Παρασκευή 13 Απριλίου 2012

Οἱ Χαιρετισμοί τῆς Θεοτόκου εἰς τήν Ἀνάστασιν τοῦ Κυρίου


Οἱ Χαιρετισμοί τῆς Θεοτόκου εἰς τήν  Ἀνάστασιν  τοῦ Κυρίου

Τό παρόν ἔργον τῶν "Χαιρετισμῶν εἰς τήν Θεοτόκον ἐπί τή Ἀναστάσει Τοῦ Κυρίου", εἶναι ἔργον ἀνωνύμου τινός ὅπου εὑρέθη προσφάτως εἰς τινά παλαιόν βιβλίον τοῦ Ἱστορικοῦ  Ι.Ναοῦ μας.*
Δία τοῦτο καί μετά χαρᾶς τό δημοσιεύομεν εἰς ἡμετέραν ὠφέλειαν καί δόξαν τῆς Πανασπίλου καί Ἀειπαρθένου Μαρίας καί Μητέρας ἠμῶν.
Τούς οἴκους τούτους μετά τῶν Χαιρετισμῶν τούς ἀναγιγνώσκωμεν ἑκάστη κυριακή καί εἰς τάς ἡμέρας τοῦ Πεντηκοσταρίου , ἀλλά καί εἰς οἱανδήποτε ἀνάγκη προκειμένου νά μᾶς χαρίζει ὁ Δωρεοδότης Κύριος διά πρεσβειῶν τῆς Πανάγνου Αὐτοῦ Μητέρας πάσαν Ἀνάστασιν ψυχῆς καί σώματος ἐκ τῶν ἐνθάδέ του βίου λυπηρῶν.

Καλή καί εὐλογημένην Ἀνάστασιν καί καλόν Παράδεισον!
13η Ἀπριλίου 2012

    Πρεσβύτερος Διονύσιος Ταμπάκης
*  Ἱερός Ναός Γενεσίου τῆς Θεοτόκου Ναυπλίου


*****

ΟΙ
ΧΑΙΡΕΤΙΣΜΟΙ
ΤΗΣ ΘΕΟΤΟΚΟΥ


ΕΙΣ ΤΗΝ
ΑΝΑΣΤΑΣΙΝ
ΤΟΥ ΚΥΡΙΟΥ


24 ΟΙΚΟΙ
ΤΗΣ ΘΕΟΤΟΚΟΥ
ΕΙΣ ΤΗΝ ΑΝΑΣΤΑΣΙΝ  ΤΟΥ ΚΥΡΙΟΥ


Κοντάκιον Ήχος πλ’δ’
- Τῇ Ὑπερμάχῳ-
ς  Ζωηφόρος  Τοῦ Κυρίου ἡμῶν Μήτηρ,
Τῶν οὐρανῶν ὑψηλοτέρα ἀνεδείχθης,
Ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνωμεν.
Ἀλλ’ὡς φέρουσα Ζωῆς Κυρίου νάματα,
Ἐκ θανάτου ψυχικοῦ ἡμὰς ἀπάλλαξον,
Ἵνα κράζωμεν ,
Χαῖρε ἡ  Μήτηρ τῆς Ζωῆς ἡμῶν.



ΣΤΑΣΙΣ  ΠΡΩΤΗ

γγελος ἑξαστράπτων τῷ μνημείῳ επέμφθη
κηρύξαι τὴν Ἀνάστασιν πάντων

(Χαῖρε  Μήτηρ τῆς Ζωῆς ημών  -ἐκ΄γ΄-)

Καὶ  σὺν τῇ ἀσωμάτῳ αὐτοῦ φωνὴν , Ἀναστάντα  θεωρῶν Σὲ Κύριε ,ἐξίστατο καὶ ἵστατο βοῶν τῇ Θεοτόκῳ  ταῦτα.

