ἀλλ’ ἐκεῖνοι μὲν καὶ πατρίδα ἀφῆκαν, καὶ φίλους, καὶ συγγενεῖς· σὺ δὲ οὐδὲ οἰκίαν ἀφεῖναι ἀνέχῃ ὑπὲρ τοῦ προσελθεῖν, καὶ πολλῶ μειζόνων τυχεῖν; Μᾶλλον δὲ οὐδὲ τοῦτο ἀπαιτοῦμεν παρὰ σοῦ·  ἀλλὰ συνήθειαν ἄφες πονηρὰν μόνον, καὶ μένων οἴκοι μετὰ τῶν σεαυτοῦ δυνήσῃ σωθῆναι ρᾳδίως. Νῦν δὲ ἄν μὲν σωματικὸν ἔχωμεν πάθος, πάντα ποιοῦμεν καὶ πραγματευόμεθα, ὥστε ἀπαλλαγῆναι τοῦ λυποῦντος ἡμᾶς·  τῆς δὲ ψυχῆς ὑμῶν κακῶς διακειμένης, μέλλομεν καὶ ἀναδυόμεθα. Διὰ τοῦτο οὐδὲ ἐκείνων ἀπαλλασσόμεθα· ἐπειδὴ τὰ μὲν ἀναγκαῖα ἡμῖν πάρεργα γίνεται, τὰ δὲ πάρεργα ἀναγκαῖα·  καὶ τὴν  πηγὴν τῶν κακῶν ἀφέντες, τοὺς ρύακας ἐκκαθαίρειν ἐθέλομεν. Ὅτι γὰρ τῶν ἐν τῷ σώματι κακῶν ἡ πονηρία τῆς ψυχῆς αἰτία, καὶ ὁ παραλελυμένος τριάκοντα καὶ ὀκτὼ ἔτη, καὶ ὁ διὰ τοῦ στέγους χαλασθείς, καὶ πρὸ τούτων δὲ ὁ Κάϊν ἐδήλωσε· καὶ πολλαχόθεν δὲ ἑτέρωθεν τοῦτο ἄν τις κατίδοι. Ἀνέλωμεν τοίνυν τῶν κακῶν τὴν πηγήν, καὶ πάντα στήσεται τῶν νοσημάτων τὰ ρεύματα. Οὐ γὰρ τὸ παραλελύσθαι μόνον νόσημα, ἀλλὰ καὶ τὸ ἁμαρτάνειν· καὶ τοῦτο μᾶλλον ἤ ἐκεῖνο, ὅσῳ καὶ ψυχὴ σώματος ἀμείνων. Προσέλθωμεν τοίνυν αὐτῷ καὶ νῦν, παρακαλέσωμεν, ἵνα σφίξῃ τὴν ψυχὴν ἡμῶν παραλελυμένην, καὶ τὰ βιωτικὰ ἀφέντες πάντα τῶν πνευματικῶν μόνον ποιώμεθα λόγον. Εἰ δὲ καὶ τούτων ἀντέχῃ, μετ’ ἐκεῖνα αὐτῶν φρόντιζε. Μηδ’ ὅτι οὐκ ἀλγεῖς ἁμαρτάνων καταφρόνει, ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα στέναξον, ἐπειδὴ οὐκ αἰσθάνῃ τῆς ὀδύνης τῶν πλημμελημάτων. Οὐ γὰρ παρὰ τὸ μὴ δάκνειν τὴν ἁμαρτίαν τοῦτο γίνεται, ἀλλὰ παρὰ τὸ ἀναίσθητον εἶναι τὴν πλημμελοῦσαν ψυχήν. Ἐννόησον γοῦν τοὺς αἰσθανομένους τὼν οἰκείων ἁμαρτημάτων, πῶς τῶν τεμνομένων καὶ καιομένων πικρότερον ἀλολύζουσι, ποσα πράττουσι, πόσα πάσχουσι, πόσα πενθοῦσι καὶ ὀδύρονται, ὥστε ἀπαλλαγῆναι τοῦ πονηροῦ συνειδότος· ὅπερ οὐκ ἄν ἐποίησαν, εἰ μὴ σφόδρα ἥγλουν κατὰ ψυχήν.
δ. Τὸ μὲν οὖν ἄμεινον, τὸ μηδὲ ὅλως ἁμαρτάνειν· τὸ δὲ μετ’ ἐκεῖνο, τὸ ἁμαρτάνοντας αἰσθάνεσθαι καὶ διορθοῦσθαι. Εἰ δὲ μὴ τοῦτο ἔχοιμεν, πῶς δεησόμεθα τοῦ Θεοῦ, καὶ ἄφεσιν αἰτησόμεθα ἁμαρτημάτων, οἱ τούτων μηδένα ποιούμενοι λόγον; Ὅταν γὰρ σὺ αὐτὸς ὁ πεπλημμελικὼς μηδὲ αὐτὸ τοῦτο, ὅτι ἥμαρτες, εἰδέναι ἐθέλῃς, ὑπὲρ ποίων παρακαλέσεις τὸν Θεὸν πλημμελημάτων; ὑπὲρ ὧν οὐκ οἶδας; Καὶ πῶς εἴσῃ τῆς εὐεργεσίας τὸ μέγεθος; Εἰπὲ τοίνυν σου τὰ πλημμελήματα κατ’ εἶδος, ἵνα μάθῆς τίνων λαμβάνεις συγχώρησιν, ἵν’ οὕτως εὐγνώμων γένῃ περὶ τὸν εὐεργέτην. Σὺ δὲ ἄνθρωπον μὲν παροξύνων, καὶ φίλους καὶ γείτονας καὶ θυρωροὺς παρακαλεῖς, καὶ χρήματα δαπανᾷς, καὶ πολλὰς ἀναλίσκεις ἡμέρας προσιών καὶ δεόμενος, κἄν ἅπαξ, κἄν δις, κἄν μυριάκις σε διακρούσηται ὁ παροξυνθείς, οὐκ ἀναπίπτεις, ἀλλ’ ἐναγώνιος  μᾶλλον γενόμενος, πλείονα τὴν ἱκετηρίαν τίθης·  τοῦ δὲ τῶν ὅλων Θεοῦ παραξυνομένου, χασμώμεθα, καὶ ἀναπίπτομεν, καὶ τρυφῶνμεν, καὶ μεθύομεν, καὶ τὰ κατὰ συνήθειαν