Κυριακή 22 Αυγούστου 2010

Γεροντικόν - Ῥητὰ Ὁσίων Πατέρων


 Λογισμοὶ πρὸς ὠφέλειαν - Λογισμοὶ βλασφημίας - Περὶ μελέτης τῆς Γραφῆς

ΛΟΓΙΣΜΟΙ ΠΡΟΣ ΩΦΕΛΕΙΑΝ

Οἱ μὲν λογισμοὶ τῆς ψυχῆς ἐοίκασι λίθοις τιμίοις καὶ μαργαρίταις, οἱ δὲ ἀκάθαρτοι λογισμοὶ μεμεστωμένοι εἰσὶν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας καὶ δυσωδίας.
(Μακαρίου τοῦ Αἰγυπτίου, Ὁμιλίαι πνευματικαί)

Ἡ γὰρ ὁδὸς τοῦ Χριστιανισμοῦ οὕτως ἐστὶν ὅπου γὰρ ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκεῖ ἐπακολουθεῖ, οἶον σκιά, ὁ διωγμὸς καὶ ἡ πάλη.
(Μακαρίου τοῦ Αἰγυπτίου, Ὁμιλίαι πνευματικαί)

Ἀδελφὲ μὴ δύναται νῆσος κειμένη μέσον θαλάσσης ἀποκόπτειν τὰ κύματα τοῦ μὴ προσκρούειν αὐτή; πλὴν ὅτι ἡ νῆσος ἀντιδέρει τοῖς κύμασιν. Οὕτω καὶ ἡμεῖς ἀποκόψαι τοὺς λογισμοὺς οὐ δυνάμεθα, μάλιστα ἐμπαθεῖς ὄντες, ἀντιδέρειν δὲ αὐτοῖς καὶ ἀπέργειν τὴν εἰς ἡμᾶς εἴσοδον ἰσχύομεν. Εἰ δὲ ἀφίομεν αὐτοὺς ἔνδον εἰσιέναι, ἐκεῖνοι λοιπὸν νομὴν εὑρίσκοντες, καταβραχὺ καταλύουσιν τὴν ψυχήν.
(Ἐφραὶμ τοῦ Σύρου, Εὐεργετινὸς Δ´)

Ὁ γὰρ ἀκριβευόμενος ἐν τοῖς λογισμοῖς, ἐπιγινώσκει τοὺς θέλοντας εἰσελθεῖν καὶ μιάναι αὐτόν.

(Ἀββᾶ Ἡσαΐου, Λόγοι ΚΑ´)

Τοῖς μὲν κοσμικοῖς οἱ δαίμονες διὰ τῶν πραγμάτων μᾶλλον παλαίουσι, τοῖς δὲ μοναχοῖς ὡς ἐπὶ πλεῖστον διὰ τῶν λογισμῶν. Πραγμάτων γὰρ διὰ τὴν ἐρημίαν ἐστέρηνται. Καὶ ὅσον εὐκολώτερον τὸ κατὰ διάνοιαν ἁμαρτάνειν τοῦ κατ᾿ ἐνέργειαν, τοσούτον χαλεπώτερος καὶ ὁ κατὰ διάνοιαν πόλεμος τοῦ διὰ τῶν πραγμάτων συνιστάμενου. Εὐκίνητον γὰρ τὶ πρᾶγμα ὁ νοῦς καὶ πρὸς τὰς ἀνόμους φαντασίας δυσκάθεκτον.
(Εὐαγρίου Πρακτικός)

Δεῖ οὖν τὸν ἀναχωροῦντα φυλάττειν νύκτωρ καὶ μεθ᾿ ἡμέραν τοῦτο τὸ ποίμνιον (τῶν λογισμῶν). Μήτι τῶν γεννημάτων γένηται θηριάλωτον ἢ λῃσταῖς περιπέση. Εἰ δὲ ἄρα τὶ τοιοῦτον συμβαίνῃ κατὰ τὴν νάπην, εὐθὺς ἐξαρπάζειν ἐκ τοῦ στόματος τοῦ λέοντος καὶ τῆς ἄρκτου.
(Εὐαγρίου, Περὶ διακρίσεως παθῶν καὶ λογισμῶν)