Χαῖρε δι’ἧς τὰ μνημεῖα καινούνται
Χαῖρε δι’ἧς τεθνηκότες ζωούνται
Χαῖρε ἡ φωτίζουσα τὰ ταμεῖα τοῦ Ἅδου.
Χαῖρε ἡ συντρίψασα τοὺς μοχλοὺς τοῦ θανάτου.
Χαῖρε τοῦ Παραδείσου τῆς πύλης τὸ ῥόπτρον,
Χαῖρε τοῦ Βασιλέως τὸ πάναγνον  ῥόδον.
Χαῖρε δι’ἧς ὁ Ἀδὰμ τοῦ θανάτου ἀνίσταται
Χαῖρε δι’ἧς τῆς φθορᾶς οἱ Βροτοὶ ἀπηλλάγημεν
Χαῖρε τῶν Μαρτύρων τὸ ἔνδοξον κλέος
Χαῖρε ἡ λαμπρύνουσα τὸ ἡμέτερον γένος
Χαῖρε δι’ἧς ἡ Ζωὴ ἐκ τοῦ τάφου ἀνέτειλεν
Χαῖρε δι’ἧς τῶν πιστῶν αἱ καρδία ἀγάλλονται

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.
Βλέποντες οἱ ἐν Ἄδῃ, τοῦ Κυρίου τὴν ἀνείκαστον δόξαν, ἔκραξαν Αὐτῷ θαρσαλέως. Ὁ Θεὸς καὶ   Ζωῆς  χορηγός ,  πως κατεδέχθεις ενθάδε  ἐλθεῖν ὡς κραταιὸς καὶ τὰ δεσμὰ τοῦ διαβόλου συνθλᾶσαι;  Κράζοντες

Ἀλληλούϊα

Γνῶσιν ἄγνωστον γνῶναι ,Ἰωάννης σὺν Πέτρῳ ζητοῦντες , ἔδραμον, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον.Καὶ θεωροῦντες κείμενα τὰ ὀθόνια μόνα, ἐβόων μετὰ δέους πρὸς τὴν Θεοτόκον

Χαῖρε τοῦ Παρακλήτου λαμπρὸν οἰκητήριον
Χαῖρε τῶν Ἀποστόλων τὸ μέγα ἐφύμνιον
Χαῖρε πύλη ἀδιόδευτος ὡς ὑπάρχεις ἀληθῶς
Χαῖρε ὄρος καὶ παλάτιον τοῦ Δεσπότου τοῦ παντὸς
Χαῖρε ὅτι βλυστάνεις τῆς ἁγνείας τὰ ἄνθη
Χαῖρε ὅτι  καὶ Μήτηρ καὶ Παρθένος ὑπάρχεις
Χαῖρε ἡ πικραίνουσα τοῦ θανάτου τὴν γεῦσιν
Χαῖρε ἡ γλυκαίνουσα τῶν πιστῶν τάς αἰσθήσεις
Χαῖρε ὅτι ὤλεσας τοῦ θανάτου τὸν θρόνον
Χαῖρε ὅτι ἤνοιξας Παραδείσου τάς θύρας
Χαῖρε δι’ἧς Ἀγγέλων τάξεις εὐφραίνονται
Χαῖρε δι’ἧς δαιμόνων θράση κατήργηνται

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Δύναμις Τοῦ Ὑψίστου ἐπεσκίασε τότε εἰς τοῦ Ἅδου τῶν χασμάτων τὰ ταμεῖα καὶ ἡ ἀφεγγὴς   αὐτοῦ τυραννὶς ἐσκυλεύθη τῷ Του Λόγου ἁγίῳ Φωτί, ἐν τῷ ψάλειν ἡμᾶς οὕτως