πάντα πράττομεν. Καὶ πότε αὐτὸν δυνησόμεθα ἵλεων ποιῆσαι; πῶς δὲ οὐκ αὐτῷ τούτῳ μειζόνως παροξυνοῦμεν; Τοῦ γὰρ ἁμαρτάνειν τὸ μηδὲ ἀλγεῖν ἁμαρτάνοντας μᾶλλον ἀγανακτεῖν αὐτὸν ποιεῖ καὶ ὀργίζεσθαι. Διόπερ εἰς αὐτὴν λοιπὸν ἄξιον καταδῦναι τὴν γῆν, καὶ μηδὲ τὸν ἥλιον ὁρᾷν τοῦτον, μηδὲν ἀναπνεῖν ὅλως, ὅτι οὕτως εὐκατάλλακτον Δεσπότην ἔχοντες παραξύνομέν τε αὐτόν, καὶ παραξύνοντες οὐδὲ μετανοοῦμεν·  καίτοιγε αὐτός, οὐδὲ ὅταν ὀργίζηται, μισῶν καὶ ἀποστρεφόμενος ἡμᾶς τοῦτο ποιεῖ, ἀλλ’ ἵνα κἄν οὕτως ἡμᾶς ἐπισπάσηται πρὸς ἑαυτόν. Εἰ γὰρ ὑβριζόμενος διηνεκῶς εὐηργέτει, μᾶλλον ἄν κατεφρόνησας. Ἵν’ οὖν μὴ τοῦτο γένηται, ἀποστρέφεται πρὸς ὀλίγον, ἵνα διαπαντός σε ἔχῃ μεθ’ ἑαυτοῦ. Θαρρήσωμεν τοίνυν αὐτοῦ τῇ φιλανθρωπίᾳ, καὶ μετάνοιαν ἐπιδειξώμεθα μεμεριμνημένην, πρὶν ἤ τὴν ἡμέραν ἐπιστῆναι τὴν οὐκ ἐῶσαν ἡμᾶς κερδᾶναι ἐκ τούτου. Νῦν μὲν γὰρ ἐφ’ ἡμῖν τὸ πᾶν κεῖται·  τότε δὲ ὁ δικάζων μόνο τῆς ψήφου γίνεται κύριος. Προφθάσωμεν τοίνυν τὸ πρόσωπον αὐτοῦ ἔν ἐξομολογήσει, κλαύσωμεν, θρηνήσωμεν. Ἄν γὰρ δυνηθῶμεν παρακαλέσαι τὸν διακστὴν πρὸ τῆς κυρίας ἀφεῖναι ἡμῖν τὰ ἁμαρτήματα, οὐδὲ εἰσόδου χρεία λοιπόν· ὥσπερ οὖν ἐὰν μὴ τοῦτο γένηται, δημοσίᾳ τῆς οἰκουμένης, παρούσης ἡμῶν ἀκούσεται, καὶ οὐδεμία ἡμῖν ἔσται λοιπὸν συγγνώμης ἐλπίς. Οὐδεὶς γὰρ τῶν ἐνταῦθα μὴ διαλυσαμένων τὰ ἁμαρτήματα, ἀπελθὼν ἐκεῖ δυνήσεται τὰς ἐπὶ τούτοις εὐθύνας διαφυγεῖν· ἀλλ’ ὥσπερ οἱἀπὸ τῶν δεσμωτηρίων τούτων μετὰ τῶν ἁλύσεων προσάγονται εἰς τὸ δικαστήριον, οὕτως αἱ ψυχαὶ πᾶσαι, ὅταν ἐντεῦθεν ἀπέλθωσι τὰς ποικίλας περικείμενοι σειρὰς τῶν ἁμαρτημάτων, ἐπὶ τὸ βῆμα ἄγονται τὸ φοβερόν. Καὶ γὰρ δεσμωτηρίου οὐδὲν ἄμεινον ὁ παρὼν βίος διάκειται·  ἀλλ’ ὥσπερ εἰς τὸ οἴκημα εἰσελθόντες ἐκεῖνο, πάντας ὁρῶμεν ἁλύσεις περικειμένους· οὕτω καὶ νῦν, ἄν τῆς φαντασίας τῆς ἔξωθεν ἑαυτοὺς ἀποστήσαντες, εἰς τὸν ἑκάστου βίον εἰσέλθωμεν, εἰς τὴν ἑκάστου ψυχήν, ὀψόμεθα σιδήρου χαλεπώτερα δεσμὰ περικειμένην·  καὶ μάλιστα ἄν εἰς τὰς τῶν πλουτούτων εἰσέλθῃς ψυχάς·  ὅσῳ γὰρ ἄν πλείονα ὧσι περιβεβλημένοι, τοσούτω μᾶλλόν εἰσι δεδεμένοι. Ὥσπερ οὖν τὸν δεσμώτην ἐπειδὰν ἴδῃς καὶ ἐπὶ τοῦ νώτου, καὶ ἐπὶ τῶν χειρῶν, πολλάκις δὲ καὶ ἐπὶ τῶν ποδῶν σεσιδηρωμένον, διὰ τοῦτο μάλιστα ταλανίζεις· οὕτω καὶ τὸν πλούσιον , ὅταν θεάσῃ μυρία περιβεβλημένον πράγματα, μὴ διὰ ταῦτα πλούσιον, ἀλλὰ δι’ αὐτὰ μὲν οὖν ταῦτα ἄθλιον εἶναι νόμιζε· μετὰ γὰρ τῶν δεσμῶν τούτων καὶ δεσμοφύλακα ἔχει χαλεπὸν , τὸν πονηρὸν ἔρωτα τῶν χρημάτων·  ὅς οὐκ ἀφίσησιν ὑπερβῆναι τοῦτο τὸ δεσμωτήριον ἀλλὰ μυρίας αὐτῷ κατασκευάζει πέδας καὶ φύλακας καὶ θύρας καὶ μοχλοὺς, καὶ εἰς τὴν ἐνδοτέραν αὐτὸν ἐμβαλὼν φυλακήν, πείθει καὶ ἥδεσθαι τοῖ δεσμοῖς τούτοις, ἵνα μηδὲ ἐλπίδα τινὰ ἀπαλλαγῆς εὕρῃ τῶν ἐπικειμένων κακῶν. Κἄν ἀποκαλύψῃς τῷ λογισμῷ τὴν ψυχὴν ἐκείνου, οὐ δεδεμένην μόνον, ἀλλὰ καὶ αὐχμῶσαν καὶ ρυπῶσαν καὶ φθειρῶν