Ὅμοιός εἰμι ἀνθρώπῳ καθημένῳ ὑποκάτω δένδρου μεγάλου καὶ θεωροῦντι θηρία πολλὰ καὶ ἑρπετὰ ἐρχόμενα πρὸς αὐτόν, καὶ ὅταν μὴ δυνηθῇ στῆναι κατ᾿ αὐτῶν τρέχει ἄνω εἰς τὸ δένδρον καὶ σῴζεται. Οὕτω κἀγὼ καθέζομαι ἐν τῷ κελίω μου καὶ θεωρῶ τοὺς πονηροὺς λογισμοὺς ἐπάνω μου καὶ ὅτε μὴ ἰσχύσω πρὸς αὐτούς, καταφεύγω πρὸς τὸν Θεὸν διὰ προσευχῆς καὶ σῴζωμαι ἐκ τοῦ ἐχθροῦ.
(Ἰωάννου Κολοβοῦ, ἐκ τοῦ Γεροντικοῦ)

Ὥσπερ κάμπτρα (=κοφίνι) μεστὴ ἱματίων, καὶ ἐὰν ἀφῇ αὐτὰ τίς, τῷ χρόνῳ σήπονται. Οὕτω καὶ οἱ λογισμοί. Ἐὰν μὴ ποιήσωμεν αὐτοὺς σωματικῶς τῷ χρόνῳ ἀφανίζονται, ἤτοι σήπονται...
(Ἀββᾶ Ποιμένος, ἐκ τοῦ Γεροντικοῦ)

Ὥσπερ ἐὰν τὶς ὄφιν καὶ σκορπίον βάλῃ εἰς ἀγγεῖον καὶ φράξῃ, πάντως τῷ χρόνῳ ἀποθνήσκουσιν. Οὕτω καὶ οἱ πονηροὶ λογισμοὶ ἀπὸ τῶν δαιμόνων βλαστάνοντες διὰ τῆς ὑπομονῆς ἐκλείπουσιν.
(Ἀββᾶ Ποιμένος, ἐκ τοῦ Γεροντικοῦ)

Ἠρώτησάν ποτε τὸν Ἀββᾶν Σιλουανὸν λέγοντες: Ποίαν πολιτείαν εἰργάσω πάτερ, ἵνα λάβῃς τὴν φρόνησιν ταύτην; καὶ ἀπεκρίθη: οὐδέποτε ἀφῆκα εἰς τὴν καρδίαν μου λογισμὸν παροργίζοντα τὸν Θεόν.
(Γεροντικόν)

Ἀδελφὸς ἠρώτησε τὸν Ἀββᾶ Ποιμένα διὰ τὰς τῶν λογισμῶν ἐπηρείας καὶ λέγει αὐτῷ ὁ γέρων: τοῦτο τὸ πρᾶγμα ἔοικεν ἀνδρὶ ἔχοντι πῦρ ἐξ εὐωνύμων καὶ κρατῆρα ὕδατος ἐκ δεξιῶν. Ἐὰν οὖν ἁφθῇ τὸ πῦρ, λάβῃ ἐκ τοῦ κρατῆρος τὸ ὕδωρ καὶ σβέση αὐτό. Τὸ πῦρ ἐστιν ὁ σπόρος τοῦ ἐχθροῦ, τὸ δὲ ὕδωρ, τὸ ῥίψαι ἐνώπιον τοῦ Θεοῦ.
(Γεροντικόν)

Ἐστὶν ὅτε οἱ δαίμονες ὑποβαλοῦσί σοι λογισμοὺς καὶ πάλιν ἐρεθίζουσί σε δῆθεν προσεύξασθαι κατ᾿ αὐτῶν, ἢ ἀντιλέξαι αὐτοῖς καὶ ἑκουσίως ὑποχωροῦσιν ἵνα ἀπατηθείς, οἰηθῇς περὶ σεαυτοῦ ὅτι ἤρξω νικᾶν τοὺς λογισμοὺς καὶ νικᾶν τοὺς δαίμονας.
(Νείλου Ἀσκητοῦ, Λόγος περὶ προσευχῆς)