Ἀλληλούϊα

χουσα Θεανθρώπου τὴν ψυχὴν εἰς τὰ σπλάχνα, τῷ φόβῳ ἡ γῆ ἐκλονείτω. Τὸν γὰρ ἀχώρητον  παντί,  ἑαυτῇ οὐκ εδυνήθη  χωρεῖν καὶ ούτως  ἐβόα πρὸς Τὴν Θεοτόκον.
Χαῖρε ὅτι τὸ θνητὸν ἀφθαρσίας ἐνδύεις
Χαῖρε ὅτι τῶν ψυχῶν τὴν γαλήνην παρέχεις
Χαῖρε φωτὸς ἀϊδίου τὸ χρυσόπλοκον σέλας
Χαῖρε Ἁγίων Πατέρων τὸ πολύτιμον γέρας.
Χαῖρε  φέγγος ἀγλαόμορφον οὐρανοῦ τοῦ νοητοῦ.
Χαῖρε ἄνθος τὸ πανεύοσμον καὶ τοῦ κόσμου χαρμονή.
Χαῖρε τῆς ἁμαρτίας τὸ κέρας συντρίβουσα,
Χαῖρε τῶν πιστῶν τάς καρδίας φαιδρύνουσα
Χαῖρε ὅτι τῶν παθῶν ἀποπλύνεις τὸν ῥύπον
Χαῖρε ὅτι τοῦ Πνεύματος ὑπάρχεις  τὸ ῥεῖθρον
Χαῖρε πλοκῆς ῥᾳδιούργων ἡ λύσις
Χαῖρε δεινῶν προβλημάτων ἡ ῥύστις

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ζάλην ένδοθεν έχων , πρεσβυτέρων ὁ δῆμος ,εὐθὺς  μηκτυρίζονται πάντες.Τῶν γὰρ θαυμάτων τὸ θαῦμα  μὴ δυναμένων ἔτι συγκαλύψαι, ἐπλήρωσαν ἀργύρια ἱκανὰ τοῖς στρατιώταις, μὴ εἰδότας   ψάλλειν

Ἀλληλούϊα


ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

κουσαν οἱ Ποιμένες Τῆς Χριστοῦ Ἐκκλησίας τὴν Ἀνάστασιν Κυρίου ἐκ Τάφου. Καὶ νομίσαντες ὡς λῆρον αὐτήν, ἐδυσπίστουν τῶν Μυροφόρων τὴν φωνὴν ἅπαντες .Ἀλλ’ὡς ἑξῆς καὶ οὔτοι πιστεύσαντες ἐβόων πρὸς Τὴν Θεοτόκον

Χαῖρε Παρθένε τῶν θλιβομένων παραμύθιον
Χαῖρε Μαρία ἁμαρτανόντων ἱλαστήριον
Χαῖρε ἄνθος ἀμαράντινον ,των Ἀγγέλων γλυκασμὸς
Χαῖρε μόνη η μηνύουσα  τὴν αἰώνιον ζωὴν
Χαῖρε ὅτι  ὑπάρχεις Παραδείσου Κυρίου ο νόστος
Χαῖρε ὅτι κατέστης Γεδεών ο πανένδροσος πόκος
Χαῖρε τοῦ διαβόλου τὴν ἰσχὺν καταλύσασα
Χαῖρε τῶν Ἀγγέλων τὴν χάριν αὐξήσασα
Χαῖρε ἡ ἐν σιωπῇ Τὸν Θεὸν ἀνυμνούσα
Χαῖρε ἡ Τὸν Δεσπότην ἀσπόρως τεκούσα
Χαῖρε δι’ἧς ὁ Σατὰν ἐνεπαίχθη
Χαῖρε δι’ἧς ἡ ζωὴ καινουργείται.

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Θεοδρόμον πορείαν ἐπορεύθησαν τότε, εἰς Ἐμμαοὺς οἱ Μαθηταὶ Τοῦ Κυρίου. Καὶ ὡς συνοδίτην ἔχοντες Αὐτὸν ,ἐν τῇ κλάσει τοῦ ἄρτου ἐπέγνωσαν αὔθις, ἵνα καὶ ἡμεῖς ὑμνῶμεν τὸ

Ἀλληλούϊα.