γέμουσα ὄψει. Οὐδὲν γὰρ ἐκείνων ἀμείνους αἱ τῆς τρυφῆς ἡδοναί, ἀλλὰ καὶ βδελυρώτεραι καὶ μᾶλλον τὸ σῶμα αὐτῶν λυμαίνονται μετὰ τῆς ψυχῆς, καὶ τούτῳ κἀκείνῃ μυρίας ἐπιφέρουσι νοησμάτων πληγάς. Διὰ δὴ ταῦτα πάντα τὸν Λυτρωτὴν τῶν ψυχῶν τῶν ἡμετέρων παρακαλέσωμεν, ἵνα καὶ τὰ δεσμὰ διαρρήξῃ, καὶ τὸν χαλεπὸν ἡμῶν τοῦτον ἀποστήσῃ φύλακα, καὶ τοῦ φορτίου τὼν σιδηρῶν ἐκείνων ἁλύσεων ἀπαλλάξας, πτεροῦ κουφότερον ἡμὶν ποιήσῃ τὸ φρόνημα. Παρακαλοῦντες δὲ αὐτόν, καὶ τὰ παρ’ ἑαυτῶν εἰσενέγκωμεν, σπουδὴν καὶ γνώμην καὶ προθυμίαν ἀγαθήν, Οὕτω γὰρ δυνησόμεθα καὶ ἐν βραχεῖ καιρῷ τῶν κατεχόντων ἡμᾶς ἀπαλλαγῆναι κακῶν, καὶ μαθεῖν ἐν οἷς ἧμεν τὸ πρότερον, καὶ τῆς προσηκούσης ἀντιλαβέσθαι ἐλευθερίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Γιὰ ποιό λόγο ἀναχωρεῖ; Ἐπειδὴ θέλει νὰ μᾶς διδάξη πάλι νὰ μὴν συμπλεκώμαστε μὲ τὸν πειρασμὸ ἀλλὰ νὰ ὑποχωροῦμε καὶ νὰ παραμερίζωμε μπροστά του. Δὲν εἶναι ἔγκλημα νὰ μὴ ρίχνης τὸν ἑαυτὸ σου στὸν κίνδυνο, ἀλλὰ νὰ μὴ σταθῆς μὲ γενναιότητα, ὅταν πέσης σ’ αὐτόν.  Αὐτὸ λοιπόν θέλει νὰ διδάξη καὶ νὰ διασκεδάση τὸ φθόνο τῶν Ἰουδαίων γι’ αὐτὸ ἀναχωρεῖ στὴν Καπερναούμ.  Καὶ τὴν προφητεία ἐκπληρώνει καὶ βιάζεται νὰ συλλάβη στὸ δίχτυ του τοὺς δασκάλους τῆς οἰκουμένης, ἀφοῦ  ἐκεῖ τοὺς εἶχε φέρει ἡ τέχνη τους. Ἐμεῖς ἄς προσέξωμεν πῶς ἔχοντας στὸ νοῦ παντοῦ νὰ φύγη στοὺς Ἐθνικούς, παίρνει ἀπὸ τοὺς Ἰουδαίους αἰτίες. Γιατὶ ἐδῶ μὲ τὴν ἐπιβουλή τους ἐναντίον του Προδρόμου καὶ τὸ κλείσιμό του στὴ φυλακὴ τὸν ὠθοῦν στὴν εἰδωλολατρικὴ Γαλιλαία. Ὅτι δὲν ἐννοεῖ ἕνα μέρος τοῦ Ἰουδαϊκοῦ, ἔθνους, οὔτε ὅλες τὶς φυλές, πρόσεξε πῶς ὁρίζει ἐκεῖνο τὸ χωρίο ὁ προφήτης λέγοντας ἔτσι. «Ἡ χώρα τῆς φυλῆς Νεφθαλεὶμ ποὺ ἁπλώνεται κοντὰ στὴ θάλασσα καὶ πέρα ἀπὸ τὸν Ἰορδάνη, ἡ εἰδωλολατρικὴ Γαλιλαία. Ὁ λαὸς ποὺ κάθεται στὸ σκοτάδι εἶδε μέγα φῶς». Σκότος ἐδῶ λέγει ὄχι τὸ αἰσθητὸ ἀλλὰ τὴν πλανημένη πίστη καὶ ἀσέβεια. Γι’ αὐτὸ καὶ πρόσθεσε. Σ’ αὐτοὺς ποὺ κάθονται στὴ χώρα ποὺ τὴ σκεπάζει ἡ σκιὰ τοῦ θανάτου, ἀνέτειλε τὸ φῶς γι’ αὐτούς. Γιὰ νὰ ἐννοήσωμε ὅτι δὲν λέει οὔτε τὸ φῶς, οὔτε τὸ σκότος τὸ αἰσθητό, μιλῶντας γιὰ τὸ φῶς, δὲν εἶπε ἁπλῶς φῶς ἀλλᾶ φῶς μεγάλο, ποὺ σ’ ἄλλο σημεῖο τὸ λέει ἀληθινό. Τὸ σκοτάδι πάλι μὲ περίφραση τὸ εἶπε «σκιά θανάτου». Κι ἔπειτα δείχνοντας ὅτι δὲ βρῆκαν αὐτοὶ ἐπειδὴ εἶχαν ζητήσει ἀλλὰ ὁ Θεὸς ἀπὸ ψηλὰ τοὺς φανερώθηκε λέει·  «Φῶς ἀνέτειλε γι’ αὐτούς» δηλαδὴ τὸ ἴδιο τὸ φῶς ἀνέτειλε, καὶ ἔλαμψε δὲν ἔτρεξαν αὐτοὶ πρῶτοι πρὸς τὸ φῶς.  Γιατὶ οἱ ἄνθρωποι εἶχαν φτάσει στὰ τελευταῖα τους πρὶν ἀπὸ τὴν παρουσία τοῦ Χριστοῦ. Δὲν περπατοῦσαν στὸ σκοτάδι ἀλλὰ ἐκάθοντο στὸ σκοτάδι. Αὐτὸ εἶναι σημάδι ὅτι μήτε κἄν ἔλπιζαν ὅτι θὰ γλυτώσουν ἀπ’ αὐτό. Γιατὶ σὰν νὰ μὴν ἤξεραν κἄν ποῦ πρέπει νὰ προχωρήσουν, ἔτσι τοὺς εἶχε προλάβει τὸ σκοτάδι κι ἐκάθησαν, ἀφοῦ στὸ τέλος μήτε  νὰ σταθοῦν δὲν μποροῦσαν.