Ὥσπερ οὖν ἄτερ πλοίου μεγάλου θαλάττιον πέλαγος πειράσαι οὐ δυνατόν, οὕτως ἀδύνατον ἐκδιώξαι προσβολὴν λογισμοῦ πονηροῦ, χωρὶς ἐπικλήσεως Ἰησοῦ Χριστοῦ...
(Ἡσυχίου πρεσβυτέρου, πρὸς Θεόδουλον Φιλοκαλία 4)

Πολλάκις ἐξ ἡδίστης ὄψεως ἢ χεῖρας ἀφῇς, ἢ εὐώδους ὀσφρήσεως ἢ ἀκοῆς ἠδυφωνίας οἱ λογισμοὶ ἐν τῇ καρδίᾳ τὴν εἴσοδον λαμβάνουσιν.
(Ἰωάννου τῆς Κλίμακας, Λόγος ΙΕ Περὶ ἁγνείας)

Σπουδάσατε γεωργεῖν καλοὺς λογισμούς, ἵνα αὐτοὺς εὕρητε ἐκεῖ.
(Ἀββᾶ Δωροθέου, Διδασκαλία ΙΒ)

Δεῖ οὖν, ὅτε ἔρχονται στενοῦντες σε ἐναντίον λογισμοὶ κράζειν πρὸς τὸν Θεὸν Κύριε ὡς θέλεις καὶ ὡς οἶδας, οἰκονόμει σὺ τὸ πρᾶγμα. Πολλὰ γὰρ ὃ νομίζομεν ἢ παρ᾿ ἐλπίδα ποιεῖ ἡ πρόνοια τοῦ Θεοῦ, καὶ ἄλλως ἐλπιζόμενα πράγματα ἐκ πείρας εὑρέθησαν ἑτέρως. Καὶ ἁπλῶς μὴ ἀνθρωπίνοις λογισμοῖς θέλειν ὡς εἶπον, ἠνομίζειν περιγενέσθαι λογισμῶν δαιμονικών. Ὁ Ἀββᾶς Ποιμὴν εἰδὼς ταῦτα, τό, μὴ μεριμνῆσαι περὶ τὴν αὔριον, φησίν, ἀνθρώπῳ εἴρηται ἐν πειρασμῷ ὄντι. Πιστεύων οὖν ἀληθῆ ταῦτα εἶναι τέκνον, ἄφες πάντα λογισμὸν ἴδιον κἂν συνετὸς ἣ, καὶ κράτει τὴν εἰς Θεὸν ἐλπίδα τὸν ἐκ περισσοῦ ποιοῦντα ὢν αἰτούμεθα, ἢ νοοῦμεν.
(Ἀββᾶ Δωροθέου, πρὸς ἀδελφὸν στενοχωρούμενον)

Πρὸς τοὺς λογισμοὺς τοὺς λυπηρούς, ἀμνησικάκως ἅπαντα. Πρὸς δὲ τοὺς φιληδόνους ἐχθωδὼς διάκεισο.
(Θαλασσίου Ἀφρικανοῦ, Φιλοκαλία)

Τρία ὑπάρχουσι πράγματα δι᾿ ὧν λαμβάνεις λογισμούς: ἡ αἴσθησι καὶ ἡ μνήμη καὶ ἡ κρᾶσις τοῦ σώματος. Χαλεπότεροι δὲ οἱ ἀπὸ τῆς μνήμης εἰσίν.
(Θαλασσίου Ἀφρικανοῦ)

Ὥσπερ ὁ κηπουρὸς μὴ ἐπαίρων τὰς βοτάνας, ἀποπήγει τὰ λάχανα οὕτω καὶ ὁ νοῦς μὴ καθαίρων τοὺς λογισμούς, ἀπόλλυσι τοὺς πόνους.
(Θαλασσίου Ἀφρικανοῦ)