΄Ἰδον Μυροφόροι γυναίκαι ,ἐν μνημείῳ ορθρίως , νεανίσκον εν λευκοίς αυγασθέντα.Καὶ ὡς Ἄγγελον νοοῦντες αὐτὸν ,εἰ καὶ τρόμῳ τῇ καρδίᾳ συνέχοντο, ἔσπευσαν τοῖς Ἀποστόλοις κηρύξαι καὶ βοῆσαι τῇ Εὐλογημένη

Χαῖρε ἡ ἀπαρχὴ τοῦ αἰωνίου φάους
Χαῖρε ἡ χελιδὼν τῆς φωταυγοὺς  ἡμέρας
Χαῖρε ὅτι τοῦ Σταυροῦ τὴν χολὴν μετέλαβες
Χαῖρε ὅτι  τὸ πικρὸν εἰς χαρὰν μετέβαλες.
Χαῖρε μόνη ἡ πηγάζουσα ζωῆς ὕδωρ τὸ κενὸν
Χαῖρε μόνη  ἡ ἐγειροῦσα Ἀδὰμ τὸν πάλαι χοϊκόν.
Χαῖρε τῆς ἁμαρτίας τὸν λύθρον ἡ πλύνασα
Χαῖρε τοῦ Ἀδὰμ τὴν κατάρα ἡ σβέσασα
Χαῖρε ὅτι τῶν δαιμόνων τάς μορφὰς ἀπελαύνεις,
Χαῖρε ὅτι τῆς ἁμαρτίας τὸ σκότος διώκεις
Χαῖρε ή του σύμπαντος Ἀναστάσεως αὐγή.
Χαῖρε τοῦ προπάτορος ἡ γλυκεῖα χαρμονὴ

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Κήρυκες γεγονότες Μαθηταὶ Τοῦ Κυρίου τῆς δόξῃς καὶ τῆς πρῴην δειλίας  μὴ σχόντες   ,ἐκήρυξαν Τὸν Χριστὸν ἅπασιν, ἀφέντες τοὺς Ἰουδαίους ὡς χυδαίους ,μὴ εἰδότας ψάλλειν

Ἀλληλούϊα

Λάμψας τῇ οἰκουμένῃ φωτισμὸν ἀληθείας, ἐξόρισας τοῦ Ἅδου τὸ σκότος. Τοῦ γὰρ θανάτου ἡ ἰσχὺς μὴ ἐνεγκοῦσα σοῦ Τῷ Θείῳ Φωτὶ πέπτωκεν ,οἱ τούτου δὲ σωθέντες  ἐβόων πρὸς τὴν Θεοτόκον.

Χαῖρε  ἀνεσπέρου φωτὸς τὸ δοχεῖον
Χαῖρε τῶν χαρίτων Θεοῦ τὸ ταμεῖον
Χαῖρε ὅτι καθαίρεις τῆς ψυχῆς τὸ δυσῶδες
Χαῖρε ὅτι λαμπρύνεις οὐρανοῦ τάς ἁψῖδας.
Χαῖρε ὀλιγοψύχων τὸ τερπνὸν παραμύθιον
Χαῖρε τῶν κοπιόντων καὶ μοχθούντων ἀνάπαυσις
Χαῖρε τῆς ζωῆς ἡμῶν τὸ ἀμυντήριον
Χαῖρε τῶν δεινῶν ἡμῶν  φυγαδευτήριον
Χαῖρε τὸν κοπετὸν τοῦ βίου  κουφίζουσα
Χαῖρε ἡ τῆς ψυχῆς τὴν λύπην διαλύουσα
Χαῖρε ὅτι τῆς χαρᾶς Φωστῆρα ἀνέτειλας
Χαῖρε ὅτι τῆς αράς τὴν λύπην ἠφάνισας

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Μέλλοντος Τοῦ Κυρίου ,τὴν ἀνάπλασιν πάντων, ποιήσαι μετὰ δόξῃς ἀρρήτου, παρεδόθη  τῷ τάφῳ ὡς θνητός. ἀλλ’ἀνέστη ὡς Νυμφίος λαμπρὸς ,διόπερ ἐξεπλάγημεν  τὴν ἄφατον  αυτού  σοφίαν  κράζοντες