Ἀπὸ τότε ἄρχισε ὁ Χριστὸς νὰ κηρύττη καὶ νὰ λέη·  «Μετανοεῖτε, πλησίασε ἡ βασιλεία τῶν οὐρανῶν». Πότε ἀπό τότε; Ἀφότου φυλακίστηκε ὁ Ἰωάννης. Καὶ γιατὶ δὲν τοὺς μίλησε ἀπ’ τὴν ἀρχή; Καὶ τί τοῦ χρειαζόταν ὁ Ἰωάννης, ὅταν τὰ ἔργα μαρτυροῦσαν γι’ αὐτὸν μεγαλόφωνα; Γιὰ νὰ ἀναγνωρίσης κι’ ἀπὸ δῶ τὴν ἀξία του·  ὅτι δηλαδὴ ὅπως ὁ Πατέρας του, ἔχει κι αὐτὸς τοὺς προφῆτες. Αὐτὸ ἔλεγε κι ὁ Ζαχαρίας, Καὶ, σύ, παιδί, θὰ ὀνομαστῆς προφήτης τοῦ Ὑψίστου. Καὶ γιὰ νὰ μὴν ἀφήση καμμιὰ δικαιολογία στοὺς ἀναίσχυντους Ἰουδαίους, ἀκοῦτε κι ὁ ἴδιος τὶ εἶχε πεῖ. Ἦρθε ὁ Ἰωάννης ποὺ μήτε τρώει, μήτε πίνει καὶ λένε· ἔχει δαιμόνιο μέσα του. Ἦρθε ὁ Γιὸς τοῦ ἀνθρώπου ποὺ καὶ τρώει καὶ πίνει καὶ λένε, νὰ, ἕνας φαγᾶς καὶ μέθυσος φίλος τῶν τελωνῶν καὶ τῶν ἁμαρτωλῶν. Καὶ δικαιώθηκε ἡ σοφία του, ἀπὸ τὶς συνέπειές της. Ἐξ ἄλλου ἦταν κι ἀνάγκη ἀπὸ κάποιον ἄλλον πρωτύτερα νὰ λεχθοῦν οἱ λόγοι γιὰ κεῖνον κι ὄχι ἀπὸ τὸν ἴδιο.  Γιατὶ ἄν ἀκόμα κι ὕστερα ἀπὸ τόσε πολλὲς καὶ μεγάλες μαρτυρίες καὶ ἀποδείξεις ἔλεγαν· Σὺ μαρτυρεῖς γιὰ τὸν ἑαυτὸ σου· ἡ μαρτυρία σου δὲν εἶναι ἀληθινή. Ἄν χωρὶς νὰ ἔχη πεῖ τίποτε ὁ Ἰωάννης, ἔβγαινε στὴ μέση ὁ ἴδιος καὶ μαρτυροῦσε, τί δὲ θὰ μποροῦσαν νὰ ποῦν; Γι’ αὐτὸ οὔτε ἐκήρυξε πρὶν ἀπ’ αὐτόν, οὔτε ἔκαμε θαύματα προτοῦ ἐκεῖνος κλειστῆ στὴ φυλακή, γιὰ νὰ μὴ γίνη ἔτσι διχασμὸς στὸ πλῆθος. Γι’ αὐτὸ ἐπίσης καὶ ὁ Ἰωάννης δὲν ἔκαμε κανένα θαῦμα γιὰ νὰ παραδώση τὸ πλῆθος καὶ γι’ αὐτὸ τὸ λόγο στὸν Ἰησοῦ, ἐπειδὴ τὰ θαύματα θὰ τὸ τραβοῦσαν κοντά του. Γιατὶ ἄν ἔγιναν τόσα πρὶν καὶ μετὰ τὴ φυλακὴ κι ὅμως οἱ πολλοὶ ὑποψιάζονται ὅτι ὁ Ἰωάννης ἦταν ὁ Χριστὸς κι ὄχι ἐκεῖνος, τί θὰ γινόταν, ἄν δὲν εἶχε συμβῆ τίποτε ἀπ’ αὐτά;  Γι’ αὐτὸ ὁ Ματθαῖος ὑπογραμμίζει, ὅτι ἀπὸ τότε ἄρχισε νὰ κηρύττη.  Καὶ ὅταν ἄρχισε τὸ κήρυγμα, ἐδίδασκε ὅ,τι καὶ ὁ Ἰωάννης καὶ τίποτε ποτὲ γιὰ τὸν ἑαυτό του δὲν λέγει το κήρυγμά του.  Γιατὶ αὐτὸ ὡς τότε μποροῦσαν νὰ παραδεχθοῦν, ἐπειδὴ δὲν εἶχαν ἀκόμη γι’ αὐτὸν τὴ γνώμη ποὺ ἔπρεπε.
β΄ Γι’ αὐτὸ καὶ ἀρχίζοντας δὲν τοὺς φορτώνει κανένα βαρὺ φορτίο, ὅπως ἐκεῖνος τσεκούρι καὶ δένδρο ποὺ κόβεται, μήτε τοὺς ἀναφέρει τὸ φτυάρι καὶ τὸ ἁλώνι καὶ τὴν ἄσβεστη φωτιά. Ἀλλὰ στὸ προοίμιο τῆς διδασκαλίας του ἀναφέρεται σὲ ἐπιθυμητά, μιλῶντας σ’ αὐτοὺς ποὺ ἀκοῦνε γιὰ τοὺς οὐρανοὺς καὶ τὴ βασιλεία τὴν οὐράνια. Καὶ περπατῶντας κοντὰ στὴ θάλασσα τῆς Γαλιλαίας εἶδε δὺο ἀδελφούς, τὸ Σίμωνα ποὺ τὸν ἔλεγαν Πέτρο καὶ τὸν Ἀνδρέα τὸν ἀδεφλό του. Ἔρριχναν τὰ δίχτυα τους στὴ θάλασσα, σὰν ψαράδες ποὺ ἦσαν. «Ἀκολουθῆστε με, τοὺς εἶπε, καὶ θὰ σᾶς κάων ἁλιεῖς ἀνθρώπων». Ἄφησαν τὰ δίχτυα καὶ τὸν ἀκολούθησαν. Ὁ Ἰωάννης βέβαια ἀναφέρει ἀλλοιώιτκα τὴν κλήση τους, κι αὐτὸ σημαίνει ὅτι αὐτὴ εἶναι ἡ δεύτερη πρόσκλησή τους, ποὺ μπορεῖ κανεὶς ἀπὸ πολλὰ νὰ διαπιστώση. Γιατὶ ἐκεῖ λέει ὅτι ἦλθαν κοντά του προτοῦ κλειστῆ ὁ Ἰωάννης στὴ φυλακή. Ἐνῶ ἐδῶ ἀφῦ κλείστηκε σ’ αὐτήν. Κι ἐκεῖ ὁ Ἀνδρέας καλεῖ τὸν Πέτρο·  ἐνῶ ἐδῶ καὶ τοὺς δύο ὁ Ἰησοῦς. Κι ἐνῶ ὁ Ἰωάννης γράφει ὅτι ὅταν εἶδε·  ὁ Ἰησοῦς τὸν Σίμωνα νὰ ἔρχεται τοῦ εἶπε «Σὺ εἶσαι ὁ Σίμων ὁ γιὸς τοῦ Ἰωνᾶ, θὰ ὀνομαστῆς Κηφάς, ποὺ θὰ πῆ Πέτρα» -ὁ Ματθαῖος γράφει ὅτι εἶχε αὐτὸ τὸ ὄνομα ὁ Πέτρος. Ὅταν εἶδε, λέει τὸ Σίμωνα ποὺ τὸν ἔλεγαν Πέτρο. Καὶ ἀπὸ τὸ μέρος ὅπου ἔγινε ἡ κλήση καὶ ἀπὸ πολλὰ ἄλλα θὰ τὸ διαπίστωνε κανένας κι ἀπὸ τὴν πρόθυμη ὑπακοὴ κι ἀπὸ τὴν ἐγκατάλειψη τῶν πάντων. Ἦσαν ἤδη καλὰ προετοιμασμένοι. Στὴν πρώτη ὁ Ἀνδρέας ἔρχεται στὸ σπίτι καὶ ἀκούει πολλά. Στὴ δεύτερη γίνεται μιὰ ἁπλὴ πρόσκληση κι ἀκολουθοῦν ἀμέσως. Γιατὶ βέβαια εἶναι φυσικὸ μόλο ποὺ τὸν ἀκολούθησαν ἀπὸ τὴν ἀρχή, νὰ τὸν ἀφήσουν ξανὰ κι ἐπειδὴ εἶδαν τὸν Ἰωάννη στὴ φυλακὴ καὶ τὸν ἴδιο νὰ φεύγη –καὶ νὰ ξαναγυρίζουν στὴν τέχνη τους. Γι  αὐτὸ καὶ τοὺς βρίσκει νὰ ψαρεύουν. Κι ἐκεῖνος οὔτε ὅταν πρῶτα θέλησαν ν’ ἀναχωρήσουν τοὺς ἐμπόδισε οὔτε ὅταν ἔφυγαν τοὺς ἄφησε ὡς τὸ τέλος. Ὑποχώρησε ὅταν ξεγλίστρησαν καὶ τώρα ἔρχεται γιὰ νὰ τοὺς ξανακερδίση. Αὑτὸς εἶναι καλύτερος τρόπος ψαρέματος.