Ῥεῦμα ποτάμιόν ἐστι ἡ ἕφοδος τῶν πονηρῶν λογισμῶν, ἐν οἷς ἡ προσβολή, καὶ μεθ᾿ ἧς ἡ συγκατάθεσις τῆς ἁμαρτίας ὡς πλημμύρα κυματουμένη γίνεται τὴν καρδίαν καλύπτουσα.
(Γρηγορίου Σιναΐτου)

Οἱ λογισμοὶ λόγοι τῶν δαιμόνων εἰσὶ καὶ τῶν παθῶν πρόδρομος, ὥσπερ καὶ τῶν πραγμάτων οἱ λόγοι καὶ τὰ νοήματα. Ἀδύνατον γὰρ ἀγαθὸν ἢ κακὸν ἐνεργῆσαι μὴ προσβαλὸν πρότερον τὸν ἑαυτοῦ λογισμόν, εἴπερ λογισμός ἐστι, προσβολῆς ἀνείδεος κίνησις πραγμάτων ὁποιωνοῦν.
(Γρηγορίου Σιναΐτου)

Τοῦ πάθους τῆς πορνείας ἔξωθεν τῆς φυσικῆς κινήσεως γινομένου γίνωσκε ὅτι ἀπὸ λογισμῶν ὑπερηφανίας ἐπειράθης. Καὶ μίξον τῇ τροφῇ σου σποδόν, καὶ προσκόλλησον τῇ γῇ τὴν σὴν γαστέρα, καὶ ἐξερεύνησόν τι ἐνενόησας καὶ μάθε τὴν ἀλλοίωσιν τῆς φύσεως σου καὶ τὰ παρὰ φύσιν σου ἔργα, καὶ ἴσως ἐλεήσει σε ὁ Θεός, καὶ ἐξαποστείλει σοι φῶς τοῦ μαθεῖν ταπεινωθῆναι ἵνα μὴ αὐξηθῇ ἡ κακία σου.
(Ἰσαὰκ τοῦ Σύρου, τὰ εὑρεθέντα ἀσκητικῆς)

Ἐστὶ δαίμων ἐπὰν ἐν τῇ κλίνη ἀναπέσωμεν, πρὸς ἡμᾶς παραγενόμενος, καὶ πονηραῖς ἡμᾶς καὶ ῥυπαραῖς κατατοξεύων ἐνθυμήσεσι, ἵνα τῇ ὀκνηρία εἰς προσευχὴν τότε κατ᾿ αὐτοῦ μὴ ὀπλισμένοι ἐν ῥυπαραῖς ἐννοίαις ἀφυπνώσαντες, ῥυπαρὰ καὶ τὰ ἐνύπνια κτησώμεθα. Ἐστὶν πνευμάτων πρόδρομος καλούμενος ἐξ ὕπνου ἡμᾶς εὐθέως δεχόμενος, καὶ τὴν πρωτόνοιαν ἡμῶν καταμολύνων.
(Ἰωάννου τῆς Κλίμακας, περὶ διακρίσεως)

... Ταῦτα δὲ διηγησάμην, ἵνα ἐνωγώνιοι, πάντοτε ὧμεν καὶ εὐτρεπισμένοι πρὸς τὴν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἔξοδον, μήποτε τῇ φιληδονία συναπαγόμενοι ἐν τῷ καιρῷ τῆς ἐξόδου ἀφορήτως ὀδυνησώμεθα.
(Μεγάλου Εὐθυμίου)

Ὅταν ἡδονῆς τινος φαντασίας ἀναλάβῃς, φυλάσσε σεαυτόν, μὴ εὐθέως συναρπασθὴς ὑπὸ αὐτῆς, ἀλλὰ μικρὸν ὑπερτιθέμενος, μνήσθητι τοῦ θανάτου καὶ ἐνθυμήθητι πῶς ἄμεινόν ἐστι τὸ συνειδέναι σεαυτῷ, ταύτην τὴν πλάνην τῆς ἡδονῆς νενικηκότι.
(Μεγάλου Ἀντωνίου, Παραίνεσις Φιλοκαλία Α)

Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁ Κύριος τῇ ἰδίᾳ φωνῇ, ὡς ἂν πόῤῥωθεν διαφυλαχθεῖ ἦμεν τοῦ τοιούτου κακοῦ καθάπερ τινὰ ῥίζαν τοῦ πάθους τὴν διά του ἰδεῖν ἐγγινομένην ἐπιθυμίαν ἔξετε με διδάσκων ὅτι ὁ τῇ ὄψει τὸ πάθος παραδεξάμενος ὁδὸν δίδωσι καθ᾿ ἑαυτοῦ τῇ νόσῳ τὰ γὰρ πονηρὰ τῶν παθημάτων λοιμοῦ δίκην ἐπειδὰν ἅπαξ τῶν καιρίων κατακρίση τῷ θανάτῳ παύεται μόνῳ.
(Ἁγίου Γρηγορίου Νύσσης, εἰς τὸν Βίον τοῦ Μωυσέως)

ΛΟΓΙΣΜΟΙ ΒΛΑΣΦΗΜΙΑΣ

Ὅταν ἔρχηται ὁ λογισμὸς οὗτος (δηλαδὴ τῆς βλασφημίας), λέγε: ἐγὼ πρᾶγμα οὐκ ἔχω. Ἡ βλασφημία σου ἐπάνω σου, σατανᾶ. Τοῦτο γὰρ τὸ πρᾶγμα οὐ θέλει ἡ ψυχή μου.
(Ἀββᾶ Ποιμένος, ἐκ τοῦ Γεροντικοῦ)

Μὴ ἐπαρθῇς τῇ καρδίᾳ σου ἐπὶ νοήμασι γραφικοῦ, ἵνα μὴ τῷ πνεύματι τῆς βλασφημίας κατὰ νοῦν περιπέσῃς.
(Μάρκου τοῦ Ἀσκητοῦ, Περὶ νόμου πνευματικοῦ)

Ἡ δὲ τῆς βλασφημίας ὑποβολὴ τῶν ἐχθρῶν, ἐὰν εὕρῃ τινὰ μὴ νηφάλιον, κἂν ἢ ἀγαπῶν τοῦ Θεοῦ, ἐὰν μὴ νίψη ὡς δεῖ ἢ ἐξετάσῃ τινὰ ἐπιστήμονα καὶ μάθῃ τὸ πῶς νικήσει αὐτὴν δολίαν οὖσαν, τοῦτον ἀπολέσει. Καὶ πολλοὶ ἐθανάτωσαν ἑαυτούς, ὁ μὲν ἐπάνωθεν πέτρας ἑαυτοῦ ῥίζας ὡς ἐκστατικός, καὶ ἄλλος μαχαίρη ἀνέπτυξεν τὴν κοιλίαν καὶ ἀπέθανεν, καὶ ἄλλοι ἄλλως. Μέγα γὰρ κακὸν τὸ μὴ ἀναγγείλαι τοῦτο ταχέως τῷ ἔχοντι τὴν γνῶσιν, πρὸ τοῦ χρονίσαι τὸ πάθος.
(Ἀββᾶ Παχωμίου)

Μὴ ταραττέτω δὲ ἡμᾶς ὁ δαίμων ὁ συναρπάζων τὸν νοῦν πρὸς βλασφημίαν Θεοῦ καὶ πρὸς τὰς ἀπειρημένας φαντασίας ἐκείνας, ἂς ἔγωγε οὐδὲ γραφὴ τετόλμηκα, μηδὲ τὴν προθυμίαν ἡμῶν ἐκκοπτέτω. Καρδιογνώστης γάρ ἐστιν ὁ Θεὸς καὶ οἶδεν, ὅτι οὐδὲ ἐν τῷ κόσμῳ ὄντες ποτὲ τοιαύτην μανίαν ἐμάνημεν. Σκοπὸς δὲ τούτῳ τῷ δαίμωνι, παῦσαι ἡμᾶς τῆς προσευχῆς ἵνα μὴ στῶμεν ἐναντίον κυρίου τοῦ Θεοῦ ἡμῶν, μηδὲ τὰς χεῖρας ἐκτείναι τολμήσωμεν, καθ᾿ οὗ ταῦτα διενοήθημεν.
(Εὐάγριος Πρακτικός)