Ἀλληλούϊα


ΣΤΑΣΙΣ ΤΡΙΤΗ

Νέαν ἔδειξεν κτίσιν, ἀναστήσας ὁ Κτίστης ἐκ φθορᾶς τὸ ἡμέτερον γένος. Τοῦ γὰρ θανάτου τὴν ἰσχὺν νεκρώσας ὥσπερ ἔπρεπε,κατήργησεν αὐτὸν, ἵνα σκιρτῶντες ἐν χαρᾷ ὑμνήσωμεν τὴν Παρθένον λέγοντες

Χαῖρε τοῦ ἐχθροῦ ταπεινούσα τὴν ὀφρὺν
Χαῖρε τῶν δεινῶν ἑξατμίζουσα ἀχλὺν
Χαῖρε ἄστρον παμφαέστατον οὐρανοῦ τοῦ νοητοῦ,
Χαῖρε ἄνθος τὸ πανεύοσμον ἐκ λειμώνων ἱερῶν
Χαῖρε δι’ἧς οἱ Ἄγγελοι τοῖς ἀνθρώποις συμμύγνυνται
Χαῖρε δι’ἧς ὁ ἄχρονος τοῖς Βροτοῖς συναλίζεται
Χαῖρε βίβλε Θεοχάρακτε τοῦ Δεσπότου καὶ Θεοῦ,
Χαῖρε πλὰξ ἡ ἀπογράφουσα σεσῳσμένων τὴν πληθύν.
Χαῖρε ἡ ἐκ θανάτου εἰς ζωὴν ἀγαγοῦσα
Χαῖρε τῶν πρωτοπλαστῶν τὴν αράν ἀναιροῦσα.
Χαῖρε ὁ Φωστὴρ τῆς  Χριστοῦ Βασιλείας
Χαῖρε ἡ αὐγὴ βιοτῆς αἰωνίας.

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ξένον θαῦμα ἰδόντες ξενωθῶμεν βορβόρου καὶ πάσης ἁμαρτίας καὶ λύθρου. Διὰ τοῦτο γὰρ ὁ ἀπαθὴς  Θεὸς ἐπὶ γῆς ἐφάνη παθητὸς ἄνθρωπος , βουλόμενος ἐγείραι σὺν αὐτῷ τοὺς ἐν χαρᾷ βοώντας .

Ἀλληλούϊα

λως ἢν ἐν τῷ τάφῳ καὶ οὐρανῶν  μηδόλως ἀπῆν, ὁ προαιώνιος  Λόγος . Καὶ τῷ εὐγνώμωνι λῃστῇ,τὴν εἰς τὸν  Παράδεισον ὀδοποιήσας εἴσοδον, εδίδαξεν  ἵνα ψάλλει  πρὸς Τὴν Θεοτόκον

Χαῖρε περιστερὰ  καὶ τροφεὺς τῆς ἁγνείας.
Χαῖρε Χριστιανῶν ὁ ἀκατάπαυστος ὕμνος
Χαῖρε η του πλάνου βίου των κρημνών διασώζουσα
Χαῖρε  του μέλλοντος κόσμου την Χαράν ακτινίζουσα.
Χαῖρε τῆς ἡμῶν βιοτῆς εὐλογούσα πορείας
Χαῖρε τῶν παθῶν τῆς ψυχῆς ἀναιροῦσα κακίας
Χαῖρε ὅτι θανάτου τὸ κράτος ἐπάταξας.
Χαῖρε ὅτι τοῦ Ἅδου τὰ σκῆπτρα ἐσκύλευσας
Χαῖρε ἡ κιβωτὸς τῆς Χριστοῦ Ἐκκλησίας
Χαῖρε Ὀσιαρχὼν τὸ   ἀκηλίδωτον  κῦδος
Χαῖρε ἡ  Τὸν  Θεὸν ὡς βρέφος τεκούσα
Χαῖρε   τῶν συμφορῶν ἡμᾶς ἐξελοῦσα