Πρόσεξε ὅμως καὶ τὴν πίστη καὶ τὴν ὑπακοή τους. Ὅταν ἄκουσαν τὸ κάλεσμα του, ἦσαν στὴ μέση τῆς ἐργασίας καὶ ξέρετε πόσο ἀχόρταγο εἶναι τὸ ψάρεμα. Κι ὅμως δὲν ἄφησαν γι’ ἀργότερα, δὲν εἶπαν· «Ἅμα γυρίσωμε στὸ σπίτι θὰ μιλήσωμε μὲ τοὺς δικούς μας». Ἀλλὰ τ’ ἄφησαν ὅλα καὶ τὸν ἀκολούθησαν, ὅπως ἔκαμε ὁ Ἐλισσαῖος στὰ χρόνια τοῦ Ἠλία. Τέτοια ὑπακοὴ ζητεῖ ἀπὸ μᾶς ὁ Χριστός, ὥστε μήτε δευτερολέπτου ἀναβολὴ νὰ μὴν κάνωμε, ἀκόμα κι ἄν κάτι ἀπὸ τὰ πιὸ ἀπαραίτητα μᾶς βιάζη. Γι αὐτὸ καὶ κάποιον ἄλλον ποὺ τὸν πλησίασε καὶ ζήτησε νὰ θάψη τὸν πατέρα του, μήτε αὐτὸ δὲν τὸν ἄφησε νὰ κάμη δείχνοντας ὅτι ἀπὸ ὅλα πρέπει νὰ προτιμοῦμε νὰ τὸν ἀκολουθήσωμε.  Καὶ νὰ πῆς ἦταν μεγάλη ἡ ὑπόσχεση; Γι’ αὐτὸ καὶ τοὺς θαυμάζω πιὸ πολύ, ἐπειδὴ μόλο ποὺ δὲν εἶχαν δεῖ ἀκόμα κανένα σημεῖο, ἐπίστεψαν σὲ τόσο μεγάλη ὑπόσχεση καὶ ὅλα τὰ ἄλλα τὰ θεώρησαν δευτερεύοντα μπροστὰ στὸ νὰ τὸν ἀκολουθήσουν. Γιατὶ μὲ ὅποια λόγια πιάστηκαν οἱ ἴδιοι, πίστεψαν ὅτι μὲ αὐτὰ θὰ μποροῦσαν κι ἄλλους νὰ πιάσουν. Τοῦτο εἶχε ὑποσχεθῆ σ’ αὐτούς, σ’ ἐκείνους ὅμως ποὺ ἦσαν μαζὶ μὲ τὸν Ἰάκωβο καὶ τὸν Ἰωάννη τίποτα τέτοιο δὲ λέει. Γιατὶ ἡ ὑπακοὴ τῶν πρώτων ἄνοιξε ἔπειτα τὸ δρόμο καὶ σ’ αὐτούς. Ἐξ ἄλλου εἶχαν ἀκούσει προηγουμένως πολλά γι’ αὐτόν. Κοίταξε καὶ πόσο καθαρὸ ὑπαινιγμὸ κάνει καὶ γιὰ τὴν φτώχεια τους·  τοὺς βρῆκε νὰ ράβουν τὰ δίχτυα τους. Τόσο μεγάλη ἦταν ἡ φτώχεια τους, ὥστε νὰ διορθώνουν τὰ χαλασμένα, ἐπειδὴ δὲν μποροῦσαν ν’ ἀγοράσουν ἄλλα. Δὲν ἦταν κι αὐτὸ τότε μικρὸ δεῖγμα ἀρετῆς, ἡ εὔκολη ἀνοχὴ τῆς φτώχειας, ἡ ἀπόκτηση τῆς τροφῆς ἀπὸ τίμιο μόχθο, ὀ σύνδεσμος μεταξύ τους μὲ τὴ δύναμη τῆς ἀγάπης τὸ γηροκόμισμα κι ἡ περιποίηση τοῦ πατέρα τους. Κι ὅταν τοὺς ἔπιασε στὰ δίχτυα του, τότε ἀρχίζει, ἐνῶ εἶναι μαζί του, νὰ θαυματουργῆ, βεβαιώνοντας μὲ τὰ ἔργα του ὅ,τι εἶχε πεῖ γι’ αὐτὸν ὁ Ἰωάννης.  Βρισκόταν ἀδιάκοπα στὶς συναγωγὲς κι ἐκεῖ τοὺς ἔλεγε ὅτι δὲν εἶναι κάποιος ἀντίθετος οὔτε πλάνος ἀλλὰ ἔχει ἔρθει μὲ τὸ θέλημά τοῦ Θεοῦ. Κι ἐκεῖ δὲν ἐκήρυττε μόνο παρὰ ἔκαμε καὶ θαύματα.