Ὅταν ἄρχηται ὁ νοῦς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ προκόπτειν, τότε καὶ ὁ δαίμων τῆς βλασφημίας ἄρχεται ἐκπειράζειν αὐτόν... πολεμούμενοι γὰρ καὶ ἀντιπολεμοῦντες δοκιμώτεροι καὶ γνησιώτεροι εἰς τὴν ἀγάπην τοῦ Θεοῦ εὑρισκόμεθα. Ἡ δὲ ῥομφαῖα αὐτοῦ εἰσῆλθεν εἰς τὴν καρδίαν αὐτοῦ καὶ τὰ τόξα αὐτοῦ συντριβείη.
(Μάξιμου τοῦ Ὁμολογητοῦ, Κεφ. Περὶ ἀγάπης)
 
ΠΕΡΙ ΜΕΛΕΤΗΣ ΤΩΝ ΑΓΙΩΝ ΓΡΑΦΩΝ
ΕΚ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ


Καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματος σου, καὶ μελετήσεις ἐν αὐτῇ ἡμέρας καὶ νυκτός, ἵνα εἰδῂς ποιεῖν πάντα τὰ γεγραμμένα. Τότε εὐοδωθήση καὶ εὐοδώσης τὰς ὁδοὺς σου καὶ τότε συνήσεις.
(Ἰησοῦ Ναυῆ Κεφ. Α´ 8)

Ὡς ἠγάπησα τὸν νόμον σου Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μού ἐστι.
(Ψαλμ. ΡΙΗ´ (118), 97)

Καὶ ἔσται τὰ ῥήματα ταῦτα ὅσα ἐντέλλομαι σοι σήμερον ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου, καὶ ἀφάψεις αὐτὰ εἰς σημεῖον τῆς χειρὸς σου κι ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου, καὶ γράψεις αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν.
(Δευτερονόμιον στ. 6-9)

Τέκνον διανοοῦ ἐν τοῖς προστάγμασι Κυρίου καὶ ἐν ταῖς ἐντολαῖς μελέτα διὰ παντός. Αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἐπιθυμία τῆς σοφίας δοθήσεται σοι.
(Σοφία Σειράχ στ. 37)

Ὁ νόμος σου μελέτη μού ἐστι.
(Ψαλμ. ΡΙΗ´ (118), 92)

Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων.
(Ψαλμ. Α´ 3)

Καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
(Ψαλμ. Α´ 2)

Ὁ Νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς... ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς.
(Ψαλμ. ΙΗ´ 8)

Τὰ λόγια Κυρίου λόγια ἁγνά.
(Ψαλμ. ΙΑ´ 7)

Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου.
(Ψαλμ. ΙΣΤ´ 5)

Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ. Ἐν ὅλη καρδία ἐκζητήσουσιν αὐτόν.
(Ψαλμ. ΡΙΗ´ 2)

Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.
(Ψαλμ. ΡΙΗ´ (118), 9)

Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.
(Ψαλμ. ΡΙΗ´ (118), 11)

Ἐν τοῖς δικαιώμασί σου μελετήσω.
(Ψαλμ. ΡΙΗ´ (118), 16)

Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἂς ἠγάπησα σφόδρα.
(Ψαλμ. ΡΙΗ´ (118), 47)

Ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.

(Ψαλμ. ΡΙΗ´ (118), 71)

Εἶ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.

(Ψαλμ. ΡΙΗ´ (118), 92)

Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λογία σου, ὑπὲρ μέλι τῷ στόματί μου.

(Ψαλμ. ΡΙΗ´ (118), 103)

Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.

(Ψαλμ. ΡΙΗ´ (118), 105)

Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελέτη μου.

(Ψαλμ. ΡΙΗ´ (118), 143)

Ἐπεπόθησα τὸ σωτήριον σου, Κύριε καὶ ὁ νόμος μελέτη μού ἐστι.

(Ψαλμ. ΡΙΗ´ (118), 174)
ΕΚ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ

Ἐρευνᾶτε τὰς γραφὰς ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ ἐκεῖναί εἰσιν μαρτυροῦσαι περὶ ἐμοῦ.
(Ἰω. ε´ 39)

Ταῦτα μελέτα ἐν τούτοις ἴσθι.
(Α´ Τιμ. στ´ 15)

Καὶ ἀρξάμενος ἀπὸ Μωυσέως καὶ ἀπὸ πάντων τῶν Προφητῶν διηρμήνευεν αὐτοῖς πάσας τὰς γραφὰς τὰ περὶ ἑαυτοῦ.
(Λουκ. ισ´ 27)

Καὶ ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας τὰ δυνάμενα σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως ἐν Χριστῷ Ἰησοῦ.
(Β´ Τιμ. 15)

Πάσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διαδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτημένος.
(Β´ Τιμ. γ´ 16-15)
ΕΚ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ.

Καὶ γὰρ πνευματικὸς λειμὼν καὶ παράδεισος τρυφῆς ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις, παράδεισος δὲ τρυφῆς ἐκείνου τοῦ παραδείσου βελτίων.
(Ἰωάννης Χρυσόστομος)

Μένωμεν τῇ ἀναγνώσει τῶν θείων Γραφῶν.
(Ἰωάννης Χρυσόστομος)

Ἡ δὲ τῶν Γραφῶν ἀνάγνωσις Θεοῦ ὁμιλία ἐστί.
(Ἰωάννης Χρυσόστομος)

Καὶ ἕκαστος οἴκαδε ἀναχωρήσας τὰ βιβλία μετὰ χεῖρας λαμβανέτω καὶ τῶν εἰρημένων ἐπερχέσθω τὰ νοήματα, εἶγε μέλλει διηνεκῶς καὶ ἀρκοῦσαν ἔχει τὴν ἀπὸ τῆς Γραφῆς ὠφέλειαν.
(Ἰωάννης Χρυσόστομος)

Προσέχωμεν τοίνυν τῇ ἀναγνώσει μὴ μόνον τὰς δύο ταύτας ὥρας (οὐ γὰρ ἀρκεῖ εἰς ἀσφάλειαν ἡ ψιλὴ αὕτη ἀκρόασις) ἀλλὰ διηνεκῶς.
(Ἰωάννης Χρυσόστομος)

Καὶ γὰρ τὸ ξύλον ἐκεῖνο τὸ παρὰ τοὺς ῥύακας ἑστηκώς, οὐ δύο καὶ τρεῖς ὥρας ὁμιλεῖ τοῖς ὕδασιν, ἀλλὰ πᾶσαν μὲν ἡμέραν πᾶσα δὲ νύκτα.
(Ἰωάννης Χρυσόστομος)

Καὶ γὰρ ἄτοπον τὴν μὲν οἰκίαν μηδέποτε ἀνέχεσθαι ἐν ἑσπέρα χωρὶς λύχνον καὶ φωτὸς ὁρᾶν τὴν δὲ ψυχὴν ἔρημον διδασκαλίας ὁρᾶν;
(Ἰωάννης Χρυσόστομος)

Καὶ ἐκ πάντων τῶν πονηρῶν λογισμῶν ὥσπερ ἐκ μέσου φλογὸς ἐξαρπάζει, τὴν ψυχὴν ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις.
(Ἰωάννης Χρυσόστομος)

Οὕτω καὶ παρὰ τὴν πηγὴν τῶν θείων Γραφῶν παρακαθήμενος, κἂν ἐπιθυμίας ἀτόπου φλόγα διενοχλοῦσα ἵδῃ ῥᾳδίως ἀπὸ τῶν νοημάτων ἐκείνων τὴν ψυχὴν ἀποκλείσης ἀπεκροῦσατο τὴν φλόγα.
(Ἰωάννης Χρυσόστομος)

Οὐκ ἄλλως κατορθεῖται ἀρετὴ καὶ ἀποχὴ κακῶν εἰμὴ διὰ μελέτης τῶν Ἁγίων Γραφῶν.
(Μέγας Ἀθανάσιος)