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Πᾶσα πληθὺς τῶν Ἀγγέλων ἐξεπλάγη τὸ μέγα τῆς σῆς Ἀναστάσεως ἔργον. Τὸν γὰρ ἐν τῷ μνημείῳ ὡς νεκρὸν ἐθεώρουν, ἥλιον ζωῆς ἄδυτον και ἡμάς ζωοποιήσαντα, δεχόμενος δε τὸν ὕμνον παρὰ πάντων

Ἀλληλούϊα

ήτορας ψευδολόγους ,Ἰουδαίων ἀκραίους ὁρῶμεν ἐπὶ σὲ Θεῖε Λόγε,ἀποροῦσι γὰρ λέγειν τὸ πῶς, εί Θεὸς εἴ , ἀνθρωπίνως ἔπαθες, ἡμεῖς δὲ τὴν σὴν εὐσπλαχνίαν θαυμάζοντες Τῇ Μητρί Σου βοῶμεν

Χαῖρε δι’ἧς ἡ δόξα Κυρίου ἀνέτειλεν
Χαῖρε δι’ἧς οἱ Δῆμοι Ἀγγέλων χορεύουσιν
Χαῖρε ἡ δεσμεύσασα τῶν δαιμόνων τὸ κράτος
Χαῖρε ἡ προάγουσα  Βασιλείας τὸ νῖκος
Χαῖρε μόνη ἡ ξηράνασα πειρασμῶν τὸν ποταμὸν
Χαῖρε ὄμβρε ἀτελεύτητε  δωρεῶν τῶν πατρικῶν
Χαῖρε τῶν Πρωτοπλαστῶν μόνη λύσις τῆς αράς
Χαῖρε μετανοούντων ἐξαλείφουσα ποινὰς .
Χαῖρε τοῦ ἀπροσίτου φωτὸς τὸ ταμεῖον
Χαῖρε τοῦ ἀθεάτου Θεοῦ τὸ πυξίον
Χαῖρε Προφήτου Προδρόμου τὸ κήρυγμα
Χαῖρε Δαυὶδ Βασιλέως τὸ καύχημα

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Σώσαι θέλων τὸ γένος τῶν ἀνθρώπων , φθορὰ ὑπαχθέντα, πρὸς τοῦτο τριήμερος ἐγείρεται. Καὶ ἄπνους ὑπάρχων ὡς νεκρὸς δι’ ἡμᾶς ἀνέστη  εὐφροσύνης αἴτιος , ζωὴν παρέχων πᾶσιν τοῖς κραυγάζουσιν

Ἀλληλούϊα



ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ

Τεῖχος εἰ τῶν ὑμνούντων τῶν χαρίτων σου τὸ ἄμετρον πλῆθος.Ὁ γὰρ ἐκ τῆς σῆς νηδύος προελθὼν , ἐκ τάφου σωματικὼς ἡμῖν ἐπέλαμψεν καὶ πάντας Σοὶ προσφωνεῖν διδάξας

Χαῖρε δι’ἧς του εχθρού τυραννὶς καθῃρέθη
Χαῖρε δι’ἧς τοῦ θανάτου ἰσχὺς κατελύθη
Χαῖρε στάμνε χρυσὴ ἡ ἔχουσα τὸ Θεῖον μάναν
Χαῖρε ξύλον ζωῆς ἀνθίζουσα καρποὺς εὐόσμους
Χαῖρε οὐρανίας παστάδος ἡ τελεία χαρμονὴν
Χαῖρε τῆς φρικώδους κακίας ἡ κατάπαυσις Σεμνή.
Χαῖρε μόνη ἐπὶ σελήνης ἰσταμένη Μαρία
Χαίρῃ  ότι τῆς ἁμαρτίας θεραπεύεις μανίαν
Χαῖρε τῆς αἰωνίου ζωῆς τὸ κεφάλαιον
Χαῖρε τῆς Ἐκκλησίας Χριστοῦ τὸ προπύργιον
Χαῖρε δι’ἧς τα ποθεινά πηγάζουσιν
Χαῖρε δι’ἧς τα λυπηρά κατήργηνται