γ. Γιατὶ παντοῦ ὅπου γίνεται κάτι διαφορετικὸ καὶ παράδοξο καὶ ἡ νομοθέτηση καινούργιας ζωῆς, συνηθίζει ὁ Θεὸς νὰ κάμη θαύματα, δίνοντας ἐνέχυρα γιὰ τὴ δύναμή του σ’ ἐκείνους ποὺ εἶναι νὰ δεχτοῦν τοὺς νόμους. Ἔτσι ὅταν ἦταν νὰ πλάση τὸν ἄνθρωπο, δημιούργησε ὅλον τὸν κόσμο καὶ τότε τοῦ ἔδωσε τὸ νόμο ἐκεῖνο μέσα στὸ παράδεισο. Καὶ ὅταν ἦταν νὰ δώση τὸ νόμο τοῦ Νῶε, πάλι μεγάλα θαύματα ἔκαμε, μὲ τὰ ὁποῖα ἀναδημιούργησε ὅλη τὴ πλάση καὶ κράτησε ὁλόκληρο χρόνο τὸ φοβερὸ ἐκεῖνο πέλαγος κι ἔκανε ὅλα ἐκεῖνα, μὲ τὰ ὁποία ἔσωσε τὸν δίκαιον ἐκεῖνον μέσα σὲ τὸσα χαλασμό. Καὶ στὰ χρόνια τοῦ Ἀβραάμ παρουσίασε πολλὰ θαύματα, τὴ νίκη στὸν πόλεμο, τὴν πληγὴ ποὺ ἔδωσε στὸ Φαραώ, τὴν ἀπαλλαγὴ ἀπὸ τοὺς κινδύνους. Κι ὅταν νομοθετοῦσε στοὺς Ἑβραίους παρουσίασε τὰ θαυμαστὰ καὶ τρισμεγάλα ἐκεῖνα σημεῖα καὶ τότε τοὺς ἔδωσε τὸ νόμο. Ἔτσι κι ἐδῶ θέλοντας νὰ δώση ἕναν ἀνώτερο τρόπο ζωῆς καὶ νὰ τοὺς πῆ ὅσα ποτὲ δὲν εἶχαν ἀκούσει, ἐπιβεβαιώνει τοὺς λόγους μὲ τὴν παρουσίαση τῶν θαυμάτων. Ἐπειδὴ δηλαδὴ δὲ φαινόταν ἡ βασιλεία ποὺ κήρυττε, αὐτὴν τὴν ἀόρατη μὲ τὰ φαινόμενα τὴ φανερώνει καὶ πρόσεξε τὴ λιτότητα τοῦ Εὐαγγελιστοῦ, πῶς δὲ μᾶς διηγεῖται γιὰ τὸν καθένα ἀπὸ ὅσους ἐθεραπεύονταν ἀλλὰ μὲ δυὸ λόγια παρατρέχει νιφάδες ὁλόκληρες ἀπὸ θαύματα. Τοῦ ἔφεραν λέει ὅλους ὅσοι ταλαιπωροῦνταν ἀπὸ λογῆς ἀσθένειες καὶ βασανίζονταν, δαιμονισμένους, σεληνιακούς, παραλυτικοὺς καὶ τοὺς ἐθεράπευσε. Ἀλλὰ τι περίεργο εἶναι τοῦτο; Γιατὶ δὲν ζήτησε ἀπὸ κανένα τους πίστη οὕτε εἶπε αὐτὸ ποὺ ἔπειτα φανερά ἔλεγε·  «Πιστεύετε ὅτι μπορῶ νὰ τὸ κάμω αὐτό»; Ἐπειδὴ δὲν εἶχε δώσει ἀκόμα ἀπόδειξη τῆς δυνάμεώς του. Ἐξ ἄλλου καὶ μόνο ὅτι ἔρχονταν εἴτε τοὺς ἔφερναν μαρτυτοῦσε ὄχι τυχαία πίστη. Τοὺς ἔφερναν ἀπὸ μακρυὰ καὶ δὲ θὰ τοὺς εἶχαν φέρει, ἄν δὲν εἶχαν πείσει ὁλότελα τὸν ἑαυτὸ τους γι’ αὐτόν. Ἄς τὸν ἀκολουθήσωμε λοιπὸν κι ἐμεῖς. Γιατὶ ἔχομε πολλὲς ἀσθένειες τῆς ψυχῆς κι αὐτὲς θέλει πρῶτα νὰ θεραπεύση. Γι’ αὐτὸ ἀποκαθιστᾶ τὶς σωματικὲς ἀσθένειες γιὰ νὰ ἐξορίση τὶς ψυχικὲς ἀπὸ τὴν ψυχή μας. Ἄς ἔρθωμε λοιπὸν κοντά του καὶ τίποτα βιοτικὸ ἄς μὴ τοῦ ζητήσωμε παρὰ μόνο συγχώρηση τῶν ἁμαρτιῶν μας·  τὴν παραχωρεῖ καὶ τώρα ἄν τὴ ζητοῦμε σοβαρά. Τότε εἶχε φτάσει ἡ φήμη του ὡς τὴ Συρία τώρα ἔχει φτάσει σ’ ὅλη τὴν οἰκουμένη. Κι ἐκεῖνοι ἔτρεχαν μαζεμένοι, ὅταν ἄκουγαν μόνο πὼς ἐθεράπευσε δαιμονισμένους· σὺ ὅμως ποὺ ἔχεις περισσότερες καὶ μεγαλύτερες ἀποδείξεις γιὰ τὴ δύναμή του, γιατὶ δὲ σηκώνεσαι νὰ τρέξης σ’ αὐτόν;  Κι ἐκεῖνοι ἄφησαν καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς· σὺ ὅμως δὲ θέλεις μήτε τὸ σπίτι σου ν’ ἀφήσης, γιὰ νὰ πᾶς κοντά του καὶ νὰ λάβης πολὺ περισσότερα; Καὶ μήτε ποὺ ζητοῦμε αὐτὸ ἀπὸ σένα. Ἄφησε μόνο τὴν κακὴ συνήθεια καὶ μένοντας στὸ σπίτι σου μαζὶ μὲ τοὺς δικούς σου θὰ μπορέσης εὔκολα νὰ σωθῆς. Τώρα ἄν ἔχωμε ἕνα πάθος σωματικό, κάνουμε τὸ κάθε τι καὶ προσπαθοῦμε ν’ ἀπαλλαγοῦμε ἀπ’ ὅ,τι μᾶς στενοχωρεῖ. Ἄν ὅμως ἡ ψυχὴ μας εἶναι σὲ κακὴ κατάσταση ἀναβάλλομε καὶ ἀποφεύγομε. Γι’ αὐτὸ ἀκριβῶς δὲν γλυτώνωμε οὔτε ἀπὸ κεῖνα. Ἐπειδὴ ἐμεῖς μετατρέπομε τὰ ἀναγκαῖα σὲ πάρεργα καὶ τὰ πάρεργα σὲ ἀναγκαῖα καὶ ἀφήνοντας τὴν πηγὴ τῶν κακῶν θέλομε τὰ ρυάκια νὰ καθαρίσουμε.  