Σχόλασον σεαυτὸν διὰ παντὸς ἐν τῇ μελέτῃ τῆς ἀναγνώσεως τῶν γραφῶν, ἐν ἀκριβῆ καταννοήσει, ἵνα μὴ προφάσει τῆς ἀργίας τοῦ νοῦ μολυνθῇ ἡ ὅρασίς σου ἐν ἀκολάστοις ἀλλοτρίοις μολυσμοῖς.
(Ἰσαὰκ ὁ Σύρος, Περὶ ἀναγνώσεως τῶν Ἁγίων Γραφῶν – Ἰωάννης Ε´ 39-)

ΚΑΝΩΝ 80 ΤΗΣ ΣΤ´ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΠΕΡΙ ΣΥΝΕΧΟΥΣ ΕΚΚΛΗΣΙΑΣΜΟΥ

Εἰ τὶς ἐπίσκοπος ἢ πρεσβύτερος ἢ Διάκονος ἢ ἐν τῷ Κλήρῳ καταλεγομένων ἢ ΛΑΪΚΟΣ, μηδεμίαν ἀνάγκην βαρυτέραν ἔχει, ἢ πρᾶγμα δυσχερὲς ὥστε ἐπὶ πλεῖστον ἀπολείπεται τῆς αὐτοῦ ἐκκλησίας, ἀλλ᾿ ἐν πόλει διάγων, τρεῖς Κυριακὰς ἡμέραν ἐν τρισὶν ἐβδομάσιν, μὴ συνέρχοιτο, εἶ μὲν κληρικὸς εἴτι καθαιρείσθω, εἶδε λαϊκὸς ἀποκινείσθω τῇ κοινωνίας.

ΚΑΝΩΝ ΛΕ´. ΙΩΑΝΝΟΥ ΝΗΣΤΕΥΤΟΥ

Ὁ μετὰ τὴν θείαν ἐμέσας μετάληψιν 40 ἡμέρας τῆς κοινωνίας τῆς θείας ἀφίσταται τὸν 50 ᾄδων ψαλμὸν καθ᾿ ἑκάστην καὶ μετανοίας ποδῶν 50 κἂν ὁπωσδήποτε τοῦτο συμβῇ. Εἰ γὰρ καὶ μὴ τέως ἀφορμὴν αὐτὸς οἴεται δοῦναι, ἀλλαγὲ δι᾿ ἑτέρα τινὰ ἴδια πταίσματα πάντως παρεχωρήθη.

ΠΕΡΙ ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΓΙΑΣΜΟΥ

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο τῇ δυνάμει, καὶ ἐνεργείᾳ, καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ γενέσθαι τὸ ὕδωρ τοῦτο ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, εἰς ἴασιν ψυχῆς καὶ σώματος, καὶ πᾶσαν ὠφέλειαν ἐπιτήδειον τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν ἀντλούντων καὶ ἀρυομένων εἰς ἁγιασμὸν οἴκων τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς ἐμπλησθῆναι ἁγιασμοῦ διὰ τῆς τῶν ὑδάτων τούτων μεταλήψεως τῇ ἀοράτῳ ἐπιφανείᾳ τοῦ Ἁγίου Πνεύματος τοῦ Κυρίου δεηθῶμεν.

- Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο...

Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσι ἀπρόσιτον, Ἀγγελικῆς ἰσχύος πεπληρωμένον. Ἵνα πάντες οἱ ἀρυόμενοι καὶ μεταλαμβάνοντες, ἔχοιεν αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἰατρείαν παθῶν, πρὸς ἁγιασμὸν θίκων, πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον.

Αὐτὸς καὶ νῦν, Δέσποτα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματι σου τῷ Ἁγίῳ. Δὸς πᾶσι, τοῖς τε ἁπτομένοις, τοῖς τε χριομένοις, τοῖς τε μεταλαμβάνουσι, τὸν ἁγιασμόν, τὴν εὐλογίαν, τὴν κάθαρσιν, τὴν ὑγείαν.

nektarios.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.