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

μνος βροτῶν οὐκ ἀρκέσει ἐξυμνεῖν τὴν Ἁγίαν Σοῦ δόξαν.Ἰσαρίθμους γάρ ταῖς σταγόσιν τοῦ ὄμβρου ᾠδάς  ἂν προσφέρωμεν Σοὶ Ἀναστάντα Κύριε οὐδὲν τελοῦμεν ἄξιον ὡς ἐποίησας ἡμῖν τοῖς Σοὶ βοῶσιν

Ἀλληλούϊα

Φωτοφόρον Παρθένον καὶ Ἀγγέλων τὸ ᾆσμα, ὁρῶμεν τὴν Σεμνὴν Θεοτόκον.Ὁ  ἀσώματος ἐξ αὐτῆς σωματωθείς, ὁ  καὶ δεσμίους τοῦ Ἅδου ἐλευθερώσας ,ἀνέτειλε φῶς πᾶσι τοῖς τυφλοῖς ,ἵνα κραυγάσωμεν αὐτὴ τοιαῦτα

Χαῖρε ὅτι τοῦ πονηροῦ καταλύεις τὸ θράσος
Χαῖρε ὅτι τοῦ Βασιλέως  σελαγίζεις τὸ φάος.
Χαῖρε τῶν ἀσθενούντων ἡ βεβαία ἀντίληψις
Χαῖρε τῶν νοσημάτων παντοίων ἡ ἴασις
Χαῖρε  ἡ τὸν ὡραῖον ἐκβλαστήσασα στάχυν.
Χαῖρε  τῶν δωρεῶν τοῦ Φιλανθρώπου ἡ κρήνη.
Χαῖρε ὅτι τὰ στέφη τῶν συζυγῶν συμπλέκεις
Χαῖρε  ὅτι  τῶν νέων τάς  πορείας φυλάττεις
Χαῖρε ἡ νεκρώσασα τῶν παθῶν τάς προσβολὰς
Χαῖρε  ἀκυρώσασα τῶν δαιμόνων τάς βουλὰς
Χαῖρε τῶν οὐρανίων ταγμάτων τὸ νῖκος
Χαῖρε τῶν πεπτοκότων δαιμόνων ὁ θρῆνος .

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Χάριν ἄφθονον δοῦναι τοῖς ἀνθρώποις δωρήσασθαι θέλων, ὁ πάντων Ζωοδότης ἀνθρώπων.
Κατεδέχθη ἐν τάφῳ νεκρὸς κατοικεῖσαι, ἵνα τῆς φθορᾶς ἡμᾶς ἀπαλλάξει τοὺς κράζοντας τὸ

Ἀλληλούϊα

Ψάλλοντές Σου τὸν τόκον , τὸν ὡς ξένον ἐν τάφῳ ξενωθέντα ,ἀνυμνοῦμεν τῇ αὐτοῦ Ἀναστάσῃ.Ἐν τῇ σὴ γὰρ οἰκήσας γαστρί, ἡ τῶν απάντων πνοή,ἑξάγνισεν, ἐφώτισεν,ἐδίδαξε ἡμὰς βόαν Σοι ταῦτα

Χαῖρε αμαράντινε στέφανε δόξης
Χαῖρε δωδεκάτειχε πόλις Κυρίου
Χαῖρε ὅτι κατήργησας ἁμαρτίας τὸ κέντρον
Χαῖρε ἡ καινουργήσασα τῶν ἀνθρώπων τὸ γένος
Χαῖρε ὅτι κατεπάτησας κεφαλὴν τοῦ πονηροῦ
Χαῖρε λύπην ἡ κεράσασα τῶν δαιμόνων τὸν ἐσμόν
Χαῖρε μόνη χριστιανῶν ἡ στερεὰ προστασία
Χαῖρε τῶν ἀπιστούντων ἡ ἐπίμοχθος  ἀπορία .
Χαῖρε ἡ ἀπόδειξις τῆς ἡμῶν σωτηρίας
Χαῖρε ἡ βεβαίωσις τῆς παλιγγενεσίας
Χαῖρε ὅτι  ῥόδα καὶ κρίνα  ἀνθίζεις
Χαῖρε ὅτι Πάσχα  καὶ ἔαρ μυρίζεις