Γιατὶ ὅτι αἰτία τῶν σωματικῶν κακῶν εἶναι ἡ κακία τῆς ψυχῆς τὸ ἐδήλωσε καὶ ὁ παράλυτος ἐπὶ τριάντα ὀκτὼ χρόνια κι αὐτὸς ποὺ τὸν κατέβασαν ἀπὸ τὴ στέγη κι ὁ Κάιν πρὶν ἀπ’  αὐτούς. Κι ἀπὸ πολλὰ μπορεῖ κανεὶς νὰ τὸ διαπιστώση. Ἄς βγάλωμε ἀπὸ τὴ μέση τὴν πηγὴ τῶν κακῶν κι ὅλα τὰ ρεύαμτα τῶν ἀσθενειῶν θὰ σταματήσωμε. Δὲν εἶναι μόνο ἡ παράλυση ἀσθένεια ἀλλὰ καὶ ἡ ἁμαρτία·  καὶ ἡ δεύτερη σημαντικώτερη ἀπὸ τὴν πρώτη, ὅσο ἀνώτερη εἶναι ἀπὸ τὸ σῶμα ἡ ψυχή. Ἄς ἔρθωμε λοιπὸν καὶ τώρα κοντά του καὶ ἄς τὸν παρακαλέσωμε νὰ σφίξη τὴν ψυχή μας ποὺ ἔχει παραλύσει καὶ παραμερίζοντας τὰ βιοτικὰ ἄς λογαριάζωμε τὰ πνευματικά μόνο.   Κι ἄν μὲ δύναμη προσηλωθῆ σ’ αὐτά, τότε φρόντιζε καὶ γιὰ κείνα. Μήτε ν’ ἀδιαφορῆς γιὰ τὴν ἁμαρτία σου, ἐπειδὴ δὲ σοῦ προκαλεῖ λύπη· γι’  αὐτὸ ἀκριβῶς νὰ στενάζης περισσότερο, ἐπειδὴ δὲ δοκιμάζεις πόνο γιὰ τὴν ἁμαρτία. Αὐτὸ δὲ συμβαίνει ἐπειδὴ δὲν δαγκώνει ἡ ἁμαρτία ἀλλὰ ἐπειδὴ εἶναι ἀναίσθητη ἡ ψυχὴ ποὺ σφάλλει. Σκέψου λοιπὸν ἐκείνους ποὺ νιώθουν τὰ ἁμαρτήματά τους, πῶς θρηνοῦν πιὸ λυπηρὰ ἀπ’ ὅσους κάνουν ἐγχειρήσεις ἤ καυτηριάσεις, π΄σοα κάνουν καὶ πόσα ὑποφέρουν, πόσους θρήνους καὶ ὀδυρμοὺς κάνουν γιὰ ν’ ἀπαλλαγοῦν ἀπὸ τὴ κακὴ συνείδηση. Δὲ θὰ τὸ ἔκαναν αὐτὸ ἄν δὲν ἕνιωθαν σφοδρὸ ψυχικὸ πόνο.
δ.Τὸ καλύτερο εἶναι νὰ μὴν ἁμαρτάνης καθόλου· τὸ δεύτερο, νὰ νιώθης τὴν ἁμαρτία σου καὶ νὰ διορθώνεσαι. Ἄν μᾶς λείπη αὐτό, πῶς θὰ παρακαλέσωμε τὸ Θεὸ καὶ θὰ ζήσωμε τὴ συγχώρηση τῶν ἁμαρτιῶν μας, ἐμεῖς ποὺ καθόλου δὲ τὶς λογαριάζομε; Ὅταν σύ, ποὺ ἁμάρτησες, δὲ θέλης μήτε αὐτὸ ν’ ἀναγνωρίσης, ὅτι δηλαδὴ ἁμάρτησες, γιὰ ποιὰ ἁμαρτήματα θὰ παρακαλέσης τὸ Θεό; Γι’ αὐτὰ ποὺ δὲ γνωρίζεις; Καὶ πῶς θὰ γνωρίσης τὸ μέγεθος τῆς εὐεργεσίας; Ἀνάφερε λοιπὸν χωριστὰ τὶς ἁμαρτίες σου, γιὰ νὰ μάθης γιὰ ποιὲς παίρνεις συγχώρηση, γιὰ νὰ νιώσης εὐγνωμοσύνη πρὸς τὸν εὐεργέτη σου. Ὅταν ἐρεθίσης κάποιον ἄνθρωπο, καὶ φίλους καὶ γείτονες καὶ θυρωροὺς παρακαλεῖς καὶ ξοδεύεις χρήαμτα καὶ χάνεις πολλὲς ἡμέρες νὰ πηγαίνης νὰ τὸν βρίσκης καὶ νὰ παρακαλῆς καὶ ἄν μιὰ καὶ δυὸ καὶ ἀμέτρητες φορὲς σὲ ἀποκρούση ὁ θυμωμένος, δὲν ἡσυχάζεις ἀλλὰ μεγαλώνει ἡ ἀγωνία σου καὶ πληθύνεις τὶς παρακλήσεις. Ἐνῶ, ὅταν θυμώση ὁ Θεὸς τῶν ὅλων, ἀδρανοῦμε καὶ ἡσυχάζουμε καὶ διασκεδάζομε καὶ μιλοῦμε κι ἀπὸ τὰ συνηθισμένα μας καθόλου δὲ βγαίνομε. Πότε θὰ μπορέσωμε νὰ τὸν ἐξιλεώσωμε. Πῶς μ’ αὐτὸ τὸν τρόπο δὲ θὰ τὸν ἐξοργίσωμε περισσότερο; Πιὸ πολὺ ἀπὸ τὴν ἁμαρτία τὸν κάνει νὰ ἀγανακτῆ περισσότερο καὶ νὰ ὀργίζεται ἡ ἀπουσία τῆς λύπης γιὰ τὴν ἁμαρτία. Γι’ αὐτὸ ἀξίζει νὰ κατεβοῦμε μέσα στὴ γῆ καὶ μήτε τὸν ἤλιο ν’ ἀντικρύζωμε μήτε ν’ ἀναπνέωμε καθόλου, γιατὶ παρόλο ποὺ ἔχομε ἕναν τόσο καλόβουλο Κύριο, τὸν θυμώνομε καὶ ἀφοῦ τὸν θυμώνομε τοὐλάχιστο δὲ μετανοοῦμε. Μ’ ὅλο ποὺ ἐκεῖνος κι ὅταν θυμώνη, δὲ μᾶς μισεῖ οὔτε μᾶς ἀποστρέφεται ἀλλὰ θέλει νὰ μᾶς τραβήξη ἔστω καὶ μὲ τὸν τρόπο αὐτό. Γιατὶ ἄν μᾶς εὐεργετοῦσε ἀδιάκοπα καὶ μεῖς τὸν ὑβρίζαμε, περισσότερο θὰ τὸν περιφρονούσαμε. Γιὰ νὰ μὴ γίνη αὐτό, μᾶς ἀποστρέφεται προσώρας, γιὰ νὰ μᾶς ἔχη κοντά του παντοτινά. Ἄς ἔχωμε θάρρος λοιπὸν στὴν φιλανθρωπία του κι ἄς δείξωμε μετάνοια μελετημένη, πρὶν φτάση ἡ ἡμέρα ποὺ ἡ μετάνοια δὲ θὰ μᾶς ὠφεληση. Τώρα ὅλα εἶναι στὸ χέρι μας·  τότε ὅμως ἡ ἀπόφαση εἶναι μόνο στὸ χέρι τοῦ δικαστοῦ. Ἄς τὸν προσπέσωμε λοιπὸν κι ἄς ἐξομολογηθοῦμε, ἄς κλάψωμε κι ἄς θρηνήσωμε. Ἄν μπορέσωμε νὰ παρακαλέσωμε τὸν δικαστὴ πρὶν ἀπὸ τὴν δίκη νὰ συγχωρέση τὶς ἁμαρτίες, δὲ θὰ χρειαστὴ μήτε νὰ μποῦμε στὸ δικαστήριο. Ὅπως πάλι ἄν δὲ γίνη αὐτό, θὰ ἀκούση τὴν ἀπολογία μας μπροστὰ σὲ ὁλόκληρη τὴν οἰκουμένη, ποὺ θὰ εἶναι παροῦσα καὶ δὲν ἔχομε καμμιὰ ἐλπίδα γιὰ συγχώρηση. Κανένας ἀπὸ τοὺς ἐδῶ ποὺ δὲν πῆρε ἄφεση γιὰ τὰ ἁμαρτήματά του, δὲ θὰ μπορέση ν’ ἀποφύγη τὶς εὐθύνες του γι’ αὐτά. Ἀλλὰ ὅπως οἱ φυλακισμένοι ἐδῶ μὲ τὶς ἁλυσίδες τους ὁδηγοῦνται στὸ δικαστήριο, ἔτσι κι ὅλες οἱ ψυχὲς ὅταν φύγουν ἀπὸ δῶ βαρημένες μ’ ὅλες τὶς σειρὲς τῶν ἁμαρτημάτων τους, ὁδηγοῦνται στὸ φοβερὸ βῆμα. Γιατὶ καθόλου κλύτερη ἀπὸ φυλακὴ δὲν εἶναι ὁ βίος αὐτός. Ἀλλὰ ὅπως στὸ κτίριο ἐκεῖνο ὅταν μποῦμε τοὺς βλέπομε ὅλους ἁλυσοδεμένους, ἔτσι καὶ τώρα ὅταν ἀπομακρύνωμε ἀπὸ τὰ μάτια μας τὰ ἐξωτερικὰ φαινόμενα καὶ εἰσέλθωμε μέσα στὴ ζωὴ καθενὸς καὶ μέσα στὴν ψυχή του θὰ τὴ βροῦμε δεμένη μὲ ἁλυσίδες χειρότερες ἀπὸ τὶς σιδερένιες. Ἀκόμα χειρότερα ἄν μπῆς μέσα στὶς ψυχὲς  τῶν πλουσίων. Ὅσο περισσότερα εἶναι τὰ ἐνδύματά τους τόσο χειρότερα εἶναι τὰ δεσμά τους. Ὅπως λοιπὸν ὅταν δῆς τὸ δεσμώτη νὰ εἶναι σιδεροδεμένος καὶ στὴν πλάτη καὶ στὰ χέρια καὶ συχνὰ καὶ στὰ πόδια, γι’ αὐτὸ καὶ περισσότερο τὸν ἐλεεινολογεῖς, ἔτσι καὶ τὸν πλούσιο, ὅταν δῆς νὰ εἶναι ντυμένος μύρια ὅσα, μὴν τὸν θεωρῆς πλούσιο γι’ αὐτὰ ἀλλὰ ἄθλιο ἐξ αἰτίας τους, γιατὶ ἐκτὸς ἀπὸ τὰ δεσμὰ αὐτά, ἔχει καὶ δεσμοφύλακα βαρύ, τὴν κακὴν ἐπιθυμία τῶν χρημάτων. Αὐτὴ δὲν τὸν ἀφήνει νὰ πηδήση τὴ φυλακὴ αὐτὴν καὶ φτιάχνει μύρια ἐμπόδια καὶ φύλακες καὶ πόρτες καὶ μάνταλα καὶ ἀφοῦ τὸν ρίξη στὸ βαθύτερο κελλί, τὸν καταφέρνει ἀκόμα καὶ νὰ χαίρεται γι’ αὐτὰ τὰ δεσμὰ κι ἔτσι μήτε μιὰ ἐλπίδα νὰ μὴν τοῦ γεννηθῆ ἀπαλλαγῆς ἀπὸ τὶς συμφορές ποὺ τὸν περιμένουν. Κι ἄν μὲ τὴ σκέψη ἀντικρύσης τὴν ψυχὴ κάποιου, θὰ τὴν βρῆς νἆναι ὄχι μόνο ἁλυσοδεμένη ἀλλὰ κι ἀχτένιστη κι ἄπλυτη καὶ γεμάτη ζωύφια. Γιατὶ καθόλου καλύτερα ἀπ’ αὐτὰ δὲν εἶναι οἱ σαρκικὲς ἡδονὲς ἀλλὰ καὶ πιὸ σιχαμερὲς καὶ χειρότερα ἀπ’ αὐτὰ καταστρέφουν τὸ σῶμα μαζὶ μὲ τὴν ψυχὴ καὶ προξενοῦν καὶ σ’ αὐτὸ καὶ σ’ ἐκεῖνη ἀμέτρητες πληγές. Γιὰ ὅλα αὐτὰ ἄς παρακαλέσωμε τὸ Λυτρωτή τῶν ψυχῶν μας, ὥστε καὶ τὰ δεσμά μας νὰ σπάση, καὶ τὸν κακὸ αὐτὸν φύλακα ν’ ἀπομακρύνη κι ἀφοῦ μᾶς ἀπαλλάξη ἀπὸ τὸ φορτίο τῶν σιδερένιων ἁλυσίδων ἄς κάμη τὸ φρόνημά μας ἐλαφρότερο κι ἀπὸ τὸ φτερό. Καὶ πρακαλῶντας τὸν ἄς τοῦ φέρωμε καὶ τὰ δικὰ μας δῶρα, ζῆλο καὶ γνώμη καὶ προθυμία ἀγαθή. Ἔτσι θὰ ἐπιτύχωμε καὶ μάλιστα σὲ σύντομο χρόνο ν’ ἀπαλλαγοῦμε ἀπὸ τὰ κακὰ ποὺ μᾶς κατέχουν καὶ νὰ ἀντιληφθοῦμε ποῦ βρισκόμαστε πρῶτα καὶ νὰ ἀποκτήσωμε τὴν ἐλευθερία ποὺ μᾶς ἁρμόζει. Αὐτὴν μακάρι νὰ ἐπιτύχωμε ὅλοι μας μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ ποὺ σ’ αὐτὸν ἀνήκει ἡ δόξα καὶ ἡ δύναμη στοὺς αἰῶνες. Ἀμήν.



Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.114-123

Άναβάσεις - http://anavaseis.blogspot.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.