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ὢ Πανάσπιλε Μῆτερ, ἡ γεννήσασα τὸν πάντων Ζωῆς χορηγὸν καὶ Δεσπότην
(Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.-ἐκ΄γ΄-)

δεξαμένη τήν νυν προσφορὰν ἐκ πασῶν σῶσον ἀναγκῶν ἅπαντας καὶ τῆς μελλούσης ἀξίωσον Ἀναστάσεως τούς σοι βοώντας:

Ἀλληλούϊα.

γγελος  ἑξαστράπτων τῷ μνημείῳ επέμφθη

κηρύξαι τὴν Ἀνάστασιν πάντων.  Καὶ σὺν τῇ ἀσωμάτῳ αὐτοῦ φωνὴν, Ἀναστάντα θεωρῶν Σὲ Κύριε, ἐξίστατο καὶ ἵστατο βοῶν τῇ Θεοτόκῳ  ταῦτα.

Χαῖρε δι’ἧς τὰ μνημεῖα καινούνται
Χαῖρε δι’ἧς τεθνηκότες ζωούνται
Χαῖρε ἡ φωτίζουσα τὰ ταμεῖα τοῦ Ἅδου.
Χαῖρε ἡ συντρίψασα τοὺς μοχλοὺς τοῦ θανάτου.
Χαῖρε τοῦ Παραδείσου τῆς πύλης τὸ ῥόπτρον,
Χαῖρε τοῦ Βασιλέως τὸ πάναγνον  ῥόδον.
Χαῖρε δι’ἧς ὁ Ἀδὰμ τοῦ θανάτου ἀνίσταται
Χαῖρε δι’ἧς τῆς φθορᾶς οἱ Βροτοὶ ἀπηλλάγημεν
Χαῖρε τῶν Μαρτύρων τὸ ἔνδοξον κλέος
Χαῖρε ἡ λαμπρύνουσα τὸ ἡμέτερον γένος
Χαῖρε δι’ἧς ἡ Ζωὴ ἐκ τοῦ τάφου ἀνέτειλεν
Χαῖρε δι’ἧς τῶν πιστῶν αἱ καρδία ἀγάλλονται

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ὡς  Ζωηφόρος  Τοῦ Κυρίου ἡμῶν Μήτηρ,
Τῶν   οὐρανῶν ὑψηλοτέρα  ἀνεδείχθης,
Ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνωμεν.
Ἀλλ’ὡς φέρουσα Ζωῆς Κυρίου νάματα,
Ἐκ θανάτου ψυχικοῦ ἡμὰς ἀπάλλαξον,
Ἵνα κράζωμεν ,

Χαῖρε ἡ  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

1 σχόλιο:

  1. ΧΤΙΣΤΟΣ ΑΝΕΣΤΗ!ΥΠΕΡΟΧΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ! ΜΠΡΑΒΟ ΣΕ ΕΣΑΣ ΠΟΥ ΤΑ ΔΗΜΟΣΙΕΥΣΑΤΕ ΓΙΑ ΝΑ ΞΕΡΕΙ ΚΑΙ Ο ΚΟΣΜΟΣ!Ο ΘΕΟΣ Η ΠΑΝΑΓΙΑ ΟΛΟΙ ΟΙ ΑΓΙΟΙ, ΑΓΓΕΛΟΙ ΑΡΧΑΓΓΕΛΟΙ ΜΑΖΙ ΣΑΣ!

    ΑπάντησηΔιαγραφή

Για να σχολιάσετε (με ευπρέπεια) πρέπει να συνδεθείτε με τον λογαριασμό google ή wordpress που διαθέτετε. Αν δεν διαθέτετε πρέπει να δημιουργήσετε έναν λογαριασμό στο @gmail ή στο @wordpress. Μπορείτε βεβαίως πάντα να στέλνετε e-mail στο anavaseis@gmail.com
Ευχαριστούμε.